Iliad 17: 473-480

From the Venetus A MS

αὐτὸς ἔχων ὤμοισιν ἀγάλλεται Αἰακίδαο:

τόνδ' Αὐτομέδων προσέφη Διώρεος υἱός:

Ἀλκίμεδον τὶς γάρ τοι Ἀχαιῶν ἄλλος ὁμοῖος

ἵππων ἀθανάτων ἐχέμεν δμῆσιν τε μένος τε:

εἰ μὴ Πάτροκλος θεόφιν μήστωρ ἀτάλαντος

ζωὸς ἐών: νῦν δ' αὖ θάνατος καὶ μοῖρα κιχάνει:

ἀλλὰ σὺ μὲν μάστϊγα καὶ ἡνία σιγαλόεντα

δέξαι: ἐγὼ δ' ἵππων ἐπιβήσομαι ὄφρα μάχωμαι:

To him then made answer Automedon, son of Diores: "Alcimedon, what man beside of the Achaeans is of like worth to curb and guide the spirit of immortal steeds, save only Patroclus, the peer of the gods in counsel, while yet he lived? But now death and fate have come upon him. Howbeit take thou the lash and the shining reins, and I will dismount to fight."

A. T. Murray (1924)