Κρητῶν δ' Ἰ̈δομενεὺς δουρὶ κλυτὸς ἡγεμόνευεν:
οἳ Κνωσόν τ' εἶχον. Γόργυνά τε τειχιόεσσαν:
Λύκτον Μί̄λητόν τε καὶ ἀργινόεντα Λύκαστον:
Φαιστόν τε Ῥύτιόν τε πόλις εὖ ναιεταώσας:
ἄλλοι θ' οἳ Κρήτην ἑκατόμπολιν ἀμφενέμοντο:
τῶν μὲν ὰρ Ἰδομενεὺς δουρὶ κλυτὸς ἡγεμόνευεν
Μηριόνης τ' ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ:
τοῖσι δ' ἅμ' ὀγδώκοντα μέλαιναι νῆες ἕποντο:
And the Cretans had as leader Idomeneus, famed for his spear, even they that held Cnosus and Gortys, famed for its walls, Lyctus and Miletus and Lycastus, white with chalk, and Phaestus and Rhytium, well-peopled cities; and all they beside that dwelt in Crete of the hundred cities. Of all these was Idomeneus, famed for his spear, captain, and Meriones, the peer of Enyalius, slayer of men. And with these there followed eighty black ships.