ILIAD Elucidated - Book 23

23.1ὣς οἳ μὲν στενάχοντο κατὰ πτόλιν· αὐτὰρ Ἀχαιοὶ 23.2ἐπεὶ δὴ νῆάς τε καὶ Ἑλλήσποντον ἵκοντο, 23.3οἳ μὲν ἄῤ ἐσκίδναντο ἑὴν ἐπὶ νῆα ἕκαστος, 23.4Μυρμιδόνας δ̓ οὐκ εἴα ἀποσκίδνασθαι Ἀχιλλεύς, 23.5ἀλλ̓ γε οἷς ἑτάροισι φιλοπτολέμοισι μετηύδα· 23.6Μυρμιδόνες ταχύπωλοι ἐμοὶ ἐρίηρες ἑταῖροι 23.7μὴ δή πω ὑπ̓ ὄχεσφι λυώμεθα μώνυχας ἵππους, 23.8ἀλλ̓ αὐτοῖς ἵπποισι καὶ ἅρμασιν ἆσσον ἰόντες 23.9Πάτροκλον κλαίωμεν· γὰρ γέρας ἐστὶ θανόντων. 23.10αὐτὰρ ἐπεί κ̓ ὀλοοῖο τεταρπώμεσθα γόοιο, 23.11ἵππους λυσάμενοι δορπήσομεν ἐνθάδε πάντες. 23.12ὣς ἔφαθ̓, οἳ δ̓ ᾤμωξαν ἀολλέες, ἦρχε δ̓ Ἀχιλλεύς. 23.13οἳ δὲ τρὶς περὶ νεκρὸν ἐΰτριχας ἤλασαν ἵππους 23.14μυρόμενοι· μετὰ δέ σφι Θέτις γόου ἵμερον ὦρσε. 23.15δεύοντο ψάμαθοι, δεύοντο δὲ τεύχεα φωτῶν 23.16δάκρυσι· τοῖον γὰρ πόθεον μήστωρα φόβοιο. 23.17τοῖσι δὲ Πηλεΐδης ἁδινοῦ ἐξῆρχε γόοιο 23.18χεῖρας ἐπ̓ ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρου· 23.19χαῖρέ μοιΠάτροκλε καὶ εἰν Ἀΐδαο δόμοισι· 23.20πάντα γὰρ ἤδη τοι τελέω τὰ πάροιθεν ὑπέστην 23.21Ἕκτορα δεῦῤ ἐρύσας δώσειν κυσὶν ὠμὰ δάσασθαι, 23.22δώδεκα δὲ προπάροιθε πυρῆς ἀποδειροτομήσειν 23.23Τρώων ἀγλαὰ τέκνα σέθεν κταμένοιο χολωθείς. 23.24 ῥα καὶ Ἕκτορα δῖον ἀεικέα μήδετο ἔργα 23.25πρηνέα πὰρ λεχέεσσι Μενοιτιάδαο τανύσσας 23.26ἐν κονίῃς· οἳ δ̓ ἔντἐ ἀφωπλίζοντο ἕκαστος 23.27χάλκεα μαρμαίροντα, λύον δ̓ ὑψηχέας ἵππους, 23.28κὰδ δ̓ ἷζον παρὰ νηῒ ποδώκεος Αἰακίδαο 23.29μυρίοι· αὐτὰρ τοῖσι τάφον μενοεικέα δαίνυ. 23.30πολλοὶ μὲν βόες ἀργοὶ ὀρέχθεον ἀμφὶ σιδήρῳ 23.31σφαζόμενοι, πολλοὶ δ̓ ὄϊες καὶ μηκάδες αἶγες· 23.32πολλοὶ δ̓ ἀργιόδοντες ὕες θαλέθοντες ἀλοιφῇ 23.33εὑόμενοι τανύοντο διὰ φλογὸς Ἡφαίστοιο· 23.34πάντῃ δ̓ ἀμφὶ νέκυν κοτυλήρυτον ἔρρεεν αἷμα. 23.35αὐτὰρ τόν γε ἄνακτα ποδώκεα Πηλεΐωνα 23.36εἰς Ἀγαμέμνονα δῖον ἄγον βασιλῆες Ἀχαιῶν 23.37σπουδῇ παρπεπιθόντες ἑταίρου χωόμενον κῆρ. 23.38οἳ δ̓ ὅτε δὴ κλισίην Ἀγαμέμνονος ἷξον ἰόντες, 23.39αὐτίκα κηρύκεσσι λιγυφθόγγοισι κέλευσαν 23.40ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν, εἰ πεπίθοιεν 23.41Πηλεΐδην λούσασθαι ἄπο βρότον αἱματόεντα. 23.42αὐτὰρ γ̓ ἠρνεῖτο στερεῶς, ἐπὶ δ̓ ὅρκον ὄμοσσεν· 23.43οὐ μὰ Ζῆν̓, ὅς τίς τε θεῶν ὕπατος καὶ ἄριστος, 23.44οὐ θέμις ἐστὶ λοετρὰ καρήατος ἆσσον ἱκέσθαι 23.45πρίν γ̓ ἐνὶ Πάτροκλον θέμεναι πυρὶ σῆμά τε χεῦαι 23.46κείρασθαί τε κόμην, ἐπεὶ οὔ μ̓ ἔτι δεύτερον ὧδε 23.47ἵξετ̓ ἄχος κραδίην ὄφρα ζωοῖσι μετείω. 23.48ἀλλ̓ ἤτοι νῦν μὲν στυγερῇ πειθώμεθα δαιτί· 23.49ἠῶθεν δ̓ ὄτρυνον ἄναξ ἀνδρῶν Ἀγάμεμνον 23.50ὕλην τ̓ ἀξέμεναι παρά τε σχεῖν ὅσσ̓ ἐπιεικὲς 23.51νεκρὸν ἔχοντα νέεσθαι ὑπὸ ζόφον ἠερόεντα, 23.52ὄφῤ ἤτοι τοῦτον μὲν ἐπιφλέγῃ ἀκάματον πῦρ 23.53θᾶσσον ἀπ̓ ὀφθαλμῶν, λαοὶ δ̓ ἐπὶ ἔργα τράπωνται. 23.54ὣς ἔφαθ̓, οἳ δ̓ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο. 23.55ἐσσυμένως δ̓ ἄρα δόρπον ἐφοπλίσσαντες ἕκαστοι 23.56δαίνυντ̓, οὐ δέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης. 23.57αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, 23.58οἳ μὲν κακκείοντες ἔβαν κλισίην δὲ ἕκαστος, 23.59Πηλεΐδης δ̓ ἐπὶ θινὶ πολυφλοίσβοιο θαλάσσης 23.60κεῖτο βαρὺ στενάχων πολέσιν μετὰ Μυρμιδόνεσσιν 23.61ἐν καθαρῷ, ὅθι κύματ̓ ἐπ̓ ἠϊόνος κλύζεσκον· 23.62εὖτε τὸν ὕπνος ἔμαρπτε λύων μελεδήματα θυμοῦ 23.63νήδυμος ἀμφιχυθείς· μάλα γὰρ κάμε φαίδιμα γυῖα 23.64Ἕκτοῤ ἐπαΐσσων προτὶ Ἴλιον ἠνεμόεσσαν· 23.65ἦλθε δ̓ ἐπὶ ψυχὴ Πατροκλῆος δειλοῖο 23.66πάντ̓ αὐτῷ μέγεθός τε καὶ ὄμματα κάλ̓ ἐϊκυῖα 23.67καὶ φωνήν, καὶ τοῖα περὶ χροῒ εἵματα ἕστο· 23.68στῆ δ̓ ἄῤ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν· 23.69εὕδεις, αὐτὰρ ἐμεῖο λελασμένος ἔπλευ Ἀχιλλεῦ. 23.70οὐ μέν μευ ζώοντος ἀκήδεις, ἀλλὰ θανόντος· 23.71θάπτέ με ὅττι τάχιστα πύλας Ἀΐδαο περήσω. 23.72τῆλέ με εἴργουσι ψυχαὶ εἴδωλα καμόντων, 23.73οὐ δέ μέ πω μίσγεσθαι ὑπὲρ ποταμοῖο ἐῶσιν, 23.74ἀλλ̓ αὔτως ἀλάλημαι ἀν̓ εὐρυπυλὲς Ἄϊδος δῶ. 23.75καί μοι δὸς τὴν χεῖῤ· ὀλοφύρομαι, οὐ γὰρ ἔτ̓ αὖτις 23.76νίσομαι ἐξ Ἀΐδαο, ἐπήν με πυρὸς λελάχητε. 23.77οὐ μὲν γὰρ ζωοί γε φίλων ἀπάνευθεν ἑταίρων 23.78βουλὰς ἑζόμενοι βουλεύσομεν, ἀλλ̓ ἐμὲ μὲν κὴρ 23.79ἀμφέχανε στυγερή, περ λάχε γιγνόμενόν περ· 23.80καὶ δὲ σοὶ αὐτῷ μοῖρα, θεοῖς ἐπιείκελ̓ Ἀχιλλεῦ, 23.81τείχει ὕπο Τρώων εὐηφενέων ἀπολέσθαι. 23.82ἄλλο δέ τοι ἐρέω καὶ ἐφήσομαι αἴ κε πίθηαι· 23.83μὴ ἐμὰ σῶν ἀπάνευθε τιθήμεναι ὀστέ̓ Ἀχιλλεῦ, 23.84ἀλλ̓ ὁμοῦ ὡς ἐτράφημεν ἐν ὑμετέροισι δόμοισιν, 23.85εὖτέ με τυτθὸν ἐόντα Μενοίτιος ἐξ Ὀπόεντος 23.86ἤγαγεν ὑμέτερόνδ̓ ἀνδροκτασίης ὕπο λυγρῆς, 23.87ἤματι τῷ ὅτε παῖδα κατέκτανον Ἀμφιδάμαντος 23.88νήπιος οὐκ ἐθέλων ἀμφ̓ ἀστραγάλοισι χολωθείς· 23.89ἔνθά με δεξάμενος ἐν δώμασιν ἱππότα Πηλεὺς 23.90ἔτραφέ τ̓ ἐνδυκέως καὶ σὸν θεράποντ̓ ὀνόμηνεν· 23.91ὣς δὲ καὶ ὀστέα νῶϊν ὁμὴ σορὸς ἀμφικαλύπτοι 23.92χρύσεος ἀμφιφορεύς, τόν τοι πόρε πότνια μήτηρ. 23.93τὸν δ̓ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· 23.94τίπτέ μοι ἠθείη κεφαλὴ δεῦῤ εἰλήλουθας 23.95καί μοι ταῦτα ἕκαστ̓ ἐπιτέλλεαι; αὐτὰρ ἐγώ τοι 23.96πάντα μάλ̓ ἐκτελέω καὶ πείσομαι ὡς σὺ κελεύεις. 23.97ἀλλά μοι ἆσσον στῆθι· μίνυνθά περ ἀμφιβαλόντε 23.98ἀλλήλους ὀλοοῖο τεταρπώμεσθα γόοιο. 23.99ὣς ἄρα φωνήσας ὠρέξατο χερσὶ φίλῃσιν 23.100οὐ δ̓ ἔλαβε· ψυχὴ δὲ κατὰ χθονὸς ἠΰτε καπνὸς 23.101ᾤχετο τετριγυῖα· ταφὼν δ̓ ἀνόρουσεν Ἀχιλλεὺς 23.102χερσί τε συμπλατάγησεν, ἔπος δ̓ ὀλοφυδνὸν ἔειπεν· 23.103ὢ πόποι ἦ ῥά τίς ἐστι καὶ εἰν Ἀΐδαο δόμοισι 23.104ψυχὴ καὶ εἴδωλον, ἀτὰρ φρένες οὐκ ἔνι πάμπαν· 23.105παννυχίη γάρ μοι Πατροκλῆος δειλοῖο 23.106ψυχὴ ἐφεστήκει γοόωσά τε μυρομένη τε, 23.107καί μοι ἕκαστ̓ ἐπέτελλεν, ἔϊκτο δὲ θέσκελον αὐτῷ. 23.108ὣς φάτο, τοῖσι δὲ πᾶσιν ὑφ̓ ἵμερον ὦρσε γόοιο· 23.109μυρομένοισι δὲ τοῖσι φάνη ῥοδοδάκτυλος Ἠὼς 23.110ἀμφὶ νέκυν ἐλεεινόν. ἀτὰρ κρείων Ἀγαμέμνων 23.111οὐρῆάς τ̓ ὄτρυνε καὶ ἀνέρας ἀξέμεν ὕλην 23.112πάντοθεν ἐκ κλισιῶν· ἐπὶ δ̓ ἀνὴρ ἐσθλὸς ὀρώρει 23.113Μηριόνης θεράπων ἀγαπήνορος Ἰδομενῆος. 23.114οἳ δ̓ ἴσαν ὑλοτόμους πελέκεας ἐν χερσὶν ἔχοντες 23.115σειράς τ̓ εὐπλέκτους· πρὸ δ̓ ἄῤ οὐρῆες κίον αὐτῶν. 23.116πολλὰ δ̓ ἄναντα κάταντα πάραντά τε δόχμιά τ̓ ἦλθον· 23.117ἀλλ̓ ὅτε δὴ κνημοὺς προσέβαν πολυπίδακος Ἴδης, 23.118αὐτίκ̓ ἄρα δρῦς ὑψικόμους ταναήκεϊ χαλκῷ 23.119τάμνον ἐπειγόμενοι· ταὶ δὲ μεγάλα κτυπέουσαι 23.120πῖπτον· τὰς μὲν ἔπειτα διαπλήσσοντες Ἀχαιοὶ 23.121ἔκδεον ἡμιόνων· ταὶ δὲ χθόνα ποσσὶ δατεῦντο 23.122ἐλδόμεναι πεδίοιο διὰ ῥωπήϊα πυκνά. 23.123πάντες δ̓ ὑλοτόμοι φιτροὺς φέρον· ὡς γὰρ ἀνώγει 23.124Μηριόνης θεράπων ἀγαπήνορος Ἰδομενῆος. 23.125κὰδ δ̓ ἄῤ ἐπ̓ ἀκτῆς βάλλον ἐπισχερώ, ἔνθ̓ ἄῤ Ἀχιλλεὺς 23.126φράσσατο Πατρόκλῳ μέγα ἠρίον ἠδὲ οἷ αὐτῷ. 23.127αὐτὰρ ἐπεὶ πάντῃ παρακάββαλον ἄσπετον ὕλην 23.128ἥατ̓ ἄῤ αὖθι μένοντες ἀολλέες. αὐτὰρ Ἀχιλλεὺς 23.129αὐτίκα Μυρμιδόνεσσι φιλοπτολέμοισι κέλευσε 23.130χαλκὸν ζώννυσθαι, ζεῦξαι δ̓ ὑπ̓ ὄχεσφιν ἕκαστον 23.131ἵππους· οἳ δ̓ ὄρνυντο καὶ ἐν τεύχεσσιν ἔδυνον, 23.132ἂν δ̓ ἔβαν ἐν δίφροισι παραιβάται ἡνίοχοί τε, 23.133πρόσθε μὲν ἱππῆες, μετὰ δὲ νέφος εἵπετο πεζῶν 23.134μυρίοι· ἐν δὲ μέσοισι φέρον Πάτροκλον ἑταῖροι. 23.135θριξὶ δὲ πάντα νέκυν καταείνυσαν, ἃς ἐπέβαλλον 23.136κειρόμενοι· ὄπιθεν δὲ κάρη ἔχε δῖος Ἀχιλλεὺς 23.137ἀχνύμενος· ἕταρον γὰρ ἀμύμονα πέμπ̓ Ἄϊδος δέ. 23.138οἳ δ̓ ὅτε χῶρον ἵκανον ὅθί σφισι πέφραδ̓ Ἀχιλλεὺς 23.139κάτθεσαν, αἶψα δέ οἱ μενοεικέα νήεον ὕλην. 23.140ἔνθ̓ αὖτ̓ ἄλλ̓ ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς· 23.141στὰς ἀπάνευθε πυρῆς ξανθὴν ἀπεκείρατο χαίτην, 23.142τήν ῥα Σπερχειῷ ποταμῷ τρέφε τηλεθόωσαν· 23.143ὀχθήσας δ̓ ἄρα εἶπεν ἰδὼν ἐπὶ οἴνοπα πόντον· 23.144Σπερχεί̓ ἄλλως σοί γε πατὴρ ἠρήσατο Πηλεὺς 23.145κεῖσέ με νοστήσαντα φίλην ἐς πατρίδα γαῖαν 23.146σοί τε κόμην κερέειν ῥέξειν θ̓ ἱερὴν ἑκατόμβην, 23.147πεντήκοντα δ̓ ἔνορχα παῤ αὐτόθι μῆλ̓ ἱερεύσειν 23.148ἐς πηγάς, ὅθι τοι τέμενος βωμός τε θυήεις. 23.149ὣς ἠρᾶθ̓ γέρων, σὺ δέ οἱ νόον οὐκ ἐτέλεσσας. 23.150νῦν δ̓ ἐπεὶ οὐ νέομαί γε φίλην ἐς πατρίδα γαῖαν 23.151Πατρόκλῳ ἥρωϊ κόμην ὀπάσαιμι φέρεσθαι. 23.152ὣς εἰπὼν ἐν χερσὶ κόμην ἑτάροιο φίλοιο 23.153θῆκεν, τοῖσι δὲ πᾶσιν ὑφ̓ ἵμερον ὦρσε γόοιο. 23.154καί νύ κ̓ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο 23.155εἰ μὴ Ἀχιλλεὺς αἶψ̓ Ἀγαμέμνονι εἶπε παραστάς· 23.156Ἀτρεΐδη, σοὶ γάρ τε μάλιστά γε λαὸς Ἀχαιῶν 23.157πείσονται μύθοισι, γόοιο μὲν ἔστι καὶ ἆσαι, 23.158νῦν δ̓ ἀπὸ πυρκαϊῆς σκέδασον καὶ δεῖπνον ἄνωχθι 23.159ὅπλεσθαι· τάδε δ̓ ἀμφὶ πονησόμεθ̓ οἷσι μάλιστα 23.160κήδεός ἐστι νέκυς· παρὰ δ̓ οἵ τ̓ ἀγοὶ ἄμμι μενόντων. 23.161αὐτὰρ ἐπεὶ τό γ̓ ἄκουσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων, 23.162αὐτίκα λαὸν μὲν σκέδασεν κατὰ νῆας ἐΐσας, 23.163κηδεμόνες δὲ παῤ αὖθι μένον καὶ νήεον ὕλην, 23.164ποίησαν δὲ πυρὴν ἑκατόμπεδον ἔνθα καὶ ἔνθα, 23.165ἐν δὲ πυρῇ ὑπάτῃ νεκρὸν θέσαν ἀχνύμενοι κῆρ. 23.166πολλὰ δὲ ἴφια μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς 23.167πρόσθε πυρῆς ἔδερόν τε καὶ ἄμφεπον· ἐκ δ̓ ἄρα πάντων 23.168δημὸν ἑλὼν ἐκάλυψε νέκυν μεγάθυμος Ἀχιλλεὺς 23.169ἐς πόδας ἐκ κεφαλῆς, περὶ δὲ δρατὰ σώματα νήει. 23.170ἐν δ̓ ἐτίθει μέλιτος καὶ ἀλείφατος ἀμφιφορῆας 23.171πρὸς λέχεα κλίνων· πίσυρας δ̓ ἐριαύχενας ἵππους 23.172ἐσσυμένως ἐνέβαλλε πυρῇ μεγάλα στεναχίζων. 23.173ἐννέα τῷ γε ἄνακτι τραπεζῆες κύνες ἦσαν, 23.174καὶ μὲν τῶν ἐνέβαλλε πυρῇ δύο δειροτομήσας, 23.175δώδεκα δὲ Τρώων μεγαθύμων υἱέας ἐσθλοὺς 23.176χαλκῷ δηϊόων· κακὰ δὲ φρεσὶ μήδετο ἔργα· 23.177ἐν δὲ πυρὸς μένος ἧκε σιδήρεον ὄφρα νέμοιτο. 23.178ᾤμωξέν τ̓ ἄῤ ἔπειτα, φίλον δ̓ ὀνόμηνεν ἑταῖρον· 23.179χαῖρέ μοιΠάτροκλε καὶ εἰν Ἀΐδαο δόμοισι· 23.180πάντα γὰρ ἤδη τοι τελέω τὰ πάροιθεν ὑπέστην, 23.181δώδεκα μὲν Τρώων μεγαθύμων υἱέας ἐσθλοὺς 23.182τοὺς ἅμα σοὶ πάντας πῦρ ἐσθίει· Ἕκτορα δ̓ οὔ τι 23.183δώσω Πριαμίδην πυρὶ δαπτέμεν, ἀλλὰ κύνεσσιν. 23.184ὣς φάτ̓ ἀπειλήσας· τὸν δ̓ οὐ κύνες ἀμφεπένοντο, 23.185ἀλλὰ κύνας μὲν ἄλαλκε Διὸς θυγάτηρ Ἀφροδίτη 23.186ἤματα καὶ νύκτας, ῥοδόεντι δὲ χρῖεν ἐλαίῳ 23.187ἀμβροσίῳ, ἵνα μή μιν ἀποδρύφοι ἑλκυστάζων. 23.188τῷ δ̓ ἐπὶ κυάνεον νέφος ἤγαγε Φοῖβος Ἀπόλλων 23.189οὐρανόθεν πεδίον δέ, κάλυψε δὲ χῶρον ἅπαντα 23.190ὅσσον ἐπεῖχε νέκυς, μὴ πρὶν μένος ἠελίοιο 23.191σκήλεἰ ἀμφὶ περὶ χρόα ἴνεσιν ἠδὲ μέλεσσιν. 23.192οὐ δὲ πυρὴ Πατρόκλου ἐκαίετο τεθνηῶτος· 23.193ἔνθ̓ αὖτ̓ ἀλλ̓ ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς· 23.194στὰς ἀπάνευθε πυρῆς δοιοῖς ἠρᾶτ̓ ἀνέμοισι 23.195Βορέῃ καὶ Ζεφύρῳ, καὶ ὑπίσχετο ἱερὰ καλά· 23.196πολλὰ δὲ καὶ σπένδων χρυσέῳ δέπαϊ λιτάνευεν 23.197ἐλθέμεν, ὄφρα τάχιστα πυρὶ φλεγεθοίατο νεκροί, 23.198ὕλη τε σεύαιτο καήμεναι. ὦκα δὲ Ἶρις 23.199ἀράων ἀΐουσα μετάγγελος ἦλθ̓ ἀνέμοισιν. 23.200οἳ μὲν ἄρα Ζεφύροιο δυσαέος ἀθρόοι ἔνδον 23.201εἰλαπίνην δαίνυντο· θέουσα δὲ Ἶρις ἐπέστη 23.202βηλῷ ἔπι λιθέῳ· τοὶ δ̓ ὡς ἴδον ὀφθαλμοῖσι 23.203πάντες ἀνήϊξαν, κάλεόν τέ μιν εἰς ἕκαστος· 23.204 δ̓ αὖθ̓ ἕζεσθαι μὲν ἀνήνατο, εἶπε δὲ μῦθον· 23.205οὐχ ἕδος· εἶμι γὰρ αὖτις ἐπ̓ Ὠκεανοῖο ῥέεθρα 23.206Αἰθιόπων ἐς γαῖαν, ὅθι ῥέζουσ̓ ἑκατόμβας 23.207ἀθανάτοις, ἵνα δὴ καὶ ἐγὼ μεταδαίσομαι ἱρῶν. 23.208ἀλλ̓ Ἀχιλεὺς Βορέην ἠδὲ Ζέφυρον κελαδεινὸν 23.209ἐλθεῖν ἀρᾶται, καὶ ὑπίσχεται ἱερὰ καλά, 23.210ὄφρα πυρὴν ὄρσητε καήμεναι, ἔνι κεῖται 23.211Πάτροκλος, τὸν πάντες ἀναστενάχουσιν Ἀχαιοί. 23.212 μὲν ἄῤ ὣς εἰποῦσ̓ ἀπεβήσετο, τοὶ δ̓ ὀρέοντο 23.213ἠχῇ θεσπεσίῃ νέφεα κλονέοντε πάροιθεν. 23.214αἶψα δὲ πόντον ἵκανον ἀήμεναι, ὦρτο δὲ κῦμα 23.215πνοιῇ ὕπο λιγυρῇ· Τροίην δ̓ ἐρίβωλον ἱκέσθην, 23.216ἐν δὲ πυρῇ πεσέτην, μέγα δ̓ ἴαχε θεσπιδαὲς πῦρ. 23.217παννύχιοι δ̓ ἄρα τοί γε πυρῆς ἄμυδις φλόγ̓ ἔβαλλον 23.218φυσῶντες λιγέως· δὲ πάννυχος ὠκὺς Ἀχιλλεὺς 23.219χρυσέου ἐκ κρητῆρος ἑλὼν δέπας ἀμφικύπελλον 23.220οἶνον ἀφυσσόμενος χαμάδις χέε, δεῦε δὲ γαῖαν 23.221ψυχὴν κικλήσκων Πατροκλῆος δειλοῖο. 23.222ὡς δὲ πατὴρ οὗ παιδὸς ὀδύρεται ὀστέα καίων 23.223νυμφίου, ὅς τε θανὼν δειλοὺς ἀκάχησε τοκῆας, 23.224ὣς Ἀχιλεὺς ἑτάροιο ὀδύρετο ὀστέα καίων, 23.225ἑρπύζων παρὰ πυρκαϊὴν ἁδινὰ στεναχίζων. 23.226ἦμος δ̓ ἑωσφόρος εἶσι φόως ἐρέων ἐπὶ γαῖαν, 23.227ὅν τε μέτα κροκόπεπλος ὑπεὶρ ἅλα κίδναται ἠώς, 23.228τῆμος πυρκαϊὴ ἐμαραίνετο, παύσατο δὲ φλόξ. 23.229οἳ δ̓ ἄνεμοι πάλιν αὖτις ἔβαν οἶκον δὲ νέεσθαι 23.230Θρηΐκιον κατὰ πόντον· δ̓ ἔστενεν οἴδματι θύων. 23.231Πηλεΐδης δ̓ ἀπὸ πυρκαϊῆς ἑτέρωσε λιασθεὶς 23.232κλίνθη κεκμηώς, ἐπὶ δὲ γλυκὺς ὕπνος ὄρουσεν· 23.233οἳ δ̓ ἀμφ̓ Ἀτρεΐωνα ἀολλέες ἠγερέθοντο· 23.234τῶν μιν ἐπερχομένων ὅμαδος καὶ δοῦπος ἔγειρεν, 23.235ἕζετο δ̓ ὀρθωθεὶς καί σφεας πρὸς μῦθον ἔειπεν· 23.236Ἀτρεΐδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν, 23.237πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσατ̓ αἴθοπι οἴνῳ 23.238πᾶσαν, ὁπόσσον ἐπέσχε πυρὸς μένος· αὐτὰρ ἔπειτα 23.239ὀστέα Πατρόκλοιο Μενοιτιάδαο λέγωμεν 23.240εὖ διαγιγνώσκοντες· ἀριφραδέα δὲ τέτυκται· 23.241ἐν μέσσῃ γὰρ ἔκειτο πυρῇ, τοὶ δ̓ ἄλλοι ἄνευθεν 23.242ἐσχατιῇ καίοντ̓ ἐπιμὶξ ἵπποι τε καὶ ἄνδρες. 23.243καὶ τὰ μὲν ἐν χρυσέῃ φιάλῃ καὶ δίπλακι δημῷ 23.244θείομεν, εἰς ὅ κεν αὐτὸς ἐγὼν Ἄϊδι κεύθωμαι. 23.245τύμβον δ̓ οὐ μάλα πολλὸν ἐγὼ πονέεσθαι ἄνωγα, 23.246ἀλλ̓ ἐπιεικέα τοῖον· ἔπειτα δὲ καὶ τὸν Ἀχαιοὶ 23.247εὐρύν θ̓ ὑψηλόν τε τιθήμεναι, οἵ κεν ἐμεῖο 23.248δεύτεροι ἐν νήεσσι πολυκλήϊσι λίπησθε. 23.249ὣς ἔφαθ̓, οἳ δ̓ ἐπίθοντο ποδώκεϊ Πηλεΐωνι. 23.250πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσαν αἴθοπι οἴνῳ 23.251ὅσσον ἐπὶ φλὸξ ἦλθε, βαθεῖα δὲ κάππεσε τέφρη· 23.252κλαίοντες δ̓ ἑτάροιο ἐνηέος ὀστέα λευκὰ 23.253ἄλλεγον ἐς χρυσέην φιάλην καὶ δίπλακα δημόν, 23.254ἐν κλισίῃσι δὲ θέντες ἑανῷ λιτὶ κάλυψαν· 23.255τορνώσαντο δὲ σῆμα θεμείλιά τε προβάλοντο 23.256ἀμφὶ πυρήν· εἶθαρ δὲ χυτὴν ἐπὶ γαῖαν ἔχευαν, 23.257χεύαντες δὲ τὸ σῆμα πάλιν κίον. αὐτὰρ Ἀχιλλεὺς 23.258αὐτοῦ λαὸν ἔρυκε καὶ ἵζανεν εὐρὺν ἀγῶνα, 23.259νηῶν δ̓ ἔκφεῤ ἄεθλα λέβητάς τε τρίποδάς τε 23.260ἵππους θ̓ ἡμιόνους τε βοῶν τ̓ ἴφθιμα κάρηνα, 23.261ἠδὲ γυναῖκας ἐϋζώνους πολιόν τε σίδηρον. 23.262ἱππεῦσιν μὲν πρῶτα ποδώκεσιν ἀγλά̓ ἄεθλα 23.263θῆκε γυναῖκα ἄγεσθαι ἀμύμονα ἔργα ἰδυῖαν 23.264καὶ τρίποδ̓ ὠτώεντα δυωκαιεικοσίμετρον 23.265τῷ πρώτῳ· ἀτὰρ αὖ τῷ δευτέρῳ ἵππον ἔθηκεν 23.266ἑξέτἐ ἀδμήτην βρέφος ἡμίονον κυέουσαν· 23.267αὐτὰρ τῷ τριτάτῳ ἄπυρον κατέθηκε λέβητα 23.268καλὸν τέσσαρα μέτρα κεχανδότα λευκὸν ἔτ̓ αὔτως· 23.269τῷ δὲ τετάρτῳ θῆκε δύω χρυσοῖο τάλαντα, 23.270πέμπτῳ δ̓ ἀμφίθετον φιάλην ἀπύρωτον ἔθηκε. 23.271στῆ δ̓ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν· 23.272Ἀτρεΐδη τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ 23.273ἱππῆας τάδ̓ ἄεθλα δεδεγμένα κεῖτ̓ ἐν ἀγῶνι. 23.274εἰ μὲν νῦν ἐπὶ ἄλλῳ ἀεθλεύοιμεν Ἀχαιοὶ 23.275ἦ τ̓ ἂν ἐγὼ τὰ πρῶτα λαβὼν κλισίην δὲ φεροίμην. 23.276ἴστε γὰρ ὅσσον ἐμοὶ ἀρετῇ περιβάλλετον ἵπποι· 23.277ἀθάνατοί τε γάρ εἰσι, Ποσειδάων δὲ πόῤ αὐτοὺς 23.278πατρὶ ἐμῷ Πηλῆϊ, δ̓ αὖτ̓ ἐμοὶ ἐγγυάλιξεν. 23.279ἀλλ̓ ἤτοι μὲν ἐγὼ μενέω καὶ μώνυχες ἵπποι· 23.280τοίου γὰρ κλέος ἐσθλὸν ἀπώλεσαν ἡνιόχοιο 23.281ἠπίου, ὅς σφωϊν μάλα πολλάκις ὑγρὸν ἔλαιον 23.282χαιτάων κατέχευε λοέσσας ὕδατι λευκῷ. 23.283τὸν τώ γ̓ ἑσταότες πενθείετον, οὔδεϊ δέ σφι 23.284χαῖται ἐρηρέδαται, τὼ δ̓ ἕστατον ἀχνυμένω κῆρ. 23.285ἄλλοι δὲ στέλλεσθε κατὰ στρατόν, ὅς τις Ἀχαιῶν 23.286ἵπποισίν τε πέποιθε καὶ ἅρμασι κολλητοῖσιν. 23.287ὣς φάτο Πηλεΐδης, ταχέες δ̓ ἱππῆες ἄγερθεν. 23.288ὦρτο πολὺ πρῶτος μὲν ἄναξ ἀνδρῶν Εὔμηλος 23.289Ἀδμήτου φίλος υἱός, ὃς ἱπποσύνῃ ἐκέκαστο· 23.290τῷ δ̓ ἐπὶ Τυδεΐδης ὦρτο κρατερὸς Διομήδης, 23.291ἵππους δὲ Τρῳοὺς ὕπαγε ζυγόν, οὕς ποτ̓ ἀπηύρα 23.292Αἰνείαν, ἀτὰρ αὐτὸν ὑπεξεσάωσεν Ἀπόλλων. 23.293τῷ δ̓ ἄῤ ἐπ̓ Ἀτρεΐδης ὦρτο ξανθὸς Μενέλαος 23.294διογενής, ὑπὸ δὲ ζυγὸν ἤγαγεν ὠκέας ἵππους 23.295Αἴθην τὴν Ἀγαμεμνονέην τὸν ἑόν τε Πόδαργον· 23.296τὴν Ἀγαμέμνονι δῶκ̓ Ἀγχισιάδης Ἐχέπωλος 23.297δῶῤ, ἵνα μή οἱ ἕποιθ̓ ὑπὸ Ἴλιον ἠνεμόεσσαν, 23.298ἀλλ̓ αὐτοῦ τέρποιτο μένων· μέγα γάρ οἱ ἔδωκε 23.299Ζεὺς ἄφενος, ναῖεν δ̓ γ̓ ἐν εὐρυχόρῳ Σικυῶνι· 23.300τὴν γ̓ ὑπὸ ζυγὸν ἦγε μέγα δρόμου ἰσχανόωσαν. 23.301Ἀντίλοχος δὲ τέταρτος ἐΰτριχας ὁπλίσαθ̓ ἵππους, 23.302Νέστορος ἀγλαὸς υἱὸς ὑπερθύμοιο ἄνακτος 23.303τοῦ Νηληϊάδαο· Πυλοιγενέες δέ οἱ ἵπποι 23.304ὠκύποδες φέρον ἅρμα· πατὴρ δέ οἱ ἄγχι παραστὰς 23.305μυθεῖτ̓ εἰς ἀγαθὰ φρονέων νοέοντι καὶ αὐτῷ· 23.306Ἀντίλοχ̓ ἤτοι μέν σε νέον περ ἐόντ̓ ἐφίλησαν 23.307Ζεύς τε Ποσειδάων τε, καὶ ἱπποσύνας ἐδίδαξαν 23.308παντοίας· τὼ καί σε διδασκέμεν οὔ τι μάλα χρεώ· 23.309οἶσθα γὰρ εὖ περὶ τέρμαθ̓ ἑλισσέμεν· ἀλλά τοι ἵπποι 23.310βάρδιστοι θείειν· τώ τ̓ οἴω λοίγἰ ἔσεσθαι. 23.311τῶν δ̓ ἵπποι μὲν ἔασιν ἀφάρτεροι, οὐ δὲ μὲν αὐτοὶ 23.312πλείονα ἴσασιν σέθεν αὐτοῦ μητίσασθαι. 23.313ἀλλ̓ ἄγε δὴ σὺ φίλος μῆτιν ἐμβάλλεο θυμῷ 23.314παντοίην, ἵνα μή σε παρεκπροφύγῃσιν ἄεθλα. 23.315μήτι τοι δρυτόμος μέγ̓ ἀμείνων ἠὲ βίηφι· 23.316μήτι δ̓ αὖτε κυβερνήτης ἐνὶ οἴνοπι πόντῳ 23.317νῆα θοὴν ἰθύνει ἐρεχθομένην ἀνέμοισι· 23.318μήτι δ̓ ἡνίοχος περιγίγνεται ἡνιόχοιο. 23.319ἀλλ̓ ὃς μέν θ̓ ἵπποισι καὶ ἅρμασιν οἷσι πεποιθὼς 23.320ἀφραδέως ἐπὶ πολλὸν ἑλίσσεται ἔνθα καὶ ἔνθα, 23.321ἵπποι δὲ πλανόωνται ἀνὰ δρόμον, οὐ δὲ κατίσχει· 23.322ὃς δέ κε κέρδεα εἰδῇ ἐλαύνων ἥσσονας ἵππους, 23.323αἰεὶ τέρμ̓ ὁρόων στρέφει ἐγγύθεν, οὐ δέ λήθει 23.324ὅππως τὸ πρῶτον τανύσῃ βοέοισιν ἱμᾶσιν, 23.325ἀλλ̓ ἔχει ἀσφαλέως καὶ τὸν προὔχοντα δοκεύει. 23.326σῆμα δέ τοι ἐρέω μάλ̓ ἀριφραδές, οὐ δέ σε λήσει. 23.327ἕστηκε ξύλον αὖον ὅσον τ̓ ὄργυἰ ὑπὲρ αἴης 23.328δρυὸςπεύκης· τὸ μὲν οὐ καταπύθεται ὄμβρῳ, 23.329λᾶε δὲ τοῦ ἑκάτερθεν ἐρηρέδαται δύο λευκὼ 23.330ἐν ξυνοχῇσιν ὁδοῦ, λεῖος δ̓ ἱππόδρομος ἀμφὶς 23.331τευ σῆμα βροτοῖο πάλαι κατατεθνηῶτος, 23.332τό γε νύσσα τέτυκτο ἐπὶ προτέρων ἀνθρώπων, 23.333καὶ νῦν τέρματ̓ ἔθηκε ποδάρκης δῖος Ἀχιλλεύς. 23.334τῷ σὺ μάλ̓ ἐγχρίμψας ἐλάαν σχεδὸν ἅρμα καὶ ἵππους, 23.335αὐτὸς δὲ κλινθῆναι ἐϋπλέκτῳ ἐνὶ δίφρῳ 23.336ἦκ̓ ἐπ̓ ἀριστερὰ τοῖιν· ἀτὰρ τὸν δεξιὸν ἵππον 23.337κένσαι ὁμοκλήσας, εἶξαί τέ οἱ ἡνία χερσίν. 23.338ἐν νύσσῃ δέ τοι ἵππος ἀριστερὸς ἐγχριμφθήτω, 23.339ὡς ἄν τοι πλήμνη γε δοάσσεται ἄκρον ἱκέσθαι 23.340κύκλου ποιητοῖο· λίθου δ̓ ἀλέασθαι ἐπαυρεῖν, 23.341μή πως ἵππους τε τρώσῃς κατά θ̓ ἅρματα ἄξῃς· 23.342χάρμα δὲ τοῖς ἄλλοισιν, ἐλεγχείη δὲ σοὶ αὐτῷ 23.343ἔσσεται· ἀλλὰ φίλος φρονέων πεφυλαγμένος εἶναι. 23.344εἰ γάρ κ̓ ἐν νύσσῃ γε παρεξελάσῃσθα διώκων, 23.345οὐκ ἔσθ̓ ὅς κέ σ̓ ἕλῃσι μετάλμενος οὐ δὲ παρέλθῃ, 23.346οὐ δ̓ εἴ κεν μετόπισθεν Ἀρίονα δῖον ἐλαύνοι 23.347Ἀδρήστου ταχὺν ἵππον, ὃς ἐκ θεόφιν γένος ἦεν, 23.348τοὺς Λαομέδοντος, οἳ ἐνθάδε γ̓ ἔτραφεν ἐσθλοί. 23.349ὣς εἰπὼν Νέστωρ Νηλήϊος ἂψ ἐνὶ χώρῃ 23.350ἕζετ̓, ἐπεὶ παιδὶ ἑκάστου πείρατ̓ ἔειπε. 23.351Μηριόνης δ̓ ἄρα πέμπτος ἐΰτριχας ὁπλίσαθ̓ ἵππους. 23.352ἂν δ̓ ἔβαν ἐς δίφρους, ἐν δὲ κλήρους ἐβάλοντο· 23.353πάλλ̓ Ἀχιλεύς, ἐκ δὲ κλῆρος θόρε Νεστορίδαο 23.354Ἀντιλόχου· μετὰ τὸν δ̓ ἔλαχε κρείων Εὔμηλος· 23.355τῷ δ̓ ἄῤ ἐπ̓ Ἀτρεΐδης δουρὶ κλειτὸς Μενέλαος, 23.356τῷ δ̓ ἐπὶ Μηριόνης λάχ̓ ἐλαυνέμεν· ὕστατος αὖτε 23.357Τυδεΐδης ὄχ̓ ἄριστος ἐὼν λάχ̓ ἐλαυνέμεν ἵππους. 23.358στὰν δὲ μεταστοιχί, σήμηνε δὲ τέρματ̓ Ἀχιλλεὺς 23.359τηλόθεν ἐν λείῳ πεδίῳ· παρὰ δὲ σκοπὸν εἷσεν 23.360ἀντίθεον Φοίνικα ὀπάονα πατρὸς ἑοῖο, 23.361ὡς μεμνέῳτο δρόμους καὶ ἀληθείην ἀποείποι. 23.362οἳ δ̓ ἅμα πάντες ἐφ̓ ἵπποιιν μάστιγας ἄειραν, 23.363πέπληγόν θ̓ ἱμᾶσιν, ὁμόκλησάν τ̓ ἐπέεσσιν 23.364ἐσσυμένως· οἳ δ̓ ὦκα διέπρησσον πεδίοιο 23.365νόσφι νεῶν ταχέως· ὑπὸ δὲ στέρνοισι κονίη 23.366ἵστατ̓ ἀειρομένη ὥς τε νέφος ἠὲ θύελλα, 23.367χαῖται δ̓ ἐρρώοντο μετὰ πνοιῇς ἀνέμοιο. 23.368ἅρματα δ̓ ἄλλοτε μὲν χθονὶ πίλνατο πουλυβοτείρῃ, 23.369ἄλλοτε δ̓ ἀΐξασκε μετήορα· τοὶ δ̓ ἐλατῆρες 23.370ἕστασαν ἐν δίφροισι, πάτασσε δὲ θυμὸς ἑκάστου 23.371νίκης ἱεμένων· κέκλοντο δὲ οἷσιν ἕκαστος 23.372ἵπποις, οἳ δ̓ ἐπέτοντο κονίοντες πεδίοιο. 23.373ἀλλ̓ ὅτε δὴ πύματον τέλεον δρόμον ὠκέες ἵπποι 23.374ἂψ ἐφ̓ ἁλὸς πολιῆς, τότε δὴ ἀρετή γε ἑκάστου 23.375φαίνετ̓, ἄφαρ δ̓ ἵπποισι τάθη δρόμος· ὦκα δ̓ ἔπειτα 23.376αἳ Φηρητιάδαο ποδώκεες ἔκφερον ἵπποι. 23.377τὰς δὲ μετ̓ ἐξέφερον Διομήδεος ἄρσενες ἵπποι 23.378Τρώϊοι, οὐ δέ τι πολλὸν ἄνευθ̓ ἔσαν, ἀλλὰ μάλ̓ ἐγγύς· 23.379αἰεὶ γὰρ δίφρου ἐπιβησομένοισιν ἐΐκτην, 23.380πνοιῇ δ̓ Εὐμήλοιο μετάφρενον εὐρέε τ̓ ὤμω 23.381θέρμετ̓· ἐπ̓ αὐτῷ γὰρ κεφαλὰς καταθέντε πετέσθην. 23.382καί νύ κεν ἢ παρέλασσ̓ἀμφήριστον ἔθηκεν, 23.383εἰ μὴ Τυδέος υἷϊ κοτέσσατο Φοῖβος Ἀπόλλων, 23.384ὅς ῥά οἱ ἐκ χειρῶν ἔβαλεν μάστιγα φαεινήν. 23.385τοῖο δ̓ ἀπ̓ ὀφθαλμῶν χύτο δάκρυα χωομένοιο, 23.386οὕνεκα τὰς μὲν ὅρα ἔτι καὶ πολὺ μᾶλλον ἰούσας, 23.387οἳ δέ οἱ ἐβλάφθησαν ἄνευ κέντροιο θέοντες. 23.388οὐ δ̓ ἄῤ Ἀθηναίην ἐλεφηράμενος λάθ̓ Ἀπόλλων 23.389Τυδεΐδην, μάλα δ̓ ὦκα μετέσσυτο ποιμένα λαῶν, 23.390δῶκε δέ οἱ μάστιγα, μένος δ̓ ἵπποισιν ἐνῆκεν· 23.391 δὲ μετ̓ Ἀδμήτου υἱὸν κοτέουσ̓ ἐβεβήκει, 23.392ἵππειον δέ οἱ ἦξε θεὰ ζυγόν· αἳ δέ οἱ ἵπποι 23.393ἀμφὶς ὁδοῦ δραμέτην, ῥυμὸς δ̓ ἐπὶ γαῖαν ἐλύσθη. 23.394αὐτὸς δ̓ ἐκ δίφροιο παρὰ τροχὸν ἐξεκυλίσθη, 23.395ἀγκῶνάς τε περιδρύφθη στόμα τε ῥῖνάς τε, 23.396θρυλίχθη δὲ μέτωπον ἐπ̓ ὀφρύσι· τὼ δέ οἱ ὄσσε 23.397δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή. 23.398Τυδεΐδης δὲ παρατρέψας ἔχε μώνυχας ἵππους, 23.399πολλὸν τῶν ἄλλων ἐξάλμενος· ἐν γὰρ Ἀθήνη 23.400ἵπποις ἧκε μένος καὶ ἐπ̓ αὐτῷ κῦδος ἔθηκε. 23.401τῷ δ̓ ἄῤ ἐπ̓ Ἀτρεΐδης εἶχε ξανθὸς Μενέλαος. 23.402Ἀντίλοχος δ̓ ἵπποισιν ἐκέκλετο πατρὸς ἑοῖο· 23.403ἔμβητον καὶ σφῶϊ· τιταίνετον ὅττι τάχιστα. 23.404ἤτοι μὲν κείνοισιν ἐριζέμεν οὔ τι κελεύω 23.405Τυδεΐδεω ἵπποισι δαΐφρονος, οἷσιν Ἀθήνη 23.406νῦν ὤρεξε τάχος καὶ ἐπ̓ αὐτῷ κῦδος ἔθηκεν· 23.407ἵππους δ̓ Ἀτρεΐδαο κιχάνετε, μὴ δὲ λίπησθον, 23.408καρπαλίμως, μὴ σφῶϊν ἐλεγχείην καταχεύῃ 23.409Αἴθη θῆλυς ἐοῦσα· τίλείπεσθε φέριστοι; 23.410ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται· 23.411οὐ σφῶϊν κομιδὴ παρὰ Νέστορι ποιμένι λαῶν 23.412ἔσσεται, αὐτίκα δ̓ ὔμμε κατακτενεῖ ὀξέϊ χαλκῷ, 23.413αἴ κ̓ ἀποκηδήσαντε φερώμεθα χεῖρον ἄεθλον. 23.414ἀλλ̓ ἐφομαρτεῖτον καὶ σπεύδετον ὅττι τάχιστα· 23.415ταῦτα δ̓ ἐγὼν αὐτὸς τεχνήσομαι ἠδὲ νοήσω 23.416στεινωπῷ ἐν ὁδῷ παραδύμεναι, οὐ δέ με λήσει. 23.417ὣς ἔφαθ̓, οἳ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν 23.418μᾶλλον ἐπιδραμέτην ὀλίγον χρόνον· αἶψα δ̓ ἔπειτα 23.419στεῖνος ὁδοῦ κοίλης ἴδεν Ἀντίλοχος μενεχάρμης. 23.420ῥωχμὸς ἔην γαίης, ᾗ χειμέριον ἀλὲν ὕδωρ 23.421ἐξέρρηξεν ὁδοῖο, βάθυνε δὲ χῶρον ἅπαντα· 23.422τῇ ῥ̓ εἶχεν Μενέλαος ἁματροχιὰς ἀλεείνων. 23.423Ἀντίλοχος δὲ παρατρέψας ἔχε μώνυχας ἵππους 23.424ἐκτὸς ὁδοῦ, ὀλίγον δὲ παρακλίνας ἐδίωκεν. 23.425Ἀτρεΐδης δ̓ ἔδεισε καὶ Ἀντιλόχῳ ἐγεγώνει· 23.426Ἀντίλοχ̓ ἀφραδέως ἱππάζεαι, ἀλλ̓ ἄνεχ̓ ἵππους· 23.427στεινωπὸς γὰρ ὁδός, τάχα δ̓ εὐρυτέρη παρελάσσαι· 23.428μή πως ἀμφοτέρους δηλήσεαι ἅρματι κύρσας. 23.429ὣς ἔφατ̓, Ἀντίλοχος δ̓ ἔτι καὶ πολὺ μᾶλλον ἔλαυνε 23.430κέντρῳ ἐπισπέρχων ὡς οὐκ ἀΐοντι ἐοικώς. 23.431ὅσσα δὲ δίσκου οὖρα κατωμαδίοιο πέλονται, 23.432ὅν τ̓ αἰζηὸς ἀφῆκεν ἀνὴρ πειρώμενος ἥβης, 23.433τόσσον ἐπιδραμέτην· αἳ δ̓ ἠρώησαν ὀπίσσω 23.434Ἀτρεΐδεω· αὐτὸς γὰρ ἑκὼν μεθέηκεν ἐλαύνειν 23.435μή πως συγκύρσειαν ὁδῷ ἔνι μώνυχες ἵπποι, 23.436δίφρους τ̓ ἀνστρέψειαν ἐϋπλεκέας, κατὰ δ̓ αὐτοὶ 23.437ἐν κονίῃσι πέσοιεν ἐπειγόμενοι περὶ νίκης. 23.438τὸν καὶ νεικείων προσέφη ξανθὸς Μενέλαος· 23.439Ἀντίλοχ̓ οὔ τις σεῖο βροτῶν ὀλοώτερος ἄλλος· 23.440ἔρῤ, ἐπεὶ οὔ σ̓ ἔτυμόν γε φάμεν πεπνῦσθαι Ἀχαιοί. 23.441ἀλλ̓ οὐ μὰν οὐ δ̓ ὧς ἄτερ ὅρκου οἴσῃ ἄεθλον. 23.442ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο φώνησέν τε· 23.443μή μοι ἐρύκεσθον μὴ δ̓ ἕστατον ἀχνυμένω κῆρ. 23.444φθήσονται τούτοισι πόδες καὶ γοῦνα καμόντα 23.445ὑμῖν· ἄμφω γὰρ ἀτέμβονται νεότητος. 23.446ὣς ἔφαθ̓, οἳ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν 23.447μᾶλλον ἐπιδραμέτην, τάχα δέ σφισιν ἄγχι γένοντο. 23.448Ἀργεῖοι δ̓ ἐν ἀγῶνι καθήμενοι εἰσορόωντο 23.449ἵππους· τοὶ δὲ πέτοντο κονίοντες πεδίοιο. 23.450πρῶτος δ̓ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἐφράσαθ̓ ἵππους· 23.451ἧστο γὰρ ἐκτὸς ἀγῶνος ὑπέρτατος ἐν περιωπῇ· 23.452τοῖο δ̓ ἄνευθεν ἐόντος ὁμοκλητῆρος ἀκούσας 23.453ἔγνω, φράσσατο δ̓ ἵππον ἀριπρεπέα προὔχοντα, 23.454ὃς τὸ μὲν ἄλλο τόσον φοῖνιξ ἦν, ἐν δὲ μετώπῳ 23.455λευκὸν σῆμα τέτυκτο περίτροχον ἠΰτε μήνη. 23.456στῆ δ̓ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν· 23.457φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες 23.458οἶος ἐγὼν ἵππους αὐγάζομαι ἦε καὶ ὑμεῖς; 23.459ἄλλοι μοι δοκέουσι παροίτεροι ἔμμεναι ἵπποι, 23.460ἄλλος δ̓ ἡνίοχος ἰνδάλλεται· αἳ δέ που αὐτοῦ 23.461ἔβλαβεν ἐν πεδίῳ, αἳ κεῖσέ γε φέρτεραι ἦσαν· 23.462ἤτοι γὰρ τὰς πρῶτα ἴδον περὶ τέρμα βαλούσας, 23.463νῦν δ̓ οὔ πῃ δύναμαι ἰδέειν· πάντῃ δέ μοι ὄσσε 23.464Τρωϊκὸν ἂμ πεδίον παπταίνετον εἰσορόωντι· 23.465ἦε τὸν ἡνίοχον φύγον ἡνία, οὐ δὲ δυνάσθη 23.466εὖ σχεθέειν περὶ τέρμα καὶ οὐκ ἐτύχησεν ἑλίξας· 23.467ἔνθά μιν ἐκπεσέειν ὀΐω σύν θ̓ ἅρματα ἆξαι, 23.468αἳ δ̓ ἐξηρώησαν, ἐπεὶ μένος ἔλλαβε θυμόν. 23.469ἀλλὰ ἴδεσθε καὶ ὔμμες ἀνασταδόν· οὐ γὰρ ἔγωγε 23.470εὖ διαγιγνώσκω· δοκέει δέ μοι ἔμμεναι ἀνὴρ 23.471Αἰτωλὸς γενεήν, μετὰ δ̓ Ἀργείοισιν ἀνάσσει 23.472Τυδέος ἱπποδάμου υἱὸς κρατερὸς Διομήδης. 23.473τὸν δ̓ αἰσχρῶς ἐνένιπεν Ὀϊλῆος ταχὺς Αἴας· 23.474Ἰδομενεῦ τί πάρος λαβρεύεαι; αἳ δέ τ̓ ἄνευθεν 23.475ἵπποι ἀερσίποδες πολέος πεδίοιο δίενται. 23.476οὔ τε νεώτατός ἐσσι μετ̓ Ἀργείοισι τοσοῦτον, 23.477οὔτέ τοι ὀξύτατον κεφαλῆς ἐκδέρκεται ὄσσε· 23.478ἀλλ̓ αἰεὶ μύθοις λαβρεύεαι· οὐ δέ τί σε χρὴ 23.479λαβραγόρην ἔμεναι· πάρα γὰρ καὶ ἀμείνονες ἄλλοι. 23.480ἵπποι δ̓ αὐταὶ ἔασι παροίτεραι, αἳ τὸ πάρος περ, 23.481Εὐμήλου, ἐν δ̓ αὐτὸς ἔχων εὔληρα βέβηκε. 23.482τὸν δὲ χολωσάμενος Κρητῶν ἀγὸς ἀντίον ηὔδα· 23.483Αἶαν νεῖκος ἄριστε κακοφραδὲς ἄλλά τε πάντα 23.484δεύεαι Ἀργείων, ὅτι τοι νόος ἐστὶν ἀπηνής. 23.485δεῦρό νυν ἢ τρίποδος περιδώμεθον ἠὲ λέβητος, 23.486ἴστορα δ̓ Ἀτρεΐδην Ἀγαμέμνονα θείομεν ἄμφω, 23.487ὁππότεραι πρόσθ̓ ἵπποι, ἵνα γνώῃς ἀποτίνων. 23.488ὣς ἔφατ̓, ὄρνυτο δ̓ αὐτίκ̓ Ὀϊλῆος ταχὺς Αἴας 23.489χωόμενος χαλεποῖσιν ἀμείψασθαι ἐπέεσσι· 23.490καί νύ κε δὴ προτέρω ἔτ̓ ἔρις γένετ̓ ἀμφοτέροισιν, 23.491εἰ μὴ Ἀχιλλεὺς αὐτὸς ἀνίστατο καὶ φάτο μῦθον· 23.492μηκέτι νῦν χαλεποῖσιν ἀμείβεσθον ἐπέεσσιν 23.493Αἶαν Ἰδομενεῦ τε κακοῖς, ἐπεὶ οὐ δὲ ἔοικε. 23.494καὶ δ̓ ἄλλῳ νεμεσᾶτον ὅτις τοιαῦτά γε ῥέζοι. 23.495ἀλλ̓ ὑμεῖς ἐν ἀγῶνι καθήμενοι εἰσοράασθε 23.496ἵππους· οἳ δὲ τάχ̓ αὐτοὶ ἐπειγόμενοι περὶ νίκης 23.497ἐνθάδ̓ ἐλεύσονται· τότε δὲ γνώσεσθε ἕκαστος 23.498ἵππους Ἀργείων, οἳ δεύτεροι οἵ τε πάροιθεν. 23.499ὣς φάτο, Τυδεΐδης δὲ μάλα σχεδὸν ἦλθε διώκων, 23.500μάστι δ̓ αἰὲν ἔλαυνε κατωμαδόν· οἳ δέ οἱ ἵπποι 23.501ὑψόσ̓ ἀειρέσθην ῥίμφα πρήσσοντε κέλευθον. 23.502αἰεὶ δ̓ ἡνίοχον κονίης ῥαθάμιγγες ἔβαλλον, 23.503ἅρματα δὲ χρυσῷ πεπυκασμένα κασσιτέρῳ τε 23.504ἵπποις ὠκυπόδεσσιν ἐπέτρεχον· οὐ δέ τι πολλὴ 23.505γίγνετ̓ ἐπισσώτρων ἁρματροχιὴ κατόπισθεν 23.506ἐν λεπτῇ κονίῃ· τὼ δὲ σπεύδοντε πετέσθην. 23.507στῆ δὲ μέσῳ ἐν ἀγῶνι, πολὺς δ̓ ἀνεκήκιεν ἱδρὼς 23.508ἵππων ἔκ τε λόφων καὶ ἀπὸ στέρνοιο χαμᾶζε. 23.509αὐτὸς δ̓ ἐκ δίφροιο χαμαὶ θόρε παμφανόωντος, 23.510κλῖνε δ̓ ἄρα μάστιγα ποτὶ ζυγόν· οὐ δὲ μάτησεν 23.511ἴφθιμος Σθένελος, ἀλλ̓ ἐσσυμένως λάβ̓ ἄεθλον, 23.512δῶκε δ̓ ἄγειν ἑτάροισιν ὑπερθύμοισι γυναῖκα 23.513καὶ τρίποδ̓ ὠτώεντα φέρειν· δ̓ ἔλυεν ὑφ̓ ἵππους. 23.514τῷ δ̓ ἄῤ ἐπ̓ Ἀντίλοχος Νηλήϊος ἤλασεν ἵππους 23.515κέρδεσιν, οὔ τι τάχει γε, παραφθάμενος Μενέλαον· 23.516ἀλλὰ καὶ ὧς Μενέλαος ἔχ̓ ἐγγύθεν ὠκέας ἵππους. 23.517ὅσσον δὲ τροχοῦ ἵππος ἀφίσταται, ὅς ῥα ἄνακτα 23.518ἕλκῃσιν πεδίοιο τιταινόμενος σὺν ὄχεσφι· 23.519τοῦ μέν τε ψαύουσιν ἐπισσώτρου τρίχες ἄκραι 23.520οὐραῖαι· δέ τ̓ ἄγχι μάλα τρέχει, οὐ δέ τι πολλὴ 23.521χώρη μεσσηγὺς πολέος πεδίοιο θέοντος· 23.522τόσσον δὴ Μενέλαος ἀμύμονος Ἀντιλόχοιο 23.523λείπετ̓· ἀτὰρ τὰ πρῶτα καὶ ἐς δίσκουρα λέλειπτο, 23.524ἀλλά μιν αἶψα κίχανεν· ὀφέλλετο γὰρ μένος ἠῢ 23.525ἵππου τῆς Ἀγαμεμνονέης καλλίτριχος Αἴθης· 23.526εἰ δέ κ̓ ἔτι προτέρω γένετο δρόμος ἀμφοτέροισι, 23.527τώ κέν μιν παρέλασσ̓ οὐ δ̓ ἀμφήριστον ἔθηκεν. 23.528αὐτὰρ Μηριόνης θεράπων ἐῢς Ἰδομενῆος 23.529λείπετ̓ ἀγακλῆος Μενελάου δουρὸς ἐρωήν· 23.530βάρδιστοι μὲν γάρ οἱ ἔσαν καλλίτριχες ἵπποι, 23.531ἤκιστος δ̓ ἦν αὐτὸς ἐλαυνέμεν ἅρμ̓ ἐν ἀγῶνι. 23.532υἱὸς δ̓ Ἀδμήτοιο πανύστατος ἤλυθεν ἄλλων