τὸν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς:
ἔσται ταῦτα, Σκάμανδρε διοτρεφὲς, ὡς σὺ κελεύεις:
Τρῶας δ' οὐ πρὶν λήξω ὑπερφιάλους ἐναρίζων.
πρὶν ἔλσαι κατὰ ἄστυ καὶ Ἕκτορι πειρηθῆναι
ἀντιβίην, ἤ κέν με δαμάσσεται ἦ κεν ἐγὼ τόν:
Then swift-footed Achilles answered him, saying: "Thus shall it be, Scamander, nurtured of Zeus, even as thou biddest. Howbeit the proud Trojan will I not cease to slay until I have pent them in their city, and have made trial of Hector, man to man, whether he shall slay me or I him."