ILIAD Elucidated - Book 4
4.1οἳ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἠγορόωντο 4.2χρυσέῳ ἐν δαπέδῳ, μετὰ δέ σφισι πότνια Ἥβη 4.3νέκταρ ἐοινοχόει· τοὶ δὲ χρυσέοις δεπάεσσι 4.4δειδέχατ̓ ἀλλήλους, Τρώων πόλιν εἰσορόωντες· 4.5αὐτίκ̓ ἐπειρᾶτο Κρονίδης ἐρεθιζέμεν Ἥρην 4.6κερτομίοις ἐπέεσσι παραβλήδην ἀγορεύων· 4.7δοιαὶ μὲν Μενελάῳ ἀρηγόνες εἰσὶ θεάων 4.8Ἥρη τ̓ Ἀργείη καὶ Ἀλαλκομενηῒς Ἀθήνη. 4.9ἀλλ̓ ἤτοι ταὶ νόσφι καθήμεναι εἰσορόωσαι 4.10τέρπεσθον· τῷ δ̓ αὖτε φιλομειδὴς Ἀφροδίτη 4.11αἰεὶ παρμέμβλωκε καὶ αὐτοῦ κῆρας ἀμύνει· 4.12καὶ νῦν ἐξεσάωσεν ὀϊόμενον θανέεσθαι. 4.13ἀλλ̓ ἤτοι νίκη μὲν ἀρηϊφίλου Μενελάου· 4.14ἡμεῖς δὲ φραζώμεθ̓ ὅπως ἔσται τάδε ἔργα, 4.15ἤ ῥ̓ αὖτις πόλεμόν τε κακὸν καὶ φύλοπιν αἰνὴν 4.16ὄρσομεν, ἦ φιλότητα μετ̓ ἀμφοτέροισι βάλωμεν. 4.17εἰ δ̓ αὖ πως τόδε πᾶσι φίλον καὶ ἡδὺ γένοιτο, 4.18ἤτοι μὲν οἰκέοιτο πόλις Πριάμοιο ἄνακτος, 4.19αὖτις δ̓ Ἀργείην Ἑλένην Μενέλαος ἄγοιτο. 4.20ὣς ἔφαθ̓, αἳ δ̓ ἐπέμυξαν Ἀθηναίη τε καὶ Ἥρη· 4.21πλησίαι αἵ γ̓ ἥσθην, κακὰ δὲ Τρώεσσι μεδέσθην. 4.22ἤτοι Ἀθηναίη ἀκέων ἦν οὐ δέ τι εἶπε 4.23σκυζομένη Διὶ πατρί, χόλος δέ μιν ἄγριος ᾕρει· 4.24Ἥρῃ δ̓ οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα· 4.25αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες· 4.26πῶς ἐθέλεις ἅλιον θεῖναι πόνον ἠδ̓ ἀτέλεστον, 4.27ἱδρῶ θ̓ ὃν ἵδρωσα μόγῳ, καμέτην δέ μοι ἵπποι 4.28λαὸν ἀγειρούσῃ, Πριάμῳ κακὰ τοῖό τε παισίν. 4.29ἕρδ̓· ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι. 4.30τὴν δὲ μέγ̓ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς· 4.31δαιμονίη τί νύ σε Πρίαμος Πριάμοιό τε παῖδες 4.32τόσσα κακὰ ῥέζουσιν, ὅ τ̓ ἀσπερχὲς μενεαίνεις 4.33Ἰλίου ἐξαλαπάξαι ἐϋκτίμενον πτολίεθρον; 4.34εἰ δὲ σύ γ̓ εἰσελθοῦσα πύλας καὶ τείχεα μακρὰ 4.35ὠμὸν βεβρώθοις Πρίαμον Πριάμοιό τε παῖδας 4.36ἄλλους τε Τρῶας, τότε κεν χόλον ἐξακέσαιο. 4.37ἕρξον ὅπως ἐθέλεις· μὴ τοῦτό γε νεῖκος ὀπίσσω 4.38σοὶ καὶ ἐμοὶ μέγ̓ ἔρισμα μετ̓ ἀμφοτέροισι γένηται. 4.39ἄλλο δέ τοι ἐρέω, σὺ δ̓ ἐνὶ φρεσὶ βάλλεο σῇσιν· 4.40ὁππότε κεν καὶ ἐγὼ μεμαὼς πόλιν ἐξαλαπάξαι 4.41τὴν ἐθέλω ὅθι τοι φίλοι ἀνέρες ἐγγεγάασι, 4.42μή τι διατρίβειν τὸν ἐμὸν χόλον, ἀλλά μ̓ ἐᾶσαι· 4.43καὶ γὰρ ἐγὼ σοὶ δῶκα ἑκὼν ἀέκοντί γε θυμῷ· 4.44αἳ γὰρ ὑπ̓ ἠελίῳ τε καὶ οὐρανῷ ἀστερόεντι 4.45ναιετάουσι πόληες ἐπιχθονίων ἀνθρώπων, 4.46τάων μοι περὶ κῆρι τιέσκετο Ἴλιος ἱρὴ 4.47καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο. 4.48οὐ γάρ μοί ποτε βωμὸς ἐδεύετο δαιτὸς ἐΐσης 4.49λοιβῆς τε κνίσης τε· τὸ γὰρ λάχομεν γέρας ἡμεῖς. 4.50τὸν δ̓ ἠμείβετ̓ ἔπειτα βοῶπις πότνια Ἥρη· 4.51ἤτοι ἐμοὶ τρεῖς μὲν πολὺ φίλταταί εἰσι πόληες 4.52Ἄργός τε Σπάρτη τε καὶ εὐρυάγυια Μυκήνη· 4.53τὰς διαπέρσαι ὅτ̓ ἄν τοι ἀπέχθωνται περὶ κῆρι· 4.54τάων οὔ τοι ἐγὼ πρόσθ̓ ἵσταμαι οὐ δὲ μεγαίρω. 4.55εἴ περ γὰρ φθονέω τε καὶ οὐκ εἰῶ διαπέρσαι, 4.56οὐκ ἀνύω φθονέουσ̓ ἐπεὶ ἦ πολὺ φέρτερός ἐσσι. 4.57ἀλλὰ χρὴ καὶ ἐμὸν θέμεναι πόνον οὐκ ἀτέλεστον· 4.58καὶ γὰρ ἐγὼ θεός εἰμι, γένος δέ μοι ἔνθεν ὅθεν σοί, 4.59καί με πρεσβυτάτην τέκετο Κρόνος ἀγκυλομήτης, 4.60ἀμφότερον γενεῇ τε καὶ οὕνεκα σὴ παράκοιτις 4.61κέκλημαι, σὺ δὲ πᾶσι μετ̓ ἀθανάτοισιν ἀνάσσεις. 4.62ἀλλ̓ ἤτοι μὲν ταῦθ̓ ὑποείξομεν ἀλλήλοισι, 4.63σοὶ μὲν ἐγώ, σὺ δ̓ ἐμοί· ἐπὶ δ̓ ἕψονται θεοὶ ἄλλοι 4.64ἀθάνατοι· σὺ δὲ θᾶσσον Ἀθηναίῃ ἐπιτεῖλαι 4.65ἐλθεῖν ἐς Τρώων καὶ Ἀχαιῶν φύλοπιν αἰνήν, 4.66πειρᾶν δ̓ ὥς κε Τρῶες ὑπερκύδαντας Ἀχαιοὺς 4.67ἄρξωσι πρότεροι ὑπὲρ ὅρκια δηλήσασθαι. 4.68ὣς ἔφατ̓, οὐ δ̓ ἀπίθησε πατὴρ ἀνδρῶν τε θεῶν τε· 4.69αὐτίκ̓ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα· 4.70αἶψα μάλ̓ ἐς στρατὸν ἐλθὲ μετὰ Τρῶας καὶ Ἀχαιούς, 4.71πειρᾶν δ̓ ὥς κε Τρῶες ὑπερκύδαντας Ἀχαιοὺς 4.72ἄρξωσι πρότεροι ὑπὲρ ὅρκια δηλήσασθαι. 4.73ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην, 4.74βῆ δὲ κατ̓ Οὐλύμποιο καρήνων ἀΐξασα. 4.75οἷον δ̓ ἀστέρα ἧκε Κρόνου πάϊς ἀγκυλομήτεω 4.76ἢ ναύτῃσι τέρας ἠὲ στρατῷ εὐρέϊ λαῶν 4.77λαμπρόν· τοῦ δέ τε πολλοὶ ἀπὸ σπινθῆρες ἵενται· 4.78τῷ ἐϊκυῖ̓ ἤϊξεν ἐπὶ χθόνα Παλλὰς Ἀθήνη, 4.79κὰδ δ̓ ἔθοῤ ἐς μέσσον· θάμβος δ̓ ἔχεν εἰσορόωντας 4.80Τρῶάς θ̓ ἱπποδάμους καὶ ἐϋκνήμιδας Ἀχαιούς· 4.81ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον· 4.82ἦ ῥ̓ αὖτις πόλεμός τε κακὸς καὶ φύλοπις αἰνὴ 4.83ἔσσεται, ἢ φιλότητα μετ̓ ἀμφοτέροισι τίθησι 4.84Ζεύς, ὅς τ̓ ἀνθρώπων ταμίης πολέμοιο τέτυκται. 4.85ὣς ἄρα τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε. 4.86ἣ δ̓ ἀνδρὶ ἰκέλη Τρώων κατεδύσεθ̓ ὅμιλον 4.87Λαοδόκῳ Ἀντηνορίδῃ κρατερῷ αἰχμητῇ, 4.88Πάνδαρον ἀντίθεον διζημένη εἴ που ἐφεύροι. 4.89εὗρε Λυκάονος υἱὸν ἀμύμονά τε κρατερόν τε 4.90ἑσταότ̓· ἀμφὶ δέ μιν κρατεραὶ στίχες ἀσπιστάων 4.91λαῶν, οἵ οἱ ἕποντο ἀπ̓ Αἰσήποιο ῥοάων· 4.92ἀγχοῦ δ̓ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα· 4.93ἦ ῥά νύ μοί τι πίθοιο Λυκάονος υἱὲ δαΐφρον. 4.94τλαίης κεν Μενελάῳ ἐπιπροέμεν ταχὺν ἰόν, 4.95πᾶσι δέ κε Τρώεσσι χάριν καὶ κῦδος ἄροιο, 4.96ἐκ πάντων δὲ μάλιστα Ἀλεξάνδρῳ βασιλῆϊ. 4.97τοῦ κεν δὴ πάμπρωτα παῤ ἀγλαὰ δῶρα φέροιο, 4.98αἴ κεν ἴδῃ Μενέλαον ἀρήϊον Ἀτρέος υἱὸν 4.99σῷ βέλεϊ δμηθέντα πυρῆς ἐπιβάντ̓ ἀλεγεινῆς. 4.100ἀλλ̓ ἄγ̓ ὀΐστευσον Μενελάου κυδαλίμοιο, 4.101εὔχεο δ̓ Ἀπόλλωνι Λυκηγενέϊ κλυτοτόξῳ 4.102ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην 4.103οἴκαδε νοστήσας ἱερῆς εἰς ἄστυ Ζελείης. 4.104ὣς φάτ̓ Ἀθηναίη, τῷ δὲ φρένας ἄφρονι πεῖθεν· 4.105αὐτίκ̓ ἐσύλα τόξον ἐΰξοον ἰξάλου αἰγὸς 4.106ἀγρίου, ὅν ῥά ποτ̓ αὐτὸς ὑπὸ στέρνοιο τυχήσας 4.107πέτρης ἐκβαίνοντα δεδεγμένος ἐν προδοκῇσι 4.108βεβλήκει πρὸς στῆθος· ὃ δ̓ ὕπτιος ἔμπεσε πέτρῃ. 4.109τοῦ κέρα ἐκ κεφαλῆς ἑκκαιδεκάδωρα πεφύκει· 4.110καὶ τὰ μὲν ἀσκήσας κεραοξόος ἤραρε τέκτων, 4.111πᾶν δ̓ εὖ λειήνας χρυσέην ἐπέθηκε κορώνην. 4.112καὶ τὸ μὲν εὖ κατέθηκε τανυσσάμενος ποτὶ γαίῃ 4.113ἀγκλίνας· πρόσθεν δὲ σάκεα σχέθον ἐσθλοὶ ἑταῖροι 4.114μὴ πρὶν ἀναΐξειαν ἀρήϊοι υἷες Ἀχαιῶν 4.115πρὶν βλῆσθαι Μενέλαον ἀρήϊον Ἀτρέος υἱόν. 4.116αὐτὰρ ὁ σύλα πῶμα φαρέτρης, ἐκ δ̓ ἕλετ̓ ἰὸν 4.117ἀβλῆτα πτερόεντα μελαινέων ἕρμ̓ ὀδυνάων· 4.118αἶψα δ̓ ἐπὶ νευρῇ κατεκόσμει πικρὸν ὀϊστόν, 4.119εὔχετο δ̓ Ἀπόλλωνι Λυκηγενέϊ κλυτοτόξῳ 4.120ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην 4.121οἴκαδε νοστήσας ἱερῆς εἰς ἄστυ Ζελείης. 4.122ἕλκε δ̓ ὁμοῦ γλυφίδας τε λαβὼν καὶ νεῦρα βόεια· 4.123νευρὴν μὲν μαζῷ πέλασεν, τόξῳ δὲ σίδηρον. 4.124αὐτὰρ ἐπεὶ δὴ κυκλοτερὲς μέγα τόξον ἔτεινε, 4.125λίγξε βιός, νευρὴ δὲ μέγ̓ ἴαχεν, ἆλτο δ̓ ὀϊστὸς 4.126ὀξυβελὴς καθ̓ ὅμιλον ἐπιπτέσθαι μενεαίνων. 4.127οὐ δὲ σέθεν Μενέλαε θεοὶ μάκαρες λελάθοντο 4.128ἀθάνατοι, πρώτη δὲ Διὸς θυγάτηρ ἀγελείη, 4.129ἥ τοι πρόσθε στᾶσα βέλος ἐχεπευκὲς ἄμυνεν. 4.130ἣ δὲ τόσον μὲν ἔεργεν ἀπὸ χροὸς ὡς ὅτε μήτηρ 4.131παιδὸς ἐέργῃ μυῖαν ὅθ̓ ἡδέϊ λέξεται ὕπνῳ, 4.132αὐτὴ δ̓ αὖτ̓ ἴθυνεν ὅθι ζωστῆρος ὀχῆες 4.133χρύσειοι σύνεχον καὶ διπλόος ἤντετο θώρηξ. 4.134ἐν δ̓ ἔπεσε ζωστῆρι ἀρηρότι πικρὸς ὀϊστός· 4.135διὰ μὲν ἂρ ζωστῆρος ἐλήλατο δαιδαλέοιο, 4.136καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο 4.137μίτρης θ̓, ἣν ἐφόρει ἔρυμα χροὸς ἕρκος ἀκόντων, 4.138ἥ οἱ πλεῖστον ἔρυτο· διὰ πρὸ δὲ εἴσατο καὶ τῆς. 4.139ἀκρότατον δ̓ ἄῤ ὀϊστὸς ἐπέγραψε χρόα φωτός· 4.140αὐτίκα δ̓ ἔρρεεν αἷμα κελαινεφὲς ἐξ ὠτειλῆς. 4.141ὡς δ̓ ὅτε τίς τ̓ ἐλέφαντα γυνὴ φοίνικι μιήνῃ 4.142Μῃονὶς ἠὲ Κάειρα παρήϊον ἔμμεναι ἵππων· 4.143κεῖται δ̓ ἐν θαλάμῳ, πολέες τέ μιν ἠρήσαντο 4.144ἱππῆες φορέειν· βασιλῆϊ δὲ κεῖται ἄγαλμα, 4.145ἀμφότερον κόσμός θ̓ ἵππῳ ἐλατῆρί τε κῦδος· 4.146τοῖοί τοι Μενέλαε μιάνθην αἵματι μηροὶ 4.147εὐφυέες κνῆμαί τε ἰδὲ σφυρὰ κάλ̓ ὑπένερθε. 4.148ῥίγησεν δ̓ ἄῤ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων 4.149ὡς εἶδεν μέλαν αἷμα καταρρέον ἐξ ὠτειλῆς· 4.150ῥίγησεν δὲ καὶ αὐτὸς ἀρηΐφιλος Μενέλαος. 4.151ὡς δὲ ἴδεν νεῦρόν τε καὶ ὄγκους ἐκτὸς ἐόντας 4.152ἄψορρόν οἱ θυμὸς ἐνὶ στήθεσσιν ἀγέρθη. 4.153τοῖς δὲ βαρὺ στενάχων μετέφη κρείων Ἀγαμέμνων 4.154χειρὸς ἔχων Μενέλαον, ἐπεστενάχοντο δ̓ ἑταῖροι· 4.155φίλε κασίγνητε θάνατόν νύ τοι ὅρκἰ ἔταμνον 4.156οἶον προστήσας πρὸ Ἀχαιῶν Τρωσὶ μάχεσθαι, 4.157ὥς σ̓ ἔβαλον Τρῶες, κατὰ δ̓ ὅρκια πιστὰ πάτησαν. 4.158οὐ μέν πως ἅλιον πέλει ὅρκιον αἷμά τε ἀρνῶν 4.159σπονδαί τ̓ ἄκρητοι καὶ δεξιαὶ ᾗς ἐπέπιθμεν. 4.160εἴ περ γάρ τε καὶ αὐτίκ̓ Ὀλύμπιος οὐκ ἐτέλεσσεν, 4.161ἔκ τε καὶ ὀψὲ τελεῖ, σύν τε μεγάλῳ ἀπέτισαν 4.162σὺν σφῇσιν κεφαλῇσι γυναιξί τε καὶ τεκέεσσιν. 4.163εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν· 4.164ἔσσεται ἦμαρ ὅτ̓ ἄν ποτ̓ ὀλώλῃ Ἴλιος ἱρὴ 4.165καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο, 4.166Ζεὺς δέ σφι Κρονίδης ὑψίζυγος αἰθέρι ναίων 4.167αὐτὸς ἐπισσείῃσιν ἐρεμνὴν αἰγίδα πᾶσι 4.168τῆσδ̓ ἀπάτης κοτέων· τὰ μὲν ἔσσεται οὐκ ἀτέλεστα· 4.169ἀλλά μοι αἰνὸν ἄχος σέθεν ἔσσεται ὦ Μενέλαε 4.170αἴ κε θάνῃς καὶ πότμον ἀναπλήσῃς βιότοιο. 4.171καί κεν ἐλέγχιστος πολυδίψιον Ἄργος ἱκοίμην· 4.172αὐτίκα γὰρ μνήσονται Ἀχαιοὶ πατρίδος αἴης· 4.173κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιμεν 4.174Ἀργείην Ἑλένην· σέο δ̓ ὀστέα πύσει ἄρουρα 4.175κειμένου ἐν Τροίῃ ἀτελευτήτῳ ἐπὶ ἔργῳ. 4.176καί κέ τις ὧδ̓ ἐρέει Τρώων ὑπερηνορεόντων 4.177τύμβῳ ἐπιθρῴσκων Μενελάου κυδαλίμοιο· 4.178αἴθ̓ οὕτως ἐπὶ πᾶσι χόλον τελέσεἰ Ἀγαμέμνων, 4.179ὡς καὶ νῦν ἅλιον στρατὸν ἤγαγεν ἐνθάδ̓ Ἀχαιῶν, 4.180καὶ δὴ ἔβη οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν 4.181σὺν κεινῇσιν νηυσὶ λιπὼν ἀγαθὸν Μενέλαον. 4.182ὥς ποτέ τις ἐρέει· τότε μοι χάνοι εὐρεῖα χθών. 4.183τὸν δ̓ ἐπιθαρσύνων προσέφη ξανθὸς Μενέλαος· 4.184θάρσει, μη δέ τί πω δειδίσσεο λαὸν Ἀχαιῶν· 4.185οὐκ ἐν καιρίῳ ὀξὺ πάγη βέλος, ἀλλὰ πάροιθεν 4.186εἰρύσατο ζωστήρ τε παναίολος ἠδ̓ ὑπένερθε 4.187ζῶμά τε καὶ μίτρη, τὴν χαλκῆες κάμον ἄνδρες. 4.188τὸν δ̓ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων· 4.189αἲ γὰρ δὴ οὕτως εἴη φίλος ὦ Μενέλαε· 4.190ἕλκος δ̓ ἰητὴρ ἐπιμάσσεται ἠδ̓ ἐπιθήσει 4.191φάρμαχ̓ ἅ κεν παύσῃσι μελαινάων ὀδυνάων. 4.192ἦ καὶ Ταλθύβιον θεῖον κήρυκα προσηύδα· 4.193Ταλθύβἰ ὅττι τάχιστα Μαχάονα δεῦρο κάλεσσον 4.194φῶτ̓ Ἀσκληπιοῦ υἱὸν ἀμύμονος ἰητῆρος, 4.195ὄφρα ἴδῃ Μενέλαον ἀρήϊον Ἀτρέος υἱόν, 4.196ὅν τις ὀϊστεύσας ἔβαλεν τόξων ἐῢ εἰδὼς 4.197Τρώων ἢ Λυκίων, τῷ μὲν κλέος, ἄμμι δὲ πένθος. 4.198ὣς ἔφατ̓, οὐ δ̓ ἄρα οἱ κῆρυξ ἀπίθησεν ἀκούσας, 4.199βῆ δ̓ ἰέναι κατὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων 4.200παπταίνων ἥρωα Μαχάονα· τὸν δὲ νόησεν 4.201ἑσταότ̓· ἀμφὶ δέ μιν κρατεραὶ στίχες ἀσπιστάων 4.202λαῶν, οἵ οἱ ἕποντο Τρίκης ἐξ ἱπποβότοιο. 4.203ἀγχοῦ δ̓ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα· 4.204ὄρσ̓ Ἀσκληπιάδη, καλέει κρείων Ἀγαμέμνων, 4.205ὄφρα ἴδῃς Μενέλαον ἀρήϊον ἀρχὸν Ἀχαιῶν, 4.206ὅν τις ὀϊστεύσας ἔβαλεν τόξων ἐῢ εἰδὼς 4.207Τρώων ἢ Λυκίων, τῷ μὲν κλέος, ἄμμι δὲ πένθος. 4.208ὣς φάτο, τῷ δ̓ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε· 4.209βὰν δ̓ ἰέναι καθ̓ ὅμιλον ἀνὰ στρατὸν εὐρὺν Ἀχαιῶν. 4.210ἀλλ̓ ὅτε δή ῥ̓ ἵκανον ὅθι ξανθὸς Μενέλαος 4.211βλήμενος ἦν, περὶ δ̓ αὐτὸν ἀγηγέραθ̓ ὅσσοι ἄριστοι 4.212κυκλόσ̓, ὃ δ̓ ἐν μέσσοισι παρίστατο ἰσόθεος φώς, 4.213αὐτίκα δ̓ ἐκ ζωστῆρος ἀρηρότος ἕλκεν ὀϊστόν· 4.214τοῦ δ̓ ἐξελκομένοιο πάλιν ἄγεν ὀξέες ὄγκοι. 4.215λῦσε δέ οἱ ζωστῆρα παναίολον ἠδ̓ ὑπένερθε 4.216ζῶμά τε καὶ μίτρην, τὴν χαλκῆες κάμον ἄνδρες. 4.217αὐτὰρ ἐπεὶ ἴδεν ἕλκος ὅθ̓ ἔμπεσε πικρὸς ὀϊστός, 4.218αἷμ̓ ἐκμυζήσας ἐπ̓ ἄῤ ἤπια φάρμακα εἰδὼς 4.219πάσσε, τά οἵ ποτε πατρὶ φίλα φρονέων πόρε Χείρων. 4.220ὄφρα τοὶ ἀμφεπένοντο βοὴν ἀγαθὸν Μενέλαον, 4.221τόφρα δ̓ ἐπὶ Τρώων στίχες ἤλυθον ἀσπιστάων· 4.222οἳ δ̓ αὖτις κατὰ τεύχἐ ἔδυν, μνήσαντο δὲ χάρμης. 4.223ἔνθ̓ οὐκ ἂν βρίζοντα ἴδοις Ἀγαμέμνονα δῖον 4.224οὐ δὲ καταπτώσσοντ̓ οὐ δ̓ οὐκ ἐθέλοντα μάχεσθαι, 4.225ἀλλὰ μάλα σπεύδοντα μάχην ἐς κυδιάνειραν. 4.226ἵππους μὲν γὰρ ἔασε καὶ ἅρματα ποικίλα χαλκῷ· 4.227καὶ τοὺς μὲν θεράπων ἀπάνευθ̓ ἔχε φυσιόωντας 4.228Εὐρυμέδων υἱὸς Πτολεμαίου Πειραΐδαο· 4.229τῷ μάλα πόλλ̓ ἐπέτελλε παρισχέμεν ὁππότε κέν μιν 4.230γυῖα λάβῃ κάματος πολέας διὰ κοιρανέοντα· 4.231αὐτὰρ ὃ πεζὸς ἐὼν ἐπεπωλεῖτο στίχας ἀνδρῶν· 4.232καί ῥ̓ οὓς μὲν σπεύδοντας ἴδοι Δαναῶν ταχυπώλων, 4.233τοὺς μάλα θαρσύνεσκε παριστάμενος ἐπέεσσιν· 4.234Ἀργεῖοι μή πώ τι μεθίετε θούριδος ἀλκῆς· 4.235οὐ γὰρ ἐπὶ ψευδέσσι πατὴρ Ζεὺς ἔσσετ̓ ἀρωγός, 4.236ἀλλ̓ οἵ περ πρότεροι ὑπὲρ ὅρκια δηλήσαντο 4.237τῶν ἤτοι αὐτῶν τέρενα χρόα γῦπες ἔδονται, 4.238ἡμεῖς αὖτ̓ ἀλόχους τε φίλας καὶ νήπια τέκνα 4.239ἄξομεν ἐν νήεσσιν, ἐπὴν πτολίεθρον ἕλωμεν. 4.240οὕς τινας αὖ μεθιέντας ἴδοι στυγεροῦ πολέμοιο, 4.241τοὺς μάλα νεικείεσκε χολωτοῖσιν ἐπέεσσιν· 4.242Ἀργεῖοι ἰόμωροι ἐλεγχέες οὔ νυ σέβεσθε; 4.243τίφθ̓ οὕτως ἔστητε τεθηπότες ἠΰτε νεβροί, 4.244αἵ τ̓ ἐπεὶ οὖν ἔκαμον πολέος πεδίοιο θέουσαι 4.245ἑστᾶσ̓, οὐ δ̓ ἄρα τίς σφι μετὰ φρεσὶ γίγνεται ἀλκή· 4.246ὣς ὑμεῖς ἔστητε τεθηπότες οὐ δὲ μάχεσθε. 4.247ἦ μένετε Τρῶας σχεδὸν ἐλθέμεν ἔνθά τε νῆες 4.248εἰρύατ̓ εὔπρυμνοι πολιῆς ἐπὶ θινὶ θαλάσσης, 4.249ὄφρα ἴδητ̓ αἴ κ̓ ὔμμιν ὑπέρσχῃ χεῖρα Κρονίων; 4.250ὣς ὅ γε κοιρανέων ἐπεπωλεῖτο στίχας ἀνδρῶν· 4.251ἦλθε δ̓ ἐπὶ Κρήτεσσι κιὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν. 4.252οἳ δ̓ ἀμφ̓ Ἰδομενῆα δαΐφρονα θωρήσσοντο· 4.253Ἰδομενεὺς μὲν ἐνὶ προμάχοις συῒ εἴκελος ἀλκήν, 4.254Μηριόνης δ̓ ἄρα οἱ πυμάτας ὄτρυνε φάλαγγας. 4.255τοὺς δὲ ἰδὼν γήθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων, 4.256αὐτίκα δ̓ Ἰδομενῆα προσηύδα μειλιχίοισιν· 4.257Ἰδομενεῦ περὶ μέν σε τίω Δαναῶν ταχυπώλων 4.258ἠμὲν ἐνὶ πτολέμῳ ἠδ̓ ἀλλοίῳ ἐπὶ ἔργῳ 4.259ἠδ̓ ἐν δαίθ̓, ὅτε πέρ τε γερούσιον αἴθοπα οἶνον 4.260Ἀργείων οἳ ἄριστοι ἐνὶ κρητῆρι κέρωνται. 4.261εἴ περ γάρ τ̓ ἄλλοι γε κάρη κομόωντες Ἀχαιοὶ 4.262δαιτρὸν πίνωσιν, σὸν δὲ πλεῖον δέπας αἰεὶ 4.263ἕστηχ̓, ὥς περ ἐμοί, πιέειν ὅτε θυμὸς ἀνώγοι. 4.264ἀλλ̓ ὄρσευ πόλεμον δ̓ οἷος πάρος εὔχεαι εἶναι. 4.265τὸν δ̓ αὖτ̓ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα· 4.266Ἀτρεΐδη μάλα μέν τοι ἐγὼν ἐρίηρος ἑταῖρος 4.267ἔσσομαι, ὡς τὸ πρῶτον ὑπέστην καὶ κατένευσα· 4.268ἀλλ̓ ἄλλους ὄτρυνε κάρη κομόωντας Ἀχαιοὺς 4.269ὄφρα τάχιστα μαχώμεθ̓, ἐπεὶ σύν γ̓ ὅρκἰ ἔχευαν 4.270Τρῶες· τοῖσιν δ̓ αὖ θάνατος καὶ κήδἐ ὀπίσσω 4.271ἔσσετ̓ ἐπεὶ πρότεροι ὑπὲρ ὅρκια δηλήσαντο. 4.272ὣς ἔφατ̓, Ἀτρεΐδης δὲ παρῴχετο γηθόσυνος κῆρ· 4.273ἦλθε δ̓ ἐπ̓ Αἰάντεσσι κιὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν· 4.274τὼ δὲ κορυσσέσθην, ἅμα δὲ νέφος εἵπετο πεζῶν. 4.275ὡς δ̓ ὅτ̓ ἀπὸ σκοπιῆς εἶδεν νέφος αἰπόλος ἀνὴρ 4.276ἐρχόμενον κατὰ πόντον ὑπὸ Ζεφύροιο ἰωῆς· 4.277τῷ δέ τ̓ ἄνευθεν ἐόντι μελάντερον ἠΰτε πίσσα 4.278φαίνετ̓ ἰὸν κατὰ πόντον, ἄγει δέ τε λαίλαπα πολλήν, 4.279ῥίγησέν τε ἰδών, ὑπό τε σπέος ἤλασε μῆλα· 4.280τοῖαι ἅμ̓ Αἰάντεσσι διοτρεφέων αἰζηῶν 4.281δήϊον ἐς πόλεμον πυκιναὶ κίνυντο φάλαγγες 4.282κυάνεαι, σάκεσίν τε καὶ ἔγχεσι πεφρικυῖαι. 4.283καὶ τοὺς μὲν γήθησεν ἰδὼν κρείων Ἀγαμέμνων, 4.284καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα· 4.285Αἴαντ̓ Ἀργείων ἡγήτορε χαλκοχιτώνων, 4.286σφῶϊ μέν· οὐ γὰρ ἔοικ̓ ὀτρυνέμεν· οὔ τι κελεύω· 4.287αὐτὼ γὰρ μάλα λαὸν ἀνώγετον ἶφι μάχεσθαι. 4.288αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον 4.289τοῖος πᾶσιν θυμὸς ἐνὶ στήθεσσι γένοιτο· 4.290τώ κε τάχ̓ ἠμύσειε πόλις Πριάμοιο ἄνακτος 4.291χερσὶν ὑφ̓ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε. 4.292ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ, βῆ δὲ μετ̓ ἄλλους· 4.293ἔνθ̓ ὅ γε Νέστοῤ ἔτετμε λιγὺν Πυλίων ἀγορητὴν 4.294οὓς ἑτάρους στέλλοντα καὶ ὀτρύνοντα μάχεσθαι 4.295ἀμφὶ μέγαν Πελάγοντα Ἀλάστορά τε Χρομίον τε 4.296Αἵμονά τε κρείοντα Βίαντά τε ποιμένα λαῶν· 4.297ἱππῆας μὲν πρῶτα σὺν ἵπποισιν καὶ ὄχεσφι, 4.298πεζοὺς δ̓ ἐξόπιθε στῆσεν πολέας τε καὶ ἐσθλοὺς 4.299ἕρκος ἔμεν πολέμοιο· κακοὺς δ̓ ἐς μέσσον ἔλασσεν, 4.300ὄφρα καὶ οὐκ ἐθέλων τις ἀναγκαίῃ πολεμίζοι. 4.301ἱππεῦσιν μὲν πρῶτ̓ ἐπετέλλετο· τοὺς γὰρ ἀνώγει 4.302σφοὺς ἵππους ἐχέμεν μη δὲ κλονέεσθαι ὁμίλῳ· 4.303μη δέ τις ἱπποσύνῃ τε καὶ ἠνορέηφι πεποιθὼς 4.304οἶος πρόσθ̓ ἄλλων μεμάτω Τρώεσσι μάχεσθαι, 4.305μη δ̓ ἀναχωρείτω· ἀλαπαδνότεροι γὰρ ἔσεσθε. 4.306ὃς δέ κ̓ ἀνὴρ ἀπὸ ὧν ὀχέων ἕτεῤ ἅρμαθ̓ ἵκηται 4.307ἔγχει ὀρεξάσθω, ἐπεὶ ἦ πολὺ φέρτερον οὕτω. 4.308ὧδε καὶ οἱ πρότεροι πόλεας καὶ τείχἐ ἐπόρθεον 4.309τόνδε νόον καὶ θυμὸν ἐνὶ στήθεσσιν ἔχοντες. 4.310ὣς ὃ γέρων ὄτρυνε πάλαι πολέμων ἐῢ εἰδώς· 4.311καὶ τὸν μὲν γήθησεν ἰδὼν κρείων Ἀγαμέμνων, 4.312καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· 4.313ὦ γέρον εἴθ̓ ὡς θυμὸς ἐνὶ στήθεσσι φίλοισιν 4.314ὥς τοι γούναθ̓ ἕποιτο, βίη δέ τοι ἔμπεδος εἴη· 4.315ἀλλά σε γῆρας τείρει ὁμοίϊον· ὡς ὄφελέν τις 4.316ἀνδρῶν ἄλλος ἔχειν, σὺ δὲ κουροτέροισι μετεῖναι. 4.317τὸν δ̓ ἠμείβετ̓ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ· 4.318Ἀτρεΐδη μάλα μέν τοι ἐγὼν ἐθέλοιμι καὶ αὐτὸς 4.319ὣς ἔμεν ὡς ὅτε δῖον Ἐρευθαλίωνα κατέκταν. 4.320ἀλλ̓ οὔ πως ἅμα πάντα θεοὶ δόσαν ἀνθρώποισιν· 4.321εἰ τότε κοῦρος ἔα νῦν αὖτέ με γῆρας ὀπάζει. 4.322ἀλλὰ καὶ ὧς ἱππεῦσι μετέσσομαι ἠδὲ κελεύσω 4.323βουλῇ καὶ μύθοισι· τὸ γὰρ γέρας ἐστὶ γερόντων. 4.324αἰχμὰς δ̓ αἰχμάσσουσι νεώτεροι, οἵ περ ἐμεῖο 4.325ὁπλότεροι γεγάασι πεποίθασίν τε βίηφιν. 4.326ὣς ἔφατ̓, Ἀτρεΐδης δὲ παρῴχετο γηθόσυνος κῆρ. 4.327εὗῤ υἱὸν Πετεῶο Μενεσθῆα πλήξιππον 4.328ἑσταότ̓· ἀμφὶ δ̓ Ἀθηναῖοι μήστωρες ἀϋτῆς· 4.329αὐτὰρ ὃ πλησίον ἑστήκει πολύμητις Ὀδυσσεύς, 4.330πὰρ δὲ Κεφαλλήνων ἀμφὶ στίχες οὐκ ἀλαπαδναὶ 4.331ἕστασαν· οὐ γάρ πώ σφιν ἀκούετο λαὸς ἀϋτῆς, 4.332ἀλλὰ νέον συνορινόμεναι κίνυντο φάλαγγες 4.333Τρώων ἱπποδάμων καὶ Ἀχαιῶν· οἳ δὲ μένοντες 4.334ἕστασαν ὁππότε πύργος Ἀχαιῶν ἄλλος ἐπελθὼν 4.335Τρώων ὁρμήσειε καὶ ἄρξειαν πολέμοιο. 4.336τοὺς δὲ ἰδὼν νείκεσσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων, 4.337καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα· 4.338ὦ υἱὲ Πετεῶο διοτρεφέος βασιλῆος, 4.339καὶ σὺ κακοῖσι δόλοισι κεκασμένε κερδαλεόφρον 4.340τίπτε καταπτώσσοντες ἀφέστατε, μίμνετε δ̓ ἄλλους; 4.341σφῶϊν μέν τ̓ ἐπέοικε μετὰ πρώτοισιν ἐόντας 4.342ἑστάμεν ἠδὲ μάχης καυστείρης ἀντιβολῆσαι· 4.343πρώτω γὰρ καὶ δαιτὸς ἀκουάζεσθον ἐμεῖο, 4.344ὁππότε δαῖτα γέρουσιν ἐφοπλίζωμεν Ἀχαιοί. 4.345ἔνθα φίλ̓ ὀπταλέα κρέα ἔδμεναι ἠδὲ κύπελλα 4.346οἴνου πινέμεναι μελιηδέος ὄφῤ ἐθέλητον· 4.347νῦν δὲ φίλως χ̓ ὁρόῳτε καὶ εἰ δέκα πύργοι Ἀχαιῶν 4.348ὑμείων προπάροιθε μαχοίατο νηλέϊ χαλκῷ. 4.349τὸν δ̓ ἄῤ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς· 4.350Ἀτρεΐδη ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων; 4.351πῶς δὴ φῂς πολέμοιο μεθιέμεν ὁππότ̓ Ἀχαιοὶ 4.352Τρωσὶν ἐφ̓ ἱπποδάμοισιν ἐγείρομεν ὀξὺν Ἄρηα; 4.353ὄψεαι αἴ κ̓ ἐθέλῃσθα καὶ αἴ κέν τοι τὰ μεμήλῃ 4.354Τηλεμάχοιο φίλον πατέρα προμάχοισι μιγέντα 4.355Τρώων ἱπποδάμων· σὺ δὲ ταῦτ̓ ἀνεμώλια βάζεις. 4.356τὸν δ̓ ἐπιμειδήσας προσέφη κρείων Ἀγαμέμνων 4.357ὡς γνῶ χωομένοιο· πάλιν δ̓ ὅ γε λάζετο μῦθον· 4.358διογενὲς Λαερτιάδη πολυμήχαν̓ Ὀδυσσεῦ 4.359οὔτέ σε νεικείω περιώσιον οὔ τε κελεύω· 4.360οἶδα γὰρ ὥς τοι θυμὸς ἐνὶ στήθεσσι φίλοισιν 4.361ἤπια δήνεα οἶδε· τὰ γὰρ φρονέεις ἅ τ̓ ἐγώ περ. 4.362ἀλλ̓ ἴθι ταῦτα δ̓ ὄπισθεν ἀρεσσόμεθ̓ εἴ τι κακὸν νῦν 4.363εἴρηται, τὰ δὲ πάντα θεοὶ μεταμώνια θεῖεν. 4.364ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ, βῆ δὲ μετ̓ ἄλλους. 4.365εὗρε δὲ Τυδέος υἱὸν ὑπέρθυμον Διομήδεα 4.366ἑσταότ̓ ἔν θ̓ ἵπποισι καὶ ἅρμασι κολλητοῖσι· 4.367πὰρ δέ οἱ ἑστήκει Σθένελος Καπανήϊος υἱός. 4.368καὶ τὸν μὲν νείκεσσεν ἰδὼν κρείων Ἀγαμέμνων, 4.369καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· 4.370ὤ μοι Τυδέος υἱὲ δαΐφρονος ἱπποδάμοιο 4.371τί πτώσσεις, τί δ̓ ὀπιπεύεις πολέμοιο γεφύρας; 4.372οὐ μὲν Τυδέϊ γ̓ ὧδε φίλον πτωσκαζέμεν ἦεν, 4.373ἀλλὰ πολὺ πρὸ φίλων ἑτάρων δηΐοισι μάχεσθαι, 4.374ὡς φάσαν οἵ μιν ἴδοντο πονεύμενον· οὐ γὰρ ἔγωγε 4.375ἤντησ̓ οὐ δὲ ἴδον· περὶ δ̓ ἄλλων φασὶ γενέσθαι. 4.376ἤτοι μὲν γὰρ ἄτερ πολέμου εἰσῆλθε Μυκήνας 4.377ξεῖνος ἅμ̓ ἀντιθέῳ Πολυνείκεϊ λαὸν ἀγείρων· 4.378οἳ δὲ τότ̓ ἐστρατόωνθ̓ ἱερὰ πρὸς τείχεα Θήβης, 4.379καί ῥα μάλα λίσσοντο δόμεν κλειτοὺς ἐπικούρους· 4.380οἳ δ̓ ἔθελον δόμεναι καὶ ἐπῄνεον ὡς ἐκέλευον· 4.381ἀλλὰ Ζεὺς ἔτρεψε παραίσια σήματα φαίνων. 4.382οἳ δ̓ ἐπεὶ οὖν ᾤχοντο ἰδὲ πρὸ ὁδοῦ ἐγένοντο, 4.383Ἀσωπὸν δ̓ ἵκοντο βαθύσχοινον λεχεποίην, 4.384ἔνθ̓ αὖτ̓ ἀγγελίην ἐπὶ Τυδῆ στεῖλαν Ἀχαιοί. 4.385αὐτὰρ ὃ βῆ, πολέας δὲ κιχήσατο Καδμεΐωνας 4.386δαινυμένους κατὰ δῶμα βίης Ἐτεοκληείης. 4.387ἔνθ̓ οὐ δὲ ξεῖνός περ ἐὼν ἱππηλάτα Τυδεὺς 4.388τάρβει, μοῦνος ἐὼν πολέσιν μετὰ Καδμείοισιν, 4.389ἀλλ̓ ὅ γ̓ ἀεθλεύειν προκαλίζετο, πάντα δ̓ ἐνίκα 4.390ῥηϊδίως· τοίη οἱ ἐπίρροθος ἦεν Ἀθήνη. 4.391οἳ δὲ χολωσάμενοι Καδμεῖοι κέντορες ἵππων 4.392ἂψ ἄῤ ἀνερχομένῳ πυκινὸν λόχον εἷσαν ἄγοντες 4.393κούρους πεντήκοντα· δύω δ̓ ἡγήτορες ἦσαν, 4.394Μαίων Αἱμονίδης ἐπιείκελος ἀθανάτοισιν, 4.395υἱός τ̓ Αὐτοφόνοιο μενεπτόλεμος Πολυφόντης. 4.396Τυδεὺς μὲν καὶ τοῖσιν ἀεικέα πότμον ἐφῆκε· 4.397πάντας ἔπεφν̓, ἕνα δ̓ οἶον ἵει οἶκον δὲ νέεσθαι· 4.398Μαίον̓ ἄρα προέηκε θεῶν τεράεσσι πιθήσας. 4.399τοῖος ἔην Τυδεὺς Αἰτώλιος· ἀλλὰ τὸν υἱὸν 4.400γείνατο εἷο χέρεια μάχῃ, ἀγορῇ δέ τ̓ ἀμείνω. 4.401ὣς φάτο, τὸν δ̓ οὔ τι προσέφη κρατερὸς Διομήδης 4.402αἰδεσθεὶς βασιλῆος ἐνιπὴν αἰδοίοιο· 4.403τὸν δ̓ υἱὸς Καπανῆος ἀμείψατο κυδαλίμοιο· 4.404Ἀτρεΐδη μὴ ψεύδἐ ἐπιστάμενος σάφα εἰπεῖν· 4.405ἡμεῖς τοι πατέρων μέγ̓ ἀμείνονες εὐχόμεθ̓ εἶναι· 4.406ἡμεῖς καὶ Θήβης ἕδος εἵλομεν ἑπταπύλοιο 4.407παυρότερον λαὸν ἀγαγόνθ̓ ὑπὸ τεῖχος ἄρειον, 4.408πειθόμενοι τεράεσσι θεῶν καὶ Ζηνὸς ἀρωγῇ· 4.409κεῖνοι δὲ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο· 4.410τὼ μή μοι πατέρας ποθ̓ ὁμοίῃ ἔνθεο τιμῇ. 4.411τὸν δ̓ ἄῤ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης· 4.412τέττα, σιωπῇ ἧσο, ἐμῷ δ̓ ἐπιπείθεο μύθῳ· 4.413οὐ γὰρ ἐγὼ νεμεσῶ Ἀγαμέμνονι ποιμένι λαῶν 4.414ὀτρύνοντι μάχεσθαι ἐϋκνήμιδας Ἀχαιούς· 4.415τούτῳ μὲν γὰρ κῦδος ἅμ̓ ἕψεται εἴ κεν Ἀχαιοὶ 4.416Τρῶας δῃώσωσιν ἕλωσί τε Ἴλιον ἱρήν, 4.417τούτῳ δ̓ αὖ μέγα πένθος Ἀχαιῶν δῃωθέντων. 4.418ἀλλ̓ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα θούριδος ἀλκῆς. 4.419ἦ ῥα καὶ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε· 4.420δεινὸν δ̓ ἔβραχε χαλκὸς ἐπὶ στήθεσσιν ἄνακτος 4.421ὀρνυμένου· ὑπό κεν ταλασίφρονά περ δέος εἷλεν. 4.422ὡς δ̓ ὅτ̓ ἐν αἰγιαλῷ πολυηχέϊ κῦμα θαλάσσης 4.423ὄρνυτ̓ ἐπασσύτερον Ζεφύρου ὕπο κινήσαντος· 4.424πόντῳ μέν τε πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα 4.425χέρσῳ ῥηγνύμενον μεγάλα βρέμει, ἀμφὶ δέ τ̓ ἄκρας 4.426κυρτὸν ἐὸν κορυφοῦται, ἀποπτύει δ̓ ἁλὸς ἄχνην· 4.427ὣς τότ̓ ἐπασσύτεραι Δαναῶν κίνυντο φάλαγγες 4.428νωλεμέως πόλεμον δέ· κέλευε δὲ οἷσιν ἕκαστος 4.429ἡγεμόνων· οἳ δ̓ ἄλλοι ἀκὴν ἴσαν, οὐ δέ κε φαίης 4.430τόσσον λαὸν ἕπεσθαι ἔχοντ̓ ἐν στήθεσιν αὐδήν, 4.431σιγῇ δειδιότες σημάντορας· ἀμφὶ δὲ πᾶσι 4.432τεύχεα ποικίλ̓ ἔλαμπε, τὰ εἱμένοι ἐστιχόωντο. 4.433Τρῶες δ̓, ὥς τ̓ ὄϊες πολυπάμονος ἀνδρὸς ἐν αὐλῇ 4.434μυρίαι ἑστήκασιν ἀμελγόμεναι γάλα λευκὸν 4.435ἀζηχὲς μεμακυῖαι ἀκούουσαι ὄπα ἀρνῶν, 4.436ὣς Τρώων ἀλαλητὸς ἀνὰ στρατὸν εὐρὺν ὀρώρει· 4.437οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος οὐ δ̓ ἴα γῆρυς, 4.438ἀλλὰ γλῶσσα μέμικτο, πολύκλητοι δ̓ ἔσαν ἄνδρες. 4.439ὄρσε δὲ τοὺς μὲν Ἄρης, τοὺς δὲ γλαυκῶπις Ἀθήνη 4.440Δεῖμός τ̓ ἠδὲ Φόβος καὶ Ἔρις ἄμοτον μεμαυῖα, 4.441Ἄρεος ἀνδροφόνοιο κασιγνήτη ἑτάρη τε, 4.442ἥ τ̓ ὀλίγη μὲν πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα 4.443οὐρανῷ ἐστήριξε κάρη καὶ ἐπὶ χθονὶ βαίνει· 4.444ἥ σφιν καὶ τότε νεῖκος ὁμοίϊον ἔμβαλε μέσσῳ 4.445ἐρχομένη καθ̓ ὅμιλον ὀφέλλουσα στόνον ἀνδρῶν. 4.446οἳ δ̓ ὅτε δή ῥ̓ ἐς χῶρον ἕνα ξυνιόντες ἵκοντο, 4.447σύν ῥ̓ ἔβαλον ῥινούς, σὺν δ̓ ἔγχεα καὶ μένἐ ἀνδρῶν 4.448χαλκεοθωρήκων· ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι 4.449ἔπληντ̓ ἀλλήλῃσι, πολὺς δ̓ ὀρυμαγδὸς ὀρώρει. 4.450ἔνθα δ̓ ἅμ̓ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν 4.451ὀλλύντων τε καὶ ὀλλυμένων, ῥέε δ̓ αἵματι γαῖα. 4.452ὡς δ̓ ὅτε χείμαρροι ποταμοὶ κατ̓ ὄρεσφι ῥέοντες 4.453ἐς μισγάγκειαν συμβάλλετον ὄβριμον ὕδωρ 4.454κρουνῶν ἐκ μεγάλων κοίλης ἔντοσθε χαράδρης, 4.455τῶν δέ τε τηλόσε δοῦπον ἐν οὔρεσιν ἔκλυε ποιμήν· 4.456ὣς τῶν μισγομένων γένετο ἰαχή τε πόνος τε. 4.457πρῶτος δ̓ Ἀντίλοχος Τρώων ἕλεν ἄνδρα κορυστὴν 4.458ἐσθλὸν ἐνὶ προμάχοισι Θαλυσιάδην Ἐχέπωλον· 4.459τόν ῥ̓ ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης, 4.460ἐν δὲ μετώπῳ πῆξε, πέρησε δ̓ ἄῤ ὀστέον εἴσω 4.461αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψεν, 4.462ἤριπε δ̓ ὡς ὅτε πύργος ἐνὶ κρατερῇ ὑσμίνῃ. 4.463τὸν δὲ πεσόντα ποδῶν ἔλαβε κρείων Ἐλεφήνωρ 4.464Χαλκωδοντιάδης μεγαθύμων ἀρχὸς Ἀβάντων, 4.465ἕλκε δ̓ ὑπ̓ ἐκ βελέων, λελιημένος ὄφρα τάχιστα 4.466τεύχεα συλήσειε· μίνυνθα δέ οἱ γένεθ̓ ὁρμή. 4.467νεκρὸν γὰρ ἐρύοντα ἰδὼν μεγάθυμος Ἀγήνωρ 4.468πλευρά, τά οἱ κύψαντι παῤ ἀσπίδος ἐξεφαάνθη, 4.469οὔτησε ξυστῷ χαλκήρεϊ, λῦσε δὲ γυῖα. 4.470ὣς τὸν μὲν λίπε θυμός, ἐπ̓ αὐτῷ δ̓ ἔργον ἐτύχθη 4.471ἀργαλέον Τρώων καὶ Ἀχαιῶν· οἳ δὲ λύκοι ὣς 4.472ἀλλήλοις ἐπόρουσαν, ἀνὴρ δ̓ ἄνδῤ ἐδνοπάλιζεν. 4.473ἔνθ̓ ἔβαλ̓ Ἀνθεμίωνος υἱὸν Τελαμώνιος Αἴας 4.474ἠΐθεον θαλερὸν Σιμοείσιον, ὅν ποτε μήτηρ 4.475Ἴδηθεν κατιοῦσα παῤ ὄχθῃσιν Σιμόεντος 4.476γείνατ̓, ἐπεί ῥα τοκεῦσιν ἅμ̓ ἕσπετο μῆλα ἰδέσθαι· 4.477τοὔνεκά μιν κάλεον Σιμοείσιον· οὐ δὲ τοκεῦσι 4.478θρέπτρα φίλοις ἀπέδωκε, μινυνθάδιος δέ οἱ αἰὼν 4.479ἔπλεθ̓ ὑπ̓ Αἴαντος μεγαθύμου δουρὶ δαμέντι. 4.480πρῶτον γάρ μιν ἰόντα βάλε στῆθος παρὰ μαζὸν 4.481δεξιόν· ἀντικρὺ δὲ δἰ ὤμου χάλκεον ἔγχος 4.482ἦλθεν· ὃ δ̓ ἐν κονίῃσι χαμαὶ πέσεν αἴγειρος ὣς 4.483ἥ ῥά τ̓ ἐν εἱαμενῇ ἕλεος μεγάλοιο πεφύκει 4.484λείη, ἀτάρ τέ οἱ ὄζοι ἐπ̓ ἀκροτάτῃ πεφύασι· 4.485τὴν μέν θ̓ ἁρματοπηγὸς ἀνὴρ αἴθωνι σιδήρῳ 4.486ἐξέταμ̓, ὄφρα ἴτυν κάμψῃ περικαλλέϊ δίφρῳ· 4.487ἣ μέν τ̓ ἀζομένη κεῖται ποταμοῖο παῤ ὄχθας. 4.488τοῖον ἄῤ Ἀνθεμίδην Σιμοείσιον ἐξενάριξεν 4.489Αἴας διογενής· τοῦ δ̓ Ἄντιφος αἰολοθώρηξ 4.490Πριαμίδης καθ̓ ὅμιλον ἀκόντισεν ὀξέϊ δουρί. 4.491τοῦ μὲν ἅμαρθ̓, ὃ δὲ Λεῦκον Ὀδυσσέος ἐσθλὸν ἑταῖρον 4.492βεβλήκει βουβῶνα, νέκυν ἑτέρωσ̓ ἐρύοντα· 4.493ἤριπε δ̓ ἀμφ̓ αὐτῷ, νεκρὸς δέ οἱ ἔκπεσε χειρός. 4.494τοῦ δ̓ Ὀδυσεὺς μάλα θυμὸν ἀποκταμένοιο χολώθη, 4.495βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ, 4.496στῆ δὲ μάλ̓ ἐγγὺς ἰὼν καὶ ἀκόντισε δουρὶ φαεινῷ 4.497ἀμφὶ ἓ παπτήνας· ὑπὸ δὲ Τρῶες κεκάδοντο 4.498ἀνδρὸς ἀκοντίσσαντος· ὃ δ̓ οὐχ ἅλιον βέλος ἧκεν, 4.499ἀλλ̓ υἱὸν Πριάμοιο νόθον βάλε Δημοκόωντα 4.500ὅς οἱ Ἀβυδόθεν ἦλθε παῤ ἵππων ὠκειάων. 4.501τόν ῥ̓ Ὀδυσεὺς ἑτάροιο χολωσάμενος βάλε δουρὶ 4.502κόρσην· ἣ δ̓ ἑτέροιο διὰ κροτάφοιο πέρησεν 4.503αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψε, 4.504δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχἐ ἐπ̓ αὐτῷ. 4.505χώρησαν δ̓ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ· 4.506Ἀργεῖοι δὲ μέγα ἴαχον, ἐρύσαντο δὲ νεκρούς, 4.507ἴθυσαν δὲ πολὺ προτέρω· νεμέσησε δ̓ Ἀπόλλων 4.508Περγάμου ἐκκατιδών, Τρώεσσι δὲ κέκλετ̓ ἀΰσας· 4.509ὄρνυσθ̓ ἱππόδαμοι Τρῶες μη δ̓ εἴκετε χάρμης 4.510Ἀργείοις, ἐπεὶ οὔ σφι λίθος χρὼς οὐ δὲ σίδηρος 4.511χαλκὸν ἀνασχέσθαι ταμεσίχροα βαλλομένοισιν· 4.512οὐ μὰν οὐ δ̓ Ἀχιλεὺς Θέτιδος πάϊς ἠϋκόμοιο 4.513μάρναται, ἀλλ̓ ἐπὶ νηυσὶ χόλον θυμαλγέα πέσσει. 4.514ὣς φάτ̓ ἀπὸ πτόλιος δεινὸς θεός· αὐτὰρ Ἀχαιοὺς 4.515ὦρσε Διὸς θυγάτηρ κυδίστη Τριτογένεια 4.516ἐρχομένη καθ̓ ὅμιλον, ὅθι μεθιέντας ἴδοιτο. 4.517ἔνθ̓ Ἀμαρυγκείδην Διώρεα μοῖρα πέδησε· 4.518χερμαδίῳ γὰρ βλῆτο παρὰ σφυρὸν ὀκριόεντι 4.519κνήμην δεξιτερήν· βάλε δὲ Θρῃκῶν ἀγὸς ἀνδρῶν 4.520Πείρως Ἰμβρασίδης ὃς ἄῤ Αἰνόθεν εἰληλούθει. 4.521ἀμφοτέρω δὲ τένοντε καὶ ὀστέα λᾶας ἀναιδὴς 4.522ἄχρις ἀπηλοίησεν· ὃ δ̓ ὕπτιος ἐν κονίῃσι 4.523κάππεσεν ἄμφω χεῖρε φίλοις ἑτάροισι πετάσσας 4.524θυμὸν ἀποπνείων· ὃ δ̓ ἐπέδραμεν ὅς ῥ̓ ἔβαλέν περ 4.525Πείροος, οὖτα δὲ δουρὶ παῤ ὀμφαλόν· ἐκ δ̓ ἄρα πᾶσαι 4.526χύντο χαμαὶ χολάδες, τὸν δὲ σκότος ὄσσε κάλυψε. 4.527τὸν δὲ Θόας Αἰτωλὸς ἀπεσσύμενον βάλε δουρὶ 4.528στέρνον ὑπὲρ μαζοῖο, πάγη δ̓ ἐν πνεύμονι χαλκός· 4.529ἀγχίμολον δέ οἱ ἦλθε Θόας, ἐκ δ̓ ὄβριμον ἔγχος 4.530ἐσπάσατο στέρνοιο, ἐρύσσατο δὲ ξίφος ὀξύ, 4.531τῷ ὅ γε γαστέρα τύψε μέσην, ἐκ δ̓ αἴνυτο θυμόν. 4.532τεύχεα δ̓ οὐκ ἀπέδυσε· περίστησαν γὰρ ἑταῖροι 4.533Θρήϊκες ἀκρόκομοι δολίχ̓ ἔγχεα χερσὶν ἔχοντες, 4.534οἵ ἑ μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἀγαυὸν 4.535ὦσαν ἀπὸ σφείων· ὃ δὲ χασσάμενος πελεμίχθη. 4.536ὣς τώ γ̓ ἐν κονίῃσι παῤ ἀλλήλοισι τετάσθην, 4.537ἤτοι ὃ μὲν Θρῃκῶν, ὃ δ̓ Ἐπειῶν χαλκοχιτώνων 4.538ἡγεμόνες· πολλοὶ δὲ περὶ κτείνοντο καὶ ἄλλοι. 4.539ἔνθά κεν οὐκέτι ἔργον ἀνὴρ ὀνόσαιτο μετελθών, 4.540ὅς τις ἔτ̓ ἄβλητος καὶ ἀνούτατος ὀξέϊ χαλκῷ 4.541δινεύοι κατὰ μέσσον, ἄγοι δέ ἑ Παλλὰς Ἀθήνη 4.542χειρὸς ἑλοῦσ̓, αὐτὰρ βελέων ἀπερύκοι ἐρωήν· 4.543πολλοὶ γὰρ Τρώων καὶ Ἀχαιῶν ἤματι κείνῳ 4.544πρηνέες ἐν κονίῃσι παῤ ἀλλήλοισι τέταντο.