ILIAD Elucidated - Book 5

5.1ἔνθ̓ αὖ Τυδεΐδῃ Διομήδεϊ Παλλὰς Ἀθήνη 5.2δῶκε μένος καὶ θάρσος, ἵν̓ ἔκδηλος μετὰ πᾶσιν 5.3Ἀργείοισι γένοιτο ἰδὲ κλέος ἐσθλὸν ἄροιτο· 5.4δαῖέ οἱ ἐκ κόρυθός τε καὶ ἀσπίδος ἀκάματον πῦρ 5.5ἀστέῤ ὀπωρινῷ ἐναλίγκιον, ὅς τε μάλιστα 5.6λαμπρὸν παμφαίνῃσι λελουμένος ὠκεανοῖο· 5.7τοῖόν οἱ πῦρ δαῖεν ἀπὸ κρατός τε καὶ ὤμων, 5.8ὦρσε δέ μιν κατὰ μέσσον ὅθι πλεῖστοι κλονέοντο. 5.9ἦν δέ τις ἐν Τρώεσσι Δάρης ἀφνειὸς ἀμύμων 5.10ἱρεὺς Ἡφαίστοιο· δύω δέ οἱ υἱέες ἤστην 5.11Φηγεὺς Ἰδαῖός τε μάχης εὖ εἰδότε πάσης. 5.12τώ οἱ ἀποκρινθέντε ἐναντίω ὁρμηθήτην· 5.13τὼ μὲν ἀφ̓ ἵπποιιν, δ̓ ἀπὸ χθονὸς ὄρνυτο πεζός. 5.14οἳ δ̓ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ̓ ἀλλήλοισιν ἰόντες 5.15Φηγεύς ῥα πρότερος προΐει δολιχόσκιον ἔγχος· 5.16Τυδεΐδεω δ̓ ὑπὲρ ὦμον ἀριστερὸν ἤλυθ̓ ἀκωκὴ 5.17ἔγχεος, οὐ δ̓ ἔβαλ̓ αὐτόν· δ̓ ὕστερος ὄρνυτο χαλκῷ 5.18Τυδεΐδης· τοῦ δ̓ οὐχ ἅλιον βέλος ἔκφυγε χειρός, 5.19ἀλλ̓ ἔβαλε στῆθος μεταμάζιον, ὦσε δ̓ ἀφ̓ ἵππων. 5.20Ἰδαῖος δ̓ ἀπόρουσε λιπὼν περικαλλέα δίφρον, 5.21οὐ δ̓ ἔτλη περιβῆναι ἀδελφειοῦ κταμένοιο· 5.22οὐ δὲ γὰρ οὐ δέ κεν αὐτὸς ὑπέκφυγε κῆρα μέλαιναν, 5.23ἀλλ̓ Ἥφαιστος ἔρυτο, σάωσε δὲ νυκτὶ καλύψας, 5.24ὡς δή οἱ μὴ πάγχυ γέρων ἀκαχήμενος εἴη. 5.25ἵππους δ̓ ἐξελάσας μεγαθύμου Τυδέος υἱὸς 5.26δῶκεν ἑταίροισιν κατάγειν κοίλας ἐπὶ νῆας. 5.27Τρῶες δὲ μεγάθυμοι ἐπεὶ ἴδον υἷε Δάρητος 5.28τὸν μὲν ἀλευάμενον, τὸν δὲ κτάμενον παῤ ὄχεσφι, 5.29πᾶσιν ὀρίνθη θυμός· ἀτὰρ γλαυκῶπις Ἀθήνη 5.30χειρὸς ἑλοῦσ̓ ἐπέεσσι προσηύδα θοῦρον Ἄρηα· 5.31Ἆρες Ἄρες βροτολοιγὲ μιαιφόνε τειχεσιπλῆτα 5.32οὐκ ἂν δὴ Τρῶας μὲν ἐάσαιμεν καὶ Ἀχαιοὺς 5.33μάρνασθ̓, ὁπποτέροισι πατὴρ Ζεὺς κῦδος ὀρέξῃ, 5.34νῶϊ δὲ χαζώμεσθα, Διὸς δ̓ ἀλεώμεθα μῆνιν; 5.35ὣς εἰποῦσα μάχης ἐξήγαγε θοῦρον Ἄρηα· 5.36τὸν μὲν ἔπειτα καθεῖσεν ἐπ̓ ἠϊόεντι Σκαμάνδρῳ, 5.37Τρῶας δ̓ ἔκλιναν Δαναοί· ἕλε δ̓ ἄνδρα ἕκαστος 5.38ἡγεμόνων· πρῶτος δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων 5.39ἀρχὸν Ἁλιζώνων Ὀδίον μέγαν ἔκβαλε δίφρου· 5.40πρώτῳ γὰρ στρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν 5.41ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσε, 5.42δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχἐ ἐπ̓ αὐτῷ. 5.43Ἰδομενεὺς δ̓ ἄρα Φαῖστον ἐνήρατο Μῄονος υἱὸν 5.44Βώρου, ὃς ἐκ Τάρνης ἐριβώλακος εἰληλούθει. 5.45τὸν μὲν ἄῤ Ἰδομενεὺς δουρικλυτὸς ἔγχεϊ μακρῷ 5.46νύξ̓ ἵππων ἐπιβησόμενον κατὰ δεξιὸν ὦμον· 5.47ἤριπε δ̓ ἐξ ὀχέων, στυγερὸς δ̓ ἄρα μιν σκότος εἷλε. 5.48τὸν μὲν ἄῤ Ἰδομενῆος ἐσύλευον θεράποντες· 5.49υἱὸν δὲ Στροφίοιο Σκαμάνδριον αἵμονα θήρης 5.50Ἀτρεΐδης Μενέλαος ἕλ̓ ἔγχεϊ ὀξυόεντι 5.51ἐσθλὸν θηρητῆρα· δίδαξε γὰρ Ἄρτεμις αὐτὴ 5.52βάλλειν ἄγρια πάντα, τά τε τρέφει οὔρεσιν ὕλη· 5.53ἀλλ̓ οὔ οἱ τότε γε χραῖσμ̓ Ἄρτεμις ἰοχέαιρα, 5.54οὐ δὲ ἑκηβολίαι ᾗσιν τὸ πρίν γε κέκαστο· 5.55ἀλλά μιν Ἀτρεΐδης δουρικλειτὸς Μενέλαος 5.56πρόσθεν ἕθεν φεύγοντα μετάφρενον οὔτασε δουρὶ 5.57ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν, 5.58ἤριπε δὲ πρηνής, ἀράβησε δὲ τεύχἐ ἐπ̓ αὐτῷ. 5.59Μηριόνης δὲ Φέρεκλον ἐνήρατο, τέκτονος υἱὸν 5.60Ἁρμονίδεω, ὃς χερσὶν ἐπίστατο δαίδαλα πάντα 5.61τεύχειν· ἔξοχα γάρ μιν ἐφίλατο Παλλὰς Ἀθήνη· 5.62ὃς καὶ Ἀλεξάνδρῳ τεκτήνατο νῆας ἐΐσας 5.63ἀρχεκάκους, αἳ πᾶσι κακὸν Τρώεσσι γένοντο 5.64οἷ τ̓ αὐτῷ, ἐπεὶ οὔ τι θεῶν ἐκ θέσφατα ᾔδη. 5.65τὸν μὲν Μηριόνης ὅτε δὴ κατέμαρπτε διώκων 5.66βεβλήκει γλουτὸν κατὰ δεξιόν· δὲ διαπρὸ 5.67ἀντικρὺ κατὰ κύστιν ὑπ̓ ὀστέον ἤλυθ̓ ἀκωκή· 5.68γνὺξ δ̓ ἔριπ̓ οἰμώξας, θάνατος δέ μιν ἀμφεκάλυψε. 5.69Πήδαιον δ̓ ἄῤ ἔπεφνε Μέγης Ἀντήνορος υἱὸν 5.70ὅς ῥα νόθος μὲν ἔην, πύκα δ̓ ἔτρεφε δῖα Θεανὼ 5.71ἶσα φίλοισι τέκεσσι χαριζομένη πόσεϊ . 5.72τὸν μὲν Φυλεΐδης δουρὶ κλυτὸς ἐγγύθεν ἐλθὼν 5.73βεβλήκει κεφαλῆς κατὰ ἰνίον ὀξέϊ δουρί· 5.74ἀντικρὺ δ̓ ἀν̓ ὀδόντας ὑπὸ γλῶσσαν τάμε χαλκός· 5.75ἤριπε δ̓ ἐν κονίῃ, ψυχρὸν δ̓ ἕλε χαλκὸν ὀδοῦσιν. 5.76Εὐρύπυλος δ̓ Εὐαιμονίδης Ὑψήνορα δῖον 5.77υἱὸν ὑπερθύμου Δολοπίονος, ὅς ῥα Σκαμάνδρου 5.78ἀρητὴρ ἐτέτυκτο, θεὸς δ̓ ὣς τίετο δήμῳ, 5.79τὸν μὲν ἄῤ Εὐρύπυλος, Εὐαίμονος ἀγλαὸς υἱός, 5.80πρόσθεν ἕθεν φεύγοντα μεταδρομάδην ἔλασ̓ ὦμον 5.81φασγάνῳ ἀΐξας, ἀπὸ δ̓ ἔξεσε χεῖρα βαρεῖαν· 5.82αἱματόεσσα δὲ χεὶρ πεδίῳ πέσε· τὸν δὲ κατ̓ ὄσσε 5.83ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή. 5.84ὣς οἳ μὲν πονέοντο κατὰ κρατερὴν ὑσμίνην· 5.85Τυδεΐδην δ̓ οὐκ ἂν γνοίης ποτέροισι μετείη 5.86ἠὲ μετὰ Τρώεσσιν ὁμιλέοι ἦ μετ̓ Ἀχαιοῖς. 5.87θῦνε γὰρ ἂμ πεδίον ποταμῷ πλήθοντι ἐοικὼς 5.88χειμάρρῳ, ὅς τ̓ ὦκα ῥέων ἐκέδασσε γεφύρας· 5.89τὸν δ̓ οὔ τ̓ ἄρ τε γέφυραι ἐεργμέναι ἰσχανόωσιν, 5.90οὔ τ̓ ἄρα ἕρκεα ἴσχει ἀλωάων ἐριθηλέων 5.91ἐλθόντ̓ ἐξαπίνης ὅτ̓ ἐπιβρίσῃ Διὸς ὄμβρος· 5.92πολλὰ δ̓ ὑπ̓ αὐτοῦ ἔργα κατήριπε κάλ̓ αἰζηῶν· 5.93ὣς ὑπὸ Τυδεΐδῃ πυκιναὶ κλονέοντο φάλαγγες 5.94Τρώων, οὐ δ̓ ἄρα μιν μίμνον πολέες περ ἐόντες. 5.95τὸν δ̓ ὡς οὖν ἐνόησε Λυκάονος ἀγλαὸς υἱὸς 5.96θύνοντ̓ ἂμ πεδίον πρὸ ἕθεν κλονέοντα φάλαγγας, 5.97αἶψ̓ ἐπὶ Τυδεΐδῃ ἐτιταίνετο καμπύλα τόξα, 5.98καὶ βάλ̓ ἐπαΐσσοντα τυχὼν κατὰ δεξιὸν ὦμον 5.99θώρηκος γύαλον· διὰ δ̓ ἔπτατο πικρὸς ὀϊστός, 5.100ἀντικρὺ δὲ διέσχε, παλάσσετο δ̓ αἵματι θώρηξ. 5.101τῷ δ̓ ἐπὶ μακρὸν ἄϋσε Λυκάονος ἀγλαὸς υἱός· 5.102ὄρνυσθε Τρῶες μεγάθυμοι κέντορες ἵππων· 5.103βέβληται γὰρ ἄριστος Ἀχαιῶν, οὐ δέ φημι 5.104δήθ̓ ἀνσχήσεσθαι κρατερὸν βέλος, εἰ ἐτεόν με 5.105ὦρσεν ἄναξ Διὸς υἱὸς ἀπορνύμενον Λυκίηθεν. 5.106ὣς ἔφατ̓ εὐχόμενος· τὸν δ̓ οὐ βέλος ὠκὺ δάμασσεν, 5.107ἀλλ̓ ἀναχωρήσας πρόσθ̓ ἵπποιιν καὶ ὄχεσφιν 5.108ἔστη, καὶ Σθένελον προσέφη Καπανήϊον υἱόν· 5.109ὄρσο πέπον Καπανηϊάδη, καταβήσεο δίφρου, 5.110ὄφρά μοι ἐξ ὤμοιο ἐρύσσῃς πικρὸν ὀϊστόν. 5.111ὣς ἄῤ ἔφη, Σθένελος δὲ καθ̓ ἵππων ἆλτο χαμᾶζε, 5.112πὰρ δὲ στὰς βέλος ὠκὺ διαμπερὲς ἐξέρυσ̓ ὤμου· 5.113αἷμα δ̓ ἀνηκόντιζε διὰ στρεπτοῖο χιτῶνος. 5.114δὴ τότ̓ ἔπειτ̓ ἠρᾶτο βοὴν ἀγαθὸς Διομήδης· 5.115κλῦθί μευ αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη, 5.116εἴ ποτέ μοι καὶ πατρὶ φίλα φρονέουσα παρέστης 5.117δηΐῳ ἐν πολέμῳ, νῦν αὖτ̓ ἐμὲ φῖλαι Ἀθήνη· 5.118δὸς δέ τέ μ̓ ἄνδρα ἑλεῖν καὶ ἐς ὁρμὴν ἔγχεος ἐλθεῖν 5.119ὅς μ̓ ἔβαλε φθάμενος καὶ ἐπεύχεται, οὐ δέ μέ φησι 5.120δηρὸν ἔτ̓ ὄψεσθαι λαμπρὸν φάος ἠελίοιο. 5.121ὣς ἔφατ̓ εὐχόμενος· τοῦ δ̓ ἔκλυε Παλλὰς Ἀθήνη, 5.122γυῖα δ̓ ἔθηκεν ἐλαφρά, πόδας καὶ χεῖρας ὕπερθεν· 5.123ἀγχοῦ δ̓ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα· 5.124θαρσῶν νῦν Διόμηδες ἐπὶ Τρώεσσι μάχεσθαι· 5.125ἐν γάρ τοι στήθεσσι μένος πατρώϊον ἧκα 5.126ἄτρομον, οἷον ἔχεσκε σακέσπαλος ἱππότα Τυδεύς· 5.127ἀχλὺν δ̓ αὖ τοι ἀπ̓ ὀφθαλμῶν ἕλον πρὶν ἐπῆεν, 5.128ὄφῤ εὖ γιγνώσκῃς ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα. 5.129τὼ νῦν αἴ κε θεὸς πειρώμενος ἐνθάδ̓ ἵκηται 5.130μή τι σύ γ̓ ἀθανάτοισι θεοῖς ἀντικρὺ μάχεσθαι 5.131τοῖς ἄλλοις· ἀτὰρ εἴ κε Διὸς θυγάτηρ Ἀφροδίτη 5.132ἔλθῃσ̓ ἐς πόλεμον, τήν γ̓ οὐτάμεν ὀξέϊ χαλκῷ. 5.133 μὲν ἄῤ ὣς εἰποῦσ̓ ἀπέβη γλαυκῶπις Ἀθήνη, 5.134Τυδεΐδης δ̓ ἐξαῦτις ἰὼν προμάχοισιν ἐμίχθη 5.135καὶ πρίν περ θυμῷ μεμαὼς Τρώεσσι μάχεσθαι· 5.136δὴ τότε μιν τρὶς τόσσον ἕλεν μένος ὥς τε λέοντα 5.137ὅν ῥά τε ποιμὴν ἀγρῷ ἐπ̓ εἰροπόκοις ὀΐεσσι 5.138χραύσῃ μέν τ̓ αὐλῆς ὑπεράλμενον οὐ δὲ δαμάσσῃ· 5.139τοῦ μέν τε σθένος ὦρσεν, ἔπειτα δέ τ̓ οὐ προσαμύνει, 5.140ἀλλὰ κατὰ σταθμοὺς δύεται, τὰ δ̓ ἐρῆμα φοβεῖται· 5.141αἳ μέν τ̓ ἀγχιστῖναι ἐπ̓ ἀλλήλῃσι κέχυνται, 5.142αὐτὰρ ἐμμεμαὼς βαθέης ἐξάλλεται αὐλῆς· 5.143ὣς μεμαὼς Τρώεσσι μίγη κρατερὸς Διομήδης. 5.144ἔνθ̓ ἕλεν Ἀστύνοον καὶ Ὑπείρονα ποιμένα λαῶν, 5.145τὸν μὲν ὑπὲρ μαζοῖο βαλὼν χαλκήρεϊ δουρί, 5.146τὸν δ̓ ἕτερον ξίφεϊ μεγάλῳ κληῗδα παῤ ὦμον 5.147πλῆξ̓, ἀπὸ δ̓ αὐχένος ὦμον ἐέργαθεν ἠδ̓ ἀπὸ νώτου. 5.148τοὺς μὲν ἔασ̓, δ̓ Ἄβαντα μετῴχετο καὶ Πολύειδον 5.149υἱέας Εὐρυδάμαντος ὀνειροπόλοιο γέροντος· 5.150τοῖς οὐκ ἐρχομένοις γέρων ἐκρίνατ̓ ὀνείρους, 5.151ἀλλά σφεας κρατερὸς Διομήδης ἐξενάριξε· 5.152βῆ δὲ μετὰ Ξάνθόν τε Θόωνά τε Φαίνοπος υἷε 5.153ἄμφω τηλυγέτω· δὲ τείρετο γήραϊ λυγρῷ, 5.154υἱὸν δ̓ οὐ τέκετ̓ ἄλλον ἐπὶ κτεάτεσσι λιπέσθαι. 5.155ἔνθ̓ γε τοὺς ἐνάριζε, φίλον δ̓ ἐξαίνυτο θυμὸν 5.156ἀμφοτέρω, πατέρι δὲ γόον καὶ κήδεα λυγρὰ 5.157λεῖπ̓, ἐπεὶ οὐ ζώοντε μάχης ἐκνοστήσαντε 5.158δέξατο· χηρωσταὶ δὲ διὰ κτῆσιν δατέοντο. 5.159ἔνθ̓ υἷας Πριάμοιο δύω λάβε Δαρδανίδαο 5.160εἰν ἑνὶ δίφρῳ ἐόντας Ἐχέμμονά τε Χρομίον τε. 5.161ὡς δὲ λέων ἐν βουσὶ θορὼν ἐξ αὐχένα ἄξῃ 5.162πόρτιος ἠὲ βοὸς ξύλοχον κάτα βοσκομενάων, 5.163ὣς τοὺς ἀμφοτέρους ἐξ ἵππων Τυδέος υἱὸς 5.164βῆσε κακῶς ἀέκοντας, ἔπειτα δὲ τεύχἐ ἐσύλα· 5.165ἵππους δ̓ οἷς ἑτάροισι δίδου μετὰ νῆας ἐλαύνειν. 5.166τὸν δ̓ ἴδεν Αἰνείας ἀλαπάζοντα στίχας ἀνδρῶν, 5.167βῆ δ̓ ἴμεν ἄν τε μάχην καὶ ἀνὰ κλόνον ἐγχειάων 5.168Πάνδαρον ἀντίθεον διζήμενος εἴ που ἐφεύροι· 5.169εὗρε Λυκάονος υἱὸν ἀμύμονά τε κρατερόν τε, 5.170στῆ δὲ πρόσθ̓ αὐτοῖο ἔπος τέ μιν ἀντίον ηὔδα· 5.171Πάνδαρε ποῦ τοι τόξον ἰδὲ πτερόεντες ὀϊστοὶ 5.172καὶ κλέος; οὔ τίς τοι ἐρίζεται ἐνθάδε γ̓ ἀνήρ, 5.173οὐ δέ τις ἐν Λυκίῃ σέο γ̓ εὔχεται εἶναι ἀμείνων. 5.174ἀλλ̓ ἄγε τῷδ̓ ἔφες ἀνδρὶ βέλος Διὶ χεῖρας ἀνασχὼν 5.175ὅς τις ὅδε κρατέει καὶ δὴ κακὰ πολλὰ ἔοργε 5.176Τρῶας, ἐπεὶ πολλῶν τε καὶ ἐσθλῶν γούνατ̓ ἔλυσεν· 5.177εἰ μή τις θεός ἐστι κοτεσσάμενος Τρώεσσιν 5.178ἱρῶν μηνίσας· χαλεπὴ δὲ θεοῦ ἔπι μῆνις. 5.179τὸν δ̓ αὖτε προσέειπε Λυκάονος ἀγλαὸς υἱός· 5.180Αἰνεία Τρώων βουληφόρε χαλκοχιτώνων 5.181Τυδεΐδῃ μιν ἔγωγε δαΐφρονι πάντα ἐΐσκω, 5.182ἀσπίδι γιγνώσκων αὐλώπιδί τε τρυφαλείῃ, 5.183ἵππους τ̓ εἰσορόων· σάφα δ̓ οὐκ οἶδ̓ εἰ θεός ἐστιν. 5.184εἰ δ̓ γ̓ ἀνὴρ ὅν φημι δαΐφρων Τυδέος υἱὸς 5.185οὐχ γ̓ ἄνευθε θεοῦ τάδε μαίνεται, ἀλλά τις ἄγχι 5.186ἕστηκ̓ ἀθανάτων νεφέλῃ εἰλυμένος ὤμους, 5.187ὃς τούτου βέλος ὠκὺ κιχήμενον ἔτραπεν ἄλλῃ. 5.188ἤδη γάρ οἱ ἐφῆκα βέλος, καί μιν βάλον ὦμον 5.189δεξιὸν ἀντικρὺ διὰ θώρηκος γυάλοιο· 5.190καί μιν ἔγωγ̓ ἐφάμην Ἀϊδωνῆϊ προϊάψειν, 5.191ἔμπης δ̓ οὐκ ἐδάμασσα· θεός νύ τίς ἐστι κοτήεις. 5.192ἵπποι δ̓ οὐ παρέασι καὶ ἅρματα τῶν κ̓ ἐπιβαίην· 5.193ἀλλά που ἐν μεγάροισι Λυκάονος ἕνδεκα δίφροι 5.194καλοὶ πρωτοπαγεῖς νεοτευχέες· ἀμφὶ δὲ πέπλοι 5.195πέπτανται· παρὰ δέ σφιν ἑκάστῳ δίζυγες ἵπποι 5.196ἑστᾶσι κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας. 5.197ἦ μέν μοι μάλα πολλὰ γέρων αἰχμητὰ Λυκάων 5.198ἐρχομένῳ ἐπέτελλε δόμοις ἔνι ποιητοῖσιν· 5.199ἵπποισίν μ̓ ἐκέλευε καὶ ἅρμασιν ἐμβεβαῶτα 5.200ἀρχεύειν Τρώεσσι κατὰ κρατερὰς ὑσμίνας· 5.201ἀλλ̓ ἐγὼ οὐ πιθόμην· ἦ τ̓ ἂν πολὺ κέρδιον ἦεν· 5.202ἵππων φειδόμενος, μή μοι δευοίατο φορβῆς 5.203ἀνδρῶν εἰλομένων εἰωθότες ἔδμεναι ἄδην. 5.204ὣς λίπον, αὐτὰρ πεζὸς ἐς Ἴλιον εἰλήλουθα 5.205τόξοισιν πίσυνος· τὰ δέ μ̓ οὐκ ἄῤ ἔμελλον ὀνήσειν. 5.206ἤδη γὰρ δοιοῖσιν ἀριστήεσσιν ἐφῆκα 5.207Τυδεΐδῃ τε καὶ Ἀτρεΐδῃ, ἐκ δ̓ ἀμφοτέροιιν 5.208ἀτρεκὲς αἷμ̓ ἔσσευα βαλών, ἤγειρα δὲ μᾶλλον. 5.209τώ ῥα κακῇ αἴσῃ ἀπὸ πασσάλου ἀγκύλα τόξα 5.210ἤματι τῷ ἑλόμην ὅτε Ἴλιον εἰς ἐρατεινὴν 5.211ἡγεόμην Τρώεσσι φέρων χάριν Ἕκτορι δίῳ. 5.212εἰ δέ κε νοστήσω καὶ ἐσόψομαι ὀφθαλμοῖσι 5.213πατρίδ̓ ἐμὴν ἄλοχόν τε καὶ ὑψερεφὲς μέγα δῶμα, 5.214αὐτίκ̓ ἔπειτ̓ ἀπ̓ ἐμεῖο κάρη τάμοι ἀλλότριος φὼς 5.215εἰ μὴ ἐγὼ τάδε τόξα φαεινῷ ἐν πυρὶ θείην 5.216χερσὶ διακλάσσας· ἀνεμώλια γάρ μοι ὀπηδεῖ. 5.217τὸν δ̓ αὖτ̓ Αἰνείας Τρώων ἀγὸς ἀντίον ηὔδα· 5.218μὴ δ̓ οὕτως ἀγόρευε· πάρος δ̓ οὐκ ἔσσεται ἄλλως, 5.219πρίν γ̓ ἐπὶ νὼ τῷδ̓ ἀνδρὶ σὺν ἵπποισιν καὶ ὄχεσφιν 5.220ἀντιβίην ἐλθόντε σὺν ἔντεσι πειρηθῆναι. 5.221ἀλλ̓ ἄγ̓ ἐμῶν ὀχέων ἐπιβήσεο, ὄφρα ἴδηαι 5.222οἷοι Τρώϊοι ἵπποι ἐπιστάμενοι πεδίοιο 5.223κραιπνὰ μάλ̓ ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι· 5.224τὼ καὶ νῶϊ πόλιν δὲ σαώσετον, εἴ περ ἂν αὖτε 5.225Ζεὺς ἐπὶ Τυδεΐδῃ Διομήδεϊ κῦδος ὀρέξῃ. 5.226ἀλλ̓ ἄγε νῦν μάστιγα καὶ ἡνία σιγαλόεντα 5.227δέξαι, ἐγὼ δ̓ ἵππων ἀποβήσομαι ὄφρα μάχωμαι· 5.228ἠὲ σὺ τόνδε δέδεξο, μελήσουσιν δ̓ ἐμοὶ ἵπποι. 5.229τὸν δ̓ αὖτε προσέειπε Λυκάονος ἀγλαὸς υἱός· 5.230Αἰνεία σὺ μὲν αὐτὸς ἔχ̓ ἡνία καὶ τεὼ ἵππω· 5.231μᾶλλον ὑφ̓ ἡνιόχῳ εἰωθότι καμπύλον ἅρμα 5.232οἴσετον, εἴ περ ἂν αὖτε φεβώμεθα Τυδέος υἱόν· 5.233μὴ τὼ μὲν δείσαντε ματήσετον, οὐ δ̓ ἐθέλητον 5.234ἐκφερέμεν πολέμοιο τεὸν φθόγγον ποθέοντε, 5.235νῶϊ δ̓ ἐπαΐξας μεγαθύμου Τυδέος υἱὸς 5.236αὐτώ τε κτείνῃ καὶ ἐλάσσῃ μώνυχας ἵππους. 5.237ἀλλὰ σύ γ̓ αὐτὸς ἔλαυνε τέ̓ ἅρματα καὶ τεὼ ἵππω, 5.238τὸν δὲ δ̓ ἐγὼν ἐπιόντα δεδέξομαι ὀξέϊ δουρί. 5.239ὣς ἄρα φωνήσαντες ἐς ἅρματα ποικίλα βάντες 5.240ἐμμεμαῶτ̓ ἐπὶ Τυδεΐδῃ ἔχον ὠκέας ἵππους. 5.241τοὺς δὲ ἴδε Σθένελος Καπανήϊος ἀγλαὸς υἱός, 5.242αἶψα δὲ Τυδεΐδην ἔπεα πτερόεντα προσηύδα· 5.243Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ, 5.244ἄνδῤ ὁρόω κρατερὼ ἐπὶ σοὶ μεμαῶτε μάχεσθαι 5.245ἶν̓ ἀπέλεθρον ἔχοντας· μὲν τόξων ἐῢ εἰδὼς 5.246Πάνδαρος, υἱὸς δ̓ αὖτε Λυκάονος εὔχεται εἶναι· 5.247Αἰνείας δ̓ υἱὸς μὲν ἀμύμονος Ἀγχίσαο 5.248εὔχεται ἐκγεγάμεν, μήτηρ δέ οἵ ἐστ̓ Ἀφροδίτη. 5.249ἀλλ̓ ἄγε δὴ χαζώμεθ̓ ἐφ̓ ἵππων, μη δέ μοι οὕτω 5.250θῦνε διὰ προμάχων, μή πως φίλον ἦτορ ὀλέσσῃς. 5.251τὸν δ̓ ἄῤ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης· 5.252μή τι φόβον δ̓ ἀγόρεὐ, ἐπεὶ οὐ δὲ σὲ πεισέμεν οἴω. 5.253οὐ γάρ μοι γενναῖον ἀλυσκάζοντι μάχεσθαι 5.254οὐ δὲ καταπτώσσειν· ἔτι μοι μένος ἔμπεδόν ἐστιν· 5.255ὀκνείω δ̓ ἵππων ἐπιβαινέμεν, ἀλλὰ καὶ αὔτως 5.256ἀντίον εἶμ̓ αὐτῶν· τρεῖν μ̓ οὐκ ἐᾷ Παλλὰς Ἀθήνη. 5.257τούτω δ̓ οὐ πάλιν αὖτις ἀποίσετον ὠκέες ἵπποι 5.258ἄμφω ἀφ̓ ἡμείων, εἴ γ̓ οὖν ἕτερός γε φύγῃσιν. 5.259ἄλλο δέ τοι ἐρέω, σὺ δ̓ ἐνὶ φρεσὶ βάλλεο σῇσιν· 5.260αἴ κέν μοι πολύβουλος Ἀθήνη κῦδος ὀρέξῃ 5.261ἀμφοτέρω κτεῖναι, σὺ δὲ τούσδε μὲν ὠκέας ἵππους 5.262αὐτοῦ ἐρυκακέειν ἐξ ἄντυγος ἡνία τείνας, 5.263Αἰνείαο δ̓ ἐπαΐξαι μεμνημένος ἵππων, 5.264ἐκ δ̓ ἐλάσαι Τρώων μετ̓ ἐϋκνήμιδας Ἀχαιούς. 5.265τῆς γάρ τοι γενεῆς ἧς Τρωΐ περ εὐρύοπα Ζεὺς 5.266δῶχ̓ υἷος ποινὴν Γανυμήδεος, οὕνεκ̓ ἄριστοι 5.267ἵππων ὅσσοι ἔασιν ὑπ̓ ἠῶ τ̓ ἠέλιόν τε, 5.268τῆς γενεῆς ἔκλεψεν ἄναξ ἀνδρῶν Ἀγχίσης 5.269λάθρῃ Λαομέδοντος ὑποσχὼν θήλεας ἵππους· 5.270τῶν οἱ ἓξ ἐγένοντο ἐνὶ μεγάροισι γενέθλη. 5.271τοὺς μὲν τέσσαρας αὐτὸς ἔχων ἀτίταλλ̓ ἐπὶ φάτνῃ, 5.272τὼ δὲ δύ̓ Αἰνείᾳ δῶκεν μήστωρε φόβοιο. 5.273εἰ τούτω κε λάβοιμεν, ἀροίμεθά κε κλέος ἐσθλόν. 5.274ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον, 5.275τὼ δὲ τάχ̓ ἐγγύθεν ἦλθον ἐλαύνοντ̓ ὠκέας ἵππους. 5.276τὸν πρότερος προσέειπε Λυκάονος ἀγλαὸς υἱός· 5.277καρτερόθυμε δαΐφρον ἀγαυοῦ Τυδέος υἱὲ 5.278ἦ μάλα σ̓ οὐ βέλος ὠκὺ δαμάσσατο πικρὸς ὀϊστός· 5.279νῦν αὖτ̓ ἐγχείῃ πειρήσομαι αἴ κε τύχωμι. 5.280 ῥα καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος 5.281καὶ βάλε Τυδεΐδαο κατ̓ ἀσπίδα· τῆς δὲ διὰ πρὸ 5.282αἰχμὴ χαλκείη πταμένη θώρηκι πελάσθη· 5.283τῷ δ̓ ἐπὶ μακρὸν ἄϋσε Λυκάονος ἀγλαὸς υἱός· 5.284βέβληαι κενεῶνα διαμπερές, οὐ δέ σ̓ ὀΐω 5.285δηρὸν ἔτ̓ ἀνσχήσεσθαι· ἐμοὶ δὲ μέγ̓ εὖχος ἔδωκας. 5.286τὸν δ̓ οὐ ταρβήσας προσέφη κρατερὸς Διομήδης· 5.287ἤμβροτες οὐ δ̓ ἔτυχες· ἀτὰρ οὐ μὲν σφῶΐ γ̓ ὀΐω 5.288πρίν γ̓ ἀποπαύσεσθαι πρίν γ̓ ἢ ἕτερόν γε πεσόντα 5.289αἵματος ἆσαι Ἄρηα, ταλαύρινον πολεμιστήν. 5.290ὣς φάμενος προέηκε· βέλος δ̓ ἴθυνεν Ἀθήνη 5.291ῥῖνα παῤ ὀφθαλμόν, λευκοὺς δ̓ ἐπέρησεν ὀδόντας. 5.292τοῦ δ̓ ἀπὸ μὲν γλῶσσαν πρυμνὴν τάμε χαλκὸς ἀτειρής, 5.293αἰχμὴ δ̓ ἐξελύθη παρὰ νείατον ἀνθερεῶνα· 5.294ἤριπε δ̓ ἐξ ὀχέων, ἀράβησε δὲ τεύχἐ ἐπ̓ αὐτῷ 5.295αἰόλα παμφανόωντα, παρέτρεσσαν δέ οἱ ἵπποι 5.296ὠκύποδες· τοῦ δ̓ αὖθι λύθη ψυχή τε μένος τε. 5.297Αἰνείας δ̓ ἀπόρουσε σὺν ἀσπίδι δουρί τε μακρῷ 5.298δείσας μή πώς οἱ ἐρυσαίατο νεκρὸν Ἀχαιοί. 5.299ἀμφὶ δ̓ ἄῤ αὐτῷ βαῖνε λέων ὣς ἀλκὶ πεποιθώς, 5.300πρόσθε δέ οἱ δόρυ τ̓ ἔσχε καὶ ἀσπίδα πάντοσ̓ ἐΐσην, 5.301τὸν κτάμεναι μεμαὼς ὅς τις τοῦ γ̓ ἀντίος ἔλθοι 5.302σμερδαλέα ἰάχων· δὲ χερμάδιον λάβε χειρὶ 5.303Τυδεΐδης μέγα ἔργον οὐ δύο γ̓ ἄνδρε φέροιεν, 5.304οἷοι νῦν βροτοί εἰσ̓· δέ μιν ῥέα πάλλε καὶ οἶος. 5.305τῷ βάλεν Αἰνείαο κατ̓ ἰσχίον ἔνθά τε μηρὸς 5.306ἰσχίῳ ἐνστρέφεται, κοτύλην δέ τέ μιν καλέουσι· 5.307θλάσσε δέ οἱ κοτύλην, πρὸς δ̓ ἄμφω ῥῆξε τένοντε· 5.308ὦσε δ̓ ἀπὸ ῥινὸν τρηχὺς λίθος· αὐτὰρ γ̓ ἥρως 5.309ἔστη γνὺξ ἐριπὼν καὶ ἐρείσατο χειρὶ παχείῃ 5.310γαίης· ἀμφὶ δὲ ὄσσε κελαινὴ νὺξ ἐκάλυψε. 5.311καί νύ κεν ἔνθ̓ ἀπόλοιτο ἄναξ ἀνδρῶν Αἰνείας, 5.312εἰ μὴ ἄῤ ὀξὺ νόησε Διὸς θυγάτηρ Ἀφροδίτη 5.313μήτηρ, μιν ὑπ̓ Ἀγχίσῃ τέκε βουκολέοντι· 5.314ἀμφὶ δ̓ ἑὸν φίλον υἱὸν ἐχεύατο πήχεε λευκώ, 5.315πρόσθε δέ οἱ πέπλοιο φαεινοῦ πτύγμα κάλυψεν 5.316ἕρκος ἔμεν βελέων, μή τις Δαναῶν ταχυπώλων 5.317χαλκὸν ἐνὶ στήθεσσι βαλὼν ἐκ θυμὸν ἕλοιτο. 5.318 μὲν ἑὸν φίλον υἱὸν ὑπεξέφερεν πολέμοιο· 5.319οὐ δ̓ υἱὸς Καπανῆος ἐλήθετο συνθεσιάων 5.320τάων ἃς ἐπέτελλε βοὴν ἀγαθὸς Διομήδης, 5.321ἀλλ̓ γε τοὺς μὲν ἑοὺς ἠρύκακε μώνυχας ἵππους 5.322νόσφιν ἀπὸ φλοίσβου ἐξ ἄντυγος ἡνία τείνας, 5.323Αἰνείαο δ̓ ἐπαΐξας καλλίτριχας ἵππους 5.324ἐξέλασε Τρώων μετ̓ ἐϋκνήμιδας Ἀχαιούς. 5.325δῶκε δὲ Δηϊπύλῳ ἑτάρῳ φίλῳ, ὃν περὶ πάσης 5.326τῖεν ὁμηλικίης ὅτι οἱ φρεσὶν ἄρτια ᾔδη, 5.327νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν· αὐτὰρ γ̓ ἥρως 5.328ὧν ἵππων ἐπιβὰς ἔλαβ̓ ἡνία σιγαλόεντα, 5.329αἶψα δὲ Τυδεΐδην μέθεπε κρατερώνυχας ἵππους 5.330ἐμμεμαώς· δὲ Κύπριν ἐπῴχετο νηλέϊ χαλκῷ 5.331γιγνώσκων τ̓ ἄναλκις ἔην θεός, οὐ δὲ θεάων 5.332τάων αἵ τ̓ ἀνδρῶν πόλεμον κάτα κοιρανέουσιν, 5.333οὔ τ̓ ἄῤ Ἀθηναίη οὔ τε πτολίπορθος Ἐνυώ. 5.334ἀλλ̓ ὅτε δή ῥ̓ ἐκίχανε πολὺν καθ̓ ὅμιλον ὀπάζων, 5.335ἔνθ̓ ἐπορεξάμενος μεγαθύμου Τυδέος υἱὸς 5.336ἄκρην οὔτασε χεῖρα μετάλμενος ὀξέϊ δουρὶ 5.337ἀβληχρήν· εἶθαρ δὲ δόρυ χροὸς ἀντετόρησεν 5.338ἀμβροσίου διὰ πέπλου, ὅν οἱ Χάριτες κάμον αὐταί, 5.339πρυμνὸν ὕπερ θέναρος· ῥέε δ̓ ἄμβροτον αἷμα θεοῖο 5.340ἰχώρ, οἷός πέρ τε ῥέει μακάρεσσι θεοῖσιν· 5.341οὐ γὰρ σῖτον ἔδουσ̓, οὐ πίνουσ̓ αἴθοπα οἶνον, 5.342τοὔνεκ̓ ἀναίμονές εἰσι καὶ ἀθάνατοι καλέονται. 5.343 δὲ μέγα ἰάχουσα ἀπὸ ἕο κάββαλεν υἱόν· 5.344καὶ τὸν μὲν μετὰ χερσὶν ἐρύσατο Φοῖβος Ἀπόλλων 5.345κυανέῃ νεφέλῃ, μή τις Δαναῶν ταχυπώλων 5.346χαλκὸν ἐνὶ στήθεσσι βαλὼν ἐκ θυμὸν ἕλοιτο· 5.347τῇ δ̓ ἐπὶ μακρὸν ἄϋσε βοὴν ἀγαθὸς Διομήδης· 5.348εἶκε Διὸς θύγατερ πολέμου καὶ δηϊοτῆτος· 5.349ἦ οὐχ ἅλις ὅττι γυναῖκας ἀνάλκιδας ἠπεροπεύεις; 5.350εἰ δὲ σύ γ̓ ἐς πόλεμον πωλήσεαι, ἦ τέ σ̓ ὀΐω 5.351ῥιγήσειν πόλεμόν γε καὶ εἴ χ̓ ἑτέρωθι πύθηαι. 5.352ὣς ἔφαθ̓, δ̓ ἀλύουσ̓ ἀπεβήσετο, τείρετο δ̓ αἰνῶς· 5.353τὴν μὲν ἄῤ Ἶρις ἑλοῦσα ποδήνεμος ἔξαγ̓ ὁμίλου 5.354ἀχθομένην ὀδύνῃσι, μελαίνετο δὲ χρόα καλόν. 5.355εὗρεν ἔπειτα μάχης ἐπ̓ ἀριστερὰ θοῦρον Ἄρηα 5.356ἥμενον· ἠέρι δ̓ ἔγχος ἐκέκλιτο καὶ ταχέ̓ ἵππω· 5.357 δὲ γνὺξ ἐριποῦσα κασιγνήτοιο φίλοιο 5.358πολλὰ λισσομένη χρυσάμπυκας ᾔτεεν ἵππους· 5.359φίλε κασίγνητε κόμισαί τέ με δός τέ μοι ἵππους, 5.360ὄφῤ ἐς Ὄλυμπον ἵκωμαι ἵν̓ ἀθανάτων ἕδος ἐστί. 5.361λίην ἄχθομαι ἕλκος με βροτὸς οὔτασεν ἀνὴρ 5.362Τυδεΐδης, ὃς νῦν γε καὶ ἂν Διὶ πατρὶ μάχοιτο. 5.363ὣς φάτο, τῇ δ̓ ἄῤ Ἄρης δῶκε χρυσάμπυκας ἵππους· 5.364 δ̓ ἐς δίφρον ἔβαινεν ἀκηχεμένη φίλον ἦτορ, 5.365πὰρ δέ οἱ Ἶρις ἔβαινε καὶ ἡνία λάζετο χερσί, 5.366μάστιξεν δ̓ ἐλάαν, τὼ δ̓ οὐκ ἀέκοντε πετέσθην. 5.367αἶψα δ̓ ἔπειθ̓ ἵκοντο θεῶν ἕδος αἰπὺν Ὄλυμπον· 5.368ἔνθ̓ ἵππους ἔστησε ποδήνεμος ὠκέα Ἶρις 5.369λύσασ̓ ἐξ ὀχέων, παρὰ δ̓ ἀμβρόσιον βάλεν εἶδαρ· 5.370 δ̓ ἐν γούνασι πῖπτε Διώνης δῖ̓ Ἀφροδίτη 5.371μητρὸς ἑῆς· δ̓ ἀγκὰς ἐλάζετο θυγατέρα ἥν, 5.372χειρί τέ μιν κατέρεξεν ἔπος τ̓ ἔφατ̓ ἐκ τ̓ ὀνόμαζε· 5.373τίς νύ σε τοιάδ̓ ἔρεξε φίλον τέκος Οὐρανιώνων 5.374μαψιδίως, ὡς εἴ τι κακὸν ῥέζουσαν ἐνωπῇ; 5.375τὴν δ̓ ἠμείβετ̓ ἔπειτα φιλομμειδὴς Ἀφροδίτη· 5.376οὖτά με Τυδέος υἱὸς ὑπέρθυμος Διομήδης, 5.377οὕνεκ̓ ἐγὼ φίλον υἱὸν ὑπεξέφερον πολέμοιο 5.378Αἰνείαν, ὃς ἐμοὶ πάντων πολὺ φίλτατός ἐστιν. 5.379οὐ γὰρ ἔτι Τρώων καὶ Ἀχαιῶν φύλοπις αἰνή, 5.380ἀλλ̓ ἤδη Δαναοί γε καὶ ἀθανάτοισι μάχονται. 5.381τὴν δ̓ ἠμείβετ̓ ἔπειτα Διώνη, δῖα θεάων· 5.382τέτλαθι τέκνον ἐμόν, καὶ ἀνάσχεο κηδομένη περ· 5.383πολλοὶ γὰρ δὴ τλῆμεν Ὀλύμπια δώματ̓ ἔχοντες 5.384ἐξ ἀνδρῶν χαλέπ̓ ἄλγἐ ἐπ̓ ἀλλήλοισι τιθέντες. 5.385τλῆ μὲν Ἄρης ὅτε μιν Ὦτος κρατερός τ̓ Ἐφιάλτης 5.386παῖδες Ἀλωῆος, δῆσαν κρατερῷ ἐνὶ δεσμῷ· 5.387χαλκέῳ δ̓ ἐν κεράμῳ δέδετο τρισκαίδεκα μῆνας· 5.388καί νύ κεν ἔνθ̓ ἀπόλοιτο Ἄρης ἆτος πολέμοιο, 5.389εἰ μὴ μητρυιὴ περικαλλὴς Ἠερίβοια 5.390Ἑρμέᾳ ἐξήγγειλεν· δ̓ ἐξέκλεψεν Ἄρηα 5.391ἤδη τειρόμενον, χαλεπὸς δέ δεσμὸς ἐδάμνα. 5.392τλῆ δ̓ Ἥρη, ὅτε μιν κρατερὸς πάϊς Ἀμφιτρύωνος 5.393δεξιτερὸν κατὰ μαζὸν ὀϊστῷ τριγλώχινι 5.394βεβλήκει· τότε καί μιν ἀνήκεστον λάβεν ἄλγος. 5.395τλῆ δ̓ Ἀΐδης ἐν τοῖσι πελώριος ὠκὺν ὀϊστόν, 5.396εὖτέ μιν ωὐτὸς ἀνὴρ υἱὸς Διὸς αἰγιόχοιο 5.397ἐν Πύλῳ ἐν νεκύεσσι βαλὼν ὀδύνῃσιν ἔδωκεν· 5.398αὐτὰρ βῆ πρὸς δῶμα Διὸς καὶ μακρὸν Ὄλυμπον 5.399κῆρ ἀχέων ὀδύνῃσι πεπαρμένος· αὐτὰρ ὀϊστὸς 5.400ὤμῳ ἔνι στιβαρῷ ἠλήλατο, κῆδε δὲ θυμόν. 5.401τῷ δ̓ ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσσων 5.402ἠκέσατ̓· οὐ μὲν γάρ τι καταθνητός γε τέτυκτο. 5.403σχέτλιος ὀβριμοεργὸς ὃς οὐκ ὄθετ̓ αἴσυλα ῥέζων, 5.404ὃς τόξοισιν ἔκηδε θεοὺς οἳ Ὄλυμπον ἔχουσι. 5.405σοὶ δ̓ ἐπὶ τοῦτον ἀνῆκε θεὰ γλαυκῶπις Ἀθήνη· 5.406νήπιος, οὐ δὲ τὸ οἶδε κατὰ φρένα Τυδέος υἱὸς 5.407ὅττι μάλ̓ οὐ δηναιὸς ὃς ἀθανάτοισι μάχηται, 5.408οὐ δέ τί μιν παῖδες ποτὶ γούνασι παππάζουσιν 5.409ἐλθόντ̓ ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος. 5.410τὼ νῦν Τυδεΐδης, εἰ καὶ μάλα καρτερός ἐστι, 5.411φραζέσθω μή τίς οἱ ἀμείνων σεῖο μάχηται, 5.412μὴ δὴν Αἰγιάλεια περίφρων Ἀδρηστίνη 5.413ἐξ ὕπνου γοόωσα φίλους οἰκῆας ἐγείρῃ 5.414κουρίδιον ποθέουσα πόσιν τὸν ἄριστον Ἀχαιῶν 5.415ἰφθίμη ἄλοχος Διομήδεος ἱπποδάμοιο. 5.416 ῥα καὶ ἀμφοτέρῃσιν ἀπ̓ ἰχῶ χειρὸς ὀμόργνυ· 5.417ἄλθετο χείρ, ὀδύναι δὲ κατηπιόωντο βαρεῖαι. 5.418αἳ δ̓ αὖτ̓ εἰσορόωσαι Ἀθηναίη τε καὶ Ἥρη 5.419κερτομίοις ἐπέεσσι Δία Κρονίδην ἐρέθιζον. 5.420τοῖσι δὲ μύθων ἦρχε θεὰ γλαυκῶπις Ἀθήνη· 5.421Ζεῦ πάτερ ἦ ῥά τί μοι κεχολώσεαι ὅττι κεν εἴπω; 5.422ἦ μάλα δή τινα Κύπρις Ἀχαιϊάδων ἀνιεῖσα 5.423Τρωσὶν ἅμα σπέσθαι, τοὺς νῦν ἔκπαγλα φίλησε, 5.424τῶν τινα καρρέζουσα Ἀχαιϊάδων ἐϋπέπλων 5.425πρὸς χρυσῇ περόνῃ καταμύξατο χεῖρα ἀραιήν. 5.426ὣς φάτο, μείδησεν δὲ πατὴρ ἀνδρῶν τε θεῶν τε, 5.427καί ῥα καλεσσάμενος προσέφη χρυσῆν Ἀφροδίτην· 5.428οὔ τοι τέκνον ἐμὸν δέδοται πολεμήϊα ἔργα, 5.429ἀλλὰ σύ γ̓ ἱμερόεντα μετέρχεο ἔργα γάμοιο, 5.430ταῦτα δ̓ Ἄρηϊ θοῷ καὶ Ἀθήνῃ πάντα μελήσει. 5.431ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον, 5.432Αἰνείᾳ δ̓ ἐπόρουσε βοὴν ἀγαθὸς Διομήδης, 5.433γιγνώσκων οἱ αὐτὸς ὑπείρεχε χεῖρας Ἀπόλλων· 5.434ἀλλ̓ γ̓ ἄῤ οὐ δὲ θεὸν μέγαν ἅζετο, ἵετο δ̓ αἰεὶ 5.435Αἰνείαν κτεῖναι καὶ ἀπὸ κλυτὰ τεύχεα δῦσαι. 5.436τρὶς μὲν ἔπειτ̓ ἐπόρουσε κατακτάμεναι μενεαίνων, 5.437τρὶς δέ οἱ ἐστυφέλιξε φαεινὴν ἀσπίδ̓ Ἀπόλλων· 5.438ἀλλ̓ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος, 5.439δεινὰ δ̓ ὁμοκλήσας προσέφη ἑκάεργος Ἀπόλλων· 5.440φράζεο Τυδεΐδη καὶ χάζεο, μη δὲ θεοῖσιν 5.441ἶσ̓ ἔθελε φρονέειν, ἐπεὶ οὔ ποτε φῦλον ὁμοῖον 5.442ἀθανάτων τε θεῶν χαμαὶ ἐρχομένων τ̓ ἀνθρώπων. 5.443ὣς φάτο, Τυδεΐδης δ̓ ἀνεχάζετο τυτθὸν ὀπίσσω 5.444μῆνιν ἀλευάμενος ἑκατηβόλου Ἀπόλλωνος. 5.445Αἰνείαν δ̓ ἀπάτερθεν ὁμίλου θῆκεν Ἀπόλλων 5.446Περγάμῳ εἰν ἱερῇ, ὅθι οἱ νηός γε τέτυκτο. 5.447ἤτοι τὸν Λητώ τε καὶ Ἄρτεμις ἰοχέαιρα 5.448ἐν μεγάλῳ ἀδύτῳ ἀκέοντό τε κύδαινόν τε· 5.449αὐτὰρ εἴδωλον τεῦξ̓ ἀργυρότοξος Ἀπόλλων 5.450αὐτῷ τ̓ Αἰνείᾳ ἴκελον καὶ τεύχεσι τοῖον, 5.451ἀμφὶ δ̓ ἄῤ εἰδώλῳ Τρῶες καὶ δῖοι Ἀχαιοὶ 5.452δῄουν ἀλλήλων ἀμφὶ στήθεσσι βοείας 5.453ἀσπίδας εὐκύκλους λαισήϊά τε πτερόεντα. 5.454δὴ τότε θοῦρον Ἄρηα προσηύδα Φοῖβος Ἀπόλλων· 5.455Ἆρες Ἄρες βροτολοιγὲ μιαιφόνε τειχεσιπλῆτα, 5.456οὐκ ἂν δὴ τόνδ̓ ἄνδρα μάχης ἐρύσαιο μετελθὼν 5.457Τυδεΐδην, ὃς νῦν γε καὶ ἂν Διὶ πατρὶ μάχοιτο; 5.458Κύπριδα μὲν πρῶτα σχεδὸν οὔτασε χεῖῤ ἐπὶ καρπῷ, 5.459αὐτὰρ ἔπειτ̓ αὐτῷ μοι ἐπέσσυτο δαίμονι ἶσος. 5.460ὣς εἰπὼν αὐτὸς μὲν ἐφέζετο Περγάμῳ ἄκρῃ, 5.461Τρῳὰς δὲ στίχας οὖλος Ἄρης ὄτρυνε μετελθὼν 5.462εἰδόμενος Ἀκάμαντι θοῷ ἡγήτορι Θρῃκῶν· 5.463υἱάσι δὲ Πριάμοιο διοτρεφέεσσι κέλευεν· 5.464υἱεῖς Πριάμοιο διοτρεφέος βασιλῆος 5.465ἐς τί ἔτι κτείνεσθαι ἐάσετε λαὸν Ἀχαιοῖς; 5.466ἦ εἰς κεν ἀμφὶ πύλῃς εὖ ποιητῇσι μάχωνται; 5.467κεῖται ἀνὴρ ὃν ἶσον ἐτίομεν Ἕκτορι δίῳ 5.468Αἰνείας υἱὸς μεγαλήτορος Ἀγχίσαο· 5.469ἀλλ̓ ἄγετ̓ ἐκ φλοίσβοιο σαώσομεν ἐσθλὸν ἑταῖρον. 5.470ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου. 5.471ἔνθ̓ αὖ Σαρπηδὼν μάλα νείκεσεν Ἕκτορα δῖον· 5.472Ἕκτορ πῇ δή τοι μένος οἴχεται πρὶν ἔχεσκες; 5.473φῆς που ἄτερ λαῶν πόλιν ἑξέμεν ἠδ̓ ἐπικούρων 5.474οἶος σὺν γαμβροῖσι κασιγνήτοισί τε σοῖσι. 5.475τῶν νῦν οὔ τιν̓ ἐγὼ ἰδέειν δύναμ̓ οὐ δὲ νοῆσαι, 5.476ἀλλὰ καταπτώσσουσι κύνες ὣς ἀμφὶ λέοντα· 5.477ἡμεῖς δὲ μαχόμεσθ̓ οἵ πέρ τ̓ ἐπίκουροι ἔνειμεν. 5.478καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν μάλα τηλόθεν ἥκω· 5.479τηλοῦ γὰρ Λυκίη Ξάνθῳ ἔπι δινήεντι, 5.480ἔνθ̓ ἄλοχόν τε φίλην ἔλιπον καὶ νήπιον υἱόν, 5.481κὰδ δὲ κτήματα πολλά, τὰ ἔλδεται ὅς κ̓ ἐπιδευής. 5.482ἀλλὰ καὶ ὧς Λυκίους ὀτρύνω καὶ μέμον̓ αὐτὸς 5.483ἀνδρὶ μαχήσασθαι· ἀτὰρ οὔ τί μοι ἐνθάδε τοῖον 5.484οἷόν κ̓ ἠὲ φέροιεν Ἀχαιοὶ ἤ κεν ἄγοιεν· 5.485τύνη δ̓ ἕστηκας, ἀτὰρ οὐ δ̓ ἄλλοισι κελεύεις 5.486λαοῖσιν μενέμεν καὶ ἀμυνέμεναι ὤρεσσι. 5.487μή πως ὡς ἀψῖσι λίνου ἁλόντε πανάγρου 5.488ἀνδράσι δυσμενέεσσιν ἕλωρ καὶ κύρμα γένησθε· 5.489οἳ δὲ τάχ̓ ἐκπέρσουσ̓ εὖ ναιομένην πόλιν ὑμήν. 5.490σοὶ δὲ χρὴ τάδε πάντα μέλειν νύκτάς τε καὶ ἦμαρ 5.491ἀρχοὺς λισσομένῳ τηλεκλειτῶν ἐπικούρων 5.492νωλεμέως ἐχέμεν, κρατερὴν δ̓ ἀποθέσθαι ἐνιπήν. 5.493ὣς φάτο Σαρπηδών, δάκε δὲ φρένας Ἕκτορι μῦθος· 5.494αὐτίκα δ̓ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε, 5.495πάλλων δ̓ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ 5.496ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν. 5.497οἳ δ̓ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν· 5.498Ἀργεῖοι δ̓ ὑπέμειναν ἀολλέες οὐ δὲ φόβηθεν. 5.499ὡς δ̓ ἄνεμος ἄχνας φορέει ἱερὰς κατ̓ ἀλωὰς 5.500ἀνδρῶν λικμώντων, ὅτε τε ξανθὴ Δημήτηρ 5.501κρίνῃ ἐπειγομένων ἀνέμων καρπόν τε καὶ ἄχνας, 5.502αἳ δ̓ ὑπολευκαίνονται ἀχυρμιαί· ὣς τότ̓ Ἀχαιοὶ 5.503λευκοὶ ὕπερθε γένοντο κονισάλῳ, ὅν ῥα δἰ αὐτῶν 5.504οὐρανὸν ἐς πολύχαλκον ἐπέπληγον πόδες ἵππων 5.505ἂψ ἐπιμισγομένων· ὑπὸ δ̓ ἔστρεφον ἡνιοχῆες. 5.506οἳ δὲ μένος χειρῶν ἰθὺς φέρον· ἀμφὶ δὲ νύκτα 5.507θοῦρος Ἄρης ἐκάλυψε μάχῃ Τρώεσσιν ἀρήγων 5.508πάντοσ̓ ἐποιχόμενος