ILIAD Elucidated - Book 22
22.1ὣς οἳ μὲν κατὰ ἄστυ πεφυζότες ἠΰτε νεβροὶ 22.2ἱδρῶ ἀπεψύχοντο πίον τ̓ ἀκέοντό τε δίψαν 22.3κεκλιμένοι καλῇσιν ἐπάλξεσιν· αὐτὰρ Ἀχαιοὶ 22.4τείχεος ἆσσον ἴσαν σάκἐ ὤμοισι κλίναντες. 22.5Ἕκτορα δ̓ αὐτοῦ μεῖναι ὀλοιὴ μοῖρα πέδησεν 22.6Ἰλίου προπάροιθε πυλάων τε Σκαιάων. 22.7αὐτὰρ Πηλείωνα προσηύδα Φοῖβος Ἀπόλλων· 22.8τίπτέ με Πηλέος υἱὲ ποσὶν ταχέεσσι διώκεις 22.9αὐτὸς θνητὸς ἐὼν θεὸν ἄμβροτον; οὐ δέ νύ πώ με 22.10ἔγνως ὡς θεός εἰμι, σὺ δ̓ ἀσπερχὲς μενεαίνεις. 22.11ἦ νύ τοι οὔ τι μέλει Τρώων πόνος, οὓς ἐφόβησας, 22.12οἳ δή τοι εἰς ἄστυ ἄλεν, σὺ δὲ δεῦρο λιάσθης. 22.13οὐ μέν με κτενέεις, ἐπεὶ οὔ τοι μόρσιμός εἰμι. 22.14τὸν δὲ μέγ̓ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· 22.15ἔβλαψάς μ̓ ἑκάεργε θεῶν ὀλοώτατε πάντων 22.16ἐνθάδε νῦν τρέψας ἀπὸ τείχεος· ἦ κ̓ ἔτι πολλοὶ 22.17γαῖαν ὀδὰξ εἷλον πρὶν Ἴλιον εἰσαφικέσθαι. 22.18νῦν δ̓ ἐμὲ μὲν μέγα κῦδος ἀφείλεο, τοὺς δὲ σάωσας 22.19ῥηϊδίως, ἐπεὶ οὔ τι τίσιν γ̓ ἔδεισας ὀπίσσω. 22.20ἦ σ̓ ἂν τισαίμην, εἴ μοι δύναμίς γε παρείη. 22.21ὣς εἰπὼν προτὶ ἄστυ μέγα φρονέων ἐβεβήκει, 22.22σευάμενος ὥς θ̓ ἵππος ἀεθλοφόρος σὺν ὄχεσφιν, 22.23ὅς ῥά τε ῥεῖα θέῃσι τιταινόμενος πεδίοιο· 22.24ὣς Ἀχιλεὺς λαιψηρὰ πόδας καὶ γούνατ̓ ἐνώμα. 22.25τὸν δ̓ ὃ γέρων Πρίαμος πρῶτος ἴδεν ὀφθαλμοῖσι 22.26παμφαίνονθ̓ ὥς τ̓ ἀστέῤ ἐπεσσύμενον πεδίοιο, 22.27ὅς ῥά τ̓ ὀπώρης εἶσιν, ἀρίζηλοι δέ οἱ αὐγαὶ 22.28φαίνονται πολλοῖσι μετ̓ ἀστράσι νυκτὸς ἀμολγῷ, 22.29ὅν τε κύν̓ Ὠρίωνος ἐπίκλησιν καλέουσι. 22.30λαμπρότατος μὲν ὅ γ̓ ἐστί, κακὸν δέ τε σῆμα τέτυκται, 22.31καί τε φέρει πολλὸν πυρετὸν δειλοῖσι βροτοῖσιν· 22.32ὣς τοῦ χαλκὸς ἔλαμπε περὶ στήθεσσι θέοντος. 22.33ᾤμωξεν δ̓ ὃ γέρων, κεφαλὴν δ̓ ὅ γε κόψατο χερσὶν 22.34ὑψόσ̓ ἀνασχόμενος, μέγα δ̓ οἰμώξας ἐγεγώνει 22.35λισσόμενος φίλον υἱόν· ὃ δὲ προπάροιθε πυλάων 22.36ἑστήκει ἄμοτον μεμαὼς Ἀχιλῆϊ μάχεσθαι· 22.37τὸν δ̓ ὃ γέρων ἐλεεινὰ προσηύδα χεῖρας ὀρεγνύς· 22.38Ἕκτορ μή μοι μίμνε φίλον τέκος ἀνέρα τοῦτον 22.39οἶος ἄνευθ̓ ἄλλων, ἵνα μὴ τάχα πότμον ἐπίσπῃς 22.40Πηλεΐωνι δαμείς, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστι 22.41σχέτλιος· αἴθε θεοῖσι φίλος τοσσόνδε γένοιτο 22.42ὅσσον ἐμοί· τάχα κέν ἑ κύνες καὶ γῦπες ἔδοιεν 22.43κείμενον· ἦ κέ μοι αἰνὸν ἀπὸ πραπίδων ἄχος ἔλθοι· 22.44ὅς μ̓ υἱῶν πολλῶν τε καὶ ἐσθλῶν εὖνιν ἔθηκε 22.45κτείνων καὶ περνὰς νήσων ἔπι τηλεδαπάων. 22.46καὶ γὰρ νῦν δύο παῖδε Λυκάονα καὶ Πολύδωρον 22.47οὐ δύναμαι ἰδέειν Τρώων εἰς ἄστυ ἀλέντων, 22.48τούς μοι Λαοθόη τέκετο κρείουσα γυναικῶν. 22.49ἀλλ̓ εἰ μὲν ζώουσι μετὰ στρατῷ, ἦ τ̓ ἂν ἔπειτα 22.50χαλκοῦ τε χρυσοῦ τ̓ ἀπολυσόμεθ̓, ἔστι γὰρ ἔνδον· 22.51πολλὰ γὰρ ὤπασε παιδὶ γέρων ὀνομάκλυτος Ἄλτης. 22.52εἰ δ̓ ἤδη τεθνᾶσι καὶ εἰν Ἀΐδαο δόμοισιν, 22.53ἄλγος ἐμῷ θυμῷ καὶ μητέρι τοὶ τεκόμεσθα· 22.54λαοῖσιν δ̓ ἄλλοισι μινυνθαδιώτερον ἄλγος 22.55ἔσσεται, ἢν μὴ καὶ σὺ θάνῃς Ἀχιλῆϊ δαμασθείς. 22.56ἀλλ̓ εἰσέρχεο τεῖχος ἐμὸν τέκος, ὄφρα σαώσῃς 22.57Τρῶας καὶ Τρῳάς, μὴ δὲ μέγα κῦδος ὀρέξῃς 22.58Πηλεΐδῃ, αὐτὸς δὲ φίλης αἰῶνος ἀμερθῇς. 22.59πρὸς δ̓ ἐμὲ τὸν δύστηνον ἔτι φρονέοντ̓ ἐλέησον 22.60δύσμορον, ὅν ῥα πατὴρ Κρονίδης ἐπὶ γήραος οὐδῷ 22.61αἴσῃ ἐν ἀργαλέῃ φθίσει κακὰ πόλλ̓ ἐπιδόντα 22.62υἷάς τ̓ ὀλλυμένους ἑλκηθείσας τε θύγατρας, 22.63καὶ θαλάμους κεραϊζομένους, καὶ νήπια τέκνα 22.64βαλλόμενα προτὶ γαίῃ ἐν αἰνῇ δηϊοτῆτι, 22.65ἑλκομένας τε νυοὺς ὀλοῇς ὑπὸ χερσὶν Ἀχαιῶν. 22.66αὐτὸν δ̓ ἂν πύματόν με κύνες πρώτῃσι θύρῃσιν 22.67ὠμησταὶ ἐρύουσιν, ἐπεί κέ τις ὀξέϊ χαλκῷ 22.68τύψας ἠὲ βαλὼν ῥεθέων ἐκ θυμὸν ἕληται, 22.69οὓς τρέφον ἐν μεγάροισι τραπεζῆας θυραωρούς, 22.70οἵ κ̓ ἐμὸν αἷμα πιόντες ἀλύσσοντες περὶ θυμῷ 22.71κείσοντ̓ ἐν προθύροισι. νέῳ δέ τε πάντ̓ ἐπέοικεν 22.72ἄρηϊ κταμένῳ δεδαϊγμένῳ ὀξέϊ χαλκῷ 22.73κεῖσθαι· πάντα δὲ καλὰ θανόντι περ ὅττι φανήῃ· 22.74ἀλλ̓ ὅτε δὴ πολιόν τε κάρη πολιόν τε γένειον 22.75αἰδῶ τ̓ αἰσχύνωσι κύνες κταμένοιο γέροντος, 22.76τοῦτο δὴ οἴκτιστον πέλεται δειλοῖσι βροτοῖσιν. 22.77ἦ ῥ̓ ὃ γέρων, πολιὰς δ̓ ἄῤ ἀνὰ τρίχας ἕλκετο χερσὶ 22.78τίλλων ἐκ κεφαλῆς· οὐ δ̓ Ἕκτορι θυμὸν ἔπειθε. 22.79μήτηρ δ̓ αὖθ̓ ἑτέρωθεν ὀδύρετο δάκρυ χέουσα 22.80κόλπον ἀνιεμένη, ἑτέρηφι δὲ μαζὸν ἀνέσχε· 22.81καί μιν δάκρυ χέουσ̓ ἔπεα πτερόεντα προσηύδα· 22.82Ἕκτορ τέκνον ἐμὸν τάδε τ̓ αἴδεο καί μ̓ ἐλέησον 22.83αὐτήν, εἴ ποτέ τοι λαθικηδέα μαζὸν ἐπέσχον· 22.84τῶν μνῆσαι φίλε τέκνον ἄμυνε δὲ δήϊον ἄνδρα 22.85τείχεος ἐντὸς ἐών, μὴ δὲ πρόμος ἵστασο τούτῳ 22.86σχέτλιος· εἴ περ γάρ σε κατακτάνῃ, οὔ σ̓ ἔτ̓ ἔγωγε 22.87κλαύσομαι ἐν λεχέεσσι φίλον θάλος, ὃν τέκον αὐτή, 22.88οὐ δ̓ ἄλοχος πολύδωρος· ἄνευθε δέ σε μέγα νῶϊν 22.89Ἀργείων παρὰ νηυσὶ κύνες ταχέες κατέδονται. 22.90ὣς τώ γε κλαίοντε προσαυδήτην φίλον υἱὸν 22.91πολλὰ λισσομένω· οὐ δ̓ Ἕκτορι θυμὸν ἔπειθον, 22.92ἀλλ̓ ὅ γε μίμν̓ Ἀχιλῆα πελώριον ἆσσον ἰόντα. 22.93ὡς δὲ δράκων ἐπὶ χειῇ ὀρέστερος ἄνδρα μένῃσι 22.94βεβρωκὼς κακὰ φάρμακ̓, ἔδυ δέ τέ μιν χόλος αἰνός, 22.95σμερδαλέον δὲ δέδορκεν ἑλισσόμενος περὶ χειῇ· 22.96ὣς Ἕκτωρ ἄσβεστον ἔχων μένος οὐχ ὑπεχώρει 22.97πύργῳ ἔπι προὔχοντι φαεινὴν ἀσπίδ̓ ἐρείσας· 22.98ὀχθήσας δ̓ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν· 22.99ὤ μοι ἐγών, εἰ μέν κε πύλας καὶ τείχεα δύω, 22.100Πουλυδάμας μοι πρῶτος ἐλεγχείην ἀναθήσει, 22.101ὅς μ̓ ἐκέλευε Τρωσὶ ποτὶ πτόλιν ἡγήσασθαι 22.102νύχθ̓ ὕπο τήνδ̓ ὀλοὴν ὅτε τ̓ ὤρετο δῖος Ἀχιλλεύς. 22.103ἀλλ̓ ἐγὼ οὐ πιθόμην· ἦ τ̓ ἂν πολὺ κέρδιον ἦεν. 22.104νῦν δ̓ ἐπεὶ ὤλεσα λαὸν ἀτασθαλίῃσιν ἐμῇσιν, 22.105αἰδέομαι Τρῶας καὶ Τρῳάδας ἑλκεσιπέπλους, 22.106μή ποτέ τις εἴπῃσι κακώτερος ἄλλος ἐμεῖο· 22.107Ἕκτωρ ἧφι βίηφι πιθήσας ὤλεσε λαόν. 22.108ὣς ἐρέουσιν· ἐμοὶ δὲ τότ̓ ἂν πολὺ κέρδιον εἴη 22.109ἄντην ἢ Ἀχιλῆα κατακτείναντα νέεσθαι, 22.110ἠέ κεν αὐτῷ ὀλέσθαι ἐϋκλειῶς πρὸ πόληος. 22.111εἰ δέ κεν ἀσπίδα μὲν καταθείομαι ὀμφαλόεσσαν 22.112καὶ κόρυθα βριαρήν, δόρυ δὲ πρὸς τεῖχος ἐρείσας 22.113αὐτὸς ἰὼν Ἀχιλῆος ἀμύμονος ἀντίος ἔλθω 22.114καί οἱ ὑπόσχωμαι Ἑλένην καὶ κτήμαθ̓ ἅμ̓ αὐτῇ, 22.115πάντα μάλ̓ ὅσσά τ̓ Ἀλέξανδρος κοίλῃς ἐνὶ νηυσὶν 22.116ἠγάγετο Τροίηνδ̓, ἥ τ̓ ἔπλετο νείκεος ἀρχή, 22.117δωσέμεν Ἀτρεΐδῃσιν ἄγειν, ἅμα δ̓ ἀμφὶς Ἀχαιοῖς 22.118ἄλλ̓ ἀποδάσσεσθαι ὅσα τε πτόλις ἥδε κέκευθε· 22.119Τρωσὶν δ̓ αὖ μετόπισθε γερούσιον ὅρκον ἕλωμαι 22.120μή τι κατακρύψειν, ἀλλ̓ ἄνδιχα πάντα δάσασθαι 22.121κτῆσιν ὅσην πτολίεθρον ἐπήρατον ἐντὸς ἐέργει· 22.122ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός; 22.123μή μιν ἐγὼ μὲν ἵκωμαι ἰών, ὃ δέ μ̓ οὐκ ἐλεήσει 22.124οὐ δέ τί μ̓ αἰδέσεται, κτενέει δέ με γυμνὸν ἐόντα 22.125αὔτως ὥς τε γυναῖκα, ἐπεί κ̓ ἀπὸ τεύχεα δύω. 22.126οὐ μέν πως νῦν ἔστιν ἀπὸ δρυὸς οὐ δ̓ ἀπὸ πέτρης 22.127τῷ ὀαριζέμεναι, ἅ τε παρθένος ἠΐθεός τε 22.128παρθένος ἠΐθεός τ̓ ὀαρίζετον ἀλλήλοιιν. 22.129βέλτερον αὖτ̓ ἔριδι ξυνελαυνέμεν ὅττι τάχιστα· 22.130εἴδομεν ὁπποτέρῳ κεν Ὀλύμπιος εὖχος ὀρέξῃ. 22.131ὣς ὅρμαινε μένων, ὃ δέ οἱ σχεδὸν ἦλθεν Ἀχιλλεὺς 22.132ἶσος Ἐνυαλίῳ κορυθάϊκι πτολεμιστῇ 22.133σείων Πηλιάδα μελίην κατὰ δεξιὸν ὦμον 22.134δεινήν· ἀμφὶ δὲ χαλκὸς ἐλάμπετο εἴκελος αὐγῇ 22.135ἢ πυρὸς αἰθομένου ἢ ἠελίου ἀνιόντος. 22.136Ἕκτορα δ̓, ὡς ἐνόησεν, ἕλε τρόμος· οὐ δ̓ ἄῤ ἔτ̓ ἔτλη 22.137αὖθι μένειν, ὀπίσω δὲ πύλας λίπε, βῆ δὲ φοβηθείς· 22.138Πηλεΐδης δ̓ ἐπόρουσε ποσὶ κραιπνοῖσι πεποιθώς. 22.139ἠΰτε κίρκος ὄρεσφιν ἐλαφρότατος πετεηνῶν 22.140ῥηϊδίως οἴμησε μετὰ τρήρωνα πέλειαν, 22.141ἣ δέ θ̓ ὕπαιθα φοβεῖται, ὃ δ̓ ἐγγύθεν ὀξὺ λεληκὼς 22.142ταρφέ̓ ἐπαΐσσει, ἑλέειν τέ ἑ θυμὸς ἀνώγει· 22.143ὣς ἄῤ ὅ γ̓ ἐμμεμαὼς ἰθὺς πέτετο, τρέσε δ̓ Ἕκτωρ 22.144τεῖχος ὕπο Τρώων, λαιψηρὰ δὲ γούνατ̓ ἐνώμα. 22.145οἳ δὲ παρὰ σκοπιὴν καὶ ἐρινεὸν ἠνεμόεντα 22.146τείχεος αἰὲν ὑπ̓ ἐκ κατ̓ ἀμαξιτὸν ἐσσεύοντο, 22.147κρουνὼ δ̓ ἵκανον καλλιρρόω· ἔνθα δὲ πηγαὶ 22.148δοιαὶ ἀναΐσσουσι Σκαμάνδρου δινήεντος. 22.149ἣ μὲν γάρ θ̓ ὕδατι λιαρῷ ῥέει, ἀμφὶ δὲ καπνὸς 22.150γίγνεται ἐξ αὐτῆς ὡς εἰ πυρὸς αἰθομένοιο· 22.151ἣ δ̓ ἑτέρη θέρεϊ προρέει ἐϊκυῖα χαλάζῃ, 22.152ἢ χιόνι ψυχρῇ ἢ ἐξ ὕδατος κρυστάλλῳ. 22.153ἔνθα δ̓ ἐπ̓ αὐτάων πλυνοὶ εὐρέες ἐγγὺς ἔασι 22.154καλοὶ λαΐνεοι, ὅθι εἵματα σιγαλόεντα 22.155πλύνεσκον Τρώων ἄλοχοι καλαί τε θύγατρες 22.156τὸ πρὶν ἐπ̓ εἰρήνης πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν. 22.157τῇ ῥα παραδραμέτην φεύγων ὃ δ̓ ὄπισθε διώκων· 22.158πρόσθε μὲν ἐσθλὸς ἔφευγε, δίωκε δέ μιν μέγ̓ ἀμείνων 22.159καρπαλίμως, ἐπεὶ οὐχ ἱερήϊον οὐ δὲ βοείην 22.160ἀρνύσθην, ἅ τε ποσσὶν ἀέθλια γίγνεται ἀνδρῶν, 22.161ἀλλὰ περὶ ψυχῆς θέον Ἕκτορος ἱπποδάμοιο. 22.162ὡς δ̓ ὅτ̓ ἀεθλοφόροι περὶ τέρματα μώνυχες ἵπποι 22.163ῥίμφα μάλα τρωχῶσι· τὸ δὲ μέγα κεῖται ἄεθλον 22.164ἢ τρίπος ἠὲ γυνὴ ἀνδρὸς κατατεθνηῶτος· 22.165ὣς τὼ τρὶς Πριάμοιο πόλιν πέρι δινηθήτην 22.166καρπαλίμοισι πόδεσσι· θεοὶ δ̓ ἐς πάντες ὁρῶντο· 22.167τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε· 22.168ὢ πόποι ἦ φίλον ἄνδρα διωκόμενον περὶ τεῖχος 22.169ὀφθαλμοῖσιν ὁρῶμαι· ἐμὸν δ̓ ὀλοφύρεται ἦτορ 22.170Ἕκτορος, ὅς μοι πολλὰ βοῶν ἐπὶ μηρί̓ ἔκηεν 22.171Ἴδης ἐν κορυφῇσι πολυπτύχου, ἄλλοτε δ̓ αὖτε 22.172ἐν πόλει ἀκροτάτῃ· νῦν αὖτέ ἑ δῖος Ἀχιλλεὺς 22.173ἄστυ πέρι Πριάμοιο ποσὶν ταχέεσσι διώκει. 22.174ἀλλ̓ ἄγετε φράζεσθε θεοὶ καὶ μητιάασθε 22.175ἠέ μιν ἐκ θανάτοιο σαώσομεν, ἦέ μιν ἤδη 22.176Πηλεΐδῃ Ἀχιλῆϊ δαμάσσομεν ἐσθλὸν ἐόντα. 22.177τὸν δ̓ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη· 22.178ὦ πάτερ ἀργικέραυνε κελαινεφὲς οἷον ἔειπες· 22.179ἄνδρα θνητὸν ἐόντα πάλαι πεπρωμένον αἴσῃ 22.180ἂψ ἐθέλεις θανάτοιο δυσηχέος ἐξαναλῦσαι; 22.181ἔρδ̓· ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι. 22.182τὴν δ̓ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· 22.183θάρσει Τριτογένεια φίλον τέκος· οὔ νύ τι θυμῷ 22.184πρόφρονι μυθέομαι, ἐθέλω δέ τοι ἤπιος εἶναι· 22.185ἔρξον ὅπῃ δή τοι νόος ἔπλετο, μὴ δ̓ ἔτ̓ ἐρώει. 22.186ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην· 22.187βῆ δὲ κατ̓ Οὐλύμποιο καρήνων ἀΐξασα. 22.188Ἕκτορα δ̓ ἀσπερχὲς κλονέων ἔφεπ̓ ὠκὺς Ἀχιλλεύς. 22.189ὡς δ̓ ὅτε νεβρὸν ὄρεσφι κύων ἐλάφοιο δίηται 22.190ὄρσας ἐξ εὐνῆς διά τ̓ ἄγκεα καὶ διὰ βήσσας· 22.191τὸν δ̓ εἴ πέρ τε λάθῃσι καταπτήξας ὑπὸ θάμνῳ, 22.192ἀλλά τ̓ ἀνιχνεύων θέει ἔμπεδον ὄφρά κεν εὕρῃ· 22.193ὣς Ἕκτωρ οὐ λῆθε ποδώκεα Πηλεΐωνα. 22.194ὁσσάκι δ̓ ὁρμήσειε πυλάων Δαρδανιάων 22.195ἀντίον ἀΐξασθαι ἐϋδμήτους ὑπὸ πύργους, 22.196εἴ πως οἷ καθύπερθεν ἀλάλκοιεν βελέεσσι, 22.197τοσσάκι μιν προπάροιθεν ἀποστρέψασκε παραφθὰς 22.198πρὸς πεδίον· αὐτὸς δὲ ποτὶ πτόλιος πέτετ̓ αἰεί. 22.199ὡς δ̓ ἐν ὀνείρῳ οὐ δύναται φεύγοντα διώκειν· 22.200οὔ τ̓ ἄῤ ὃ τὸν δύναται ὑποφεύγειν οὔθ̓ ὃ διώκειν· 22.201ὣς ὃ τὸν οὐ δύνατο μάρψαι ποσίν, οὐ δ̓ ὃς ἀλύξαι. 22.202πῶς δέ κεν Ἕκτωρ κῆρας ὑπεξέφυγεν θανάτοιο, 22.203εἰ μή οἱ πύματόν τε καὶ ὕστατον ἤντετ̓ Ἀπόλλων 22.204ἐγγύθεν, ὅς οἱ ἐπῶρσε μένος λαιψηρά τε γοῦνα; 22.205λαοῖσιν δ̓ ἀνένευε καρήατι δῖος Ἀχιλλεύς, 22.206οὐ δ̓ ἔα ἱέμεναι ἐπὶ Ἕκτορι πικρὰ βέλεμνα, 22.207μή τις κῦδος ἄροιτο βαλών, ὃ δὲ δεύτερος ἔλθοι. 22.208ἀλλ̓ ὅτε δὴ τὸ τέταρτον ἐπὶ κρουνοὺς ἀφίκοντο, 22.209καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα, 22.210ἐν δ̓ ἐτίθει δύο κῆρε τανηλεγέος θανάτοιο, 22.211τὴν μὲν Ἀχιλλῆος, τὴν δ̓ Ἕκτορος ἱπποδάμοιο, 22.212ἕλκε δὲ μέσσα λαβών· ῥέπε δ̓ Ἕκτορος αἴσιμον ἦμαρ, 22.213ᾤχετο δ̓ εἰς Ἀΐδαο, λίπεν δέ ἑ Φοῖβος Ἀπόλλων. 22.214Πηλεΐωνα δ̓ ἵκανε θεὰ γλαυκῶπις Ἀθήνη, 22.215ἀγχοῦ δ̓ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα· 22.216νῦν δὴ νῶι ἔολπα Διῒ φίλε φαίδιμ̓ Ἀχιλλεῦ 22.217οἴσεσθαι μέγα κῦδος Ἀχαιοῖσι προτὶ νῆας 22.218Ἕκτορα δῃώσαντε μάχης ἄατόν περ ἐόντα. 22.219οὔ οἱ νῦν ἔτι γ̓ ἔστι πεφυγμένον ἄμμε γενέσθαι, 22.220οὐ δ̓ εἴ κεν μάλα πολλὰ πάθοι ἑκάεργος Ἀπόλλων 22.221προπροκυλινδόμενος πατρὸς Διὸς αἰγιόχοιο. 22.222ἀλλὰ σὺ μὲν νῦν στῆθι καὶ ἄμπνυε, τόνδε δ̓ ἐγώ τοι 22.223οἰχομένη πεπιθήσω ἐναντίβιον μαχέσασθαι. 22.224ὣς φάτ̓ Ἀθηναίη, ὃ δ̓ ἐπείθετο, χαῖρε δὲ θυμῷ, 22.225στῆ δ̓ ἄῤ ἐπὶ μελίης χαλκογλώχινος ἐρεισθείς. 22.226ἣ δ̓ ἄρα τὸν μὲν ἔλειπε, κιχήσατο δ̓ Ἕκτορα δῖον 22.227Δηϊφόβῳ ἐϊκυῖα δέμας καὶ ἀτειρέα φωνήν· 22.228ἀγχοῦ δ̓ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα· 22.229ἠθεῖ̓ ἦ μάλα δή σε βιάζεται ὠκὺς Ἀχιλλεὺς 22.230ἄστυ πέρι Πριάμοιο ποσὶν ταχέεσσι διώκων· 22.231ἀλλ̓ ἄγε δὴ στέωμεν καὶ ἀλεξώμεσθα μένοντες. 22.232τὴν δ̓ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ· 22.233Δηΐφοβ̓ ἦ μέν μοι τὸ πάρος πολὺ φίλτατος ἦσθα 22.234γνωτῶν οὓς Ἑκάβη ἠδὲ Πρίαμος τέκε παῖδας· 22.235νῦν δ̓ ἔτι καὶ μᾶλλον νοέω φρεσὶ τιμήσασθαι, 22.236ὃς ἔτλης ἐμεῦ εἵνεκ̓, ἐπεὶ ἴδες ὀφθαλμοῖσι, 22.237τείχεος ἐξελθεῖν, ἄλλοι δ̓ ἔντοσθε μένουσι. 22.238τὸν δ̓ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη· 22.239ἠθεῖ̓ ἦ μὲν πολλὰ πατὴρ καὶ πότνια μήτηρ 22.240λίσσονθ̓ ἑξείης γουνούμενοι, ἀμφὶ δ̓ ἑταῖροι, 22.241αὖθι μένειν· τοῖον γὰρ ὑποτρομέουσιν ἅπαντες· 22.242ἀλλ̓ ἐμὸς ἔνδοθι θυμὸς ἐτείρετο πένθεϊ λυγρῷ. 22.243νῦν δ̓ ἰθὺς μεμαῶτε μαχώμεθα, μὴ δέ τι δούρων 22.244ἔστω φειδωλή, ἵνα εἴδομεν εἴ κεν Ἀχιλλεὺς 22.245νῶϊ κατακτείνας ἔναρα βροτόεντα φέρηται 22.246νῆας ἔπι γλαφυράς, ἦ κεν σῷ δουρὶ δαμήῃ. 22.247ὣς φαμένη καὶ κερδοσύνῃ ἡγήσατ̓ Ἀθήνη· 22.248οἳ δ̓ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ̓ ἀλλήλοισιν ἰόντες, 22.249τὸν πρότερος προσέειπε μέγας κορυθαίολος Ἕκτωρ· 22.250οὔ σ̓ ἔτι Πηλέος υἱὲ φοβήσομαι, ὡς τὸ πάρος περ 22.251τρὶς περὶ ἄστυ μέγα Πριάμου δίον, οὐ δέ ποτ̓ ἔτλην 22.252μεῖναι ἐπερχόμενον· νῦν αὖτέ με θυμὸς ἀνῆκε 22.253στήμεναι ἀντία σεῖο· ἕλοιμί κεν ἤ κεν ἁλοίην. 22.254ἀλλ̓ ἄγε δεῦρο θεοὺς ἐπιδώμεθα· τοὶ γὰρ ἄριστοι 22.255μάρτυροι ἔσσονται καὶ ἐπίσκοποι ἁρμονιάων· 22.256οὐ γὰρ ἐγώ σ̓ ἔκπαγλον ἀεικιῶ, αἴ κεν ἐμοὶ Ζεὺς 22.257δώῃ καμμονίην, σὴν δὲ ψυχὴν ἀφέλωμαι· 22.258ἀλλ̓ ἐπεὶ ἄρ κέ σε συλήσω κλυτὰ τεύχἐ Ἀχιλλεῦ 22.259νεκρὸν Ἀχαιοῖσιν δώσω πάλιν· ὣς δὲ σὺ ῥέζειν. 22.260τὸν δ̓ ἄῤ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· 22.261Ἕκτορ μή μοι ἄλαστε συνημοσύνας ἀγόρευε· 22.262ὡς οὐκ ἔστι λέουσι καὶ ἀνδράσιν ὅρκια πιστά, 22.263οὐ δὲ λύκοι τε καὶ ἄρνες ὁμόφρονα θυμὸν ἔχουσιν, 22.264ἀλλὰ κακὰ φρονέουσι διαμπερὲς ἀλλήλοισιν, 22.265ὣς οὐκ ἔστ̓ ἐμὲ καὶ σὲ φιλήμεναι, οὐ δέ τι νῶϊν 22.266ὅρκια ἔσσονται, πρίν γ̓ ἢ ἕτερόν γε πεσόντα 22.267αἵματος ἆσαι Ἄρηα ταλαύρινον πολεμιστήν. 22.268παντοίης ἀρετῆς μιμνήσκεο· νῦν σε μάλα χρὴ 22.269αἰχμητήν τ̓ ἔμεναι καὶ θαρσαλέον πολεμιστήν. 22.270οὔ τοι ἔτ̓ ἔσθ̓ ὑπάλυξις, ἄφαρ δέ σε Παλλὰς Ἀθήνη 22.271ἔγχει ἐμῷ δαμάᾳ· νῦν δ̓ ἀθρόα πάντ̓ ἀποτίσεις 22.272κήδἐ ἐμῶν ἑτάρων οὓς ἔκτανες ἔγχεϊ θύων. 22.273ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος· 22.274καὶ τὸ μὲν ἄντα ἰδὼν ἠλεύατο φαίδιμος Ἕκτωρ· 22.275ἕζετο γὰρ προϊδών, τὸ δ̓ ὑπέρπτατο χάλκεον ἔγχος, 22.276ἐν γαίῃ δ̓ ἐπάγη· ἀνὰ δ̓ ἥρπασε Παλλὰς Ἀθήνη, 22.277ἂψ δ̓ Ἀχιλῆϊ δίδου, λάθε δ̓ Ἕκτορα ποιμένα λαῶν. 22.278Ἕκτωρ δὲ προσέειπεν ἀμύμονα Πηλεΐωνα· 22.279ἤμβροτες, οὐ δ̓ ἄρα πώ τι θεοῖς ἐπιείκελ̓ Ἀχιλλεῦ 22.280ἐκ Διὸς ἠείδης τὸν ἐμὸν μόρον, ἦ τοι ἔφης γε· 22.281ἀλλά τις ἀρτιεπὴς καὶ ἐπίκλοπος ἔπλεο μύθων, 22.282ὄφρά σ̓ ὑποδείσας μένεος ἀλκῆς τε λάθωμαι. 22.283οὐ μέν μοι φεύγοντι μεταφρένῳ ἐν δόρυ πήξεις, 22.284ἀλλ̓ ἰθὺς μεμαῶτι διὰ στήθεσφιν ἔλασσον 22.285εἴ τοι ἔδωκε θεός· νῦν αὖτ̓ ἐμὸν ἔγχος ἄλευαι 22.286χάλκεον· ὡς δή μιν σῷ ἐν χροῒ πᾶν κομίσαιο. 22.287καί κεν ἐλαφρότερος πόλεμος Τρώεσσι γένοιτο 22.288σεῖο καταφθιμένοιο· σὺ γάρ σφισι πῆμα μέγιστον. 22.289ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος, 22.290καὶ βάλε Πηλεΐδαο μέσον σάκος οὐ δ̓ ἀφάμαρτε· 22.291τῆλε δ̓ ἀπεπλάγχθη σάκεος δόρυ· χώσατο δ̓ Ἕκτωρ 22.292ὅττί ῥά οἱ βέλος ὠκὺ ἐτώσιον ἔκφυγε χειρός, 22.293στῆ δὲ κατηφήσας, οὐ δ̓ ἄλλ̓ ἔχε μείλινον ἔγχος. 22.294Δηΐφοβον δ̓ ἐκάλει λευκάσπιδα μακρὸν ἀΰσας· 22.295ᾔτεέ μιν δόρυ μακρόν· ὃ δ̓ οὔ τί οἱ ἐγγύθεν ἦεν. 22.296Ἕκτωρ δ̓ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε· 22.297ὢ πόποι ἦ μάλα δή με θεοὶ θάνατον δὲ κάλεσσαν· 22.298Δηΐφοβον γὰρ ἔγωγ̓ ἐφάμην ἥρωα παρεῖναι· 22.299ἀλλ̓ ὃ μὲν ἐν τείχει, ἐμὲ δ̓ ἐξαπάτησεν Ἀθήνη. 22.300νῦν δὲ δὴ ἐγγύθι μοι θάνατος κακός, οὐ δ̓ ἔτ̓ ἄνευθεν, 22.301οὐ δ̓ ἀλέη· ἦ γάρ ῥα πάλαι τό γε φίλτερον ἦεν 22.302Ζηνί τε καὶ Διὸς υἷι ἑκηβόλῳ, οἵ με πάρος γε 22.303πρόφρονες εἰρύατο· νῦν αὖτέ με μοῖρα κιχάνει. 22.304μὴ μὰν ἀσπουδί γε καὶ ἀκλειῶς ἀπολοίμην, 22.305ἀλλὰ μέγα ῥέξας τι καὶ ἐσσομένοισι πυθέσθαι. 22.306ὣς ἄρα φωνήσας εἰρύσσατο φάσγανον ὀξύ, 22.307τό οἱ ὑπὸ λαπάρην τέτατο μέγα τε στιβαρόν τε, 22.308οἴμησεν δὲ ἀλεὶς ὥς τ̓ αἰετὸς ὑψιπετήεις, 22.309ὅς τ̓ εἶσιν πεδίον δὲ διὰ νεφέων ἐρεβεννῶν 22.310ἁρπάξων ἢ ἄρν̓ ἀμαλὴν ἤ πτῶκα λαγωόν· 22.311ὣς Ἕκτωρ οἴμησε τινάσσων φάσγανον ὀξύ. 22.312ὁρμήθη δ̓ Ἀχιλεύς, μένεος δ̓ ἐμπλήσατο θυμὸν 22.313ἀγρίου, πρόσθεν δὲ σάκος στέρνοιο κάλυψε 22.314καλὸν δαιδάλεον, κόρυθι δ̓ ἐπένευε φαεινῇ 22.315τετραφάλῳ· καλαὶ δὲ περισσείοντο ἔθειραι 22.316χρύσεαι, ἃς Ἥφαιστος ἵει λόφον ἀμφὶ θαμειάς. 22.317οἷος δ̓ ἀστὴρ εἶσι μετ̓ ἀστράσι νυκτὸς ἀμολγῷ 22.318ἕσπερος, ὃς κάλλιστος ἐν οὐρανῷ ἵσταται ἀστήρ, 22.319ὣς αἰχμῆς ἀπέλαμπ̓ εὐήκεος, ἣν ἄῤ Ἀχιλλεὺς 22.320πάλλεν δεξιτερῇ φρονέων κακὸν Ἕκτορι δίῳ 22.321εἰσορόων χρόα καλόν, ὅπῃ εἴξειε μάλιστα. 22.322τοῦ δὲ καὶ ἄλλο τόσον μὲν ἔχε χρόα χάλκεα τεύχεα 22.323καλά, τὰ Πατρόκλοιο βίην ἐνάριξε κατακτάς· 22.324φαίνετο δ̓ ᾗ κληῗδες ἀπ̓ ὤμων αὐχέν̓ ἔχουσι 22.325λαυκανίην, ἵνα τε ψυχῆς ὤκιστος ὄλεθρος· 22.326τῇ ῥ̓ ἐπὶ οἷ μεμαῶτ̓ ἔλασ̓ ἔγχεϊ δῖος Ἀχιλλεύς, 22.327ἀντικρὺ δ̓ ἁπαλοῖο δἰ αὐχένος ἤλυθ̓ ἀκωκή· 22.328οὐ δ̓ ἄῤ ἀπ̓ ἀσφάραγον μελίη τάμε χαλκοβάρεια, 22.329ὄφρά τί μιν προτιείποι ἀμειβόμενος ἐπέεσσιν. 22.330ἤριπε δ̓ ἐν κονίῃς· ὃ δ̓ ἐπεύξατο δῖος Ἀχιλλεύς· 22.331Ἕκτορ ἀτάρ που ἔφης Πατροκλῆ̓ ἐξεναρίζων 22.332σῶς ἔσσεσθ̓, ἐμὲ δ̓ οὐδὲν ὀπίζεο νόσφιν ἐόντα 22.333νήπιε· τοῖο δ̓ ἄνευθεν ἀοσσητὴρ μέγ̓ ἀμείνων 22.334νηυσὶν ἔπι γλαφυρῇσιν ἐγὼ μετόπισθε λελείμμην, 22.335ὅς τοι γούνατ̓ ἔλυσα· σὲ μὲν κύνες ἠδ̓ οἰωνοὶ 22.336ἑλκήσουσ̓ ἀϊκῶς, τὸν δὲ κτεριοῦσιν Ἀχαιοί. 22.337τὸν δ̓ ὀλιγοδρανέων προσέφη κορυθαίολος Ἕκτωρ· 22.338λίσσομ̓ ὑπὲρ ψυχῆς καὶ γούνων σῶν τε τοκήων 22.339μή με ἔα παρὰ νηυσὶ κύνας καταδάψαι Ἀχαιῶν, 22.340ἀλλὰ σὺ μὲν χαλκόν τε ἅλις χρυσόν τε δέδεξο 22.341δῶρα τά τοι δώσουσι πατὴρ καὶ πότνια μήτηρ, 22.342σῶμα δὲ οἴκαδ̓ ἐμὸν δόμεναι πάλιν, ὄφρα πυρός με 22.343Τρῶες καὶ Τρώων ἄλοχοι λελάχωσι θανόντα. 22.344τὸν δ̓ ἄῤ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεὺς· 22.345μή με κύον γούνων γουνάζεο μὴ δὲ τοκήων· 22.346αἲ γάρ πως αὐτόν με μένος καὶ θυμὸς ἀνήη 22.347ὤμ̓ ἀποταμνόμενον κρέα ἔδμεναι, οἷα ἔοργας, 22.348ὡς οὐκ ἔσθ̓ ὃς σῆς γε κύνας κεφαλῆς ἀπαλάλκοι, 22.349οὐ δ̓ εἴ κεν δεκάκις τε καὶ εἰκοσινήριτ̓ ἄποινα 22.350στήσωσ̓ ἐνθάδ̓ ἄγοντες, ὑπόσχωνται δὲ καὶ ἄλλα, 22.351οὐ δ̓ εἴ κέν σ̓ αὐτὸν χρυσῷ ἐρύσασθαι ἀνώγοι 22.352Δαρδανίδης Πρίαμος· οὐ δ̓ ὧς σέ γε πότνια μήτηρ 22.353ἐνθεμένη λεχέεσσι γοήσεται ὃν τέκεν αὐτή, 22.354ἀλλὰ κύνες τε καὶ οἰωνοὶ κατὰ πάντα δάσονται. 22.355τὸν δὲ καταθνῄσκων προσέφη κορυθαίολος Ἕκτωρ· 22.356ἦ σ̓ εὖ γιγνώσκων προτιόσσομαι, οὐ δ̓ ἄῤ ἔμελλον 22.357πείσειν· ἦ γὰρ σοί γε σιδήρεος ἐν φρεσὶ θυμός. 22.358φράζεο νῦν, μή τοί τι θεῶν μήνιμα γένωμαι 22.359ἤματι τῷ ὅτε κέν σε Πάρις καὶ Φοῖβος Ἀπόλλων 22.360ἐσθλὸν ἐόντ̓ ὀλέσωσιν ἐνὶ Σκαιῇσι πύλῃσιν. 22.361ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψε, 22.362ψυχὴ δ̓ ἐκ ῥεθέων πταμένη Ἄϊδος δὲ βεβήκει 22.363ὃν πότμον γοόωσα λιποῦσ̓ ἀνδροτῆτα καὶ ἥβην. 22.364τὸν καὶ τεθνηῶτα προσηύδα δῖος Ἀχιλλεύς· 22.365τέθναθι· κῆρα δ̓ ἐγὼ τότε δέξομαι ὁππότε κεν δὴ 22.366Ζεὺς ἐθέλῃ τελέσαι ἠδ̓ ἀθάνατοι θεοὶ ἄλλοι. 22.367ἦ ῥα, καὶ ἐκ νεκροῖο ἐρύσσατο χάλκεον ἔγχος, 22.368καὶ τό γ̓ ἄνευθεν ἔθηχ̓, ὃ δ̓ ἀπ̓ ὤμων τεύχἐ ἐσύλα 22.369αἱματόεντ̓· ἄλλοι δὲ περίδραμον υἷες Ἀχαιῶν, 22.370οἳ καὶ θηήσαντο φυὴν καὶ εἶδος ἀγητὸν 22.371Ἕκτορος· οὐ δ̓ ἄρα οἵ τις ἀνουτητί γε παρέστη. 22.372ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον· 22.373ὢ πόποι, ἦ μάλα δὴ μαλακώτερος ἀμφαφάασθαι 22.374Ἕκτωρ ἢ ὅτε νῆας ἐνέπρησεν πυρὶ κηλέῳ. 22.375ὣς ἄρα τις εἴπεσκε καὶ οὐτήσασκε παραστάς. 22.376τὸν δ̓ ἐπεὶ ἐξενάριξε ποδάρκης δῖος Ἀχιλλεύς, 22.377στὰς ἐν Ἀχαιοῖσιν ἔπεα πτερόεντ̓ ἀγόρευεν· 22.378ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες 22.379ἐπεὶ δὴ τόνδ̓ ἄνδρα θεοὶ δαμάσασθαι ἔδωκαν, 22.380ὃς κακὰ πόλλ̓ ἔρρεξεν ὅσ̓ οὐ σύμπαντες οἱ ἄλλοι, 22.381εἰ δ̓ ἄγετ̓ ἀμφὶ πόλιν σὺν τεύχεσι πειρηθῶμεν, 22.382ὄφρά κ̓ ἔτι γνῶμεν Τρώων νόον ὅν τιν̓ ἔχουσιν, 22.383ἢ καταλείψουσιν πόλιν ἄκρην τοῦδε πεσόντος, 22.384ἦε μένειν μεμάασι καὶ Ἕκτορος οὐκέτ̓ ἐόντος. 22.385ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός; 22.386κεῖται πὰρ νήεσσι νέκυς ἄκλαυτος ἄθαπτος 22.387Πάτροκλος· τοῦ δ̓ οὐκ ἐπιλήσομαι, ὄφῤ ἂν ἔγωγε 22.388ζωοῖσιν μετέω καί μοι φίλα γούνατ̓ ὀρώρῃ· 22.389εἰ δὲ θανόντων περ καταλήθοντ̓ εἰν Ἀΐδαο 22.390αὐτὰρ ἐγὼ καὶ κεῖθι φίλου μεμνήσομ̓ ἑταίρου. 22.391νῦν δ̓ ἄγ̓ ἀείδοντες παιήονα κοῦροι Ἀχαιῶν 22.392νηυσὶν ἔπι γλαφυρῇσι νεώμεθα, τόνδε δ̓ ἄγωμεν. 22.393ἠράμεθα μέγα κῦδος· ἐπέφνομεν Ἕκτορα δῖον, 22.394ᾧ Τρῶες κατὰ ἄστυ θεῷ ὣς εὐχετόωντο. 22.395ἦ ῥα, καὶ Ἕκτορα δῖον ἀεικέα μήδετο ἔργα. 22.396ἀμφοτέρων μετόπισθε ποδῶν τέτρηνε τένοντε 22.397ἐς σφυρὸν ἐκ πτέρνης, βοέους δ̓ ἐξῆπτεν ἱμάντας, 22.398ἐκ δίφροιο δ̓ ἔδησε, κάρη δ̓ ἕλκεσθαι ἔασεν· 22.399ἐς δίφρον δ̓ ἀναβὰς ἀνά τε κλυτὰ τεύχἐ ἀείρας 22.400μάστιξέν ῥ̓ ἐλάαν, τὼ δ̓ οὐκ ἀέκοντε πετέσθην. 22.401τοῦ δ̓ ἦν ἑλκομένοιο κονίσαλος, ἀμφὶ δὲ χαῖται 22.402κυάνεαι πίτναντο, κάρη δ̓ ἅπαν ἐν κονίῃσι 22.403κεῖτο πάρος χαρίεν· τότε δὲ Ζεὺς δυσμενέεσσι 22.404δῶκεν ἀεικίσσασθαι ἑῇ ἐν πατρίδι γαίῃ. 22.405ὣς τοῦ μὲν κεκόνιτο κάρη ἅπαν· ἣ δέ νυ μήτηρ 22.406τίλλε κόμην, ἀπὸ δὲ λιπαρὴν ἔρριψε καλύπτρην 22.407τηλόσε, κώκυσεν δὲ μάλα μέγα παῖδ̓ ἐσιδοῦσα· 22.408ᾤμωξεν δ̓ ἐλεεινὰ πατὴρ φίλος, ἀμφὶ δὲ λαοὶ 22.409κωκυτῷ τ̓ εἴχοντο καὶ οἰμωγῇ κατὰ ἄστυ. 22.410τῷ δὲ μάλιστ̓ ἄῤ ἔην ἐναλίγκιον ὡς εἰ ἅπασα 22.411Ἴλιος ὀφρυόεσσα πυρὶ σμύχοιτο κατ̓ ἄκρης. 22.412λαοὶ μέν ῥα γέροντα μόγις ἔχον ἀσχαλόωντα 22.413ἐξελθεῖν μεμαῶτα πυλάων Δαρδανιάων. 22.414πάντας δ̓ ἐλλιτάνευε κυλινδόμενος κατὰ κόπρον, 22.415ἐξονομακλήδην ὀνομάζων ἄνδρα ἕκαστον· 22.416σχέσθε φίλοι, καί μ̓ οἶον ἐάσατε κηδόμενοί περ 22.417ἐξελθόντα πόληος ἱκέσθ̓ ἐπὶ νῆας Ἀχαιῶν. 22.418λίσσωμ̓ ἀνέρα τοῦτον ἀτάσθαλον ὀβριμοεργόν, 22.419ἤν πως ἡλικίην αἰδέσσεται ἠδ̓ ἐλεήσῃ 22.420γῆρας· καὶ δέ νυ τῷ γε πατὴρ τοιόσδε τέτυκται 22.421Πηλεύς, ὅς μιν ἔτικτε καὶ ἔτρεφε πῆμα γενέσθαι 22.422Τρωσί· μάλιστα δ̓ ἐμοὶ περὶ πάντων ἄλγἐ ἔθηκε. 22.423τόσσους γάρ μοι παῖδας ἀπέκτανε τηλεθάοντας· 22.424τῶν πάντων οὐ τόσσον ὀδύρομαι ἀχνύμενός περ 22.425ὡς ἑνός, οὗ μ̓ ἄχος ὀξὺ κατοίσεται Ἄϊδος εἴσω, 22.426Ἕκτορος· ὡς ὄφελεν θανέειν ἐν χερσὶν ἐμῇσι· 22.427τώ κε κορεσσάμεθα κλαίοντέ τε μυρομένω τε 22.428μήτηρ θ̓, ἥ μιν ἔτικτε δυσάμμορος, ἠδ̓ ἐγὼ αὐτός. 22.429ὣς ἔφατο κλαίων, ἐπὶ δὲ στενάχοντο πολῖται· 22.430Τρῳῇσιν δ̓ Ἑκάβη ἁδινοῦ ἐξῆρχε γόοιο· 22.431τέκνον ἐγὼ δειλή· τί νυ βείομαι αἰνὰ παθοῦσα 22.432σεῦ ἀποτεθνηῶτος; ὅ μοι νύκτάς τε καὶ ἦμαρ 22.433εὐχωλὴ κατὰ ἄστυ πελέσκεο, πᾶσί τ̓ ὄνειαρ 22.434Τρωσί τε καὶ Τρῳῇσι κατὰ πτόλιν, οἵ σε θεὸν ὣς 22.435δειδέχατ̓· ἦ γὰρ καί σφι μάλα μέγα κῦδος ἔησθα 22.436ζωὸς ἐών· νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει. 22.437ὣς ἔφατο κλαίουσ̓, ἄλοχος δ̓ οὔ πώ τι πέπυστο 22.438Ἕκτορος· οὐ γάρ οἵ τις ἐτήτυμος ἄγγελος ἐλθὼν 22.439ἤγγειλ̓ ὅττί ῥά οἱ πόσις ἔκτοθι μίμνε πυλάων, 22.440ἀλλ̓ ἥ γ̓ ἱστὸν ὕφαινε μυχῷ δόμου ὑψηλοῖο 22.441δίπλακα πορφυρέην, ἐν δὲ θρόνα ποικίλ̓ ἔπασσε. 22.442κέκλετο δ̓ ἀμφιπόλοισιν ἐϋπλοκάμοις κατὰ δῶμα 22.443ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν, ὄφρα πέλοιτο 22.444Ἕκτορι θερμὰ λοετρὰ μάχης ἐκ νοστήσαντι 22.445νηπίη, οὐ δ̓ ἐνόησεν ὅ μιν μάλα τῆλε λοετρῶν 22.446χερσὶν Ἀχιλλῆος δάμασε γλαυκῶπις Ἀθήνη. 22.447κωκυτοῦ δ̓ ἤκουσε καὶ οἰμωγῆς ἀπὸ πύργου· 22.448τῆς δ̓ ἐλελίχθη γυῖα, χαμαὶ δέ οἱ ἔκπεσε κερκίς· 22.449ἣ δ̓ αὖτις δμῳῇσιν ἐϋπλοκάμοισι μετηύδα· 22.450δεῦτε δύω μοι ἕπεσθον, ἴδωμ̓ ὅτιν̓ ἔργα τέτυκται. 22.451αἰδοίης ἑκυρῆς ὀπὸς ἔκλυον, ἐν δ̓ ἐμοὶ αὐτῇ 22.452στήθεσι πάλλεται ἦτορ ἀνὰ στόμα, νέρθε δὲ γοῦνα 22.453πήγνυται· ἐγγὺς δή τι κακὸν Πριάμοιο τέκεσσιν. 22.454αἲ γὰρ ἀπ̓ οὔατος εἴη ἐμεῦ ἔπος· ἀλλὰ μάλ̓ αἰνῶς 22.455δείδω μὴ δή μοι θρασὺν Ἕκτορα δῖος Ἀχιλλεὺς 22.456μοῦνον ἀποτμήξας πόλιος πεδίον δὲ δίηται, 22.457καὶ δή μιν καταπαύσῃ ἀγηνορίης ἀλεγεινῆς 22.458ἥ μιν ἔχεσκ̓, ἐπεὶ οὔ ποτ̓ ἐνὶ πληθυῖ μένεν ἀνδρῶν, 22.459ἀλλὰ πολὺ προθέεσκε, τὸ ὃν μένος οὐδενὶ εἴκων. 22.460ὣς φαμένη μεγάροιο διέσσυτο μαινάδι ἴση 22.461παλλομένη κραδίην· ἅμα δ̓ ἀμφίπολοι κίον αὐτῇ 22.462αὐτὰρ ἐπεὶ πύργόν τε καὶ ἀνδρῶν ἷξεν ὅμιλον 22.463ἔστη παπτήνασ̓ ἐπὶ τείχεϊ, τὸν δὲ νόησεν 22.464ἑλκόμενον πρόσθεν πόλιος· ταχέες δέ μιν ἵπποι 22.465ἕλκον ἀκηδέστως κοίλας ἐπὶ νῆας Ἀχαιῶν. 22.466τὴν δὲ κατ̓ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψεν, 22.467ἤριπε δ̓ ἐξοπίσω, ἀπὸ δὲ ψυχὴν ἐκάπυσσε. 22.468τῆλε δ̓ ἀπὸ κρατὸς βάλε δέσματα σιγαλόεντα, 22.469ἄμπυκα κεκρύφαλόν τε ἰδὲ πλεκτὴν ἀναδέσμην 22.470κρήδεμνόν θ̓, ὅ ῥά οἱ δῶκε χρυσῆ Ἀφροδίτη 22.471ἤματι τῷ ὅτε μιν κορυθαίολος ἠγάγεθ̓ Ἕκτωρ 22.472ἐκ δόμου Ἠετίωνος, ἐπεὶ πόρε μυρία ἕδνα. 22.473ἀμφὶ δέ μιν γαλόῳ τε καὶ εἰνατέρες ἅλις ἔσταν, 22.474αἵ ἑ μετὰ σφίσιν εἶχον ἀτυζομένην ἀπολέσθαι. 22.475ἣ δ̓ ἐπεὶ οὖν ἔμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη 22.476ἀμβλήδην γοόωσα μετὰ Τρῳῇσιν ἔειπεν· 22.477Ἕκτορ ἐγὼ δύστηνος· ἰῇ ἄρα γεινόμεθ̓ αἴσῃ 22.478ἀμφότεροι, σὺ μὲν ἐν Τροίῃ Πριάμου κατὰ δῶμα, 22.479αὐτὰρ ἐγὼ Θήβῃσιν ὑπὸ Πλάκῳ ὑληέσσῃ 22.480ἐν δόμῳ Ἠετίωνος, ὅ μ̓ ἔτρεφε τυτθὸν ἐοῦσαν 22.481δύσμορος αἰνόμορον· ὡς μὴ ὤφελλε τεκέσθαι. 22.482νῦν δὲ σὺ μὲν Ἀΐδαο δόμους ὑπὸ κεύθεσι γαίης 22.483ἔρχεαι, αὐτὰρ ἐμὲ στυγερῷ ἐνὶ πένθεϊ λείπεις 22.484χήρην ἐν μεγάροισι· πάϊς δ̓ ἔτι νήπιος αὔτως, 22.485ὃν τέκομεν σύ τ̓ ἐγώ τε δυσάμμοροι· οὔ τε σὺ τούτῳ 22.486ἔσσεαι Ἕκτορ ὄνειαρ ἐπεὶ θάνες, οὔ τε σοὶ οὗτος. 22.487ἤν περ γὰρ πόλεμόν γε φύγῃ πολύδακρυν Ἀχαιῶν, 22.488αἰεί τοι τούτῳ γε πόνος καὶ κήδἐ ὀπίσσω 22.489ἔσσοντ̓· ἄλλοι γάρ οἱ ἀπουρίσσουσιν ἀρούρας. 22.490ἦμαρ δ̓ ὀρφανικὸν παναφήλικα παῖδα τίθησι· 22.491πάντα δ̓ ὑπεμνήμυκε, δεδάκρυνται δὲ παρειαί, 22.492δευόμενος δέ τ̓ ἄνεισι πάϊς ἐς πατρὸς ἑταίρους, 22.493ἄλλον μὲν χλαίνης ἐρύων, ἄλλον δὲ χιτῶνος· 22.494τῶν δ̓ ἐλεησάντων κοτύλην τις τυτθὸν ἐπέσχε· 22.495χείλεα μέν τ̓ ἐδίην̓, ὑπερῴην δ̓ οὐκ ἐδίηνε. 22.496τὸν δὲ καὶ ἀμφιθαλὴς ἐκ δαιτύος ἐστυφέλιξε 22.497χερσὶν πεπλήγων καὶ ὀνειδείοισιν ἐνίσσων· 22.498ἔρῤ οὕτως· οὐ σός γε πατὴρ μεταδαίνυται ἡμῖν. 22.499δακρυόεις δέ τ̓ ἄνεισι πάϊς ἐς μητέρα χήρην 22.500Ἀστυάναξ, ὃς πρὶν μὲν ἑοῦ ἐπὶ γούνασι πατρὸς 22.501μυελὸν οἶον ἔδεσκε καὶ οἰῶν πίονα δημόν· 22.502αὐτὰρ ὅθ̓ ὕπνος ἕλοι, παύσαιτό τε νηπιαχεύων, 22.503εὕδεσκ̓ ἐν λέκτροισιν ἐν ἀγκαλίδεσσι τιθήνης 22.504εὐνῇ ἔνι μαλακῇ θαλέων ἐμπλησάμενος κῆρ· 22.505νῦν δ̓ ἂν πολλὰ πάθῃσι φίλου ἀπὸ πατρὸς ἁμαρτὼν 22.506Ἀστυάναξ, ὃν Τρῶες ἐπίκλησιν καλέουσιν· 22.507οἶος γάρ σφιν ἔρυσο πύλας καὶ τείχεα μακρά. 22.508νῦν δὲ σὲ μὲν παρὰ νηυσὶ κορωνίσι νόσφι τοκήων 22.509αἰόλαι εὐλαὶ ἔδονται, ἐπεί κε κύνες κορέσωνται 22.510γυμνόν· ἀτάρ τοι εἵματ̓ ἐνὶ μεγάροισι κέονται 22.511λεπτά τε καὶ χαρίεντα τετυγμένα χερσὶ γυναικῶν. 22.512ἀλλ̓ ἤτοι τάδε πάντα καταφλέξω πυρὶ κηλέῳ 22.513οὐδὲν σοί γ̓ ὄφελος, ἐπεὶ οὐκ ἐγκείσεαι αὐτοῖς, 22.514ἀλλὰ πρὸς Τρώων καὶ Τρωϊάδων κλέος εἶναι. 22.515ὣς ἔφατο κλαίουσ̓, ἐπὶ δὲ στενάχοντο γυναῖκες.