Τὸν δὲ μέγ' ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς:
ὦ πόποι, ἐννοσίγαι' εὐρυσθενὲς, οἷον ἔειπες:
ἄλλός κέν τις τοῦτο θεῶν, δείσειε, νόημα:
ὃς σέο πολλὸν ἀφαυρότερος χεῖράς τε μένος τε:
σὸν δ' ἤτοι κλέος ἔσται ὅσονὅσην τ' ἐπικίδναται ἠώς:
ἄγρει μὰν ὅτ' ἂν, αῦτε κάρη κομόωντες Ἀχαιοὶ
οἴχωνται σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν,
τεῖχος ἀναρρήξας. τὸ μὲν εἰς ἅλα πᾶν καταχεῦαι:
αὖτις δ' ἠϊόνα μεγάλην ψαμάθοισι καλύψαι,
ὥς κέν τοι μέγα τεῖχος ἀμαλδύνηται Ἀχαιῶν:
Then greatly troubled, Zeus, the cloud-gatherer, spake to him: "Ah me, thou Shaker of Earth, wide of sway, what a thing thou hast said! Another of the gods might haply fear this device, whoso was feebler far than thou in hand and might; whereas thy fame shall of a surety reach as far as the dawn spreadeth. Go to now, when once the long-haired Achaeans have gone with their ships to their dear native land, then do thou burst apart the wall and sweep it all into the sea, and cover the great beach again with sand, that so the great wall of the Achaeans may be brought to naught of thee."