Iliad 24: 424-431

From the Venetus A MS

ὣς φάτο γήθησεν δ' ὁ γέρων, καὶ ἀμείβετο μύθῳ:

ὦ τέκος ἦ ῥ' ἀγαθὸν καὶ αἰνέσιμα δῶρα διδοῦναι

ἀθανάτοις ἐπεὶ οὔ ποτ' ἐμὸς πάϊς: εἴ ποτ' ἔην γε

λήθετ' ἐνὶ μεγάροισι θεῶν οἳ Ὄλυμπον ἔχουσι

τῷ οἱ ἀπεμνήσαντο καὶ ἐν θανάτοιό περ αἴσῃ

ἀλλ' ἄγε δὴ καὶ τόδε δέξαι ἐμεῦ πάρα καλὸν ἄλεισον.

αὐτόν τε ῥῦσαι πέμψον δέ με σύν γε θεοῖσιν

ὄφρα κεν ἐς κλισίην Πηληιάδεω ἀφίκωμαι:

So spake he, and the old man waxed glad, and answered, saying: "My child, a good thing is it in sooth e'en to give to the immortals such gifts as be due; for never did my son—as sure as ever such a one there was—forget in our halls the gods that hold Olympus; wherefore they have remembered this for him, even though he be in the doom of death. But come, take thou from me this fair goblet, and guard me myself, and guide me with the speeding of the gods, until I be come unto the hut of the son of PeLeus."

A. T. Murray (1924)