Iliad 24: 453-551

From the Venetus A MS

σταυροῖσιν πυκινοῖσι θύρην δ' ἐῖχε μοῦνος ἐπιβλὴς

εἰλάτινος: τὸν τρεῖς μὲν ἐπιρρήσεσκον Ἀχαιοί

τρεῖς δ' ἀναοίγεσκον μεγάλην κληῗδα θυράων

τῶν ἄλλων: Ἀχιλεὺς δ' ἐπιρρήσσεσκε καὶ οἷος:

δή ῥα τόθ' Ἑρμείας ἐριούνιος ᾦξε γέροντι

ἐς δ' ἄγαγε κλυτὰ δῶρα ποδώκεϊ Πηλείωνι:

ἐξ ἵππων δ' ἀπέβαινεν ἐπὶ χθονὶ φώνησέν τε:

ὦ γέρον ἤτοι ἐγὼ θεὸς ἄμβροτος εἰλήλουθα:

Ἑρμείας σοὶ γάρ με πατὴρ ἅμα πομπὸν ὄπασσεν.

ἀλλ' ἤτοι μὲν ἐγὼ πάλιν εἴσομαι οὐδ' Ἀχιλῆος

ὀφθαλμοὺς εἴσειμϊ: νεμεσητοννεμεσσητον δέ κεν εἴη:

ἀθάνατον θεὸν ὧδε βροτοὺς ἀγαπαζέμεν ἄντην:

τύνη δ' εἰσελθὼν λάβε γούνατα Πηλείωνος

καὶ μιν ὑπὲρ πατρὸς καὶ μητέρος ἠυκόμοιο

λίσσεο καὶ τέκεος ἵνά οἱ σὺν θυμὸν ὀρίνης:

ὣς ἄρα φωνήσας ἀπέβη πρὸς μακρὸν Ὄλυμπον

Ἑρμείας: Πρίαμος δ' ἐξ ἵππων ἄλτο χαμάζε.

Ἰδαῖον δὲ κατ' αὐθι λίπεν: ὁ δὲ μίμνεν ἐρύκων

ἵππους ἡμιόνους τε: γέρων δ' ἰθὺς κίεν οἴκου:

τῇ ῥ' Ἀχιλεὺς ἵζεσκε Διὶ φίλος: ἐν δέ μιν αὐτὸν

εὗρ' ἕταροι δ' απάνευθεν καθήατο: τὼ δὲ δύ' οἴω

ἥρως Αὐτομέδων τε καὶ Ἄλκϊμος ὄζος Ἄρηος

ποίπνυον παρεόντε: νέον δ' ἀπέληγεν ἐδωδῆς:

ἔσθων καὶ πίνων ἔτι καὶ παρέκειτο τράπεζα:

τοὺς δ' ἔλαθ' εἰσελθὼν Πρίαμος μέγας ἄγχι δ' ἄρα στάς

χερσὶν Ἀχιλλῆος λάβε γούνατα καὶ κύσε χεῖρας

δεινὰς ἀνδροφόνους, αἵ οἵ πολέας κτάνον υἷας.

ὡς δ' ὅταν ἄνδρ' ἄτη πυκινὴ λάβῃ: ὅς τ' ἐνὶ πάτρῃ

φῶτα κατακτείνας ἄλλων ἐξίκετο δῆμον

ἀνδρὸς ἐς ἀφνειοῦ: θάμβος δ' ἔχει εἰσορόωντας.

ὣς Ἀχιλεὺς θάμβησεν ἰδὼν Πρίαμον θεοειδέα:

θάμβησαν δὲ καὶ ἄλλοι: ἐς ἀλλήλους δὲ ἴδοντο:

τὸν καὶ λισσόμενος Πρίαμος πρὸς μῦθον ἔειπε:

μνῆσαι πατρὸς σεῖο θεοῖς ἐπιείκελ' Ἀχιλλεῦ:

τηλίκου. ὥς περ ἐγὼν ὀλοῷ ἐπὶ γήραος οὐδῷ

καὶ μέν που κεῖνον περιναιέται ἀμφὶς ἐόντες

τείρουσ' οὐδὲ τις ἐστιν ἀρὴν καὶ λοιγὸν ἀμῦναι:

ἀλλ' ἤτοι κεῖνος γε σέθεν ζώοντος ἀκούων

χαίρει τ' ἐν θυμῷ ἐπί τ' ἔλπεται ἤματα: πάντα

ὄψεσθαι φίλον υἱὸν ἀπο Τροίηθεν μολόντα:

αὐτὰρ ἐγὼ πανάποτμος ἐπεὶ τέκον υἷας ἀρίστους

Τροίῃ ἐν εὐρείη: τῶν δ' οὔ τινά φημὶ λελεῖφθαι:

πεντήκοντά μοι ἦσαν ὅτ' ἤλυθον υἷες Ἀχαιῶν

ἐννεακαίδεκα μέν μοι ἰῆς ἐκ νηδύος ἦσαν:

τοὺς δ' ἄλλους μοι ἔτικτον ἐνὶ μεγάροισι γυναῖκες:

τῶν μὲν πολλῶν θοῦρος Ἄρης ὑπὸ γούνατ' ἔλυσεν:

ὃς δέ μοι οἶος ἔην: εἴρυτο δὲ ἄστυ καὶ αὐτούς,

τὸν σὺ πρώην κτεῖνας ἀμυνόμενον περὶ πάτρης

Ἕκτορα: τοῦ νῦν εἵνεχ' ἱκάνω νῆας Ἀχαιῶν

λυσόμενος παρὰ σεῖο: φέρω δ' ἀπερείσι' ἄποινα:

ἀλλ' αἰδεῖο θεοὺς Ἀχιλεῦ: αὐτόν τ' ἐλέησον

μνησάμενος σοῦ πατρὸς: ἐγὼ δ' ἐλεεινότερός περ:

ἔτλην δ' οἷ' οὔ πώ τις ἐπιχθόνιος βροτὸς ἄλλος,

ἀνδρὸς παιδοφόνοιο ποτὶ στόμα χεῖρ' ὀρέγεσθαι:

ὣς φάτο; τῷ δ' ἄρα πατρὸς ὑφ' ΐμερον ὦρσε γόοιο:

ἁψάμενος δ' ἄρα χειρὸς ἀπώσατο ἦκα γέροντα:

τὼ δὲ μνησαμένω, ὃ μὲν Ἕκτορος ἀνδροφόνοιο.

κλαῖ' ἁδινὰ, προπάροιθε ποδῶν Ἀχιλῆος ἐλυσθείς:

αὐτὰρ Ἀχιλλεὺς κλαῖεν, ἑὸν πατέρ'. ἄλλοτε δ' αὖτε

Πάτροκλον: τῶν δὲ στοναχὴ, κατα δώματ' ὀρώρει:

αὐτὰρ ἐπεί ῥα γόοιο τετάρπετο δῖος Ἀχιλλεὺς.

καί οἱ ἀπὸ πραπίδων ἦλθ' ΐμερος ἠδ' ἀπο γυίων.

αὐτίκ' ἀπὸ θρόνου ὦρτο. γέροντα δὲ χειρὸς ἀνίστη.

οἰκτείρων πολιόν τε κάρη. πολιόν τε γένειον:

καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:

ἆ δεὶλ'ε . ῆ δῆ δὴ πολλὰ κὰκ' ἄνσχεο σὸν κατα θυμόν:

πῶς ἔτλης ἐπὶ νῆας Ἀχαιῶν ἐλθέμεν οἶος

ἀνδρὸς ἐς ὀφθαλμοὺς, ὅς τοι πολέας τε καὶ ἐσθλοὺς

υἱέας ἐξενάριξα: σιδήρειον νύ τοι ῆτορ:

ἂλλ' ἄγε δὴ, κατ ὰρ, έζευ ἐπὶ θρόνου: ἄλγεα δ' ἔμπης

ἐν θυμῷ κατακεῖσθαι ἐάσομεν ἀχνύμενοί περ:

οὐ γάρ τις πρῆξις πέλεται κρυεροῖο γόοιο:

ὡς γὰρ ἐπεκλώσαντο θεοὶ δειλοῖσι βροτοῖσι.

ζώειν ἀχνυμένοις: αὐτοὶ δέ τ' ἀκηδέες εἰσί:

δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸς οὔδει

δώρων οἷα δίδωσι: κακῶν, ἕτερος δὲ εάων:

ᾧ μέν κ' ἀμμίξᾱς δῴῃ Ζεὺς τερπικέραυνος.

ἄλλοτε μέν τε κακῷ ὅ γε κύρεται: ἄλλοτε δ' ἐσθλῷ:

ᾧ δέ κε τῶν λυγρῶν δῴη, λωβητὸν ἔθηκε

καί ἑ, κακὴ βούβρωστις ἐπι χθόνα δῖαν ἐλαύνει.

φοιτᾷ δ'. οὔτε θεοῖσι τετιμένος. οὔτε βροτοῖσιν:

ὡς μὲν καὶ Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα

ἐκ γενετῆς: πάντας γὰρ ἐπ' ἀνθρώπους ἐκέκαστο

ὄλβῳ τε πλούτῳ τε, ἄνασσε δὲ Μυρμιδόνεσσι:

καί οἱ, θνητῶ, ἐόντι θεὰν ποίησαν ἄκοιτιν:

ἂλλ' ἐπι καὶ τῶ θῆκε θεὸς κακόν, ὅττί οἱ οὔ τι

παίδων ἐν μεγάροισι γονὴ γένετο κρειόντων.

ἂλλ' ἕνα παῖδα τέκεν παναώριον: οὐδέ νυ τόν γε

γηράσκοντα κομίζω: ἐπεὶ μάλα τηλόθι πάτρης

ἧμαι ἐνι Τροίῃ, σέ τε κήδων. ἠδὲ σὰ τέκνα:

καὶ σὲ γέρον τὸ πρὶν μὲν ἀκούομεν ὄλβιον εἶναι.

ὅσσον Λέσβος ἄνω Μάκαρος ἕδος ἐντὸς ἐέργει:

καὶ Φρυγίη καθύπερθε καὶ Ἑλλήσποντος ἀπείρων:

τῶ σε γέρον πλούτῳ τὲ καὶ υἱάσι φασὶ κεκάσθαι:

αὐτὰρ ἐπεί τοι πῆμα τόδ' ἤγαγον Οὐρανίωνες.

αἰεί τοι περὶ ἄστυ μάχαι τ' ἀνδροκτασίαι τε.

ἄνσχεο: μὴ δ' ἀλίαστον ὀδύρεο σὸν κατα θυμόν:

οὐ γάρ τι πρήξεις ἀκαχήμενος υἷος εῆος,

οὐδέ μιν ἀνστήσεις. πρὶν καὶ κακὸν ἄλλο πάθῃσθα:

"And of thee, old sire, we hear that of old thou wast blest; how of all that toward the sea Lesbos, the seat of Macar, encloseth, and Phrygia in the upland, and the boundless Hellespont, over all these folk, men say, thou, old sire, wast preeminent by reason of thy wealth and thy sons. Howbeit from the time when the heavenly gods brought upon thee this bane, ever around thy city are battles and slayings of men. Bear thou up, neither wail ever ceaselessly in thy heart; for naught wilt thou avail by grieving for thy son, neither wilt thou bring him back to life; ere that shalt thou suffer some other ill."

A. T. Murray (1924)