ILIAD Elucidated - Book 20
20.1ὣς οἳ μὲν παρὰ νηυσὶ κορωνίσι θωρήσσοντο 20.2ἀμφὶ σὲ Πηλέος υἱὲ μάχης ἀκόρητον Ἀχαιοί, 20.3Τρῶες δ̓ αὖθ̓ ἑτέρωθεν ἐπὶ θρωσμῷ πεδίοιο· 20.4Ζεὺς δὲ Θέμιστα κέλευσε θεοὺς ἀγορὴν δὲ καλέσσαι 20.5κρατὸς ἀπ̓ Οὐλύμποιο πολυπτύχου· ἣ δ̓ ἄρα πάντῃ 20.6φοιτήσασα κέλευσε Διὸς πρὸς δῶμα νέεσθαι. 20.7οὔτέ τις οὖν ποταμῶν ἀπέην νόσφ̓ Ὠκεανοῖο, 20.8οὔ τ̓ ἄρα νυμφάων αἵ τ̓ ἄλσεα καλὰ νέμονται 20.9καὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα. 20.10ἐλθόντες δ̓ ἐς δῶμα Διὸς νεφεληγερέταο 20.11ξεστῇς αἰθούσῃσιν ἐνίζανον, ἃς Διὶ πατρὶ 20.12Ἥφαιστος ποίησεν ἰδυίῃσι πραπίδεσσιν. 20.13ὣς οἳ μὲν Διὸς ἔνδον ἀγηγέρατ̓· οὐ δ̓ ἐνοσίχθων 20.14νηκούστησε θεᾶς, ἀλλ̓ ἐξ ἁλὸς ἦλθε μετ̓ αὐτούς, 20.15ἷζε δ̓ ἄῤ ἐν μέσσοισι, Διὸς δ̓ ἐξείρετο βουλήν· 20.16τίπτ̓ αὖτ̓ ἀργικέραυνε θεοὺς ἀγορὴν δὲ κάλεσσας; 20.17ἦ τι περὶ Τρώων καὶ Ἀχαιῶν μερμηρίζεις; 20.18τῶν γὰρ νῦν ἄγχιστα μάχη πόλεμός τε δέδηε. 20.19τὸν δ̓ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· 20.20ἔγνως ἐννοσίγαιε ἐμὴν ἐν στήθεσι βουλὴν 20.21ὧν ἕνεκα ξυνάγειρα· μέλουσί μοι ὀλλύμενοί περ. 20.22ἀλλ̓ ἤτοι μὲν ἐγὼ μενέω πτυχὶ Οὐλύμποιο 20.23ἥμενος, ἔνθ̓ ὁρόων φρένα τέρψομαι· οἳ δὲ δὴ ἄλλοι 20.24ἔρχεσθ̓ ὄφῤ ἂν ἵκησθε μετὰ Τρῶας καὶ Ἀχαιούς, 20.25ἀμφοτέροισι δ̓ ἀρήγεθ̓ ὅπῃ νόος ἐστὶν ἑκάστου. 20.26εἰ γὰρ Ἀχιλλεὺς οἶος ἐπὶ Τρώεσσι μαχεῖται 20.27οὐ δὲ μίνυνθ̓ ἕξουσι ποδώκεα Πηλεΐωνα. 20.28καὶ δέ τί μιν καὶ πρόσθεν ὑποτρομέεσκον ὁρῶντες· 20.29νῦν δ̓ ὅτε δὴ καὶ θυμὸν ἑταίρου χώεται αἰνῶς 20.30δείδω μὴ καὶ τεῖχος ὑπέρμορον ἐξαλαπάξῃ. 20.31ὣς ἔφατο Κρονίδης, πόλεμον δ̓ ἀλίαστον ἔγειρε. 20.32βὰν δ̓ ἴμεναι πόλεμον δὲ θεοὶ δίχα θυμὸν ἔχοντες· 20.33Ἥρη μὲν μετ̓ ἀγῶνα νεῶν καὶ Παλλὰς Ἀθήνη 20.34ἠδὲ Ποσειδάων γαιήοχος ἠδ̓ ἐριούνης 20.35Ἑρμείας, ὃς ἐπὶ φρεσὶ πευκαλίμῃσι κέκασται· 20.36Ἥφαιστος δ̓ ἅμα τοῖσι κίε σθένεϊ βλεμεαίνων 20.37χωλεύων, ὑπὸ δὲ κνῆμαι ῥώοντο ἀραιαί. 20.38ἐς δὲ Τρῶας Ἄρης κορυθαίολος, αὐτὰρ ἅμ̓ αὐτῷ 20.39Φοῖβος ἀκερσεκόμης ἠδ̓ Ἄρτεμις ἰοχέαιρα 20.40Λητώ τε Ξάνθός τε φιλομειδής τ̓ Ἀφροδίτη. 20.41εἷος μέν ῥ̓ ἀπάνευθε θεοὶ θνητῶν ἔσαν ἀνδρῶν, 20.42τεῖος Ἀχαιοὶ μὲν μέγα κύδανον, οὕνεκ̓ Ἀχιλλεὺς 20.43ἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτ̓ ἀλεγεινῆς· 20.44Τρῶας δὲ τρόμος αἰνὸς ὑπήλυθε γυῖα ἕκαστον 20.45δειδιότας, ὅθ̓ ὁρῶντο ποδώκεα Πηλεΐωνα 20.46τεύχεσι λαμπόμενον βροτολοιγῷ ἶσον Ἄρηϊ. 20.47αὐτὰρ ἐπεὶ μεθ̓ ὅμιλον Ὀλύμπιοι ἤλυθον ἀνδρῶν, 20.48ὦρτο δ̓ Ἔρις κρατερὴ λαοσσόος, αὖε δ̓ Ἀθήνη 20.49στᾶσ̓ ὁτὲ μὲν παρὰ τάφρον ὀρυκτὴν τείχεος ἐκτός, 20.50ἄλλοτ̓ ἐπ̓ ἀκτάων ἐριδούπων μακρὸν ἀΰτει. 20.51αὖε δ̓ Ἄρης ἑτέρωθεν ἐρεμνῇ λαίλαπι ἶσος 20.52ὀξὺ κατ̓ ἀκροτάτης πόλιος Τρώεσσι κελεύων, 20.53ἄλλοτε πὰρ Σιμόεντι θέων ἐπὶ Καλλικολώνῃ. 20.54ὣς τοὺς ἀμφοτέρους μάκαρες θεοὶ ὀτρύνοντες 20.55σύμβαλον, ἐν δ̓ αὐτοῖς ἔριδα ῥήγνυντο βαρεῖαν· 20.56δεινὸν δὲ βρόντησε πατὴρ ἀνδρῶν τε θεῶν τε 20.57ὑψόθεν· αὐτὰρ νέρθε Ποσειδάων ἐτίναξε 20.58γαῖαν ἀπειρεσίην ὀρέων τ̓ αἰπεινὰ κάρηνα. 20.59πάντες δ̓ ἐσσείοντο πόδες πολυπίδακος Ἴδης 20.60καὶ κορυφαί, Τρώων τε πόλις καὶ νῆες Ἀχαιῶν. 20.61ἔδεισεν δ̓ ὑπένερθεν ἄναξ ἐνέρων Ἀϊδωνεύς, 20.62δείσας δ̓ ἐκ θρόνου ἆλτο καὶ ἴαχε, μή οἱ ὕπερθε 20.63γαῖαν ἀναρρήξειε Ποσειδάων ἐνοσίχθων, 20.64οἰκία δὲ θνητοῖσι καὶ ἀθανάτοισι φανείη 20.65σμερδαλέ̓ εὐρώεντα, τά τε στυγέουσι θεοί περ· 20.66τόσσος ἄρα κτύπος ὦρτο θεῶν ἔριδι ξυνιόντων. 20.67ἤτοι μὲν γὰρ ἔναντα Ποσειδάωνος ἄνακτος 20.68ἵστατ̓ Ἀπόλλων Φοῖβος ἔχων ἰὰ πτερόεντα, 20.69ἄντα δ̓ Ἐνυαλίοιο θεὰ γλαυκῶπις Ἀθήνη· 20.70Ἥρῃ δ̓ ἀντέστη χρυσηλάκατος κελαδεινὴ 20.71Ἄρτεμις ἰοχέαιρα κασιγνήτη ἑκάτοιο· 20.72Λητοῖ δ̓ ἀντέστη σῶκος ἐριούνιος Ἑρμῆς, 20.73ἄντα δ̓ ἄῤ Ἡφαίστοιο μέγας ποταμὸς βαθυδίνης, 20.74ὃν Ξάνθον καλέουσι θεοί, ἄνδρες δὲ Σκάμανδρον. 20.75ὣς οἳ μὲν θεοὶ ἄντα θεῶν ἴσαν· αὐτὰρ Ἀχιλλεὺς 20.76Ἕκτορος ἄντα μάλιστα λιλαίετο δῦναι ὅμιλον 20.77Πριαμίδεω· τοῦ γάρ ῥα μάλιστά ἑ θυμὸς ἀνώγει 20.78αἵματος ἆσαι Ἄρηα ταλαύρινον πολεμιστήν. 20.79Αἰνείαν δ̓ ἰθὺς λαοσσόος ὦρσεν Ἀπόλλων 20.80ἀντία Πηλεΐωνος, ἐνῆκε δέ οἱ μένος ἠΰ· 20.81υἱέϊ δὲ Πριάμοιο Λυκάονι εἴσατο φωνήν· 20.82τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων· 20.83Αἰνεία Τρώων βουληφόρε ποῦ τοι ἀπειλαὶ 20.84ἃς Τρώων βασιλεῦσιν ὑπίσχεο οἰνοποτάζων 20.85Πηλεΐδεω Ἀχιλῆος ἐναντίβιον πολεμίξειν; 20.86τὸν δ̓ αὖτ̓ Αἰνείας ἀπαμειβόμενος προσέειπε· 20.87Πριαμίδη τί με ταῦτα καὶ οὐκ ἐθέλοντα κελεύεις 20.88ἀντία Πηλεΐωνος ὑπερθύμοιο μάχεσθαι; 20.89οὐ μὲν γὰρ νῦν πρῶτα ποδώκεος ἄντ̓ Ἀχιλῆος 20.90στήσομαι, ἀλλ̓ ἤδη με καὶ ἄλλοτε δουρὶ φόβησεν 20.91ἐξ Ἴδης, ὅτε βουσὶν ἐπήλυθεν ἡμετέρῃσι, 20.92πέρσε δὲ Λυρνησσὸν καὶ Πήδασον· αὐτὰρ ἐμὲ Ζεὺς 20.93εἰρύσαθ̓, ὅς μοι ἐπῶρσε μένος λαιψηρά τε γοῦνα. 20.94ἦ κ̓ ἐδάμην ὑπὸ χερσὶν Ἀχιλλῆος καὶ Ἀθήνης, 20.95ἥ οἱ πρόσθεν ἰοῦσα τίθει φάος ἠδ̓ ἐκέλευεν 20.96ἔγχεϊ χαλκείῳ Λέλεγας καὶ Τρῶας ἐναίρειν. 20.97τὼ οὐκ ἔστ̓ Ἀχιλῆος ἐναντίον ἄνδρα μάχεσθαι· 20.98αἰεὶ γὰρ πάρα εἷς γε θεῶν ὃς λοιγὸν ἀμύνει. 20.99καὶ δ̓ ἄλλως τοῦ γ̓ ἰθὺ βέλος πέτετ̓, οὐ δ̓ ἀπολήγει 20.100πρὶν χροὸς ἀνδρομέοιο διελθέμεν. εἰ δὲ θεός περ 20.101ἶσον τείνειεν πολέμου τέλος, οὔ κε μάλα ῥέα 20.102νικήσεἰ, οὐ δ̓ εἰ παγχάλκεος εὔχεται εἶναι. 20.103τὸν δ̓ αὖτε προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων· 20.104ἥρως ἀλλ̓ ἄγε καὶ σὺ θεοῖς αἰειγενέτῃσιν 20.105εὔχεο· καὶ δὲ σέ φασι Διὸς κούρης Ἀφροδίτης 20.106ἐκγεγάμεν, κεῖνος δὲ χερείονος ἐκ θεοῦ ἐστίν· 20.107ἣ μὲν γὰρ Διός ἐσθ̓, ἣ δ̓ ἐξ ἁλίοιο γέροντος. 20.108ἀλλ̓ ἰθὺς φέρε χαλκὸν ἀτειρέα, μη δέ σε πάμπαν 20.109λευγαλέοις ἐπέεσσιν ἀποτρεπέτω καὶ ἀρειῇ. 20.110ὣς εἰπὼν ἔμπνευσε μένος μέγα ποιμένι λαῶν, 20.111βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ. 20.112οὐ δ̓ ἔλαθ̓ Ἀγχίσαο πάϊς λευκώλενον Ἥρην 20.113ἀντία Πηλεΐωνος ἰὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν· 20.114ἣ δ̓ ἄμυδις στήσασα θεοὺς μετὰ μῦθον ἔειπε· 20.115φράζεσθον δὴ σφῶϊ Ποσείδαον καὶ Ἀθήνη 20.116ἐν φρεσὶν ὑμετέρῃσιν, ὅπως ἔσται τάδε ἔργα. 20.117Αἰνείας ὅδ̓ ἔβη κεκορυθμένος αἴθοπι χαλκῷ 20.118ἀντία Πηλεΐωνος, ἀνῆκε δὲ Φοῖβος Ἀπόλλων. 20.119ἀλλ̓ ἄγεθ̓, ἡμεῖς πέρ μιν ἀποτρωπῶμεν ὀπίσσω 20.120αὐτόθεν, ἤ τις ἔπειτα καὶ ἡμείων Ἀχιλῆϊ 20.121παρσταίη, δοίη δὲ κράτος μέγα, μη δέ τι θυμῷ 20.122δευέσθω, ἵνα εἰδῇ ὅ μιν φιλέουσιν ἄριστοι 20.123ἀθανάτων, οἳ δ̓ αὖτ̓ ἀνεμώλιοι οἳ τὸ πάρος περ 20.124Τρωσὶν ἀμύνουσιν πόλεμον καὶ δηϊοτῆτα. 20.125πάντες δ̓ Οὐλύμποιο κατήλθομεν ἀντιόωντες 20.126τῆσδε μάχης, ἵνα μή τι μετὰ Τρώεσσι πάθῃσι 20.127σήμερον· ὕστερον αὖτε τὰ πείσεται ἅσσά οἱ αἶσα 20.128γιγνομένῳ ἐπένησε λίνῳ ὅτε μιν τέκε μήτηρ. 20.129εἰ δ̓ Ἀχιλεὺς οὐ ταῦτα θεῶν ἐκ πεύσεται ὀμφῆς 20.130δείσετ̓ ἔπειθ̓, ὅτε κέν τις ἐναντίβιον θεὸς ἔλθῃ 20.131ἐν πολέμῳ· χαλεποὶ δὲ θεοὶ φαίνεσθαι ἐναργεῖς. 20.132τὴν δ̓ ἠμείβετ̓ ἔπειτα Ποσειδάων ἐνοσίχθων· 20.133Ἥρη μὴ χαλέπαινε παῤ ἐκ νόον· οὐ δέ τί σε χρή. 20.134οὐκ ἂν ἔγωγ̓ ἐθέλοιμι θεοὺς ἔριδι ξυνελάσσαι 20.135ἡμέας τοὺς ἄλλους, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰμεν· 20.136ἀλλ̓ ἡμεῖς μὲν ἔπειτα καθεζώμεσθα κιόντες 20.137ἐκ πάτου ἐς σκοπιήν, πόλεμος δ̓ ἄνδρεσσι μελήσει. 20.138εἰ δέ κ̓ Ἄρης ἄρχωσι μάχης ἢ Φοῖβος Ἀπόλλων, 20.139ἢ Ἀχιλῆ̓ ἴσχωσι καὶ οὐκ εἰῶσι μάχεσθαι, 20.140αὐτίκ̓ ἔπειτα καὶ ἄμμι παῤ αὐτόθι νεῖκος ὀρεῖται 20.141φυλόπιδος· μάλα δ̓ ὦκα διακρινθέντας ὀΐω 20.142ἂψ ἴμεν Οὔλυμπον δὲ θεῶν μεθ̓ ὁμήγυριν ἄλλων 20.143ἡμετέρῃς ὑπὸ χερσὶν ἀναγκαίηφι δαμέντας. 20.144ὣς ἄρα φωνήσας ἡγήσατο κυανοχαίτης 20.145τεῖχος ἐς ἀμφίχυτον Ἡρακλῆος θείοιο 20.146ὑψηλόν, τό ῥά οἱ Τρῶες καὶ Παλλὰς Ἀθήνη 20.147ποίεον, ὄφρα τὸ κῆτος ὑπεκπροφυγὼν ἀλέαιτο, 20.148ὁππότε μιν σεύαιτο ἀπ̓ ἠϊόνος πεδίον δέ. 20.149ἔνθα Ποσειδάων κατ̓ ἄῤ ἕζετο καὶ θεοὶ ἄλλοι, 20.150ἀμφὶ δ̓ ἄῤ ἄρρηκτον νεφέλην ὤμοισιν ἕσαντο· 20.151οἳ δ̓ ἑτέρωσε καθῖζον ἐπ̓ ὀφρύσι Καλλικολώνης 20.152ἀμφὶ σὲ ἤϊε Φοῖβε καὶ Ἄρηα πτολίπορθον. 20.153ὣς οἳ μέν ῥ̓ ἑκάτερθε καθήατο μητιόωντες 20.154βουλάς· ἀρχέμεναι δὲ δυσηλεγέος πολέμοιο 20.155ὄκνεον ἀμφότεροι, Ζεὺς δ̓ ἥμενος ὕψι κέλευε. 20.156τῶν δ̓ ἅπαν ἐπλήσθη πεδίον καὶ λάμπετο χαλκῷ 20.157ἀνδρῶν ἠδ̓ ἵππων· κάρκαιρε δὲ γαῖα πόδεσσιν 20.158ὀρνυμένων ἄμυδις. δύο δ̓ ἀνέρες ἔξοχ̓ ἄριστοι 20.159ἐς μέσον ἀμφοτέρων συνίτην μεμαῶτε μάχεσθαι 20.160Αἰνείας τ̓ Ἀγχισιάδης καὶ δῖος Ἀχιλλεύς. 20.161Αἰνείας δὲ πρῶτος ἀπειλήσας ἐβεβήκει 20.162νευστάζων κόρυθι βριαρῇ· ἀτὰρ ἀσπίδα θοῦριν 20.163πρόσθεν ἔχε στέρνοιο, τίνασσε δὲ χάλκεον ἔγχος. 20.164Πηλεΐδης δ̓ ἑτέρωθεν ἐναντίον ὦρτο λέων ὣς 20.165σίντης, ὅν τε καὶ ἄνδρες ἀποκτάμεναι μεμάασιν 20.166ἀγρόμενοι πᾶς δῆμος· ὃ δὲ πρῶτον μὲν ἀτίζων 20.167ἔρχεται, ἀλλ̓ ὅτε κέν τις ἀρηϊθόων αἰζηῶν 20.168δουρὶ βάλῃ ἐάλη τε χανών, περί τ̓ ἀφρὸς ὀδόντας 20.169γίγνεται, ἐν δέ τέ οἱ κραδίῃ στένει ἄλκιμον ἦτορ, 20.170οὐρῇ δὲ πλευράς τε καὶ ἰσχία ἀμφοτέρωθεν 20.171μαστίεται, ἑὲ δ̓ αὐτὸν ἐποτρύνει μαχέσασθαι, 20.172γλαυκιόων δ̓ ἰθὺς φέρεται μένει, ἤν τινα πέφνῃ 20.173ἀνδρῶν, ἢ αὐτὸς φθίεται πρώτῳ ἐν ὁμίλῳ· 20.174ὣς Ἀχιλῆ̓ ὄτρυνε μένος καὶ θυμὸς ἀγήνωρ 20.175ἀντίον ἐλθέμεναι μεγαλήτορος Αἰνείαο. 20.176οἳ δ̓ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ̓ ἀλλήλοισιν ἰόντες, 20.177τὸν πρότερος προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς· 20.178Αἰνεία τί σὺ τόσσον ὁμίλου πολλὸν ἐπελθὼν 20.179ἔστης; ἦ σέ γε θυμὸς ἐμοὶ μαχέσασθαι ἀνώγει 20.180ἐλπόμενον Τρώεσσιν ἀνάξειν ἱπποδάμοισι 20.181τιμῆς τῆς Πριάμου; ἀτὰρ εἴ κεν ἔμ̓ ἐξεναρίξῃς, 20.182οὔ τοι τοὔνεκά γε Πρίαμος γέρας ἐν χερὶ θήσει· 20.183εἰσὶν γάρ οἱ παῖδες, ὃ δ̓ ἔμπεδος οὐ δ̓ ἀεσίφρων. 20.184ἦ νύ τί τοι Τρῶες τέμενος τάμον ἔξοχον ἄλλων 20.185καλὸν φυταλιῆς καὶ ἀρούρης, ὄφρα νέμηαι 20.186αἴ κεν ἐμὲ κτείνῃς; χαλεπῶς δέ σ̓ ἔολπα τὸ ῥέξειν. 20.187ἤδη μὲν σέ γέ φημι καὶ ἄλλοτε δουρὶ φοβῆσαι. 20.188ἦ οὐ μέμνῃ ὅτε πέρ σε βοῶν ἄπο μοῦνον ἐόντα 20.189σεῦα κατ̓ Ἰδαίων ὀρέων ταχέεσσι πόδεσσι 20.190καρπαλίμως; τότε δ̓ οὔ τι μετατροπαλίζεο φεύγων. 20.191ἔνθεν δ̓ ἐς Λυρνησσὸν ὑπέκφυγες· αὐτὰρ ἐγὼ τὴν 20.192πέρσα μεθορμηθεὶς σὺν Ἀθήνῃ καὶ Διὶ πατρί, 20.193ληϊάδας δὲ γυναῖκας ἐλεύθερον ἦμαρ ἀπούρας 20.194ἦγον· ἀτὰρ σὲ Ζεὺς ἐρρύσατο καὶ θεοὶ ἄλλοι. 20.195ἀλλ̓ οὐ νῦν ἐρύεσθαι ὀΐομαι, ὡς ἐνὶ θυμῷ 20.196βάλλεαι· ἀλλά σ̓ ἔγωγ̓ ἀναχωρήσαντα κελεύω 20.197ἐς πληθὺν ἰέναι, μη δ̓ ἀντίος ἵστασ̓ ἐμεῖο, 20.198πρίν τι κακὸν παθέειν· ῥεχθὲν δέ τε νήπιος ἔγνω. 20.199τὸν δ̓ αὖτ̓ Αἰνείας ἀπαμείβετο φώνησέν τε· 20.200Πηλεΐδη μὴ δὴ ἐπέεσσί με νηπύτιον ὣς 20.201ἔλπεο δειδίξεσθαι, ἐπεὶ σάφα οἶδα καὶ αὐτὸς 20.202ἠμὲν κερτομίας ἠδ̓ αἴσυλα μυθήσασθαι. 20.203ἴδμεν δ̓ ἀλλήλων γενεήν, ἴδμεν δὲ τοκῆας 20.204πρόκλυτ̓ ἀκούοντες ἔπεα θνητῶν ἀνθρώπων· 20.205ὄψει δ̓ οὔ τ̓ ἄρ πω σὺ ἐμοὺς ἴδες οὔ τ̓ ἄῤ ἐγὼ σούς. 20.206φασὶ σὲ μὲν Πηλῆος ἀμύμονος ἔκγονον εἶναι, 20.207μητρὸς δ̓ ἐκ Θέτιδος καλλιπλοκάμου ἁλοσύδνης· 20.208αὐτὰρ ἐγὼν υἱὸς μεγαλήτορος Ἀγχίσαο 20.209εὔχομαι ἐκγεγάμεν, μήτηρ δέ μοί ἐστ̓ Ἀφροδίτη· 20.210τῶν δὴ νῦν ἕτεροί γε φίλον παῖδα κλαύσονται 20.211σήμερον· οὐ γάρ φημ̓ ἐπέεσσί γε νηπυτίοισιν 20.212ὧδε διακρινθέντε μάχης ἐξαπονέεσθαι. 20.213εἰ δ̓ ἐθέλεις καὶ ταῦτα δαήμεναι, ὄφῤ ἐῢ εἰδῇς 20.214ἡμετέρην γενεήν, πολλοὶ δέ μιν ἄνδρες ἴσασι· 20.215Δάρδανον αὖ πρῶτον τέκετο νεφεληγερέτα Ζεύς, 20.216κτίσσε δὲ Δαρδανίην, ἐπεὶ οὔ πω Ἴλιος ἱρὴ 20.217ἐν πεδίῳ πεπόλιστο πόλις μερόπων ἀνθρώπων, 20.218ἀλλ̓ ἔθ̓ ὑπωρείας ᾤκεον πολυπίδακος Ἴδης. 20.219Δάρδανος αὖ τέκεθ̓ υἱὸν Ἐριχθόνιον βασιλῆα, 20.220ὃς δὴ ἀφνειότατος γένετο θνητῶν ἀνθρώπων· 20.221τοῦ τρισχίλιαι ἵπποι ἕλος κάτα βουκολέοντο 20.222θήλειαι, πώλοισιν ἀγαλλόμεναι ἀταλῇσι. 20.223τάων καὶ Βορέης ἠράσσατο βοσκομενάων, 20.224ἵππῳ δ̓ εἰσάμενος παρελέξατο κυανοχαίτῃ· 20.225αἳ δ̓ ὑποκυσάμεναι ἔτεκον δυοκαίδεκα πώλους. 20.226αἳ δ̓ ὅτε μὲν σκιρτῷεν ἐπὶ ζείδωρον ἄρουραν, 20.227ἄκρον ἐπ̓ ἀνθερίκων καρπὸν θέον οὐ δὲ κατέκλων· 20.228ἀλλ̓ ὅτε δὴ σκιρτῷεν ἐπ̓ εὐρέα νῶτα θαλάσσης, 20.229ἄκρον ἐπὶ ῥηγμῖνος ἁλὸς πολιοῖο θέεσκον. 20.230Τρῶα δ̓ Ἐριχθόνιος τέκετο Τρώεσσιν ἄνακτα· 20.231Τρωὸς δ̓ αὖ τρεῖς παῖδες ἀμύμονες ἐξεγένοντο 20.232Ἶλός τ̓ Ἀσσάρακός τε καὶ ἀντίθεος Γανυμήδης, 20.233ὃς δὴ κάλλιστος γένετο θνητῶν ἀνθρώπων· 20.234τὸν καὶ ἀνηρείψαντο θεοὶ Διὶ οἰνοχοεύειν 20.235κάλλεος εἵνεκα οἷο ἵν̓ ἀθανάτοισι μετείη. 20.236Ἶλος δ̓ αὖ τέκεθ̓ υἱὸν ἀμύμονα Λαομέδοντα· 20.237Λαομέδων δ̓ ἄρα Τιθωνὸν τέκετο Πρίαμόν τε 20.238Λάμπόν τε Κλυτίον θ̓ Ἱκετάονά τ̓ ὄζον Ἄρηος· 20.239Ἀσσάρακος δὲ Κάπυν, ὃ δ̓ ἄῤ Ἀγχίσην τέκε παῖδα· 20.240αὐτὰρ ἔμ̓ Ἀγχίσης, Πρίαμος δ̓ ἔτεχ̓ Ἕκτορα δῖον. 20.241ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι. 20.242Ζεὺς δ̓ ἀρετὴν ἄνδρεσσιν ὀφέλλει τε μινύθει τε 20.243ὅππως κεν ἐθέλῃσιν· ὃ γὰρ κάρτιστος ἁπάντων. 20.244ἀλλ̓ ἄγε μηκέτι ταῦτα λεγώμεθα νηπύτιοι ὣς 20.245ἑσταότ̓ ἐν μέσσῃ ὑσμίνῃ δηϊοτῆτος. 20.246ἔστι γὰρ ἀμφοτέροισιν ὀνείδεα μυθήσασθαι 20.247πολλὰ μάλ̓, οὐ δ̓ ἂν νηῦς ἑκατόζυγος ἄχθος ἄροιτο. 20.248στρεπτὴ δὲ γλῶσσ̓ ἐστὶ βροτῶν, πολέες δ̓ ἔνι μῦθοι 20.249παντοῖοι, ἐπέων δὲ πολὺς νομὸς ἔνθα καὶ ἔνθα. 20.250ὁπποῖόν κ̓ εἴπῃσθα ἔπος, τοῖόν κ̓ ἐπακούσαις. 20.251ἀλλὰ τί ἢ ἔριδας καὶ νείκεα νῶϊν ἀνάγκη 20.252νεικεῖν ἀλλήλοισιν ἐναντίον ὥς τε γυναῖκας, 20.253αἵ τε χολωσάμεναι ἔριδος πέρι θυμοβόροιο 20.254νεικεῦσ̓ ἀλλήλῃσι μέσην ἐς ἄγυιαν ἰοῦσαι 20.255πόλλ̓ ἐτεά τε καὶ οὐκί· χόλος δέ τε καὶ τὰ κελεύει. 20.256ἀλκῆς δ̓ οὔ μ̓ ἐπέεσσιν ἀποτρέψεις μεμαῶτα 20.257πρὶν χαλκῷ μαχέσασθαι ἐναντίον· ἀλλ̓ ἄγε θᾶσσον 20.258γευσόμεθ̓ ἀλλήλων χαλκήρεσιν ἐγχείῃσιν. 20.259ἦ ῥα καὶ ἐν δεινῷ σάκει ἤλασεν ὄβριμον ἔγχος 20.260σμερδαλέῳ· μέγα δ̓ ἀμφὶ σάκος μύκε δουρὸς ἀκωκῇ. 20.261Πηλεΐδης δὲ σάκος μὲν ἀπὸ ἕο χειρὶ παχείῃ 20.262ἔσχετο ταρβήσας· φάτο γὰρ δολιχόσκιον ἔγχος 20.263ῥέα διελεύσεσθαι μεγαλήτορος Αἰνείαο 20.264νήπιος, οὐ δ̓ ἐνόησε κατὰ φρένα καὶ κατὰ θυμὸν 20.265ὡς οὐ ῥηΐδἰ ἐστὶ θεῶν ἐρικυδέα δῶρα 20.266ἀνδράσι γε θνητοῖσι δαμήμεναι οὐ δ̓ ὑποείκειν. 20.267οὐ δὲ τότ̓ Αἰνείαο δαΐφρονος ὄβριμον ἔγχος 20.268ῥῆξε σάκος· χρυσὸς γὰρ ἐρύκακε, δῶρα θεοῖο· 20.269ἀλλὰ δύω μὲν ἔλασσε διὰ πτύχας, αἳ δ̓ ἄῤ ἔτι τρεῖς 20.270ἦσαν, ἐπεὶ πέντε πτύχας ἤλασε κυλλοποδίων, 20.271τὰς δύο χαλκείας, δύο δ̓ ἔνδοθι κασσιτέροιο, 20.272τὴν δὲ μίαν χρυσῆν, τῇ ῥ̓ ἔσχετο μείλινον ἔγχος. 20.273δεύτερος αὖτ̓ Ἀχιλεὺς προΐει δολιχόσκιον ἔγχος, 20.274καὶ βάλεν Αἰνείαο κατ̓ ἀσπίδα πάντοσ̓ ἐΐσην 20.275ἄντυγ̓ ὕπο πρώτην, ᾗ λεπτότατος θέε χαλκός, 20.276λεπτοτάτη δ̓ ἐπέην ῥινὸς βοός· ἣ δὲ διὰ πρὸ 20.277Πηλιὰς ἤϊξεν μελίη, λάκε δ̓ ἀσπὶς ὑπ̓ αὐτῆς. 20.278Αἰνείας δ̓ ἐάλη καὶ ἀπὸ ἕθεν ἀσπίδ̓ ἀνέσχε 20.279δείσας· ἐγχείη δ̓ ἄῤ ὑπὲρ νώτου ἐνὶ γαίῃ 20.280ἔστη ἱεμένη, διὰ δ̓ ἀμφοτέρους ἕλε κύκλους 20.281ἀσπίδος ἀμφιβρότης· ὃ δ̓ ἀλευάμενος δόρυ μακρὸν 20.282ἔστη, κὰδ δ̓ ἄχος οἱ χύτο μυρίον ὀφθαλμοῖσι, 20.283ταρβήσας ὅ οἱ ἄγχι πάγη βέλος. αὐτὰρ Ἀχιλλεὺς 20.284ἐμμεμαὼς ἐπόρουσεν ἐρυσσάμενος ξίφος ὀξὺ 20.285σμερδαλέα ἰάχων· ὃ δὲ χερμάδιον λάβε χειρὶ 20.286Αἰνείας, μέγα ἔργον, ὃ οὐ δύο γ̓ ἄνδρε φέροιεν, 20.287οἷοι νῦν βροτοί εἰσ̓· ὃ δέ μιν ῥέα πάλλε καὶ οἶος. 20.288ἔνθά κεν Αἰνείας μὲν ἐπεσσύμενον βάλε πέτρῳ 20.289ἢ κόρυθ̓ ἠὲ σάκος, τό οἱ ἤρκεσε λυγρὸν ὄλεθρον, 20.290τὸν δέ κε Πηλεΐδης σχεδὸν ἄορι θυμὸν ἀπηύρα, 20.291εἰ μὴ ἄῤ ὀξὺ νόησε Ποσειδάων ἐνοσίχθων· 20.292αὐτίκα δ̓ ἀθανάτοισι θεοῖς μετὰ μῦθον ἔειπεν· 20.293ὢ πόποι ἦ μοι ἄχος μεγαλήτορος Αἰνείαο, 20.294ὃς τάχα Πηλεΐωνι δαμεὶς Ἄϊδος δὲ κάτεισι 20.295πειθόμενος μύθοισιν Ἀπόλλωνος ἑκάτοιο 20.296νήπιος, οὐ δέ τί οἱ χραισμήσει λυγρὸν ὄλεθρον. 20.297ἀλλὰ τί ἢ νῦν οὗτος ἀναίτιος ἄλγεα πάσχει 20.298μὰψ ἕνεκ̓ ἀλλοτρίων ἀχέων, κεχαρισμένα δ̓ αἰεὶ 20.299δῶρα θεοῖσι δίδωσι τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν; 20.300ἀλλ̓ ἄγεθ̓ ἡμεῖς πέρ μιν ὑπὲκ θανάτου ἀγάγωμεν, 20.301μή πως καὶ Κρονίδης κεχολώσεται, αἴ κεν Ἀχιλλεὺς 20.302τόνδε κατακτείνῃ· μόριμον δέ οἵ ἐστ̓ ἀλέασθαι, 20.303ὄφρα μὴ ἄσπερμος γενεὴ καὶ ἄφαντος ὄληται 20.304Δαρδάνου, ὃν Κρονίδης περὶ πάντων φίλατο παίδων 20.305οἳ ἕθεν ἐξεγένοντο γυναικῶν τε θνητάων. 20.306ἤδη γὰρ Πριάμου γενεὴν ἔχθηρε Κρονίων· 20.307νῦν δὲ δὴ Αἰνείαο βίη Τρώεσσιν ἀνάξει 20.308καὶ παίδων παῖδες, τοί κεν μετόπισθε γένωνται. 20.309τὸν δ̓ ἠμείβετ̓ ἔπειτα βοῶπις πότνια Ἥρη· 20.310ἐννοσίγαἰ, αὐτὸς σὺ μετὰ φρεσὶ σῇσι νόησον 20.311Αἰνείαν ἤ κέν μιν ἐρύσσεαι ἦ κεν ἐάσῃς 20.312Πηλεΐδῃ Ἀχιλῆϊ δαμήμεναι, ἐσθλὸν ἐόντα. 20.313ἤτοι μὲν γὰρ νῶϊ πολέας ὠμόσσαμεν ὅρκους 20.314πᾶσι μετ̓ ἀθανάτοισιν ἐγὼ καὶ Παλλὰς Ἀθήνη 20.315μή ποτ̓ ἐπὶ Τρώεσσιν ἀλεξήσειν κακὸν ἦμαρ, 20.316μη δ̓ ὁπότ̓ ἂν Τροίη μαλερῷ πυρὶ πᾶσα δάηται 20.317καιομένη, καίωσι δ̓ ἀρήϊοι υἷες Ἀχαιῶν. 20.318αὐτὰρ ἐπεὶ τό γ̓ ἄκουσε Ποσειδάων ἐνοσίχθων, 20.319βῆ ῥ̓ ἴμεν ἄν τε μάχην καὶ ἀνὰ κλόνον ἐγχειάων, 20.320ἷξε δ̓ ὅθ̓ Αἰνείας ἠδ̓ ὃ κλυτὸς ἦεν Ἀχιλλεύς. 20.321αὐτίκα τῷ μὲν ἔπειτα κατ̓ ὀφθαλμῶν χέεν ἀχλὺν 20.322Πηλεΐδῃ Ἀχιλῆϊ· ὃ δὲ μελίην εὔχαλκον 20.323ἀσπίδος ἐξέρυσεν μεγαλήτορος Αἰνείαο· 20.324καὶ τὴν μὲν προπάροιθε ποδῶν Ἀχιλῆος ἔθηκεν, 20.325Αἰνείαν δ̓ ἔσσευεν ἀπὸ χθονὸς ὑψόσ̓ ἀείρας. 20.326πολλὰς δὲ στίχας ἡρώων, πολλὰς δὲ καὶ ἵππων 20.327Αἰνείας ὑπερᾶλτο θεοῦ ἀπὸ χειρὸς ὀρούσας, 20.328ἷξε δ̓ ἐπ̓ ἐσχατιὴν πολυάϊκος πολέμοιο, 20.329ἔνθά τε Καύκωνες πόλεμον μέτα θωρήσσοντο. 20.330τῷ δὲ μάλ̓ ἐγγύθεν ἦλθε Ποσειδάων ἐνοσίχθων, 20.331καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· 20.332Αἰνεία, τίς σ̓ ὧδε θεῶν ἀτέοντα κελεύει 20.333ἀντία Πηλεΐωνος ὑπερθύμοιο μάχεσθαι, 20.334ὃς σεῦ ἅμα κρείσσων καὶ φίλτερος ἀθανάτοισιν; 20.335ἀλλ̓ ἀναχωρῆσαι ὅτε κεν συμβλήσεαι αὐτῷ, 20.336μὴ καὶ ὑπὲρ μοῖραν δόμον Ἄϊδος εἰσαφίκηαι. 20.337αὐτὰρ ἐπεί κ̓ Ἀχιλεὺς θάνατον καὶ πότμον ἐπίσπῃ, 20.338θαρσήσας δὴ ἔπειτα μετὰ πρώτοισι μάχεσθαι· 20.339οὐ μὲν γάρ τίς σ̓ ἄλλος Ἀχαιῶν ἐξεναρίξει. 20.340ὣς εἰπὼν λίπεν αὐτόθ̓, ἐπεὶ διεπέφραδε πάντα. 20.341αἶψα δ̓ ἔπειτ̓ Ἀχιλῆος ἀπ̓ ὀφθαλμῶν σκέδασ̓ ἀχλὺν 20.342θεσπεσίην· ὃ δ̓ ἔπειτα μέγ̓ ἔξιδεν ὀφθαλμοῖσιν, 20.343ὀχθήσας δ̓ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν· 20.344ὢ πόποι ἦ μέγα θαῦμα τόδ̓ ὀφθαλμοῖσιν ὁρῶμαι· 20.345ἔγχος μὲν τόδε κεῖται ἐπὶ χθονός, οὐ δέ τι φῶτα 20.346λεύσσω, τῷ ἐφέηκα κατακτάμεναι μενεαίνων. 20.347ἦ ῥα καὶ Αἰνείας φίλος ἀθανάτοισι θεοῖσιν 20.348ἦεν· ἀτάρ μιν ἔφην μὰψ αὔτως εὐχετάασθαι. 20.349ἐρρέτω· οὔ οἱ θυμὸς ἐμεῦ ἔτι πειρηθῆναι 20.350ἔσσεται, ὃς καὶ νῦν φύγεν ἄσμενος ἐκ θανάτοιο. 20.351ἀλλ̓ ἄγε δὴ Δαναοῖσι φιλοπτολέμοισι κελεύσας 20.352τῶν ἄλλων Τρώων πειρήσομαι ἀντίος ἐλθών. 20.353ἦ, καὶ ἐπὶ στίχας ἆλτο, κέλευε δὲ φωτὶ ἑκάστῳ· 20.354μηκέτι νῦν Τρώων ἑκὰς ἕστατε δῖοι Ἀχαιοί, 20.355ἀλλ̓ ἄγ̓ ἀνὴρ ἄντ̓ ἀνδρὸς ἴτω, μεμάτω δὲ μάχεσθαι. 20.356ἀργαλέον δέ μοί ἐστι καὶ ἰφθίμῳ περ ἐόντι 20.357τοσσούσδ̓ ἀνθρώπους ἐφέπειν καὶ πᾶσι μάχεσθαι· 20.358οὐ δέ κ̓ Ἄρης, ὅς περ θεὸς ἄμβροτος, οὐ δέ κ̓ Ἀθήνη 20.359τοσσῆσδ̓ ὑσμίνης ἐφέποι στόμα καὶ πονέοιτο· 20.360ἀλλ̓ ὅσσον μὲν ἐγὼ δύναμαι χερσίν τε ποσίν τε 20.361καὶ σθένει, οὔ μ̓ ἔτι φημὶ μεθησέμεν οὐ δ̓ ἠβαιόν, 20.362ἀλλὰ μάλα στιχὸς εἶμι διαμπερές, οὐ δέ τιν̓ οἴω 20.363Τρώων χαιρήσειν, ὅς τις σχεδὸν ἔγχεος ἔλθῃ. 20.364ὣς φάτ̓ ἐποτρύνων· Τρώεσσι δὲ φαίδιμος Ἕκτωρ 20.365κέκλεθ̓ ὁμοκλήσας, φάτο δ̓ ἴμεναι ἄντ̓ Ἀχιλῆος· 20.366Τρῶες ὑπέρθυμοι μὴ δείδιτε Πηλεΐωνα. 20.367καί κεν ἐγὼ ἐπέεσσι καὶ ἀθανάτοισι μαχοίμην, 20.368ἔγχεϊ δ̓ ἀργαλέον, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσιν. 20.369οὐ δ̓ Ἀχιλεὺς πάντεσσι τέλος μύθοις ἐπιθήσει, 20.370ἀλλὰ τὸ μὲν τελέει, τὸ δὲ καὶ μεσσηγὺ κολούει. 20.371τοῦ δ̓ ἐγὼ ἀντίος εἶμι καὶ εἰ πυρὶ χεῖρας ἔοικεν, 20.372εἰ πυρὶ χεῖρας ἔοικε, μένος δ̓ αἴθωνι σιδήρῳ. 20.373ὣς φάτ̓ ἐποτρύνων, οἳ δ̓ ἀντίοι ἔγχἐ ἄειραν 20.374Τρῶες· τῶν δ̓ ἄμυδις μίχθη μένος, ὦρτο δ̓ ἀϋτή. 20.375καὶ τότ̓ ἄῤ Ἕκτορα εἶπε παραστὰς Φοῖβος Ἀπόλλων· 20.376Ἕκτορ μηκέτι πάμπαν Ἀχιλλῆϊ προμάχιζε, 20.377ἀλλὰ κατὰ πληθύν τε καὶ ἐκ φλοίσβοιο δέδεξο, 20.378μή πώς σ̓ ἠὲ βάλῃ ἠὲ σχεδὸν ἄορι τύψῃ. 20.379ὣς ἔφαθ̓, Ἕκτωρ δ̓ αὖτις ἐδύσετο οὐλαμὸν ἀνδρῶν 20.380ταρβήσας, ὅτ̓ ἄκουσε θεοῦ ὄπα φωνήσαντος. 20.381ἐν δ̓ Ἀχιλεὺς Τρώεσσι θόρε φρεσὶν εἱμένος ἀλκὴν 20.382σμερδαλέα ἰάχων, πρῶτον δ̓ ἕλεν Ἰφιτίωνα 20.383ἐσθλὸν Ὀτρυντεΐδην πολέων ἡγήτορα λαῶν, 20.384ὃν νύμφη τέκε νηῒς Ὀτρυντῆϊ πτολιπόρθῳ 20.385Τμώλῳ ὕπο νιφόεντι Ὕδης ἐν πίονι δήμῳ· 20.386τὸν δ̓ ἰθὺς μεμαῶτα βάλ̓ ἔγχεϊ δῖος Ἀχιλλεὺς 20.387μέσσην κὰκ κεφαλήν· ἣ δ̓ ἄνδιχα πᾶσα κεάσθη, 20.388δούπησεν δὲ πεσών, ὃ δ̓ ἐπεύξατο δῖος Ἀχιλλεύς· 20.389κεῖσαι Ὀτρυντεΐδη πάντων ἐκπαγλότατ̓ ἀνδρῶν· 20.390ἐνθάδε τοι θάνατος, γενεὴ δέ τοί ἐστ̓ ἐπὶ λίμνῃ 20.391Γυγαίῃ, ὅθι τοι τέμενος πατρώϊόν ἐστιν 20.392Ὕλλῳ ἐπ̓ ἰχθυόεντι καὶ Ἕρμῳ δινήεντι. 20.393ὣς ἔφατ̓ εὐχόμενος, τὸν δὲ σκότος ὄσσε κάλυψε. 20.394τὸν μὲν Ἀχαιῶν ἵπποι ἐπισσώτροις δατέοντο 20.395πρώτῃ ἐν ὑσμίνῃ· ὃ δ̓ ἐπ̓ αὐτῷ Δημολέοντα 20.396ἐσθλὸν ἀλεξητῆρα μάχης Ἀντήνορος υἱὸν 20.397νύξε κατὰ κρόταφον, κυνέης διὰ χαλκοπαρῄου. 20.398οὐ δ̓ ἄρα χαλκείη κόρυς ἔσχεθεν, ἀλλὰ δἰ αὐτῆς 20.399αἰχμὴ ἱεμένη ῥῆξ̓ ὀστέον, ἐγκέφαλος δὲ 20.400ἔνδον ἅπας πεπάλακτο· δάμασσε δέ μιν μεμαῶτα. 20.401Ἱπποδάμαντα δ̓ ἔπειτα καθ̓ ἵππων ἀΐξαντα 20.402πρόσθεν ἕθεν φεύγοντα μετάφρενον οὔτασε δουρί. 20.403αὐτὰρ ὃ θυμὸν ἄϊσθε καὶ ἤρυγεν, ὡς ὅτε ταῦρος 20.404ἤρυγεν ἑλκόμενος Ἑλικώνιον ἀμφὶ ἄνακτα 20.405κούρων ἑλκόντων· γάνυται δέ τε τοῖς ἐνοσίχθων· 20.406ὣς ἄρα τόν γ̓ ἐρυγόντα λίπ̓ ὀστέα θυμὸς ἀγήνωρ· 20.407αὐτὰρ ὃ βῆ σὺν δουρὶ μετ̓ ἀντίθεον Πολύδωρον 20.408Πριαμίδην. τὸν δ̓ οὔ τι πατὴρ εἴασκε μάχεσθαι, 20.409οὕνεκά οἱ μετὰ παισὶ νεώτατος ἔσκε γόνοιο, 20.410καί οἱ φίλτατος ἔσκε, πόδεσσι δὲ πάντας ἐνίκα 20.411δὴ τότε νηπιέῃσι ποδῶν ἀρετὴν ἀναφαίνων 20.412θῦνε διὰ προμάχων, εἷος φίλον ὤλεσε θυμόν. 20.413τὸν βάλε μέσσον ἄκοντι ποδάρκης δῖος Ἀχιλλεὺς 20.414νῶτα παραΐσσοντος, ὅθι ζωστῆρος ὀχῆες 20.415χρύσειοι σύνεχον καὶ διπλόος ἤντετο θώρηξ· 20.416ἀντικρὺ δὲ διέσχε παῤ ὀμφαλὸν ἔγχεος αἰχμή, 20.417γνὺξ δ̓ ἔριπ̓ οἰμώξας, νεφέλη δέ μιν ἀμφεκάλυψε 20.418κυανέη, προτὶ οἷ δ̓ ἔλαβ̓ ἔντερα χερσὶ λιασθείς. 20.419Ἕκτωρ δ̓ ὡς ἐνόησε κασίγνητον Πολύδωρον 20.420ἔντερα χερσὶν ἔχοντα λιαζόμενον ποτὶ γαίη 20.421κάρ ῥά οἱ ὀφθαλμῶν κέχυτ̓ ἀχλύς· οὐ δ̓ ἄῤ ἔτ̓ ἔτλη 20.422δηρὸν ἑκὰς στρωφᾶσθ̓, ἀλλ̓ ἀντίος ἦλθ̓ Ἀχιλῆϊ 20.423ὀξὺ δόρυ κραδάων φλογὶ εἴκελος· αὐτὰρ Ἀχιλλεὺς 20.424ὡς εἶδ̓, ὣς ἀνεπᾶλτο, καὶ εὐχόμενος ἔπος ηὔδα· 20.425ἐγγὺς ἀνὴρ ὃς ἐμόν γε μάλιστ̓ ἐσεμάσσατο θυμόν, 20.426ὅς μοι ἑταῖρον ἔπεφνε τετιμένον· οὐ δ̓ ἂν ἔτι δὴν 20.427ἀλλήλους πτώσσοιμεν ἀνὰ πτολέμοιο γεφύρας. 20.428ἦ, καὶ ὑπόδρα ἰδὼν προσεφώνεεν Ἕκτορα δῖον· 20.429ἆσσον ἴθ̓ ὥς κεν θᾶσσον ὀλέθρου πείραθ̓ ἵκηαι. 20.430τὸν δ̓ οὐ ταρβήσας προσέφη κορυθαίολος Ἕκτωρ· 20.431Πηλεΐδη μὴ δὴ ἐπέεσσί με νηπύτιον ὣς 20.432ἔλπεο δειδίξεσθαι, ἐπεὶ σάφα οἶδα καὶ αὐτὸς 20.433ἠμὲν κερτομίας ἠδ̓ αἴσυλα μυθήσασθαι. 20.434οἶδα δ̓ ὅτι σὺ μὲν ἐσθλός, ἐγὼ δὲ σέθεν πολὺ χείρων. 20.435ἀλλ̓ ἤτοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται, 20.436αἴ κέ σε χειρότερός περ ἐὼν ἀπὸ θυμὸν ἕλωμαι 20.437δουρὶ βαλών, ἐπεὶ ἦ καὶ ἐμὸν βέλος ὀξὺ πάροιθεν. 20.438ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δόρυ, καὶ τό γ̓ Ἀθήνη 20.439πνοιῇ Ἀχιλλῆος πάλιν ἔτραπε κυδαλίμοιο 20.440ἦκα μάλα ψύξασα· τὸ δ̓ ἂψ ἵκεθ̓ Ἕκτορα δῖον, 20.441αὐτοῦ δὲ προπάροιθε ποδῶν πέσεν. αὐτὰρ Ἀχιλλεὺς 20.442ἐμμεμαὼς ἐπόρουσε κατακτάμεναι μενεαίνων, 20.443σμερδαλέα ἰάχων· τὸν δ̓ ἐξήρπαξεν Ἀπόλλων 20.444ῥεῖα μάλ̓ ὥς τε θεός, ἐκάλυψε δ̓ ἄῤ ἠέρι πολλῇ. 20.445τρὶς μὲν ἔπειτ̓ ἐπόρουσε ποδάρκης δῖος Ἀχιλλεὺς 20.446ἔγχεϊ χαλκείῳ, τρὶς δ̓ ἠέρα τύψε βαθεῖαν. 20.447ἀλλ̓ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος, 20.448δεινὰ δ̓ ὁμοκλήσας ἔπεα πτερόεντα προσηύδα· 20.449ἐξ αὖ νῦν ἔφυγες θάνατον κύον· ἦ τέ τοι ἄγχι 20.450ἦλθε κακόν· νῦν αὖτέ σ̓ ἐρύσατο Φοῖβος Ἀπόλλων, 20.451ᾧ μέλλεις εὔχεσθαι ἰὼν ἐς δοῦπον ἀκόντων. 20.452ἦ θήν σ̓ ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσας, 20.453εἴ πού τις καὶ ἔμοιγε θεῶν ἐπιτάρροθός ἐστι. 20.454νῦν αὖ τοὺς ἄλλους ἐπιείσομαι, ὅν κε κιχείω. 20.455ὣς εἰπὼν Δρύοπ̓ οὖτα κατ̓ αὐχένα μέσσον ἄκοντι· 20.456ἤριπε δὲ προπάροιθε ποδῶν· ὃ δὲ τὸν μὲν ἔασε, 20.457Δημοῦχον δὲ Φιλητορίδην ἠΰν τε μέγαν τε 20.458κὰγ γόνυ δουρὶ βαλὼν ἠρύκακε. τὸν μὲν ἔπειτα 20.459οὐτάζων ξίφεϊ μεγάλῳ ἐξαίνυτο θυμόν· 20.460αὐτὰρ ὃ Λαόγονον καὶ Δάρδανον υἷε Βίαντος 20.461ἄμφω ἐφορμηθεὶς ἐξ ἵππων ὦσε χαμᾶζε, 20.462τὸν μὲν δουρὶ βαλών, τὸν δὲ σχεδὸν ἄορι τύψας. 20.463Τρῶα δ̓ Ἀλαστορίδην, ὃ μὲν ἀντίος ἤλυθε γούνων, 20.464εἴ πώς εὑ πεφίδοιτο λαβὼν καὶ ζωὸν ἀφείη 20.465μη δὲ κατακτείνειεν ὁμηλικίην ἐλεήσας, 20.466νήπιος, οὐ δὲ τὸ ᾔδη ὃ οὐ πείσεσθαι ἔμελλεν· 20.467οὐ γάρ τι γλυκύθυμος ἀνὴρ ἦν οὐ δ̓ ἀγανόφρων, 20.468ἀλλὰ μάλ̓ ἐμμεμαώς· ὃ μὲν ἥπτετο χείρεσι γούνων 20.469ἱέμενος λίσσεσθ̓, ὃ δὲ φασγάνῳ οὖτα καθ̓ ἧπαρ· 20.470ἐκ δέ οἱ ἧπαρ ὄλισθεν, ἀτὰρ μέλαν αἷμα κατ̓ αὐτοῦ 20.471κόλπον ἐνέπλησεν· τὸν δὲ σκότος ὄσσε κάλυψε 20.472θυμοῦ δευόμενον· ὃ δὲ Μούλιον οὖτα παραστὰς 20.473δουρὶ κατ̓ οὖς· εἶθαρ δὲ δἰ οὔατος ἦλθ̓ ἑτέροιο 20.474αἰχμὴ χαλκείη· ὃ δ̓ Ἀγήνορος υἱὸν Ἔχεκλον 20.475μέσσην κὰκ κεφαλὴν ξίφει ἤλασε κωπήεντι, 20.476πᾶν δ̓ ὑπεθερμάνθη ξίφος αἵματι· τὸν δὲ κατ̓ ὄσσε 20.477ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή. 20.478Δευκαλίωνα δ̓ ἔπειθ̓, ἵνα τε ξυνέχουσι τένοντες 20.479ἀγκῶνος, τῇ τόν γε φίλης διὰ χειρὸς ἔπειρεν 20.480αἰχμῇ χαλκείῃ· ὃ δέ μιν μένε χεῖρα βαρυνθεὶς 20.481πρόσθ̓ ὁρόων θάνατον· ὃ δὲ φασγάνῳ αὐχένα θείνας 20.482τῆλ̓ αὐτῇ πήληκι κάρη βάλε· μυελὸς αὖτε 20.483σφονδυλίων ἔκπαλθ̓, ὃ δ̓ ἐπὶ χθονὶ κεῖτο τανυσθείς. 20.484αὐτὰρ ὃ βῆ ῥ̓ ἰέναι μετ̓ ἀμύμονα Πείρεω υἱὸν 20.485Ῥίγμον, ὃς ἐκ Θρῄκης ἐριβώλακος εἰληλούθει· 20.486τὸν βάλε μέσσον ἄκοντι, πάγη δ̓ ἐν νηδύϊ χαλκός, 20.487ἤριπε δ̓ ἐξ ὀχέων· ὃ δ̓ Ἀρηΐθοον θεράποντα 20.488ἂψ ἵππους στρέψαντα μετάφρενον ὀξέϊ δουρὶ 20.489νύξ̓, ἀπὸ δ̓ ἅρματος ὦσε· κυκήθησαν δέ οἱ ἵπποι. 20.490ὡς δ̓ ἀναμαιμάει βαθέ̓ ἄγκεα θεσπιδαὲς πῦρ 20.491οὔρεος ἀζαλέοιο, βαθεῖα δὲ καίεται ὕλη, 20.492πάντῃ τε κλονέων ἄνεμος φλόγα εἰλυφάζει, 20.493ὣς ὅ γε πάντῃ θῦνε σὺν ἔγχεϊ δαίμονι ἶσος 20.494κτεινομένους ἐφέπων· ῥέε δ̓ αἵματι γαῖα μέλαινα. 20.495ὡς δ̓ ὅτε τις ζεύξῃ βόας ἄρσενας εὐρυμετώπους 20.496τριβέμεναι κρῖ λευκὸν ἐϋκτιμένῃ ἐν ἀλωῇ, 20.497ῥίμφά τε λέπτ̓ ἐγένοντο βοῶν ὑπὸ πόσσ̓ ἐριμύκων, 20.498ὣς ὑπ̓ Ἀχιλλῆος μεγαθύμου μώνυχες ἵπποι 20.499στεῖβον ὁμοῦ νέκυάς τε καὶ ἀσπίδας· αἵματι δ̓ ἄξων 20.500νέρθεν ἅπας πεπάλακτο καὶ ἄντυγες αἳ περὶ δίφρον, 20.501ἃς ἄῤ ἀφ̓ ἱππείων ὁπλέων ῥαθάμιγγες ἔβαλλον 20.502αἵ τ̓ ἀπ̓ ἐπισσώτρων· ὃ δὲ ἵετο κῦδος ἀρέσθαι 20.503Πηλεΐδης, λύθρῳ δὲ παλάσσετο χεῖρας ἀάπτους.