Τούς δ' Ἕκτωρ ἐνόησε κατὰ στίχας ὦρτο δ' ἐπ' αὐτούς
κεκληγὼς: ἅμα δὲ Τρώων εἵποντο φάλαγγες
καρτεραὶ: ἦρχε δ' ἄρα σφιν Ἄρης καὶ πότνι' Ἐνυώ
ἡ μὲν ἔχουσα Κυδοιμὸν ἀναιδέα δηϊοτῆτος
Ἄρης δ' ἐν παλάμῃσι πελώριον ἔγχος ἐνώμα:
φοίτα δ' ἄλλοτε μὲν πρόσθ' Ἕκτορος: ἄλλοτ' ὄπισθε:
But Hector marked them across the ranks, and rushed upon them shouting aloud, and with him followed the strong battalions of the Trojans; and Ares led them and the queen Enyo, she bringing ruthless Din of War, while Ares wielded in his hands a monstrous spear, and ranged now in front of Hector and now behind him.