ILIAD Elucidated - Book 19

19.1Ἠὼς μὲν κροκόπεπλος ἀπ̓ Ὠκεανοῖο ῥοάων 19.2ὄρνυθ̓, ἵν̓ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσιν· 19.3 δ̓ ἐς νῆας ἵκανε θεοῦ πάρα δῶρα φέρουσα. 19.4εὗρε δὲ Πατρόκλῳ περικείμενον ὃν φίλον υἱὸν 19.5κλαίοντα λιγέως· πολέες δ̓ ἀμφ̓ αὐτὸν ἑταῖροι 19.6μύρονθ̓· δ̓ ἐν τοῖσι παρίστατο δῖα θεάων, 19.7ἔν τ̓ ἄρα οἱ φῦ χειρὶ ἔπος τ̓ ἔφατ̓ ἔκ τ̓ ὀνόμαζε· 19.8τέκνον ἐμὸν τοῦτον μὲν ἐάσομεν ἀχνύμενοί περ 19.9κεῖσθαι, ἐπεὶ δὴ πρῶτα θεῶν ἰότητι δαμάσθη· 19.10τύνη δ̓ Ἡφαίστοιο πάρα κλυτὰ τεύχεα δέξο 19.11καλὰ μάλ̓, οἷ̓ οὔ πώ τις ἀνὴρ ὤμοισι φόρησεν. 19.12ὡς ἄρα φωνήσασα θεὰ κατὰ τεύχἐ ἔθηκε 19.13πρόσθεν Ἀχιλλῆος· τὰ δ̓ ἀνέβραχε δαίδαλα πάντα. 19.14Μυρμιδόνας δ̓ ἄρα πάντας ἕλε τρόμος, οὐ δέ τις ἔτλη 19.15ἄντην εἰσιδέειν, ἀλλ̓ ἔτρεσαν. αὐτὰρ Ἀχιλλεὺς 19.16ὡς εἶδ̓, ὥς μιν μᾶλλον ἔδυ χόλος, ἐν δέ οἱ ὄσσε 19.17δεινὸν ὑπὸ βλεφάρων ὡς εἰ σέλας ἐξεφάανθεν· 19.18τέρπετο δ̓ ἐν χείρεσσιν ἔχων θεοῦ ἀγλαὰ δῶρα. 19.19αὐτὰρ ἐπεὶ φρεσὶν ᾗσι τετάρπετο δαίδαλα λεύσσων 19.20αὐτίκα μητέρα ἣν ἔπεα πτερόεντα προσηύδα· 19.21μῆτερ ἐμὴ τὰ μὲν ὅπλα θεὸς πόρεν οἷ̓ ἐπιεικὲς 19.22ἔργ̓ ἔμεν ἀθανάτων, μὴ δὲ βροτὸν ἄνδρα τελέσσαι. 19.23νῦν δ̓ ἤτοι μὲν ἐγὼ θωρήξομαι· ἀλλὰ μάλ̓ αἰνῶς 19.24δείδω μή μοι τόφρα Μενοιτίου ἄλκιμον υἱὸν 19.25μυῖαι καδδῦσαι κατὰ χαλκοτύπους ὠτειλὰς 19.26εὐλὰς ἐγγείνωνται, ἀεικίσσωσι δὲ νεκρόν, 19.27ἐκ δ̓ αἰὼν πέφαται, κατὰ δὲ χρόα πάντα σαπήῃ. 19.28τὸν δ̓ ἠμείβετ̓ ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα· 19.29τέκνον μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων. 19.30τῷ μὲν ἐγὼ πειρήσω ἀλαλκεῖν ἄγρια φῦλα 19.31μυίας, αἵ ῥά τε φῶτας ἀρηϊφάτους κατέδουσιν· 19.32ἤν περ γὰρ κεῖταί γε τελεσφόρον εἰς ἐνιαυτόν, 19.33αἰεὶ τῷ γ̓ ἔσται χρὼς ἔμπεδος, ἢ καὶ ἀρείων. 19.34ἀλλὰ σύ γ̓ εἰς ἀγορὴν καλέσας ἥρωας Ἀχαιοὺς 19.35μῆνιν ἀποειπὼν Ἀγαμέμνονι ποιμένι λαῶν 19.36αἶψα μάλ̓ ἐς πόλεμον θωρήσσεο, δύσεο δ̓ ἀλκήν. 19.37ὣς ἄρα φωνήσασα μένος πολυθαρσὲς ἐνῆκε, 19.38Πατρόκλῳ δ̓ αὖτ̓ ἀμβροσίην καὶ νέκταρ ἐρυθρὸν 19.39στάξε κατὰ ῥινῶν, ἵνα οἱ χρὼς ἔμπεδος εἴη. 19.40αὐτὰρ βῆ παρὰ θῖνα θαλάσσης δῖος Ἀχιλλεὺς 19.41σμερδαλέα ἰάχων, ὦρσεν δ̓ ἥρωας Ἀχαιούς. 19.42καί ῥ̓ οἵ περ τὸ πάρος γε νεῶν ἐν ἀγῶνι μένεσκον 19.43οἵ τε κυβερνῆται καὶ ἔχον οἰήϊα νηῶν 19.44καὶ ταμίαι παρὰ νηυσὶν ἔσαν σίτοιο δοτῆρες, 19.45καὶ μὴν οἳ τότε γ̓ εἰς ἀγορὴν ἴσαν, οὕνεκ̓ Ἀχιλλεὺς 19.46ἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτ̓ ἀλεγεινῆς. 19.47τὼ δὲ δύω σκάζοντε βάτην Ἄρεος θεράποντε 19.48Τυδεΐδης τε μενεπτόλεμος καὶ δῖος Ὀδυσσεὺς 19.49ἔγχει ἐρειδομένω· ἔτι γὰρ ἔχον ἕλκεα λυγρά· 19.50κὰδ δὲ μετὰ πρώτῃ ἀγορῇ ἵζοντο κιόντες. 19.51αὐτὰρ δεύτατος ἦλθεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων 19.52ἕλκος ἔχων· καὶ γὰρ τὸν ἐνὶ κρατερῇ ὑσμίνῃ 19.53οὖτα Κόων Ἀντηνορίδης χαλκήρεϊ δουρί. 19.54αὐτὰρ ἐπεὶ δὴ πάντες ἀολλίσθησαν Ἀχαιοί, 19.55τοῖσι δ̓ ἀνιστάμενος μετέφη πόδας ὠκὺς Ἀχιλλεύς· 19.56Ἀτρεΐδη ἦ ἄρ τι τόδ̓ ἀμφοτέροισιν ἄρειον 19.57ἔπλετο σοὶ καὶ ἐμοί, τε νῶΐ περ ἀχνυμένω κῆρ 19.58θυμοβόρῳ ἔριδι μενεήναμεν εἵνεκα κούρης; 19.59τὴν ὄφελ̓ ἐν νήεσσι κατακτάμεν Ἄρτεμις ἰῷ 19.60ἤματι τῷ ὅτ̓ ἐγὼν ἑλόμην Λυρνησσὸν ὀλέσσας· 19.61τώ κ̓ οὐ τόσσοι Ἀχαιοὶ ὀδὰξ ἕλον ἄσπετον οὖδας 19.62δυσμενέων ὑπὸ χερσὶν ἐμεῦ ἀπομηνίσαντος. 19.63Ἕκτορι μὲν καὶ Τρωσὶ τὸ κέρδιον· αὐτὰρ Ἀχαιοὺς 19.64δηρὸν ἐμῆς καὶ σῆς ἔριδος μνήσεσθαι ὀΐω. 19.65ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν ἀχνύμενοί περ 19.66θυμὸν ἐνὶ στήθεσσι φίλον δαμάσαντες ἀνάγκῃ· 19.67νῦν δ̓ ἤτοι μὲν ἐγὼ παύω χόλον, οὐ δέ τί με χρὴ 19.68ἀσκελέως αἰεὶ μενεαινέμεν· ἀλλ̓ ἄγε θᾶσσον 19.69ὄτρυνον πόλεμον δὲ κάρη κομόωντας Ἀχαιούς, 19.70ὄφῤ ἔτι καὶ Τρώων πειρήσομαι ἀντίον ἐλθὼν 19.71αἴ κ̓ ἐθέλωσ̓ ἐπὶ νηυσὶν ἰαύειν· ἀλλά τιν̓ οἴω 19.72ἀσπασίως αὐτῶν γόνυ κάμψειν, ὅς κε φύγῃσι 19.73δηΐου ἐκ πολέμοιο ὑπ̓ ἔγχεος ἡμετέροιο. 19.74ὣς ἔφαθ̓, οἳ δ̓ ἐχάρησαν ἐϋκνήμιδες Ἀχαιοὶ 19.75μῆνιν ἀπειπόντος μεγαθύμου Πηλεΐωνος. 19.76τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων 19.77αὐτόθεν ἐξ ἕδρης, οὐ δ̓ ἐν μέσσοισιν ἀναστάς· 19.78φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος 19.79ἑσταότος μὲν καλὸν ἀκούειν, οὐ δὲ ἔοικεν 19.80ὑββάλλειν· χαλεπὸν γὰρ ἐπισταμένῳ περ ἐόντι. 19.81ἀνδρῶν δ̓ ἐν πολλῷ ὁμάδῳ πῶς κέν τις ἀκούσαι 19.82εἴποι; βλάβεται δὲ λιγύς περ ἐὼν ἀγορητής. 19.83Πηλεΐδῃ μὲν ἐγὼν ἐνδείξομαι· αὐτὰρ οἱ ἄλλοι 19.84σύνθεσθ̓ Ἀργεῖοι, μῦθόν τ̓ εὖ γνῶτε ἕκαστος. 19.85πολλάκι δή μοι τοῦτον Ἀχαιοὶ μῦθον ἔειπον 19.86καί τέ με νεικείεσκον· ἐγὼ δ̓ οὐκ αἴτιός εἰμι, 19.87ἀλλὰ Ζεὺς καὶ Μοῖρα καὶ ἠεροφοῖτις Ἐρινύς, 19.88οἵ τέ μοι εἰν ἀγορῇ φρεσὶν ἔμβαλον ἄγριον ἄτην, 19.89ἤματι τῷ ὅτ̓ Ἀχιλλῆος γέρας αὐτὸς ἀπηύρων. 19.90ἀλλὰ τί κεν ῥέξαιμι; θεὸς διὰ πάντα τελευτᾷ. 19.91πρέσβα Διὸς θυγάτηρ Ἄτη, πάντας ἀᾶται, 19.92οὐλομένη· τῇ μέν θ̓ ἁπαλοὶ πόδες· οὐ γὰρ ἐπ̓ οὔδει 19.93πίλναται, ἀλλ̓ ἄρα γε κατ̓ ἀνδρῶν κράατα βαίνει 19.94βλάπτουσ̓ ἀνθρώπους· κατὰ δ̓ οὖν ἕτερόν γε πέδησε. 19.95καὶ γὰρ δή νύ ποτε Ζεὺς ἄσατο, τόν περ ἄριστον 19.96ἀνδρῶν ἠδὲ θεῶν φασ̓ ἔμμεναι· ἀλλ̓ ἄρα καὶ τὸν 19.97Ἥρη θῆλυς ἐοῦσα δολοφροσύνῃς ἀπάτησεν, 19.98ἤματι τῷ ὅτ̓ ἔμελλε βίην Ἡρακληείην 19.99Ἀλκμήνη τέξεσθαι ἐϋστεφάνῳ ἐνὶ Θήβῃ. 19.100ἤτοι γ̓ εὐχόμενος μετέφη πάντεσσι θεοῖσι· 19.101κέκλυτέ μευ πάντές τε θεοὶ πᾶσαί τε θέαιναι, 19.102ὄφῤ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσιν ἀνώγει. 19.103σήμερον ἄνδρα φόως δὲ μογοστόκος Εἰλείθυια 19.104ἐκφανεῖ, ὃς πάντεσσι περικτιόνεσσιν ἀνάξει, 19.105τῶν ἀνδρῶν γενεῆς οἵ θ̓ αἵματος ἐξ ἐμεῦ εἰσί. 19.106τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη· 19.107ψευστήσεις, οὐ δ̓ αὖτε τέλος μύθῳ ἐπιθήσεις. 19.108εἰ δ̓ ἄγε νῦν μοι ὄμοσσον Ὀλύμπιε καρτερὸν ὅρκον, 19.109ἦ μὲν τὸν πάντεσσι περικτιόνεσσιν ἀνάξειν 19.110ὅς κεν ἐπ̓ ἤματι τῷδε πέσῃ μετὰ ποσσὶ γυναικὸς 19.111τῶν ἀνδρῶν οἳ σῆς ἐξ αἵματός εἰσι γενέθλης. 19.112ὣς ἔφατο· Ζεὺς δ̓ οὔ τι δολοφροσύνην ἐνόησεν, 19.113ἀλλ̓ ὄμοσεν μέγαν ὅρκον, ἔπειτα δὲ πολλὸν ἀάσθη. 19.114Ἥρη δ̓ ἀΐξασα λίπεν ῥίον Οὐλύμποιο, 19.115καρπαλίμως δ̓ ἵκετ̓ Ἄργος Ἀχαιικόν, ἔνθ̓ ἄρα ᾔδη 19.116ἰφθίμην ἄλοχον Σθενέλου Περσηϊάδαο. 19.117 δ̓ ἐκύει φίλον υἱόν, δ̓ ἕβδομος ἑστήκει μείς· 19.118ἐκ δ̓ ἄγαγε πρὸ φόως δὲ καὶ ἠλιτόμηνον ἐόντα, 19.119Ἀλκμήνης δ̓ ἀπέπαυσε τόκον, σχέθε δ̓ Εἰλειθυίας. 19.120αὐτὴ δ̓ ἀγγελέουσα Δία Κρονίωνα προσηύδα· 19.121Ζεῦ πάτερ ἀργικέραυνε ἔπος τί τοι ἐν φρεσὶ θήσω· 19.122ἤδη ἀνὴρ γέγον̓ ἐσθλὸς ὃς Ἀργείοισιν ἀνάξει 19.123Εὐρυσθεὺς Σθενέλοιο πάϊς Περσηϊάδαο 19.124σὸν γένος· οὔ οἱ ἀεικὲς ἀνασσέμεν Ἀργείοισιν. 19.125ὣς φάτο, τὸν δ̓ ἄχος ὀξὺ κατὰ φρένα τύψε βαθεῖαν· 19.126αὐτίκα δ̓ εἷλ̓ Ἄτην κεφαλῆς λιπαροπλοκάμοιο 19.127χωόμενος φρεσὶν ᾗσι, καὶ ὤμοσε καρτερὸν ὅρκον 19.128μή ποτ̓ ἐς Οὔλυμπόν τε καὶ οὐρανὸν ἀστερόεντα 19.129αὖτις ἐλεύσεσθαι Ἄτην, πάντας ἀᾶται. 19.130ὣς εἰπὼν ἔρριψεν ἀπ̓ οὐρανοῦ ἀστερόεντος 19.131χειρὶ περιστρέψας· τάχα δ̓ ἵκετο ἔργ̓ ἀνθρώπων. 19.132τὴν αἰεὶ στενάχεσχ̓ ὅθ̓ ἑὸν φίλον υἱὸν ὁρῷτο 19.133ἔργον ἀεικὲς ἔχοντα ὑπ̓ Εὐρυσθῆος ἀέθλων. 19.134ὣς καὶ ἐγών, ὅτε δ̓ αὖτε μέγας κορυθαίολος Ἕκτωρ 19.135Ἀργείους ὀλέκεσκεν ἐπὶ πρυμνῇσι νέεσσιν, 19.136οὐ δυνάμην λελαθέσθ̓ Ἄτης πρῶτον ἀάσθην. 19.137ἀλλ̓ ἐπεὶ ἀασάμην καί μευ φρένας ἐξέλετο Ζεύς, 19.138ἂψ ἐθέλω ἀρέσαι, δόμεναί τ̓ ἀπερείσἰ ἄποινα· 19.139ἀλλ̓ ὄρσευ πόλεμον δὲ καὶ ἄλλους ὄρνυθι λαούς. 19.140δῶρα δ̓ ἐγὼν ὅδε πάντα παρασχέμεν ὅσσά τοι ἐλθὼν 19.141χθιζὸς ἐνὶ κλισίῃσιν ὑπέσχετο δῖος Ὀδυσσεύς. 19.142εἰ δ̓ ἐθέλεις, ἐπίμεινον ἐπειγόμενός περ Ἄρηος, 19.143δῶρα δέ τοι θεράποντες ἐμῆς παρὰ νηὸς ἑλόντες 19.144οἴσουσ̓, ὄφρα ἴδηαι τοι μενοεικέα δώσω. 19.145τὸν δ̓ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· 19.146Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον 19.147δῶρα μὲν αἴ κ̓ ἐθέλῃσθα παρασχέμεν, ὡς ἐπιεικές, 19.148ἤ τ̓ ἐχέμεν παρὰ σοί· νῦν δὲ μνησώμεθα χάρμης 19.149αἶψα μάλ̓· οὐ γὰρ χρὴ κλοτοπεύειν ἐνθάδ̓ ἐόντας 19.150οὐ δὲ διατρίβειν· ἔτι γὰρ μέγα ἔργον ἄρεκτον· 19.151ὥς κέ τις αὖτ̓ Ἀχιλῆα μετὰ πρώτοισιν ἴδηται 19.152ἔγχεϊ χαλκείῳ Τρώων ὀλέκοντα φάλαγγας. 19.153ὧδέ τις ὑμείων μεμνημένος ἀνδρὶ μαχέσθω. 19.154τὸν δ̓ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· 19.155μὴ δ̓ οὕτως, ἀγαθός περ ἐών, θεοείκελ̓ Ἀχιλλεῦ 19.156νήστιας ὄτρυνε προτὶ Ἴλιον υἷας Ἀχαιῶν 19.157Τρωσὶ μαχησομένους, ἐπεὶ οὐκ ὀλίγον χρόνον ἔσται 19.158φύλοπις, εὖτ̓ ἂν πρῶτον ὁμιλήσωσι φάλαγγες 19.159ἀνδρῶν, ἐν δὲ θεὸς πνεύσῃ μένος ἀμφοτέροισιν. 19.160ἀλλὰ πάσασθαι ἄνωχθι θοῇς ἐπὶ νηυσὶν Ἀχαιοὺς 19.161σίτου καὶ οἴνοιο· τὸ γὰρ μένος ἐστὶ καὶ ἀλκή. 19.162οὐ γὰρ ἀνὴρ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα 19.163ἄκμηνος σίτοιο δυνήσεται ἄντα μάχεσθαι· 19.164εἴ περ γὰρ θυμῷ γε μενοινάᾳ πολεμίζειν, 19.165ἀλλά τε λάθρῃ γυῖα βαρύνεται, ἠδὲ κιχάνει 19.166δίψά τε καὶ λιμός, βλάβεται δέ τε γούνατ̓ ἰόντι. 19.167ὃς δέ κ̓ ἀνὴρ οἴνοιο κορεσσάμενος καὶ ἐδωδῆς 19.168ἀνδράσι δυσμενέεσσι πανημέριος πολεμίζῃ, 19.169θαρσαλέον νύ οἱ ἦτορ ἐνὶ φρεσίν, οὐ δέ τι γυῖα 19.170πρὶν κάμνει πρὶν πάντας ἐρωῆσαι πολέμοιο. 19.171ἀλλ̓ ἄγε λαὸν μὲν σκέδασον καὶ δεῖπνον ἄνωχθι 19.172ὅπλεσθαι· τὰ δὲ δῶρα ἄναξ ἀνδρῶν Ἀγαμέμνων 19.173οἰσέτω ἐς μέσσην ἀγορήν, ἵνα πάντες Ἀχαιοὶ 19.174ὀφθαλμοῖσιν ἴδωσι, σὺ δὲ φρεσὶ σῇσιν ἰανθῇς. 19.175ὀμνυέτω δέ τοι ὅρκον ἐν Ἀργείοισιν ἀναστὰς 19.176μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι· 19.177 θέμις ἐστὶν ἄναξ ἤ τ̓ ἀνδρῶν ἤ τε γυναικῶν· 19.178καὶ δὲ σοὶ αὐτῷ θυμὸς ἐνὶ φρεσὶν ἵλαος ἔστω. 19.179αὐτὰρ ἔπειτά σε δαιτὶ ἐνὶ κλισίῃς ἀρεσάσθω 19.180πιείρῃ, ἵνα μή τι δίκης ἐπιδευὲς ἔχῃσθα. 19.181Ἀτρεΐδη σὺ δ̓ ἔπειτα δικαιότερος καὶ ἐπ̓ ἄλλῳ 19.182ἔσσεαι. οὐ μὲν γάρ τι νεμεσσητὸν βασιλῆα 19.183ἄνδῤ ἀπαρέσσασθαι ὅτε τις πρότερος χαλεπήνῃ. 19.184τὸν δ̓ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων· 19.185χαίρω σεῦ Λαερτιάδη τὸν μῦθον ἀκούσας· 19.186ἐν μοίρῃ γὰρ πάντα διίκεο καὶ κατέλεξας. 19.187ταῦτα δ̓ ἐγὼν ἐθέλω ὀμόσαι, κέλεται δέ με θυμός, 19.188οὐ δ̓ ἐπιορκήσω πρὸς δαίμονος. αὐτὰρ Ἀχιλλεὺς 19.189μιμνέτω αὐτόθι τεῖος ἐπειγόμενός περ Ἄρηος· 19.190μίμνετε δ̓ ἄλλοι πάντες ἀολλέες, ὄφρά κε δῶρα 19.191ἐκ κλισίης ἔλθῃσι καὶ ὅρκια πιστὰ τάμωμεν. 19.192σοὶ δ̓ αὐτῷ τόδ̓ ἐγὼν ἐπιτέλλομαι ἠδὲ κελεύω· 19.193κρινάμενος κούρητας ἀριστῆας Παναχαιῶν 19.194δῶρα ἐμῆς παρὰ νηὸς ἐνεικέμεν, ὅσσ̓ Ἀχιλῆϊ 19.195χθιζὸν ὑπέστημεν δώσειν, ἀγέμεν τε γυναῖκας. 19.196Ταλθύβιος δέ μοι ὦκα κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν 19.197κάπρον ἑτοιμασάτω ταμέειν Διί τ̓ Ἠελίῳ τε. 19.198τὸν δ̓ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· 19.199Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον 19.200ἄλλοτέ περ καὶ μᾶλλον ὀφέλλετε ταῦτα πένεσθαι, 19.201ὁππότε τις μεταπαυσωλὴ πολέμοιο γένηται 19.202καὶ μένος οὐ τόσον ᾖσιν ἐνὶ στήθεσσιν ἐμοῖσι. 19.203νῦν δ̓ οἳ μὲν κέαται δεδαϊγμένοι, οὓς ἐδάμασσεν 19.204Ἕκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκεν, 19.205ὑμεῖς δ̓ ἐς βρωτὺν ὀτρύνετον· ἦ τ̓ ἂν ἔγωγε 19.206νῦν μὲν ἀνώγοιμι πτολεμίζειν υἷας Ἀχαιῶν 19.207νήστιας ἀκμήνους, ἅμα δ̓ ἠελίῳ καταδύντι 19.208τεύξεσθαι μέγα δόρπον, ἐπὴν τεισαίμεθα λώβην. 19.209πρὶν δ̓ οὔ πως ἂν ἔμοιγε φίλον κατὰ λαιμὸν ἰείη 19.210οὐ πόσις οὐ δὲ βρῶσις ἑταίρου τεθνηῶτος 19.211ὅς μοι ἐνὶ κλισίῃ δεδαϊγμένος ὀξέϊ χαλκῷ 19.212κεῖται ἀνὰ πρόθυρον τετραμμένος, ἀμφὶ δ̓ ἑταῖροι 19.213μύρονται· τό μοι οὔ τι μετὰ φρεσὶ ταῦτα μέμηλεν, 19.214ἀλλὰ φόνος τε καὶ αἷμα καὶ ἀργαλέος στόνος ἀνδρῶν. 19.215τὸν δ̓ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· 19.216Ἀχιλεῦ Πηλῆος υἱὲ μέγα φέρτατ̓ Ἀχαιῶν, 19.217κρείσσων εἰς ἐμέθεν καὶ φέρτερος οὐκ ὀλίγον περ 19.218ἔγχει, ἐγὼ δέ κε σεῖο νοήματί γε προβαλοίμην 19.219πολλόν, ἐπεὶ πρότερος γενόμην καὶ πλείονα οἶδα. 19.220τώ τοι ἐπιτλήτω κραδίη μύθοισιν ἐμοῖσιν. 19.221αἶψά τε φυλόπιδος πέλεται κόρος ἀνθρώποισιν, 19.222ἧς τε πλείστην μὲν καλάμην χθονὶ χαλκὸς ἔχευεν, 19.223ἄμητος δ̓ ὀλίγιστος, ἐπὴν κλίνῃσι τάλαντα 19.224Ζεύς, ὅς τ̓ ἀνθρώπων ταμίης πολέμοιο τέτυκται. 19.225γαστέρι δ̓ οὔ πως ἔστι νέκυν πενθῆσαι Ἀχαιούς· 19.226λίην γὰρ πολλοὶ καὶ ἐπήτριμοι ἤματα πάντα 19.227πίπτουσιν· πότε κέν τις ἀναπνεύσειε πόνοιο; 19.228ἀλλὰ χρὴ τὸν μὲν καταθάπτειν ὅς κε θάνῃσι 19.229νηλέα θυμὸν ἔχοντας ἐπ̓ ἤματι δακρύσαντας· 19.230ὅσσοι δ̓ ἂν πολέμοιο περὶ στυγεροῖο λίπωνται 19.231μεμνῆσθαι πόσιος καὶ ἐδητύος, ὄφῤ ἔτι μᾶλλον 19.232ἀνδράσι δυσμενέεσσι μαχώμεθα νωλεμὲς αἰεὶ 19.233ἑσσάμενοι χροῒ χαλκὸν ἀτειρέα. μη δέ τις ἄλλην 19.234λαῶν ὀτρυντὺν ποτιδέγμενος ἰσχαναάσθω· 19.235ἥδε γὰρ ὀτρυντὺς κακὸν ἔσσεται ὅς κε λίπηται 19.236νηυσὶν ἐπ̓ Ἀργείων· ἀλλ̓ ἀθρόοι ὁρμηθέντες 19.237Τρωσὶν ἐφ̓ ἱπποδάμοισιν ἐγείρομεν ὀξὺν Ἄρηα. 19.238, καὶ Νέστορος υἷας ὀπάσσατο κυδαλίμοιο 19.239Φυλεΐδην τε Μέγητα Θόαντά τε Μηριόνην τε 19.240καὶ Κρειοντιάδην Λυκομήδεα καὶ Μελάνιππον· 19.241βὰν δ̓ ἴμεν ἐς κλισίην Ἀγαμέμνονος Ἀτρεΐδαο. 19.242αὐτίκ̓ ἔπειθ̓ ἅμα μῦθος ἔην, τετέλεστο δὲ ἔργον· 19.243ἑπτὰ μὲν ἐκ κλισίης τρίποδας φέρον, οὕς οἱ ὑπέστη, 19.244αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δ̓ ἵππους· 19.245ἐκ δ̓ ἄγον αἶψα γυναῖκας ἀμύμονα ἔργα ἰδυίας 19.246ἕπτ̓, ἀτὰρ ὀγδοάτην Βρισηΐδα καλλιπάρῃον. 19.247χρυσοῦ δὲ στήσας Ὀδυσεὺς δέκα πάντα τάλαντα 19.248ἦρχ̓, ἅμα δ̓ ἄλλοι δῶρα φέρον κούρητες Ἀχαιῶν. 19.249καὶ τὰ μὲν ἐν μέσσῃ ἀγορῇ θέσαν, ἂν δ̓ Ἀγαμέμνων 19.250ἵστατο· Ταλθύβιος δὲ θεῷ ἐναλίγκιος αὐδὴν 19.251κάπρον ἔχων ἐν χερσὶ παρίστατο ποιμένι λαῶν. 19.252Ἀτρεΐδης δὲ ἐρυσσάμενος χείρεσσι μάχαιραν, 19.253 οἱ πὰρ ξίφεος μέγα κουλεὸν αἰὲν ἄωρτο, 19.254κάπρου ἀπὸ τρίχας ἀρξάμενος Διὶ χεῖρας ἀνασχὼν 19.255εὔχετο· τοὶ δ̓ ἄρα πάντες ἐπ̓ αὐτόφιν εἵατο σιγῇ 19.256Ἀργεῖοι κατὰ μοῖραν ἀκούοντες βασιλῆος. 19.257εὐξάμενος δ̓ ἄρα εἶπεν ἰδὼν εἰς οὐρανὸν εὐρύν· 19.258ἴστω νῦν Ζεὺς πρῶτα θεῶν ὕπατος καὶ ἄριστος 19.259Γῆ τε καὶ Ἠέλιος καὶ Ἐρινύες, αἵ θ̓ ὑπὸ γαῖαν 19.260ἀνθρώπους τίνυνται, ὅτις κ̓ ἐπίορκον ὀμόσσῃ, 19.261μὴ μὲν ἐγὼ κούρῃ Βρισηΐδι χεῖῤ ἐπένεικα, 19.262οὔ τ̓ εὐνῆς πρόφασιν κεχρημένος οὔτέ τευ ἄλλου. 19.263ἀλλ̓ ἔμεν̓ ἀπροτίμαστος ἐνὶ κλισίῃσιν ἐμῇσιν. 19.264εἰ δέ τι τῶνδ̓ ἐπίορκον ἐμοὶ θεοὶ ἄλγεα δοῖεν 19.265πολλὰ μάλ̓, ὅσσα διδοῦσιν ὅτίς σφ̓ ἀλίτηται ὀμόσσας. 19.266, καὶ ἀπὸ στόμαχον κάπρου τάμε νηλέϊ χαλκῷ. 19.267τὸν μὲν Ταλθύβιος πολιῆς ἁλὸς ἐς μέγα λαῖτμα 19.268ῥῖψ̓ ἐπιδινήσας βόσιν ἰχθύσιν· αὐτὰρ Ἀχιλλεὺς 19.269ἀνστὰς Ἀργείοισι φιλοπτολέμοισι μετηύδα· 19.270Ζεῦ πάτερμεγάλας ἄτας ἄνδρεσσι διδοῖσθα· 19.271οὐκ ἂν δή ποτε θυμὸν ἐνὶ στήθεσσιν ἐμοῖσιν 19.272Ἀτρεΐδης ὤρινε διαμπερές, οὐ δέ κε κούρην 19.273ἦγεν ἐμεῦ ἀέκοντος ἀμήχανος· ἀλλά ποθι Ζεὺς 19.274ἤθελ̓ Ἀχαιοῖσιν θάνατον πολέεσσι γενέσθαι. 19.275νῦν δ̓ ἔρχεσθ̓ ἐπὶ δεῖπνον, ἵνα ξυνάγωμεν Ἄρηα. 19.276ὣς ἄῤ ἐφώνησεν, λῦσεν δ̓ ἀγορὴν αἰψηρήν. 19.277οἳ μὲν ἄῤ ἐσκίδναντο ἑὴν ἐπὶ νῆα ἕκαστος, 19.278δῶρα δὲ Μυρμιδόνες μεγαλήτορες ἀμφεπένοντο, 19.279βὰν δ̓ ἐπὶ νῆα φέροντες Ἀχιλλῆος θείοιο. 19.280καὶ τὰ μὲν ἐν κλισίῃσι θέσαν, κάθισαν δὲ γυναῖκας, 19.281ἵππους δ̓ εἰς ἀγέλην ἔλασαν θεράποντες ἀγαυοί. 19.282Βρισηῒς δ̓ ἄῤ ἔπειτ̓ ἰκέλη χρυσέῃ Ἀφροδίτῃ 19.283ὡς ἴδε Πάτροκλον δεδαϊγμένον ὀξέϊ χαλκῷ, 19.284ἀμφ̓ αὐτῷ χυμένη λίγ̓ ἐκώκυε, χερσὶ δ̓ ἄμυσσε 19.285στήθεά τ̓ ἠδ̓ ἁπαλὴν δειρὴν ἰδὲ καλὰ πρόσωπα. 19.286εἶπε δ̓ ἄρα κλαίουσα γυνὴ ἐϊκυῖα θεῇσι· 19.287Πάτροκλέ μοι δειλῇ πλεῖστον κεχαρισμένε θυμῷ 19.288ζωὸν μέν σε ἔλειπον ἐγὼ κλισίηθεν ἰοῦσα, 19.289νῦν δέ σε τεθνηῶτα κιχάνομαι ὄρχαμε λαῶν 19.290ἂψ ἀνιοῦσ̓· ὥς μοι δέχεται κακὸν ἐκ κακοῦ αἰεί. 19.291ἄνδρα μὲν ἔδοσάν με πατὴρ καὶ πότνια μήτηρ 19.292εἶδον πρὸ πτόλιος δεδαϊγμένον ὀξέϊ χαλκῷ, 19.293τρεῖς τε κασιγνήτους, τούς μοι μία γείνατο μήτηρ, 19.294κηδείους, οἳ πάντες ὀλέθριον ἦμαρ ἐπέσπον. 19.295οὐ δὲ μὲν οὐ δέ μ̓ ἔασκες, ὅτ̓ ἄνδῤ ἐμὸν ὠκὺς Ἀχιλλεὺς 19.296ἔκτεινεν, πέρσεν δὲ πόλιν θείοιο Μύνητος, 19.297κλαίειν, ἀλλά μ̓ ἔφασκες Ἀχιλλῆος θείοιο 19.298κουριδίην ἄλοχον θήσειν, ἄξειν τ̓ ἐνὶ νηυσὶν 19.299ἐς Φθίην, δαίσειν δὲ γάμον μετὰ Μυρμιδόνεσσι. 19.300τώ σ̓ ἄμοτον κλαίω τεθνηότα μείλιχον αἰεί. 19.301ὣς ἔφατο κλαίουσ̓, ἐπὶ δὲ στενάχοντο γυναῖκες 19.302Πάτροκλον πρόφασιν, σφῶν δ̓ αὐτῶν κήδἐ ἑκάστη. 19.303αὐτὸν δ̓ ἀμφὶ γέροντες Ἀχαιῶν ἠγερέθοντο 19.304λισσόμενοι δειπνῆσαι· δ̓ ἠρνεῖτο στεναχίζων· 19.305λίσσομαι, εἴ τις ἔμοιγε φίλων ἐπιπείθεθ̓ ἑταίρων, 19.306μή με πρὶν σίτοιο κελεύετε μη δὲ ποτῆτος 19.307ἄσασθαι φίλον ἦτορ, ἐπεί μ̓ ἄχος αἰνὸν ἱκάνει· 19.308δύντα δ̓ ἐς ἠέλιον μενέω καὶ τλήσομαι ἔμπης. 19.309ὣς εἰπὼν ἄλλους μὲν ἀπεσκέδασεν βασιλῆας, 19.310δοιὼ δ̓ Ἀτρεΐδα μενέτην καὶ δῖος Ὀδυσσεὺς 19.311Νέστωρ Ἰδομενεύς τε γέρων θ̓ ἱππηλάτα Φοῖνιξ 19.312τέρποντες πυκινῶς ἀκαχήμενον· οὐ δέ τι θυμῷ 19.313τέρπετο, πρὶν πολέμου στόμα δύμεναι αἱματόεντος. 19.314μνησάμενος δ̓ ἁδινῶς ἀνενείκατο φώνησέν τε· 19.315ἦ ῥά νύ μοί ποτε καὶ σὺ δυσάμμορε φίλταθ̓ ἑταίρων 19.316αὐτὸς ἐνὶ κλισίῃ λαρὸν παρὰ δεῖπνον ἔθηκας 19.317αἶψα καὶ ὀτραλέως, ὁπότε σπερχοίατ̓ Ἀχαιοὶ 19.318Τρωσὶν ἐφ̓ ἱπποδάμοισι φέρειν πολύδακρυν Ἄρηα. 19.319νῦν δὲ σὺ μὲν κεῖσαι δεδαϊγμένος, αὐτὰρ ἐμὸν κῆρ 19.320ἄκμηνον πόσιος καὶ ἐδητύος ἔνδον ἐόντων 19.321σῇ ποθῇ· οὐ μὲν γάρ τι κακώτερον ἄλλο πάθοιμι, 19.322οὐ δ̓ εἴ κεν τοῦ πατρὸς ἀποφθιμένοιο πυθοίμην, 19.323ὅς που νῦν Φθίηφι τέρεν κατὰ δάκρυον εἴβει 19.324χήτεϊ τοιοῦδ̓ υἷος· δ̓ ἀλλοδαπῷ ἐνὶ δήμῳ 19.325εἵνεκα ῥιγεδανῆς Ἑλένης Τρωσὶν πολεμίζω· 19.326ἠὲ τὸν ὃς Σκύρῳ μοι ἔνι τρέφεται φίλος υἱός, 19.327εἴ που ἔτι ζώει γε Νεοπτόλεμος θεοειδής. 19.328πρὶν μὲν γάρ μοι θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει 19.329οἶον ἐμὲ φθίσεσθαι ἀπ̓ Ἄργεος ἱπποβότοιο 19.330αὐτοῦ ἐνὶ Τροίῃ, σὲ δέ τε Φθίην δὲ νέεσθαι, 19.331ὡς ἄν μοι τὸν παῖδα θοῇ ἐνὶ νηῒ μελαίνῃ 19.332Σκυρόθεν ἐξαγάγοις καί οἱ δείξειας ἕκαστα 19.333κτῆσιν ἐμὴν δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα. 19.334ἤδη γὰρ Πηλῆά γ̓ ὀΐομαι ἢ κατὰ πάμπαν 19.335τεθνάμεν, ἤ που τυτθὸν ἔτι ζώοντ̓ ἀκάχησθαι 19.336γήραΐ τε στυγερῷ καὶ ἐμὴν ποτιδέγμενον αἰεὶ 19.337λυγρὴν ἀγγελίην, ὅτ̓ ἀποφθιμένοιο πύθηται. 19.338ὣς ἔφατο κλαίων, ἐπὶ δὲ στενάχοντο γέροντες, 19.339μνησάμενοι τὰ ἕκαστος ἐνὶ μεγάροισιν ἔλειπον· 19.340μυρομένους δ̓ ἄρα τούς γε ἰδὼν ἐλέησε Κρονίων, 19.341αἶψα δ̓ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα· 19.342τέκνον ἐμόν, δὴ πάμπαν ἀποίχεαι ἀνδρὸς ἑῆος. 19.343ἦ νύ τοι οὐκέτι πάγχυ μετὰ φρεσὶ μέμβλετ̓ Ἀχιλλεύς; 19.344κεῖνος γε προπάροιθε νεῶν ὀρθοκραιράων 19.345ἧσται ὀδυρόμενος ἕταρον φίλον· οἳ δὲ δὴ ἄλλοι 19.346οἴχονται μετὰ δεῖπνον, δ̓ ἄκμηνος καὶ ἄπαστος. 19.347ἀλλ̓ ἴθι οἱ νέκτάρ τε καὶ ἀμβροσίην ἐρατεινὴν 19.348στάξον ἐνὶ στήθεσσ̓, ἵνα μή μιν λιμὸς ἵκηται. 19.349ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην· 19.350 δ̓ ἅρπῃ ἐϊκυῖα τανυπτέρυγι λιγυφώνῳ 19.351οὐρανοῦ ἐκκατεπᾶλτο δἰ αἰθέρος. αὐτὰρ Ἀχαιοὶ 19.352αὐτίκα θωρήσσοντο κατὰ στρατόν· δ̓ Ἀχιλῆϊ 19.353νέκταρ ἐνὶ στήθεσσι καὶ ἀμβροσίην ἐρατεινὴν 19.354στάξ̓, ἵνα μή μιν λιμὸς ἀτερπὴς γούναθ̓ ἵκοιτο· 19.355αὐτὴ δὲ πρὸς πατρὸς ἐρισθενέος πυκινὸν δῶ 19.356ᾤχετο, τοὶ δ̓ ἀπάνευθε νεῶν ἐχέοντο θοάων. 19.357ὡς δ̓ ὅτε ταρφειαὶ νιφάδες Διὸς ἐκποτέονται 19.358ψυχραὶ ὑπὸ ῥιπῆς αἰθρηγενέος Βορέαο, 19.359ὣς τότε ταρφειαὶ κόρυθες λαμπρὸν γανόωσαι 19.360νηῶν ἐκφορέοντο καὶ ἀσπίδες ὀμφαλόεσσαι 19.361θώρηκές τε κραταιγύαλοι καὶ μείλινα δοῦρα. 19.362αἴγλη δ̓ οὐρανὸν ἷκε, γέλασσε δὲ πᾶσα περὶ χθὼν 19.363χαλκοῦ ὑπὸ στεροπῆς· ὑπὸ δὲ κτύπος ὄρνυτο ποσσὶν 19.364ἀνδρῶν· ἐν δὲ μέσοισι κορύσσετο δῖος Ἀχιλλεύς. 19.365τοῦ καὶ ὀδόντων μὲν καναχὴ πέλε, τὼ δέ οἱ ὄσσε 19.366λαμπέσθην ὡς εἴ τε πυρὸς σέλας, ἐν δέ οἱ ἦτορ 19.367δῦν̓ ἄχος ἄτλητον· δ̓ ἄρα Τρωσὶν μενεαίνων 19.368δύσετο δῶρα θεοῦ, τά οἱ Ἥφαιστος κάμε τεύχων. 19.369κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε 19.370καλὰς ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας· 19.371δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνεν. 19.372ἀμφὶ δ̓ ἄῤ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον 19.373χάλκεον· αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε 19.374εἵλετο, τοῦ δ̓ ἀπάνευθε σέλας γένετ̓ ἠΰτε μήνης. 19.375ὡς δ̓ ὅτ̓ ἂν ἐκ πόντοιο σέλας ναύτῃσι φανήῃ 19.376καιομένοιο πυρός, τό τε καίεται ὑψόθ̓ ὄρεσφι 19.377σταθμῷ ἐν οἰοπόλῳ· τοὺς δ̓ οὐκ ἐθέλοντας ἄελλαι 19.378πόντον ἐπ̓ ἰχθυόεντα φίλων ἀπάνευθε φέρουσιν· 19.379ὣς ἀπ̓ Ἀχιλλῆος σάκεος σέλας αἰθέῤ ἵκανε 19.380καλοῦ δαιδαλέου· περὶ δὲ τρυφάλειαν ἀείρας 19.381κρατὶ θέτο βριαρήν· δ̓ ἀστὴρ ὣς ἀπέλαμπεν 19.382ἵππουρις τρυφάλεια, περισσείοντο δ̓ ἔθειραι 19.383χρύσεαι, ἃς Ἥφαιστος ἵει λόφον ἀμφὶ θαμειάς. 19.384πειρήθη δ̓ ἕο αὐτοῦ ἐν ἔντεσι δῖος Ἀχιλλεύς, 19.385εἰ οἷ ἐφαρμόσσειε καὶ ἐντρέχοι ἀγλαὰ γυῖα· 19.386τῷ δ̓ εὖτε πτερὰ γίγνετ̓, ἄειρε δὲ ποιμένα λαῶν. 19.387ἐκ δ̓ ἄρα σύριγγος πατρώϊον ἐσπάσατ̓ ἔγχος 19.388βριθὺ μέγα στιβαρόν· τὸ μὲν οὐ δύνατ̓ ἄλλος Ἀχαιῶν 19.389πάλλειν, ἀλλά μιν οἶος ἐπίστατο πῆλαι Ἀχιλλεύς· 19.390Πηλιάδα μελίην, τὴν πατρὶ φίλῳ πόρε Χείρων 19.391Πηλίου ἐκ κορυφῆς φόνον ἔμμεναι ἡρώεσσιν· 19.392ἵππους δ̓ Αὐτομέδων τε καὶ Ἄλκιμος ἀμφιέποντες 19.393ζεύγνυον· ἀμφὶ δὲ καλὰ λέπαδν̓ ἕσαν, ἐν δὲ χαλινοὺς 19.394γαμφηλῇς ἔβαλον, κατὰ δ̓ ἡνία τεῖναν ὀπίσσω 19.395κολλητὸν ποτὶ δίφρον. δὲ μάστιγα φαεινὴν 19.396χειρὶ λαβὼν ἀραρυῖαν ἐφ̓ ἵπποιιν ἀνόρουσεν 19.397Αὐτομέδων· ὄπιθεν δὲ κορυσσάμενος βῆ Ἀχιλλεὺς 19.398τεύχεσι παμφαίνων ὥς τ̓ ἠλέκτωρ Ὑπερίων, 19.399σμερδαλέον δ̓ ἵπποισιν ἐκέκλετο πατρὸς ἑοῖο· 19.400Ξάνθέ τε καὶ Βαλίε τηλεκλυτὰ τέκνα Ποδάργης 19.401ἄλλως δὴ φράζεσθε σαωσέμεν ἡνιοχῆα 19.402ἂψ Δαναῶν ἐς ὅμιλον ἐπεί χ̓ ἕωμεν πολέμοιο, 19.403μη δ̓ ὡς Πάτροκλον λίπετ̓ αὐτόθι τεθνηῶτα. 19.404τὸν δ̓ ἄῤ ὑπὸ ζυγόφι προσέφη πόδας αἰόλος ἵππος 19.405Ξάνθος, ἄφαρ δ̓ ἤμυσε καρήατι· πᾶσα δὲ χαίτη 19.406ζεύγλης ἐξεριποῦσα παρὰ ζυγὸν οὖδας ἵκανεν· 19.407αὐδήεντα δ̓ ἔθηκε θεὰ λευκώλενος Ἥρη· 19.408καὶ λίην σ̓ ἔτι νῦν γε σαώσομεν ὄβριμ̓ Ἀχιλλεῦ· 19.409ἀλλά τοι ἐγγύθεν ἦμαρ ὀλέθριον· οὐ δέ τοι ἡμεῖς 19.410αἴτιοι, ἀλλὰ θεός τε μέγας καὶ Μοῖρα κραταιή. 19.411οὐ δὲ γὰρ ἡμετέρῃ βραδυτῆτί τε νωχελίῃ τε 19.412Τρῶες ἀπ̓ ὤμοιιν Πατρόκλου τεύχἐ ἕλοντο· 19.413ἀλλὰ θεῶν ὤριστος, ὃν ἠΰκομος τέκε Λητώ, 19.414ἔκταν̓ ἐνὶ προμάχοισι καὶ Ἕκτορι κῦδος ἔδωκε. 19.415νῶϊ δὲ καί κεν ἅμα πνοιῇ Ζεφύροιο θέοιμεν, 19.416ἥν περ ἐλαφροτάτην φάσ̓ ἔμμεναι· ἀλλὰ σοὶ αὐτῷ 19.417μόρσιμόν ἐστι θεῷ τε καὶ ἀνέρι ἶφι δαμῆναι. 19.418ὣς ἄρα φωνήσαντος Ἐρινύες ἔσχεθον αὐδήν. 19.419τὸν δὲ μέγ̓ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· 19.420Ξάνθε τί μοι θάνατον μαντεύεαι; οὐ δέ τί σε χρή. 19.421εὖ νυ τὸ οἶδα καὶ αὐτὸς μοι μόρος ἐνθάδ̓ ὀλέσθαι 19.422νόσφι φίλου πατρὸς καὶ μητέρος· ἀλλὰ καὶ ἔμπης 19.423οὐ λήξω πρὶν Τρῶας ἅδην ἐλάσαι πολέμοιο. 19.424 ῥα, καὶ ἐν πρώτοις ἰάχων ἔχε μώνυχας ἵππους.