ILIAD Elucidated - Book 13

13.1Ζεὺς δ̓ ἐπεὶ οὖν Τρῶάς τε καὶ Ἕκτορα νηυσὶ πέλασσε, 13.2τοὺς μὲν ἔα παρὰ τῇσι πόνον τ̓ ἐχέμεν καὶ ὀϊζὺν 13.3νωλεμέως, αὐτὸς δὲ πάλιν τρέπεν ὄσσε φαεινὼ 13.4νόσφιν ἐφ̓ ἱπποπόλων Θρῃκῶν καθορώμενος αἶαν 13.5Μυσῶν τ̓ ἀγχεμάχων καὶ ἀγαυῶν ἱππημολγῶν 13.6γλακτοφάγων Ἀβίων τε δικαιοτάτων ἀνθρώπων. 13.7ἐς Τροίην δ̓ οὐ πάμπαν ἔτι τρέπεν ὄσσε φαεινώ· 13.8οὐ γὰρ γ̓ ἀθανάτων τινα ἔλπετο ὃν κατὰ θυμὸν 13.9ἐλθόντ̓Τρώεσσιν ἀρηξέμενΔαναοῖσιν. 13.10οὐ δ̓ ἀλαοσκοπιὴν εἶχε κρείων ἐνοσίχθων· 13.11καὶ γὰρ θαυμάζων ἧστο πτόλεμόν τε μάχην τε 13.12ὑψοῦ ἐπ̓ ἀκροτάτης κορυφῆς Σάμου ὑληέσσης 13.13Θρηϊκίης· ἔνθεν γὰρ ἐφαίνετο πᾶσα μὲν Ἴδη, 13.14φαίνετο δὲ Πριάμοιο πόλις καὶ νῆες Ἀχαιῶν. 13.15ἔνθ̓ ἄῤ γ̓ ἐξ ἁλὸς ἕζετ̓ ἰών, ἐλέαιρε δ̓ Ἀχαιοὺς 13.16Τρωσὶν δαμναμένους, Διὶ δὲ κρατερῶς ἐνεμέσσα. 13.17αὐτίκα δ̓ ἐξ ὄρεος κατεβήσετο παιπαλόεντος 13.18κραιπνὰ ποσὶ προβιβάς· τρέμε δ̓ οὔρεα μακρὰ καὶ ὕλη 13.19ποσσὶν ὑπ̓ ἀθανάτοισι Ποσειδάωνος ἰόντος. 13.20τρὶς μὲν ὀρέξατ̓ ἰών, τὸ δὲ τέτρατον ἵκετο τέκμωρ 13.21Αἰγάς, ἔνθα δέ οἱ κλυτὰ δώματα βένθεσι λίμνης 13.22χρύσεα μαρμαίροντα τετεύχαται ἄφθιτα αἰεί. 13.23ἔνθ̓ ἐλθὼν ὑπ̓ ὄχεσφι τιτύσκετο χαλκόποδ̓ ἵππω 13.24ὠκυπέτα χρυσέῃσιν ἐθείρῃσιν κομόωντε, 13.25χρυσὸν δ̓ αὐτὸς ἔδυνε περὶ χροΐ, γέντο δ̓ ἱμάσθλην 13.26χρυσείην εὔτυκτον, ἑοῦ δ̓ ἐπεβήσετο δίφρου, 13.27βῆ δ̓ ἐλάαν ἐπὶ κύματ̓· ἄταλλε δὲ κήτἐ ὑπ̓ αὐτοῦ 13.28πάντοθεν ἐκ κευθμῶν, οὐ δ̓ ἠγνοίησεν ἄνακτα· 13.29γηθοσύνῃ δὲ θάλασσα διίστατο· τοὶ δὲ πέτοντο 13.30ῥίμφα μάλ̓, οὐ δ̓ ὑπένερθε διαίνετο χάλκεος ἄξων· 13.31τὸν δ̓ ἐς Ἀχαιῶν νῆας ἐΰσκαρθμοι φέρον ἵπποι. 13.32ἔστι δέ τι σπέος εὐρὺ βαθείης βένθεσι λίμνης 13.33μεσσηγὺς Τενέδοιο καὶ Ἴμβρου παιπαλοέσσης· 13.34ἔνθ̓ ἵππους ἔστησε Ποσειδάων ἐνοσίχθων 13.35λύσας ἐξ ὀχέων, παρὰ δ̓ ἀμβρόσιον βάλεν εἶδαρ 13.36ἔδμεναι· ἀμφὶ δὲ ποσσὶ πέδας ἔβαλε χρυσείας 13.37ἀρρήκτους ἀλύτους, ὄφῤ ἔμπεδον αὖθι μένοιεν 13.38νοστήσαντα ἄνακτα· δ̓ ἐς στρατὸν ᾤχετ̓ Ἀχαιῶν. 13.39Τρῶες δὲ φλογὶ ἶσοι ἀολλέες ἠὲ θυέλλῃ 13.40Ἕκτορι Πριαμίδῃ ἄμοτον μεμαῶτες ἕποντο 13.41ἄβρομοι αὐΐαχοι· ἔλποντο δὲ νῆας Ἀχαιῶν 13.42αἱρήσειν, κτενέειν δὲ παῤ αὐτόθι πάντας ἀρίστους. 13.43ἀλλὰ Ποσειδάων γαιήοχος ἐννοσίγαιος 13.44Ἀργείους ὄτρυνε βαθείης ἐξ ἁλὸς ἐλθὼν 13.45εἰσάμενος Κάλχαντι δέμας καὶ ἀτειρέα φωνήν· 13.46Αἴαντε πρώτω προσέφη μεμαῶτε καὶ αὐτώ· 13.47Αἴαντε σφὼ μέν τε σαώσετε λαὸν Ἀχαιῶν 13.48ἀλκῆς μνησαμένω, μὴ δὲ κρυεροῖο φόβοιο. 13.49ἄλλῃ μὲν γὰρ ἔγωγ̓ οὐ δείδια χεῖρας ἀάπτους 13.50Τρώων, οἳ μέγα τεῖχος ὑπερκατέβησαν ὁμίλῳ· 13.51ἕξουσιν γὰρ πάντας ἐϋκνήμιδες Ἀχαιοί· 13.52τῇ δὲ δὴ αἰνότατον περιδείδια μή τι πάθωμεν, 13.53 ῥ̓ γ̓ λυσσώδης φλογὶ εἴκελος ἡγεμονεύει 13.54Ἕκτωρ, ὃς Διὸς εὔχετ̓ ἐρισθενέος πάϊς εἶναι. 13.55σφῶϊν δ̓ ὧδε θεῶν τις ἐνὶ φρεσὶ ποιήσειεν 13.56αὐτώ θ̓ ἑστάμεναι κρατερῶς καὶ ἀνωγέμεν ἄλλους· 13.57τώ κε καὶ ἐσσύμενόν περ ἐρωήσαιτ̓ ἀπὸ νηῶν 13.58ὠκυπόρων, εἰ καί μιν Ὀλύμπιος αὐτὸς ἐγείρει. 13.59 καὶ σκηπανίῳ γαιήοχος ἐννοσίγαιος 13.60ἀμφοτέρω κεκόπων πλῆσεν μένεος κρατεροῖο, 13.61γυῖα δ̓ ἔθηκεν ἐλαφρὰ πόδας καὶ χεῖρας ὕπερθεν. 13.62αὐτὸς δ̓ ὥς τ̓ ἴρηξ ὠκύπτερος ὦρτο πέτεσθαι, 13.63ὅς ῥά τ̓ ἀπ̓ αἰγίλιπος πέτρης περιμήκεος ἀρθεὶς 13.64ὁρμήσῃ πεδίοιο διώκειν ὄρνεον ἄλλο, 13.65ὣς ἀπὸ τῶν ἤϊξε Ποσειδάων ἐνοσίχθων. 13.66τοῖιν δ̓ ἔγνω πρόσθεν Ὀϊλῆος ταχὺς Αἴας, 13.67αἶψα δ̓ ἄῤ Αἴαντα προσέφη Τελαμώνιον υἱόν· 13.68Αἶαν ἐπεί τις νῶϊ θεῶν οἳ Ὄλυμπον ἔχουσι 13.69μάντεϊ εἰδόμενος κέλεται παρὰ νηυσὶ μάχεσθαι, 13.70οὐ δ̓ γε Κάλχας ἐστὶ θεοπρόπος οἰωνιστής· 13.71ἴχνια γὰρ μετόπισθε ποδῶν ἠδὲ κνημάων 13.72ῥεῖ̓ ἔγνων ἀπιόντος· ἀρίγνωτοι δὲ θεοί περ· 13.73καὶ δ̓ ἐμοὶ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι φίλοισι 13.74μᾶλλον ἐφορμᾶται πολεμίζειν ἠδὲ μάχεσθαι, 13.75μαιμώωσι δ̓ ἔνερθε πόδες καὶ χεῖρες ὕπερθε. 13.76τὸν δ̓ ἀπαμειβόμενος προσέφη Τελαμώνιος Αἴας· 13.77οὕτω νῦν καὶ ἐμοὶ περὶ δούρατι χεῖρες ἄαπτοι 13.78μαιμῶσιν, καί μοι μένος ὤρορε, νέρθε δὲ ποσσὶν 13.79ἔσσυμαι ἀμφοτέροισι· μενοινώω δὲ καὶ οἶος 13.80Ἕκτορι Πριαμίδῃ ἄμοτον μεμαῶτι μάχεσθαι. 13.81ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον 13.82χάρμῃ γηθόσυνοι, τήν σφιν θεὸς ἔμβαλε θυμῷ· 13.83τόφρα δὲ τοὺς ὄπιθεν γαιήοχος ὦρσεν Ἀχαιούς, 13.84οἳ παρὰ νηυσὶ θοῇσιν ἀνέψυχον φίλον ἦτορ. 13.85τῶν ῥ̓ ἅμα τ̓ ἀργαλέῳ καμάτῳ φίλα γυῖα λέλυντο, 13.86καί σφιν ἄχος κατὰ θυμὸν ἐγίγνετο δερκομένοισι 13.87Τρῶας, τοὶ μέγα τεῖχος ὑπερκατέβησαν ὁμίλῳ. 13.88τοὺς οἵ γ̓ εἰσορόωντες ὑπ̓ ὀφρύσι δάκρυα λεῖβον· 13.89οὐ γὰρ ἔφαν φεύξεσθαι ὑπ̓ ἐκ κακοῦ· ἀλλ̓ ἐνοσίχθων 13.90ῥεῖα μετεισάμενος κρατερὰς ὄτρυνε φάλαγγας. 13.91Τεῦκρον ἔπι πρῶτον καὶ Λήϊτον ἦλθε κελεύων 13.92Πηνέλεών θ̓ ἥρωα Θόαντά τε Δηΐπυρόν τε 13.93Μηριόνην τε καὶ Ἀντίλοχον μήστωρας ἀϋτῆς· 13.94τοὺς γ̓ ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα· 13.95αἰδὼς Ἀργεῖοι, κοῦροι νέοι· ὔμμιν ἔγωγε 13.96μαρναμένοισι πέποιθα σαωσέμεναι νέας ἁμάς· 13.97εἰ δ̓ ὑμεῖς πολέμοιο μεθήσετε λευγαλέοιο, 13.98νῦν δὴ εἴδεται ἦμαρ ὑπὸ Τρώεσσι δαμῆναι. 13.99ὢ πόποι ἦ μέγα θαῦμα τόδ̓ ὀφθαλμοῖσιν ὁρῶμαι 13.100δεινόν, οὔ ποτ̓ ἔγωγε τελευτήσεσθαι ἔφασκον, 13.101Τρῶας ἐφ̓ ἡμετέρας ἰέναι νέας, οἳ τὸ πάρος περ 13.102φυζακινῇς ἐλάφοισιν ἐοίκεσαν, αἵ τε καθ̓ ὕλην 13.103θώων παρδαλίων τε λύκων τ̓ ἤϊα πέλονται 13.104αὔτως ἠλάσκουσαι ἀνάλκιδες, οὐ δ̓ ἔπι χάρμη· 13.105ὣς Τρῶες τὸ πρίν γε μένος καὶ χεῖρας Ἀχαιῶν 13.106μίμνειν οὐκ ἐθέλεσκον ἐναντίον, οὐ δ̓ ἠβαιόν· 13.107νῦν δὲ ἑκὰς πόλιος κοίλῃς ἐπὶ νηυσὶ μάχονται 13.108ἡγεμόνος κακότητι μεθημοσύνῃσί τε λαῶν, 13.109οἳ κείνῳ ἐρίσαντες ἀμυνέμεν οὐκ ἐθέλουσι 13.110νηῶν ὠκυπόρων, ἀλλὰ κτείνονται ἀν̓ αὐτάς. 13.111ἀλλ̓ εἰ δὴ καὶ πάμπαν ἐτήτυμον αἴτιός ἐστιν 13.112ἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων 13.113οὕνεκ̓ ἀπητίμησε ποδώκεα Πηλεΐωνα, 13.114ἡμέας γ̓ οὔ πως ἔστι μεθιέμεναι πολέμοιο. 13.115ἀλλ̓ ἀκεώμεθα θᾶσσον· ἀκεσταί τοι φρένες ἐσθλῶν. 13.116ὑμεῖς δ̓ οὐκ ἔτι καλὰ μεθίετε θούριδος ἀλκῆς 13.117πάντες ἄριστοι ἐόντες ἀνὰ στρατόν. οὐ δ̓ ἂν ἔγωγε 13.118ἀνδρὶ μαχεσσαίμην ὅς τις πολέμοιο μεθείη 13.119λυγρὸς ἐών· ὑμῖν δὲ νεμεσσῶμαι περὶ κῆρι. 13.120πέπονες τάχα δή τι κακὸν ποιήσετε μεῖζον 13.121τῇδε μεθημοσύνῃ· ἀλλ̓ ἐν φρεσὶ θέσθε ἕκαστος 13.122αἰδῶ καὶ νέμεσιν· δὴ γὰρ μέγα νεῖκος ὄρωρεν. 13.123Ἕκτωρ δὴ παρὰ νηυσὶ βοὴν ἀγαθὸς πολεμίζει 13.124καρτερός, ἔρρηξεν δὲ πύλας καὶ μακρὸν ὀχῆα. 13.125ὥς ῥα κελευτιόων γαιήοχος ὦρσεν Ἀχαιούς. 13.126ἀμφὶ δ̓ ἄῤ Αἴαντας δοιοὺς ἵσταντο φάλαγγες 13.127καρτεραί, ἃς οὔ τ̓ ἄν κεν Ἄρης ὀνόσαιτο μετελθὼν 13.128οὔ τε κ̓ Ἀθηναίη λαοσσόος· οἳ γὰρ ἄριστοι 13.129κρινθέντες Τρῶάς τε καὶ Ἕκτορα δῖον ἔμιμνον, 13.130φράξαντες δόρυ δουρί, σάκος σάκεϊ προθελύμνῳ· 13.131ἀσπὶς ἄῤ ἀσπίδ̓ ἔρειδε, κόρυς κόρυν, ἀνέρα δ̓ ἀνήρ· 13.132ψαῦον δ̓ ἱππόκομοι κόρυθες λαμπροῖσι φάλοισι 13.133νευόντων, ὡς πυκνοὶ ἐφέστασαν ἀλλήλοισιν· 13.134ἔγχεα δ̓ ἐπτύσσοντο θρασειάων ἀπὸ χειρῶν 13.135σειόμεν̓· οἳ δ̓ ἰθὺς φρόνεον, μέμασαν δὲ μάχεσθαι. 13.136Τρῶες δὲ προὔτυψαν ἀολλέες, ἦρχε δ̓ ἄῤ Ἕκτωρ 13.137ἀντικρὺ μεμαώς, ὀλοοίτροχος ὣς ἀπὸ πέτρης, 13.138ὅν τε κατὰ στεφάνης ποταμὸς χειμάρροος ὤσῃ 13.139ῥήξας ἀσπέτῳ ὄμβρῳ ἀναιδέος ἔχματα πέτρης· 13.140ὕψι δ̓ ἀναθρῴσκων πέτεται, κτυπέει δέ θ̓ ὑπ̓ αὐτοῦ 13.141ὕλη· δ̓ ἀσφαλέως θέει ἔμπεδον, εἷος ἵκηται 13.142ἰσόπεδον, τότε δ̓ οὔ τι κυλίνδεται ἐσσύμενός περ· 13.143ὣς Ἕκτωρ εἷος μὲν ἀπείλει μέχρι θαλάσσης 13.144ῥέα διελεύσεσθαι κλισίας καὶ νῆας Ἀχαιῶν 13.145κτείνων· ἀλλ̓ ὅτε δὴ πυκινῇς ἐνέκυρσε φάλαγξι 13.146στῆ ῥα μάλ̓ ἐγχριμφθείς· οἳ δ̓ ἀντίοι υἷες Ἀχαιῶν 13.147νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν 13.148ὦσαν ἀπὸ σφείων· δὲ χασσάμενος πελεμίχθη. 13.149ἤϋσεν δὲ διαπρύσιον Τρώεσσι γεγωνώς· 13.150Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ 13.151παρμένετ̓· οὔ τοι δηρὸν ἐμὲ σχήσουσιν Ἀχαιοὶ 13.152καὶ μάλα πυργηδὸν σφέας αὐτοὺς ἀρτύναντες, 13.153ἀλλ̓ ὀΐω χάσσονται ὑπ̓ ἔγχεος, εἰ ἐτεόν με 13.154ὦρσε θεῶν ὤριστος, ἐρίγδουπος πόσις Ἥρης. 13.155ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου. 13.156Δηΐφοβος δ̓ ἐν τοῖσι μέγα φρονέων ἐβεβήκει 13.157Πριαμίδης, πρόσθεν δ̓ ἔχεν ἀσπίδα πάντοσ̓ ἐΐσην 13.158κοῦφα ποσὶ προβιβὰς καὶ ὑπασπίδια προποδίζων. 13.159Μηριόνης δ̓ αὐτοῖο τιτύσκετο δουρὶ φαεινῷ 13.160καὶ βάλεν, οὐ δ̓ ἀφάμαρτε, κατ̓ ἀσπίδα πάντοσ̓ ἐΐσην 13.161ταυρείην· τῆς δ̓ οὔ τι διήλασεν, ἀλλὰ πολὺ πρὶν 13.162ἐν καυλῷ ἐάγη δολιχὸν δόρυ· Δηΐφοβος δὲ 13.163ἀσπίδα ταυρείην σχέθ̓ ἀπὸ ἕο, δεῖσε δὲ θυμῷ 13.164ἔγχος Μηριόναο δαΐφρονος· αὐτὰρ γ̓ ἥρως 13.165ἂψ ἑτάρων εἰς ἔθνος ἐχάζετο, χώσατο δ̓ αἰνῶς 13.166ἀμφότερον, νίκης τε καὶ ἔγχεος ξυνέαξε. 13.167βῆ δ̓ ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν 13.168οἰσόμενος δόρυ μακρόν, οἱ κλισίηφι λέλειπτο. 13.169οἳ δ̓ ἄλλοι μάρναντο, βοὴ δ̓ ἄσβεστος ὀρώρει. 13.170Τεῦκρος δὲ πρῶτος Τελαμώνιος ἄνδρα κατέκτα 13.171Ἴμβριον αἰχμητὴν πολυΐππου Μέντορος υἱόν· 13.172ναῖε δὲ Πήδαιον πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν, 13.173κούρην δὲ Πριάμοιο νόθην ἔχε, Μηδεσικάστην· 13.174αὐτὰρ ἐπεὶ Δαναῶν νέες ἤλυθον ἀμφιέλισσαι, 13.175ἂψ ἐς Ἴλιον ἦλθε, μετέπρεπε δὲ Τρώεσσι, 13.176ναῖε δὲ πὰρ Πριάμῳ· δέ μιν τίεν ἶσα τέκεσσι. 13.177τόν ῥ̓ υἱὸς Τελαμῶνος ὑπ̓ οὔατος ἔγχεϊ μακρῷ 13.178νύξ̓, ἐκ δ̓ ἔσπασεν ἔγχος· δ̓ αὖτ̓ ἔπεσεν μελίη ὣς 13.179 τ̓ ὄρεος κορυφῇ ἕκαθεν περιφαινομένοιο 13.180χαλκῷ ταμνομένη τέρενα χθονὶ φύλλα πελάσσῃ· 13.181ὣς πέσεν, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ. 13.182Τεῦκρος δ̓ ὁρμήθη μεμαὼς ἀπὸ τεύχεα δῦσαι· 13.183Ἕκτωρ δ̓ ὁρμηθέντος ἀκόντισε δουρὶ φαεινῷ. 13.184ἀλλ̓ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος 13.185τυτθόν· δ̓ Ἀμφίμαχον Κτεάτου υἷ̓ Ἀκτορίωνος 13.186νισόμενον πόλεμον δὲ κατὰ στῆθος βάλε δουρί· 13.187δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχἐ ἐπ̓ αὐτῷ. 13.188Ἕκτωρ δ̓ ὁρμήθη κόρυθα κροτάφοις ἀραρυῖαν 13.189κρατὸς ἀφαρπάξαι μεγαλήτορος Ἀμφιμάχοιο· 13.190Αἴας δ̓ ὁρμηθέντος ὀρέξατο δουρὶ φαεινῷ 13.191Ἕκτορος· ἀλλ̓ οὔ πῃ χροὸς εἴσατο, πᾶς δ̓ ἄρα χαλκῷ 13.192σμερδαλέῳ κεκάλυφθ̓· δ̓ ἄῤ ἀσπίδος ὀμφαλὸν οὖτα, 13.193ὦσε δέ μιν σθένεϊ μεγάλῳ· δὲ χάσσατ̓ ὀπίσσω 13.194νεκρῶν ἀμφοτέρων, τοὺς δ̓ ἐξείρυσσαν Ἀχαιοί. 13.195Ἀμφίμαχον μὲν ἄρα Στιχίος δῖός τε Μενεσθεὺς 13.196ἀρχοὶ Ἀθηναίων κόμισαν μετὰ λαὸν Ἀχαιῶν· 13.197Ἴμβριον αὖτ̓ Αἴαντε μεμαότε θούριδος ἀλκῆς 13.198ὥς τε δύ̓ αἶγα λέοντε κυνῶν ὕπο καρχαροδόντων 13.199ἁρπάξαντε φέρητον ἀνὰ ῥωπήϊα πυκνὰ 13.200ὑψοῦ ὑπὲρ γαίης μετὰ γαμφηλῇσιν ἔχοντε, 13.201ὥς ῥα τὸν ὑψοῦ ἔχοντε δύω Αἴαντε κορυστὰ 13.202τεύχεα συλήτην· κεφαλὴν δ̓ ἁπαλῆς ἀπὸ δειρῆς 13.203κόψεν Ὀϊλιάδης κεχολωμένος Ἀμφιμάχοιο, 13.204ἧκε δέ μιν σφαιρηδὸν ἑλιξάμενος δἰ ὁμίλου· 13.205Ἕκτορι δὲ προπάροιθε ποδῶν πέσεν ἐν κονίῃσι. 13.206καὶ τότε δὴ περὶ κῆρι Ποσειδάων ἐχολώθη 13.207υἱωνοῖο πεσόντος ἐν αἰνῇ δηϊοτῆτι, 13.208βῆ δ̓ ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν 13.209ὀτρυνέων Δαναούς, Τρώεσσι δὲ κήδεα τεῦχεν. 13.210Ἰδομενεὺς δ̓ ἄρα οἱ δουρικλυτὸς ἀντεβόλησεν 13.211ἐρχόμενος παῤ ἑταίρου, οἱ νέον ἐκ πολέμοιο 13.212ἦλθε κατ̓ ἰγνύην βεβλημένος ὀξέϊ χαλκῷ. 13.213τὸν μὲν ἑταῖροι ἔνεικαν, δ̓ ἰητροῖς ἐπιτείλας 13.214ἤϊεν ἐς κλισίην· ἔτι γὰρ πολέμοιο μενοίνα 13.215ἀντιάαν· τὸν δὲ προσέφη κρείων ἐνοσίχθων 13.216εἰσάμενος φθογγὴν Ἀνδραίμονος υἷϊ Θόαντι 13.217ὃς πάσῃ Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι 13.218Αἰτωλοῖσιν ἄνασσε, θεὸς δ̓ ὣς τίετο δήμῳ· 13.219Ἰδομενεῦ Κρητῶν βουληφόρε ποῦ τοι ἀπειλαὶ 13.220οἴχονται, τὰς Τρωσὶν ἀπείλεον υἷες Ἀχαιῶν; 13.221τὸν δ̓ αὖτ̓ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα· 13.222Θόαν οὔ τις ἀνὴρ νῦν γ̓ αἴτιος, ὅσσον ἔγωγε 13.223γιγνώσκω· πάντες γὰρ ἐπιστάμεθα πτολεμίζειν. 13.224οὔτέ τινα δέος ἴσχει ἀκήριον οὔτέ τις ὄκνῳ 13.225εἴκων ἀνδύεται πόλεμον κακόν· ἀλλά που οὕτω 13.226μέλλει δὴ φίλον εἶναι ὑπερμενέϊ Κρονίωνι 13.227νωνύμνους ἀπολέσθαι ἀπ̓ Ἄργεος ἐνθάδ̓ Ἀχαιούς. 13.228ἀλλὰ Θόαν, καὶ γὰρ τὸ πάρος μενεδήϊος ἦσθα, 13.229ὀτρύνεις δὲ καὶ ἄλλον ὅθι μεθιέντα ἴδηαι· 13.230τὼ νῦν μήτ̓ ἀπόληγε κέλευέ τε φωτὶ ἑκάστῳ. 13.231τὸν δ̓ ἠμείβετ̓ ἔπειτα Ποσειδάων ἐνοσίχθων· 13.232Ἰδομενεῦ μὴ κεῖνος ἀνὴρ ἔτι νοστήσειεν 13.233ἐκ Τροίης, ἀλλ̓ αὖθι κυνῶν μέλπηθρα γένοιτο, 13.234ὅς τις ἐπ̓ ἤματι τῷδε ἑκὼν μεθίῃσι μάχεσθαι. 13.235ἀλλ̓ ἄγε τεύχεα δεῦρο λαβὼν ἴθι· ταῦτα δ̓ ἅμα χρὴ 13.236σπεύδειν, αἴ κ̓ ὄφελός τι γενώμεθα καὶ δύ̓ ἐόντε. 13.237συμφερτὴ δ̓ ἀρετὴ πέλει ἀνδρῶν καὶ μάλα λυγρῶν, 13.238νῶϊ δὲ καί κ̓ ἀγαθοῖσιν ἐπισταίμεσθα μάχεσθαι. 13.239ὣς εἰπὼν μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν· 13.240Ἰδομενεὺς δ̓ ὅτε δὴ κλισίην εὔτυκτον ἵκανε 13.241δύσετο τεύχεα καλὰ περὶ χροΐ, γέντο δὲ δοῦρε, 13.242βῆ δ̓ ἴμεν ἀστεροπῇ ἐναλίγκιος, ἥν τε Κρονίων 13.243χειρὶ λαβὼν ἐτίναξεν ἀπ̓ αἰγλήεντος Ὀλύμπου 13.244δεικνὺς σῆμα βροτοῖσιν· ἀρίζηλοι δέ οἱ αὐγαί· 13.245ὣς τοῦ χαλκὸς ἔλαμπε περὶ στήθεσσι θέοντος. 13.246Μηριόνης δ̓ ἄρα οἱ θεράπων ἐῢς ἀντεβόλησεν 13.247ἐγγὺς ἔτι κλισίης· μετὰ γὰρ δόρυ χάλκεον ᾔει 13.248οἰσόμενος· τὸν δὲ προσέφη σθένος Ἰδομενῆος· 13.249Μηριόνη Μόλου υἱὲ πόδας ταχὺ φίλταθ̓ ἑταίρων 13.250τίπτ̓ ἦλθες πόλεμόν τε λιπὼν καὶ δηϊοτῆτα; 13.251ἠέ τι βέβληαι, βέλεος δέ σε τείρει ἀκωκή, 13.252ἦέ τευ ἀγγελίης μετ̓ ἔμ̓ ἤλυθες; οὐ δέ τοι αὐτὸς 13.253ἧσθαι ἐνὶ κλισίῃσι λιλαίομαι, ἀλλὰ μάχεσθαι. 13.254τὸν δ̓ αὖ Μηριόνης πεπνυμένος ἀντίον ηὔδα· 13.255Ἰδομενεῦ, Κρητῶν βουληφόρε χαλκοχιτώνων, 13.256ἔρχομαι εἴ τί τοι ἔγχος ἐνὶ κλισίῃσι λέλειπται 13.257οἰσόμενος· τό νυ γὰρ κατεάξαμεν πρὶν ἔχεσκον 13.258ἀσπίδα Δηϊφόβοιο βαλὼν ὑπερηνορέοντος. 13.259τὸν δ̓ αὖτ̓ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα· 13.260δούρατα δ̓ αἴ κ̓ ἐθέλῃσθα καὶ ἓν καὶ εἴκοσι δήεις 13.261ἑσταότ̓ ἐν κλισίῃ πρὸς ἐνώπια παμφανόωντα 13.262Τρώϊα, τὰ κταμένων ἀποαίνυμαι· οὐ γὰρ ὀΐω 13.263ἀνδρῶν δυσμενέων ἑκὰς ἱστάμενος πολεμίζειν. 13.264τώ μοι δούρατά τ̓ ἔστι καὶ ἀσπίδες ὀμφαλόεσσαι 13.265καὶ κόρυθες καὶ θώρηκες λαμπρὸν γανόωντες. 13.266τὸν δ̓ αὖ Μηριόνης πεπνυμένος ἀντίον ηὔδα· 13.267καί τοι ἐμοὶ παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ 13.268πόλλ̓ ἔναρα Τρώων· ἀλλ̓ οὐ σχεδόν ἐστιν ἑλέσθαι. 13.269οὐ δὲ γὰρ οὐ δ̓ ἐμέ φημι λελασμένον ἔμμεναι ἀλκῆς, 13.270ἀλλὰ μετὰ πρώτοισι μάχην ἀνὰ κυδιάνειραν 13.271ἵσταμαι, ὁππότε νεῖκος ὀρώρηται πολέμοιο. 13.272ἄλλόν πού τινα μᾶλλον Ἀχαιῶν χαλκοχιτώνων 13.273λήθω μαρνάμενος, σὲ δὲ ἴδμεναι αὐτὸν ὀΐω. 13.274τὸν δ̓ αὖτ̓ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα· 13.275οἶδ̓ ἀρετὴν οἷός ἐσσι· τί σε χρὴ ταῦτα λέγεσθαι; 13.276εἰ γὰρ νῦν παρὰ νηυσὶ λεγοίμεθα πάντες ἄριστοι 13.277ἐς λόχον, ἔνθα μάλιστ̓ ἀρετὴ διαείδεται ἀνδρῶν, 13.278ἔνθ̓ τε δειλὸς ἀνὴρ ὅς τ̓ ἄλκιμος ἐξεφαάνθη· 13.279τοῦ μὲν γάρ τε κακοῦ τρέπεται χρὼς ἄλλυδις ἄλλῃ, 13.280οὐ δέ οἱ ἀτρέμας ἧσθαι ἐρητύετ̓ ἐν φρεσὶ θυμός, 13.281ἀλλὰ μετοκλάζει καὶ ἐπ̓ ἀμφοτέρους πόδας ἵζει, 13.282ἐν δέ τέ οἱ κραδίη μεγάλα στέρνοισι πατάσσει 13.283κῆρας ὀϊομένῳ, πάταγος δέ τε γίγνετ̓ ὀδόντων· 13.284τοῦ δ̓ ἀγαθοῦ οὔ τ̓ ἂρ τρέπεται χρὼς οὔτέ τι λίην 13.285ταρβεῖ, ἐπειδὰν πρῶτον ἐσίζηται λόχον ἀνδρῶν, 13.286ἀρᾶται δὲ τάχιστα μιγήμεναι ἐν δαῒ λυγρῇ· 13.287οὐ δέ κεν ἔνθα τεόν γε μένος καὶ χεῖρας ὄνοιτο. 13.288εἴ περ γάρ κε βλεῖο πονεύμενος ἠὲ τυπείης 13.289οὐκ ἂν ἐν αὐχέν̓ ὄπισθε πέσοι βέλος οὐ δ̓ ἐνὶ νώτῳ, 13.290ἀλλά κεν ἢ στέρνωννηδύος ἀντιάσειε 13.291πρόσσω ἱεμένοιο μετὰ προμάχων ὀαριστύν. 13.292ἀλλ̓ ἄγε μηκέτι ταῦτα λεγώμεθα νηπύτιοι ὣς 13.293ἑσταότες, μή πού τις ὑπερφιάλως νεμεσήσῃ· 13.294ἀλλὰ σύ γε κλισίην δὲ κιὼν ἕλευ ὄβριμον ἔγχος. 13.295ὣς φάτο, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ 13.296καρπαλίμως κλισίηθεν ἀνείλετο χάλκεον ἔγχος, 13.297βῆ δὲ μετ̓ Ἰδομενῆα μέγα πτολέμοιο μεμηλώς. 13.298οἷος δὲ βροτολοιγὸς Ἄρης πόλεμον δὲ μέτεισι, 13.299τῷ δὲ Φόβος φίλος υἱὸς ἅμα κρατερὸς καὶ ἀταρβὴς 13.300ἕσπετο, ὅς τ̓ ἐφόβησε ταλάφρονά περ πολεμιστήν· 13.301τὼ μὲν ἄῤ ἐκ Θρῄκης Ἐφύρους μέτα θωρήσσεσθον, 13.302ἠὲ μετὰ Φλεγύας μεγαλήτορας· οὐ δ̓ ἄρα τώ γε 13.303ἔκλυον ἀμφοτέρων, ἑτέροισι δὲ κῦδος ἔδωκαν· 13.304τοῖοι Μηριόνης τε καὶ Ἰδομενεὺς ἀγοὶ ἀνδρῶν 13.305ἤϊσαν ἐς πόλεμον κεκορυθμένοι αἴθοπι χαλκῷ. 13.306τὸν καὶ Μηριόνης πρότερος πρὸς μῦθον ἔειπε· 13.307Δευκαλίδη πῇ τὰρ μέμονας καταδῦναι ὅμιλον; 13.308ἢ ἐπὶ δεξιόφιν παντὸς στρατοῦ, ἦ ἀνὰ μέσσους, 13.309ἦ ἐπ̓ ἀριστερόφιν; ἐπεὶ οὔ ποθι ἔλπομαι οὕτω 13.310δεύεσθαι πολέμοιο κάρη κομόωντας Ἀχαιούς. 13.311τὸν δ̓ αὖτ̓ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα· 13.312νηυσὶ μὲν ἐν μέσσῃσιν ἀμύνειν εἰσὶ καὶ ἄλλοι 13.313Αἴαντές τε δύω Τεῦκρός θ̓, ὃς ἄριστος Ἀχαιῶν 13.314τοξοσύνῃ, ἀγαθὸς δὲ καὶ ἐν σταδίῃ ὑσμίνῃ· 13.315οἵ μιν ἅδην ἐλόωσι καὶ ἐσσύμενον πολέμοιο 13.316Ἕκτορα Πριαμίδην, καὶ εἰ μάλα καρτερός ἐστιν. 13.317αἰπύ οἱ ἐσσεῖται μάλα περ μεμαῶτι μάχεσθαι 13.318κείνων νικήσαντι μένος καὶ χεῖρας ἀάπτους 13.319νῆας ἐνιπρῆσαι, ὅτε μὴ αὐτός γε Κρονίων 13.320ἐμβάλοι αἰθόμενον δαλὸν νήεσσι θοῇσιν. 13.321ἀνδρὶ δέ κ̓ οὐκ εἴξειε μέγας Τελαμώνιος Αἴας, 13.322ὃς θνητός τ̓ εἴη καὶ ἔδοι Δημήτερος ἀκτὴν 13.323χαλκῷ τε ῥηκτὸς μεγάλοισί τε χερμαδίοισιν. 13.324οὐ δ̓ ἂν Ἀχιλλῆϊ ῥηξήνορι χωρήσειεν 13.325ἔν γ̓ αὐτοσταδίῃ· ποσὶ δ̓ οὔ πως ἔστιν ἐρίζειν. 13.326νῶϊν δ̓ ὧδ̓ ἐπ̓ ἀριστέῤ ἔχε στρατοῦ, ὄφρα τάχιστα 13.327εἴδομεν ἠέ τῳ εὖχος ὀρέξομεν, ἦέ τις ἡμῖν. 13.328ὣς φάτο, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ 13.329ἦρχ̓ ἴμεν, ὄφῤ ἀφίκοντο κατὰ στρατὸνμιν ἀνώγει, 13.330οἳ δ̓ ὡς Ἰδομενῆα ἴδον φλογὶ εἴκελον ἀλκὴν 13.331αὐτὸν καὶ θεράποντα σὺν ἔντεσι δαιδαλέοισι, 13.332κεκλόμενοι καθ̓ ὅμιλον ἐπ̓ αὐτῷ πάντες ἔβησαν· 13.333τῶν δ̓ ὁμὸν ἵστατο νεῖκος ἐπὶ πρυμνῇσι νέεσσιν. 13.334ὡς δ̓ ὅθ̓ ὑπὸ λιγέων ἀνέμων σπέρχωσιν ἄελλαι 13.335ἤματι τῷ ὅτε τε πλείστη κόνις ἀμφὶ κελεύθους, 13.336οἵ τ̓ ἄμυδις κονίης μεγάλην ἱστᾶσιν ὀμίχλην, 13.337ὣς ἄρα τῶν ὁμόσ̓ ἦλθε μάχη, μέμασαν δ̓ ἐνὶ θυμῷ 13.338ἀλλήλους καθ̓ ὅμιλον ἐναιρέμεν ὀξέϊ χαλκῷ. 13.339ἔφριξεν δὲ μάχη φθισίμβροτος ἐγχείῃσι 13.340μακρῇς, ἃς εἶχον ταμεσίχροας· ὄσσε δ̓ ἄμερδεν 13.341αὐγὴ χαλκείη κορύθων ἄπο λαμπομενάων 13.342θωρήκων τε νεοσμήκτων σακέων τε φαεινῶν 13.343ἐρχομένων ἄμυδις· μάλα κεν θρασυκάρδιος εἴη 13.344ὃς τότε γηθήσειεν ἰδὼν πόνον οὐ δ̓ ἀκάχοιτο. 13.345τὼ δ̓ ἀμφὶς φρονέοντε δύω Κρόνου υἷε κραταιὼ 13.346ἀνδράσιν ἡρώεσσιν ἐτεύχετον ἄλγεα λυγρά. 13.347Ζεὺς μέν ῥα Τρώεσσι καὶ Ἕκτορι βούλετο νίκην 13.348κυδαίνων Ἀχιλῆα πόδας ταχύν· οὐ δέ τι πάμπαν 13.349ἤθελε λαὸν ὀλέσθαι Ἀχαιϊκὸν Ἰλιόθι πρό, 13.350ἀλλὰ Θέτιν κύδαινε καὶ υἱέα καρτερόθυμον. 13.351Ἀργείους δὲ Ποσειδάων ὀρόθυνε μετελθὼν 13.352λάθρῃ ὑπεξαναδὺς πολιῆς ἁλός· ἤχθετο γάρ ῥα 13.353Τρωσὶν δαμναμένους, Διὶ δὲ κρατερῶς ἐνεμέσσα. 13.354ἦ μὰν ἀμφοτέροισιν ὁμὸν γένος ἠδ̓ ἴα πάτρη, 13.355ἀλλὰ Ζεὺς πρότερος γεγόνει καὶ πλείονα ᾔδη. 13.356τώ ῥα καὶ ἀμφαδίην μὲν ἀλεξέμεναι ἀλέεινε, 13.357λάθρῃ δ̓ αἰὲν ἔγειρε κατὰ στρατὸν ἀνδρὶ ἐοικώς. 13.358τοὶ δ̓ ἔριδος κρατερῆς καὶ ὁμοιΐου πτολέμοιο 13.359πεῖραρ ἐπαλλάξαντες ἐπ̓ ἀμφοτέροισι τάνυσσαν 13.360ἄρρηκτόν τ̓ ἄλυτόν τε, τὸ πολλῶν γούνατ̓ ἔλυσεν. 13.361ἔνθα μεσαιπόλιός περ ἐὼν Δαναοῖσι κελεύσας 13.362Ἰδομενεὺς Τρώεσσι μετάλμενος ἐν φόβον ὦρσε. 13.363πέφνε γὰρ Ὀθρυονῆα Καβησόθεν ἔνδον ἐόντα, 13.364ὅς ῥα νέον πολέμοιο μετὰ κλέος εἰληλούθει, 13.365ᾔτεε δὲ Πριάμοιο θυγατρῶν εἶδος ἀρίστην 13.366Κασσάνδρην ἀνάεδνον, ὑπέσχετο δὲ μέγα ἔργον, 13.367ἐκ Τροίης ἀέκοντας ἀπωσέμεν υἷας Ἀχαιῶν. 13.368τῷ δ̓ γέρων Πρίαμος ὑπό τ̓ ἔσχετο καὶ κατένευσε 13.369δωσέμεναι· δὲ μάρναθ̓ ὑποσχεσίῃσι πιθήσας. 13.370Ἰδομενεὺς δ̓ αὐτοῖο τιτύσκετο δουρὶ φαεινῷ, 13.371καὶ βάλεν ὕψι βιβάντα τυχών· οὐ δ̓ ἤρκεσε θώρηξ 13.372χάλκεος, ὃν φορέεσκε, μέσῃ δ̓ ἐν γαστέρι πῆξε. 13.373δούπησεν δὲ πεσών· δ̓ ἐπεύξατο φώνησέν τε· 13.374Ὀθρυονεῦ περὶ δή σε βροτῶν αἰνίζομ̓ ἁπάντων 13.375εἰ ἐτεὸν δὴ πάντα τελευτήσεις ὅσ̓ ὑπέστης 13.376Δαρδανίδῃ Πριάμῳ· δ̓ ὑπέσχετο θυγατέρα ἥν. 13.377καί κέ τοι ἡμεῖς ταῦτά γ̓ ὑποσχόμενοι τελέσαιμεν, 13.378δοῖμεν δ̓ Ἀτρεΐδαο θυγατρῶν εἶδος ἀρίστην 13.379Ἄργεος ἐξαγαγόντες ὀπυιέμεν, εἴ κε σὺν ἄμμιν 13.380Ἰλίου ἐκπέρσῃς εὖ ναιόμενον πτολίεθρον. 13.381ἀλλ̓ ἕπἐ, ὄφῤ ἐπὶ νηυσὶ συνώμεθα ποντοπόροισιν 13.382ἀμφὶ γάμῳ, ἐπεὶ οὔ τοι ἐεδνωταὶ κακοί εἰμεν. 13.383ὣς εἰπὼν ποδὸς ἕλκε κατὰ κρατερὴν ὑσμίνην 13.384ἥρως Ἰδομενεύς· τῷ δ̓ Ἄσιος ἦλθ̓ ἐπαμύντωρ 13.385πεζὸς πρόσθ̓ ἵππων· τὼ δὲ πνείοντε κατ̓ ὤμων 13.386αἰὲν ἔχ̓ ἡνίοχος θεράπων· δὲ ἵετο θυμῷ 13.387Ἰδομενῆα βαλεῖν· δέ μιν φθάμενος βάλε δουρὶ 13.388λαιμὸν ὑπ̓ ἀνθερεῶνα, διὰ πρὸ δὲ χαλκὸν ἔλασσεν. 13.389ἤριπε δ̓ ὡς ὅτε τις δρῦς ἤριπενἀχερωῒς 13.390ἠὲ πίτυς βλωθρή, τήν τ̓ οὔρεσι τέκτονες ἄνδρες 13.391ἐξέταμον πελέκεσσι νεήκεσι νήϊον εἶναι· 13.392ὣς πρόσθ̓ ἵππων καὶ δίφρου κεῖτο τανυσθεὶς 13.393βεβρυχὼς κόνιος δεδραγμένος αἱματοέσσης. 13.394ἐκ δέ οἱ ἡνίοχος πλήγη φρένας ἃς πάρος εἶχεν, 13.395οὐ δ̓ γ̓ ἐτόλμησεν δηΐων ὑπὸ χεῖρας ἀλύξας 13.396ἂψ ἵππους στρέψαι, τὸν δ̓ Ἀντίλοχος μενεχάρμης 13.397δουρὶ μέσον περόνησε τυχών· οὐ δ̓ ἤρκεσε θώρηξ 13.398χάλκεος ὃν φορέεσκε, μέσῃ δ̓ ἐν γαστέρι πῆξεν. 13.399αὐτὰρ ἀσθμαίνων εὐεργέος ἔκπεσε δίφρου, 13.400ἵππους δ̓ Ἀντίλοχος μεγαθύμου Νέστορος υἱὸς 13.401ἐξέλασε Τρώων μετ̓ ἐϋκνήμιδας Ἀχαιούς. 13.402Δηΐφοβος δὲ μάλα σχεδὸν ἤλυθεν Ἰδομενῆος 13.403Ἀσίου ἀχνύμενος, καὶ ἀκόντισε δουρὶ φαεινῷ. 13.404ἀλλ̓ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος 13.405Ἰδομενεύς· κρύφθη γὰρ ὑπ̓ ἀσπίδι πάντοσ̓ ἐΐσῃ, 13.406τὴν ἄῤ γε ῥινοῖσι βοῶν καὶ νώροπι χαλκῷ 13.407δινωτὴν φορέεσκε, δύω κανόνεσσ̓ ἀραρυῖαν· 13.408τῇ ὕπο πᾶς ἐάλη, τὸ δ̓ ὑπέρπτατο χάλκεον ἔγχος, 13.409καρφαλέον δέ οἱ ἀσπὶς ἐπιθρέξαντος ἄϋσεν 13.410ἔγχεος· οὐ δ̓ ἅλιόν ῥα βαρείης χειρὸς ἀφῆκεν, 13.411ἀλλ̓ ἔβαλ̓ Ἱππασίδην Ὑψήνορα ποιμένα λαῶν 13.412ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δ̓ ὑπὸ γούνατ̓ ἔλυσε. 13.413Δηΐφοβος δ̓ ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας· 13.414οὐ μὰν αὖτ̓ ἄτιτος κεῖτ̓ Ἄσιος, ἀλλά φημι 13.415εἰς Ἄϊδός περ ἰόντα πυλάρταο κρατεροῖο 13.416γηθήσειν κατὰ θυμόν, ἐπεί ῥά οἱ ὤπασα πομπόν. 13.417ὣς ἔφατ̓, Ἀργείοισι δ̓ ἄχος γένετ̓ εὐξαμένοιο, 13.418Ἀντιλόχῳ δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινεν· 13.419ἀλλ̓ οὐ δ̓ ἀχνύμενός περ ἑοῦ ἀμέλησεν ἑταίρου, 13.420ἀλλὰ θέων περίβη καί οἱ σάκος ἀμφεκάλυψε. 13.421τὸν μὲν ἔπειθ̓ ὑποδύντε δύω ἐρίηρες ἑταῖροι 13.422Μηκιστεὺς Ἐχίοιο πάϊς καὶ δῖος Ἀλάστωρ, 13.423νῆας ἔπι γλαφυρὰς φερέτην βαρέα στενάχοντα. 13.424Ἰδομενεὺς δ̓ οὐ λῆγε μένος μέγα, ἵετο δ̓ αἰεὶ 13.425ἠέ τινα Τρώων ἐρεβεννῇ νυκτὶ καλύψαι 13.426αὐτὸς δουπῆσαι ἀμύνων λοιγὸν Ἀχαιοῖς. 13.427ἔνθ̓ Αἰσυήταο διοτρεφέος φίλον υἱὸν 13.428ἥρὠ Ἀλκάθοον, γαμβρὸς δ̓ ἦν Ἀγχίσαο, 13.429πρεσβυτάτην δ̓ ὤπυιε θυγατρῶν Ἱπποδάμειαν 13.430τὴν περὶ κῆρι φίλησε πατὴρ καὶ πότνια μήτηρ 13.431ἐν μεγάρῳ· πᾶσαν γὰρ ὁμηλικίην ἐκέκαστο 13.432κάλλεϊ καὶ ἔργοισιν ἰδὲ φρεσί· τοὔνεκα καί μιν 13.433γῆμεν ἀνὴρ ὤριστος ἐνὶ Τροίῃ εὐρείῃ· 13.434τὸν τόθ̓ ὑπ̓ Ἰδομενῆϊ Ποσειδάων ἐδάμασσε 13.435θέλξας ὄσσε φαεινά, πέδησε δὲ φαίδιμα γυῖα· 13.436οὔ τε γὰρ ἐξοπίσω φυγέειν δύνατ̓ οὔ τ̓ ἀλέασθαι, 13.437ἀλλ̓ ὥς τε στήληνδένδρεον ὑψιπέτηλον 13.438ἀτρέμας ἑσταότα στῆθος μέσον οὔτασε δουρὶ 13.439ἥρως Ἰδομενεύς, ῥῆξεν δέ οἱ ἀμφὶ χιτῶνα 13.440χάλκεον, ὅς οἱ πρόσθεν ἀπὸ χροὸς ἤρκει ὄλεθρον· 13.441δὴ τότε γ̓ αὖον ἄϋσεν ἐρεικόμενος περὶ δουρί. 13.442δούπησεν δὲ πεσών, δόρυ δ̓ ἐν κραδίῃ ἐπεπήγει, 13.443 ῥά οἱ ἀσπαίρουσα καὶ οὐρίαχον πελέμιζεν 13.444ἔγχεος· ἔνθα δ̓ ἔπειτ̓ ἀφίει μένος ὄβριμος Ἄρης· 13.445Ἰδομενεὺς δ̓ ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας 13.446Δηΐφοβ̓ ἦ ἄρα δή τι ἐΐσκομεν ἄξιον εἶναι 13.447τρεῖς ἑνὸς ἀντὶ πεφάσθαι; ἐπεὶ σύ περ εὔχεαι οὕτω. 13.448δαιμόνἰ ἀλλὰ καὶ αὐτὸς ἐναντίον ἵστασ̓ ἐμεῖο, 13.449ὄφρα ἴδῃ οἷος Ζηνὸς γόνος ἐνθάδ̓ ἱκάνω, 13.450ὃς πρῶτον Μίνωα τέκε Κρήτῃ ἐπίουρον· 13.451Μίνως δ̓ αὖ τέκεθ̓ υἱὸν ἀμύμονα Δευκαλίωνα, 13.452Δευκαλίων δ̓ ἐμὲ τίκτε πολέσσ̓ ἄνδρεσσιν ἄνακτα 13.453Κρήτῃ ἐν εὐρείῃ· νῦν δ̓ ἐνθάδε νῆες ἔνεικαν 13.454σοί τε κακὸν καὶ πατρὶ καὶ ἄλλοισι Τρώεσσιν. 13.455ὣς φάτο, Δηΐφοβος δὲ διάνδιχα μερμήριξεν 13.456τινά που Τρώων ἑταρίσσαιτο μεγαθύμων 13.457ἂψ ἀναχωρήσας, ἦ πειρήσαιτο καὶ οἶος. 13.458ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι 13.459βῆναι ἐπ̓ Αἰνείαν· τὸν δ̓ ὕστατον εὗρεν ὁμίλου 13.460ἑσταότ̓· αἰεὶ γὰρ Πριάμῳ ἐπεμήνιε δίῳ 13.461οὕνεκ̓ ἄῤ ἐσθλὸν ἐόντα μετ̓ ἀνδράσιν οὔ τι τίεσκεν. 13.462ἀγχοῦ δ̓ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα· 13.463Αἰνεία Τρώων βουληφόρε νῦν σε μάλα χρὴ 13.464γαμβρῷ ἀμυνέμεναι, εἴ πέρ τί σε κῆδος ἱκάνει. 13.465ἀλλ̓ ἕπευ Ἀλκαθόῳ ἐπαμύνομεν, ὅς σε πάρος γε 13.466γαμβρὸς ἐὼν ἔθρεψε δόμοις ἔνι τυτθὸν ἐόντα· 13.467τὸν δέ τοι Ἰδομενεὺς δουρικλυτὸς ἐξενάριξεν. 13.468ὣς φάτο, τῷ δ̓ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε, 13.469βῆ δὲ μετ̓ Ἰδομενῆα μέγα πτολέμοιο μεμηλώς. 13.470ἀλλ̓ οὐκ Ἰδομενῆα φόβος λάβε τηλύγετον ὥς, 13.471ἀλλ̓ ἔμεν̓ ὡς ὅτε τις σῦς οὔρεσιν ἀλκὶ πεποιθώς, 13.472ὅς τε μένει κολοσυρτὸν ἐπερχόμενον πολὺν ἀνδρῶν 13.473χώρῳ ἐν οἰοπόλῳ, φρίσσει δέ τε νῶτον ὕπερθεν· 13.474ὀφθαλμὼ δ̓ ἄρα οἱ πυρὶ λάμπετον· αὐτὰρ ὀδόντας 13.475θήγει, ἀλέξασθαι μεμαὼς κύνας ἠδὲ καὶ ἄνδρας· 13.476ὣς μένεν Ἰδομενεὺς δουρικλυτός, οὐ δ̓ ὑπεχώρει, 13.477Αἰνείαν ἐπιόντα βοηθόον· αὖε δ̓ ἑταίρους 13.478Ἀσκάλαφόν τ̓ ἐσορῶν Ἀφαρῆά τε Δηΐπυρόν τε 13.479Μηριόνην τε καὶ Ἀντίλοχον μήστωρας ἀϋτῆς· 13.480τοὺς γ̓ ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα· 13.481δεῦτε φίλοι, καί μ̓ οἴῳ ἀμύνετε· δείδια δ̓ αἰνῶς 13.482Αἰνείαν ἐπιόντα πόδας ταχύν, ὅς μοι ἔπεισιν, 13.483ὃς μάλα καρτερός ἐστι μάχῃ ἔνι φῶτας ἐναίρειν· 13.484καὶ δ̓ ἔχει ἥβης ἄνθος, τε κράτος ἐστὶ μέγιστον. 13.485εἰ γὰρ ὁμηλικίη γε γενοίμεθα τῷδ̓ ἐπὶ θυμῷ 13.486αἶψά κεν ἠὲ φέροιτο μέγα κράτος, ἠὲ φεροίμην. 13.487ὣς ἔφαθ̓, οἳ δ̓ ἄρα πάντες ἕνα φρεσὶ θυμὸν ἔχοντες 13.488πλησίοι ἔστησαν, σάκἐ ὤμοισι κλίναντες. 13.489Αἰνείας δ̓ ἑτέρωθεν ἐκέκλετο οἷς ἑτάροισι 13.490Δηΐφοβόν τε Πάριν τ̓ ἐσορῶν καὶ Ἀγήνορα δῖον, 13.491οἵ οἱ ἅμ̓ ἡγεμόνες Τρώων ἔσαν· αὐτὰρ ἔπειτα 13.492λαοὶ ἕπονθ̓, ὡς εἴ τε μετὰ κτίλον ἕσπετο μῆλα 13.493πιόμεν̓ ἐκ βοτάνης· γάνυται δ̓ ἄρα τε φρένα ποιμήν· 13.494ὣς Αἰνείᾳ θυμὸς ἐνὶ στήθεσσι γεγήθει 13.495ὡς ἴδε λαῶν ἔθνος ἐπισπόμενον ἑοῖ αὐτῷ. 13.496οἳ δ̓ ἀμφ̓ Ἀλκαθόῳ αὐτοσχεδὸν ὁρμήθησαν 13.497μακροῖσι ξυστοῖσι· περὶ στήθεσσι δὲ χαλκὸς 13.498σμερδαλέον κονάβιζε τιτυσκομένων καθ̓ ὅμιλον 13.499ἀλλήλων· δύο δ̓ ἄνδρες ἀρήϊοι ἔξοχον ἄλλων 13.500Αἰνείας τε καὶ Ἰδομενεὺς ἀτάλαντοι Ἄρηϊ 13.501ἵεντ̓ ἀλλήλων ταμέειν χρόα νηλέϊ χαλκῷ. 13.502Αἰνείας δὲ πρῶτος ἀκόντισεν Ἰδομενῆος· 13.503ἀλλ̓ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος, 13.504αἰχμὴ δ̓ Αἰνείαο κραδαινομένη κατὰ γαίης 13.505ᾤχετ̓, ἐπεί ῥ̓ ἅλιον στιβαρῆς ἀπὸ χειρὸς ὄρουσεν. 13.506Ἰδομενεὺς δ̓ ἄρα Οἰνόμαον βάλε γαστέρα μέσσην, 13.507ῥῆξε δὲ θώρηκος γύαλον, διὰ δ̓ ἔντερα χαλκὸς 13.508ἤφυσ̓· δ̓ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ. 13.509Ἰδομενεὺς δ̓ ἐκ μὲν νέκυος δολιχόσκιον ἔγχος 13.510ἐσπάσατ̓, οὐ δ̓ ἄῤ ἔτ̓ ἄλλα δυνήσατο τεύχεα καλὰ 13.511ὤμοιιν ἀφελέσθαι· ἐπείγετο γὰρ βελέεσσιν. 13.512οὐ γὰρ ἔτ̓ ἔμπεδα γυῖα ποδῶν ἦν ὁρμηθέντι, 13.513οὔ τ̓ ἄῤ ἐπαΐξαι μεθ̓ ἑὸν· βέλος οὔ τ̓ ἀλέασθαι. 13.514τώ ῥα καὶ ἐν σταδίῃ μὲν ἀμύνετο νηλεὲς ἦμαρ, 13.515τρέσσαι