Ἠὼς μέν ῥα θεὰ προσεβήσετο μακρὸν Ὄλυμπον
Ζηνὶ φόως ἐρέουσα, καὶ ἄλλοις ἀθανάτοισιν:
αὐτὰρ ὃ κηρύκεσσι λιγυφθόγγοισι κέλευσε
κηρύσσειν ἀγορὴν δὲ κάρη κομόωντας Ἀχαιούς:
οἱ μὲν ἐκήρυσσον: τοι δ`' ἠγείροντο μάλ' ὦκα:
Now the goddess Dawn went up to high Olympus, to announce the light to Zeus and the other immortals, but Agamemnon bade the clear-voiced heralds summon to the place of gathering the long-haired Achaeans. And they made summons, and the men gathered full quickly.