ILIAD Elucidated - Book 6

6.1 Τρώων δ̓ οἰώθη καὶ Ἀχαιῶν φύλοπις αἰνή· 6.2 πολλὰ δ̓ ἄῤ ἔνθα καὶ ἔνθ̓ ἴθυσε μάχη πεδίοιο 6.3 ἀλλήλων ἰθυνομένων χαλκήρεα δοῦρα 6.4 μεσσηγὺς Σιμόεντος ἰδὲ Ξάνθοιο ῥοάων. 6.5 Αἴας δὲ πρῶτος Τελαμώνιος ἕρκος Ἀχαιῶν 6.6 Τρώων ῥῆξε φάλαγγα, φόως δ̓ ἑτάροισιν ἔθηκεν, 6.7 ἄνδρα βαλὼν ὃς ἄριστος ἐνὶ Θρῄκεσσι τέτυκτο 6.8 υἱὸν Ἐϋσσώρου Ἀκάμαντ̓ ἠΰν τε μέγαν τε. 6.9 τόν ῥ̓ ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης, 6.10 ἐν δὲ μετώπῳ πῆξε, πέρησε δ̓ ἄῤ ὀστέον εἴσω 6.11 αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψεν. 6.12 Ἄξυλον δ̓ ἄῤ ἔπεφνε βοὴν ἀγαθὸς Διομήδης 6.13 Τευθρανίδην, ὃς ἔναιεν ἐϋκτιμένῃ ἐν Ἀρίσβῃ 6.14 ἀφνειὸς βιότοιο, φίλος δ̓ ἦν ἀνθρώποισι. 6.15 πάντας γὰρ φιλέεσκεν ὁδῷ ἔπι οἰκία ναίων. 6.16 ἀλλά οἱ οὔ τις τῶν γε τότ̓ ἤρκεσε λυγρὸν ὄλεθρον 6.17 πρόσθεν ὑπαντιάσας, ἀλλ̓ ἄμφω θυμὸν ἀπηύρα 6.18 αὐτὸν καὶ θεράποντα Καλήσιον, ὅς ῥα τόθ̓ ἵππων 6.19 ἔσκεν ὑφηνίοχος· τὼ δ̓ ἄμφω γαῖαν ἐδύτην. 6.20 Δρῆσον δ̓ Εὐρύαλος καὶ Ὀφέλτιον ἐξενάριξε· 6.21 βῆ δὲ μετ̓ Αἴσηπον καὶ Πήδασον, οὕς ποτε νύμφη 6.22 νηῒς Ἀβαρβαρέη τέκ̓ ἀμύμονι Βουκολίωνι. 6.23 Βουκολίων δ̓ ἦν υἱὸς ἀγαυοῦ Λαομέδοντος 6.24 πρεσβύτατος γενεῇ, σκότιον δέ ἑ γείνατο μήτηρ· 6.25 ποιμαίνων δ̓ ἐπ̓ ὄεσσι μίγη φιλότητι καὶ εὐνῇ, 6.26 ἣ δ̓ ὑποκυσαμένη διδυμάονε γείνατο παῖδε. 6.27 καὶ μὲν τῶν ὑπέλυσε μένος καὶ φαίδιμα γυῖα 6.28 Μηκιστηϊάδης καὶ ἀπ̓ ὤμων τεύχἐ ἐσύλα. 6.29 Ἀστύαλον δ̓ ἄῤ ἔπεφνε μενεπτόλεμος Πολυποίτης· 6.30 Πιδύτην δ̓ Ὀδυσεὺς Περκώσιον ἐξενάριξεν 6.31 ἔγχεϊ χαλκείῳ, Τεῦκρος δ̓ Ἀρετάονα δῖον. 6.32 Ἀντίλοχος δ̓ Ἄβληρον ἐνήρατο δουρὶ φαεινῷ 6.33 Νεστορίδης, Ἔλατον δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων· 6.34 ναῖε δὲ Σατνιόεντος ἐϋρρείταο παῤ ὄχθας 6.35 Πήδασον αἰπεινήν. Φύλακον δ̓ ἕλε Λήϊτος ἥρως 6.36 φεύγοντ̓· Εὐρύπυλος δὲ Μελάνθιον ἐξενάριξεν. 6.37 Ἄδρηστον δ̓ ἄῤ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος 6.38 ζωὸν ἕλ̓· ἵππω γάρ οἱ ἀτυζομένω πεδίοιο 6.39 ὄζῳ ἔνι βλαφθέντε μυρικίνῳ ἀγκύλον ἅρμα 6.40 ἄξαντ̓ ἐν πρώτῳ ῥυμῷ αὐτὼ μὲν ἐβήτην 6.41 πρὸς πόλιν, ᾗ περ οἱ ἄλλοι ἀτυζόμενοι φοβέοντο, 6.42 αὐτὸς δ̓ ἐκ δίφροιο παρὰ τροχὸν ἐξεκυλίσθη 6.43 πρηνὴς ἐν κονίῃσιν ἐπὶ στόμα· πὰρ δέ οἱ ἔστη 6.44 Ἀτρεΐδης Μενέλαος ἔχων δολιχόσκιον ἔγχος. 6.45 Ἄδρηστος δ̓ ἄῤ ἔπειτα λαβὼν ἐλίσσετο γούνων· 6.46 ζώγρει Ἀτρέος υἱέ, σὺ δ̓ ἄξια δέξαι ἄποινα· 6.47 πολλὰ δ̓ ἐν ἀφνειοῦ πατρὸς κειμήλια κεῖται 6.48 χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος, 6.49 τῶν κέν τοι χαρίσαιτο πατὴρ ἀπερείσἰ ἄποινα 6.50 εἴ κεν ἐμὲ ζωὸν πεπύθοιτ̓ ἐπὶ νηυσὶν Ἀχαιῶν. 6.51 ὣς φάτο, τῷ δ̓ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ἔπειθε· 6.52 καὶ δή μιν τάχ̓ ἔμελλε θοὰς ἐπὶ νῆας Ἀχαιῶν 6.53 δώσειν ᾧ θεράποντι καταξέμεν· ἀλλ̓ Ἀγαμέμνων 6.54 ἀντίος ἦλθε θέων, καὶ ὁμοκλήσας ἔπος ηὔδα· 6.55 ὦ πέπον ὦ Μενέλαε, τί ἢ δὲ σὺ κήδεαι οὕτως 6.56 ἀνδρῶν; ἦ σοὶ ἄριστα πεποίηται κατὰ οἶκον 6.57 πρὸς Τρώων; τῶν μή τις ὑπεκφύγοι αἰπὺν ὄλεθρον 6.58 χεῖράς θ̓ ἡμετέρας, μη δ̓ ὅν τινα γαστέρι μήτηρ 6.59 κοῦρον ἐόντα φέροι, μη δ̓ ὃς φύγοι, ἀλλ̓ ἅμα πάντες 6.60 Ἰλίου ἐξαπολοίατ̓ ἀκήδεστοι καὶ ἄφαντοι. 6.61 ὣς εἰπὼν ἔτρεψεν ἀδελφειοῦ φρένας ἥρως 6.62 αἴσιμα παρειπών· ὃ δ̓ ἀπὸ ἕθεν ὤσατο χειρὶ 6.63 ἥρὠ Ἄδρηστον· τὸν δὲ κρείων Ἀγαμέμνων 6.64 οὖτα κατὰ λαπάρην· ὃ δ̓ ἀνετράπετ̓, Ἀτρεΐδης δὲ 6.65 λὰξ ἐν στήθεσι βὰς ἐξέσπασε μείλινον ἔγχος. 6.66 Νέστωρ δ̓ Ἀργείοισιν ἐκέκλετο μακρὸν ἀΰσας· 6.67 ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος 6.68 μή τις νῦν ἐνάρων ἐπιβαλλόμενος μετόπισθε 6.69 μιμνέτω ὥς κε πλεῖστα φέρων ἐπὶ νῆας ἵκηται, 6.70 ἀλλ̓ ἄνδρας κτείνωμεν· ἔπειτα δὲ καὶ τὰ ἕκηλοι 6.71 νεκροὺς ἂμ πεδίον συλήσετε τεθνηῶτας. 6.72 ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου. 6.73 ἔνθά κεν αὖτε Τρῶες ἀρηϊφίλων ὑπ̓ Ἀχαιῶν 6.74 Ἴλιον εἰσανέβησαν ἀναλκείῃσι δαμέντες, 6.75 εἰ μὴ ἄῤ Αἰνείᾳ τε καὶ Ἕκτορι εἶπε παραστὰς 6.76 Πριαμίδης Ἕλενος οἰωνοπόλων ὄχ̓ ἄριστος· 6.77 Αἰνεία τε καὶ Ἕκτορ, ἐπεὶ πόνος ὔμμι μάλιστα 6.78 Τρώων καὶ Λυκίων ἐγκέκλιται, οὕνεκ̓ ἄριστοι 6.79 πᾶσαν ἐπ̓ ἰθύν ἐστε μάχεσθαί τε φρονέειν τε, 6.80 στῆτ̓ αὐτοῦ, καὶ λαὸν ἐρυκάκετε πρὸ πυλάων 6.81 πάντῃ ἐποιχόμενοι πρὶν αὖτ̓ ἐν χερσὶ γυναικῶν 6.82 φεύγοντας πεσέειν, δηΐοισι δὲ χάρμα γενέσθαι. 6.83 αὐτὰρ ἐπεί κε φάλαγγας ἐποτρύνητον ἁπάσας, 6.84 ἡμεῖς μὲν Δαναοῖσι μαχησόμεθ̓ αὖθι μένοντες, 6.85 καὶ μάλα τειρόμενοί περ· ἀναγκαίη γὰρ ἐπείγει· 6.86 Ἕκτορ ἀτὰρ σὺ πόλιν δὲ μετέρχεο, εἰπὲ δ̓ ἔπειτα 6.87 μητέρι σῇ καὶ ἐμῇ· ἣ δὲ ξυνάγουσα γεραιὰς 6.88 νηὸν Ἀθηναίης γλαυκώπιδος ἐν πόλει ἄκρῃ 6.89 οἴξασα κληῗδι θύρας ἱεροῖο δόμοιο 6.90 πέπλον, ὅς οἱ δοκέει χαριέστατος ἠδὲ μέγιστος 6.91 εἶναι ἐνὶ μεγάρῳ καί οἱ πολὺ φίλτατος αὐτῇ, 6.92 θεῖναι Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο, 6.93 καί οἱ ὑποσχέσθαι δυοκαίδεκα βοῦς ἐνὶ νηῷ 6.94 ἤνις ἠκέστας ἱερευσέμεν, αἴ κ̓ ἐλεήσῃ 6.95 ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα, 6.96 ὥς κεν Τυδέος υἱὸν ἀπόσχῃ Ἰλίου ἱρῆς 6.97 ἄγριον αἰχμητὴν κρατερὸν μήστωρα φόβοιο, 6.98 ὃν δὴ ἐγὼ κάρτιστον Ἀχαιῶν φημι γενέσθαι. 6.99 οὐ δ̓ Ἀχιλῆά ποθ̓ ὧδέ γ̓ ἐδείδιμεν ὄρχαμον ἀνδρῶν, 6.100 ὅν πέρ φασι θεᾶς ἐξέμμεναι· ἀλλ̓ ὅδε λίην 6.101 μαίνεται, οὐ δέ τίς οἱ δύναται μένος ἰσοφαρίζειν. 6.102 ὣς ἔφαθ̓, Ἕκτωρ δ̓ οὔ τι κασιγνήτῳ ἀπίθησεν. 6.103 αὐτίκα δ̓ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε, 6.104 πάλλων δ̓ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ 6.105 ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν. 6.106 οἳ δ̓ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν· 6.107 Ἀργεῖοι δ̓ ὑπεχώρησαν, λῆξαν δὲ φόνοιο, 6.108 φὰν δέ τιν̓ ἀθανάτων ἐξ οὐρανοῦ ἀστερόεντος 6.109 Τρωσὶν ἀλεξήσοντα κατελθέμεν, ὡς ἐλέλιχθεν. 6.110 Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας· 6.111 Τρῶες ὑπέρθυμοι τηλεκλειτοί τ̓ ἐπίκουροι 6.112 ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς, 6.113 ὄφῤ ἂν ἐγὼ βείω προτὶ Ἴλιον, ἠδὲ γέρουσιν 6.114 εἴπω βουλευτῇσι καὶ ἡμετέρῃς ἀλόχοισι 6.115 δαίμοσιν ἀρήσασθαι, ὑποσχέσθαι δ̓ ἑκατόμβας. 6.116 ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ· 6.117 ἀμφὶ δέ μιν σφυρὰ τύπτε καὶ αὐχένα δέρμα κελαινὸν 6.118 ἄντυξ ἣ πυμάτη θέεν ἀσπίδος ὀμφαλοέσσης. 6.119 Γλαῦκος δ̓ Ἱππολόχοιο πάϊς καὶ Τυδέος υἱὸς 6.120 ἐς μέσον ἀμφοτέρων συνίτην μεμαῶτε μάχεσθαι. 6.121 οἳ δ̓ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ̓ ἀλλήλοισιν ἰόντε, 6.122 τὸν πρότερος προσέειπε βοὴν ἀγαθὸς Διομήδης· 6.123 τίς δὲ σύ ἐσσι φέριστε καταθνητῶν ἀνθρώπων; 6.124 οὐ μὲν γάρ ποτ̓ ὄπωπα μάχῃ ἔνι κυδιανείρῃ 6.125 τὸ πρίν· ἀτὰρ μὲν νῦν γε πολὺ προβέβηκας ἁπάντων 6.126 σῷ θάρσει, ὅ τ̓ ἐμὸν δολιχόσκιον ἔγχος ἔμεινας· 6.127 δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσιν. 6.128 εἰ δέ τις ἀθανάτων γε κατ̓ οὐρανοῦ εἰλήλουθας, 6.129 οὐκ ἂν ἔγωγε θεοῖσιν ἐπουρανίοισι μαχοίμην. 6.130 οὐ δὲ γὰρ οὐ δὲ Δρύαντος υἱὸς κρατερὸς Λυκόοργος 6.131 δὴν ἦν, ὅς ῥα θεοῖσιν ἐπουρανίοισιν ἔριζεν· 6.132 ὅς ποτε μαινομένοιο Διωνύσοιο τιθήνας 6.133 σεῦε κατ̓ ἠγάθεον Νυσήϊον· αἳ δ̓ ἅμα πᾶσαι 6.134 θύσθλα χαμαὶ κατέχευαν ὑπ̓ ἀνδροφόνοιο Λυκούργου 6.135 θεινόμεναι βουπλῆγι· Διώνυσος δὲ φοβηθεὶς 6.136 δύσεθ̓ ἁλὸς κατὰ κῦμα, Θέτις δ̓ ὑπεδέξατο κόλπῳ 6.137 δειδιότα· κρατερὸς γὰρ ἔχε τρόμος ἀνδρὸς ὁμοκλῇ. 6.138 τῷ μὲν ἔπειτ̓ ὀδύσαντο θεοὶ ῥεῖα ζώοντες, 6.139 καί μιν τυφλὸν ἔθηκε Κρόνου πάϊς· οὐ δ̓ ἄῤ ἔτι δὴν 6.140 ἦν, ἐπεὶ ἀθανάτοισιν ἀπήχθετο πᾶσι θεοῖσιν· 6.141 οὐ δ̓ ἂν ἐγὼ μακάρεσσι θεοῖς ἐθέλοιμι μάχεσθαι. 6.142 εἰ δέ τίς ἐσσι βροτῶν οἳ ἀρούρης καρπὸν ἔδουσιν, 6.143 ἆσσον ἴθ̓ ὥς κεν θᾶσσον ὀλέθρου πείραθ̓ ἵκηαι. 6.144 τὸν δ̓ αὖθ̓ Ἱππολόχοιο προσηύδα φαίδιμος υἱός· 6.145 Τυδεΐδη μεγάθυμε τί ἢ γενεὴν ἐρεείνεις; 6.146 οἵη περ φύλλων γενεὴ τοίη δὲ καὶ ἀνδρῶν. 6.147 φύλλα τὰ μέν τ̓ ἄνεμος χαμάδις χέει, ἄλλα δέ θ̓ ὕλη 6.148 τηλεθόωσα φύει, ἔαρος δ̓ ἐπιγίγνεται ὥρη· 6.149 ὣς ἀνδρῶν γενεὴ ἣ μὲν φύει ἣ δ̓ ἀπολήγει. 6.150 εἰ δ̓ ἐθέλεις καὶ ταῦτα δαήμεναι ὄφῤ ἐῢ εἰδῇς 6.151 ἡμετέρην γενεήν, πολλοὶ δέ μιν ἄνδρες ἴσασιν· 6.152 ἔστι πόλις Ἐφύρη μυχῷ Ἄργεος ἱπποβότοιο, 6.153 ἔνθα δὲ Σίσυφος ἔσκεν, ὃ κέρδιστος γένετ̓ ἀνδρῶν, 6.154 Σίσυφος Αἰολίδης· ὃ δ̓ ἄρα Γλαῦκον τέκεθ̓ υἱόν, 6.155 αὐτὰρ Γλαῦκος τίκτεν ἀμύμονα Βελλεροφόντην· 6.156 τῷ δὲ θεοὶ κάλλός τε καὶ ἠνορέην ἐρατεινὴν 6.157 ὤπασαν· αὐτάρ οἱ Προῖτος κακὰ μήσατο θυμῷ, 6.158 ὅς ῥ̓ ἐκ δήμου ἔλασσεν, ἐπεὶ πολὺ φέρτερος ἦεν, 6.159 Ἀργείων· Ζεὺς γάρ οἱ ὑπὸ σκήπτρῳ ἐδάμασσε. 6.160 τῷ δὲ γυνὴ Προίτου ἐπεμήνατο δῖ̓ Ἄντεια 6.161 κρυπταδίῃ φιλότητι μιγήμεναι· ἀλλὰ τὸν οὔ τι 6.162 πεῖθ̓ ἀγαθὰ φρονέοντα δαΐφρονα Βελλεροφόντην. 6.163 ἣ δὲ ψευσαμένη Προῖτον βασιλῆα προσηύδα· 6.164 τεθναίης ὦ Προῖτ̓, ἢ κάκτανε Βελλεροφόντην, 6.165 ὅς μ̓ ἔθελεν φιλότητι μιγήμεναι οὐκ ἐθελούσῃ. 6.166 ὣς φάτο, τὸν δὲ ἄνακτα χόλος λάβεν οἷον ἄκουσε· 6.167 κτεῖναι μέν ῥ̓ ἀλέεινε, σεβάσσατο γὰρ τό γε θυμῷ, 6.168 πέμπε δέ μιν Λυκίην δέ, πόρεν δ̓ ὅ γε σήματα λυγρὰ 6.169 γράψας ἐν πίνακι πτυκτῷ θυμοφθόρα πολλά, 6.170 δεῖξαι δ̓ ἠνώγειν ᾧ πενθερῷ ὄφῤ ἀπόλοιτο. 6.171 αὐτὰρ ὁ βῆ Λυκίην δὲ θεῶν ὑπ̓ ἀμύμονι πομπῇ. 6.172 ἀλλ̓ ὅτε δὴ Λυκίην ἷξε Ξάνθόν τε ῥέοντα, 6.173 προφρονέως μιν τῖεν ἄναξ Λυκίης εὐρείης· 6.174 ἐννῆμαρ ξείνισσε καὶ ἐννέα βοῦς ἱέρευσεν. 6.175 ἀλλ̓ ὅτε δὴ δεκάτη ἐφάνη ῥοδοδάκτυλος Ἠὼς 6.176 καὶ τότε μιν ἐρέεινε καὶ ᾔτεε σῆμα ἰδέσθαι 6.177 ὅττί ῥά οἱ γαμβροῖο πάρα Προίτοιο φέροιτο. 6.178 αὐτὰρ ἐπεὶ δὴ σῆμα κακὸν παρεδέξατο γαμβροῦ, 6.179 πρῶτον μέν ῥα Χίμαιραν ἀμαιμακέτην ἐκέλευσε 6.180 πεφνέμεν· ἣ δ̓ ἄῤ ἔην θεῖον γένος οὐ δ̓ ἀνθρώπων, 6.181 πρόσθε λέων, ὄπιθεν δὲ δράκων, μέσση δὲ χίμαιρα, 6.182 δεινὸν ἀποπνείουσα πυρὸς μένος αἰθομένοιο, 6.183 καὶ τὴν μὲν κατέπεφνε θεῶν τεράεσσι πιθήσας. 6.184 δεύτερον αὖ Σολύμοισι μαχέσσατο κυδαλίμοισι· 6.185 καρτίστην δὴ τήν γε μάχην φάτο δύμεναι ἀνδρῶν. 6.186 τὸ τρίτον αὖ κατέπεφνεν Ἀμαζόνας ἀντιανείρας. 6.187 τῷ δ̓ ἄῤ ἀνερχομένῳ πυκινὸν δόλον ἄλλον ὕφαινε· 6.188 κρίνας ἐκ Λυκίης εὐρείης φῶτας ἀρίστους 6.189 εἷσε λόχον· τοὶ δ̓ οὔ τι πάλιν οἶκον δὲ νέοντο· 6.190 πάντας γὰρ κατέπεφνεν ἀμύμων Βελλεροφόντης. 6.191 ἀλλ̓ ὅτε δὴ γίγνωσκε θεοῦ γόνον ἠῢν ἐόντα 6.192 αὐτοῦ μιν κατέρυκε, δίδου δ̓ ὅ γε θυγατέρα ἥν, 6.193 δῶκε δέ οἱ τιμῆς βασιληΐδος ἥμισυ πάσης· 6.194 καὶ μέν οἱ Λύκιοι τέμενος τάμον ἔξοχον ἄλλων 6.195 καλὸν φυταλιῆς καὶ ἀρούρης, ὄφρα νέμοιτο. 6.196 ἣ δ̓ ἔτεκε τρία τέκνα δαΐφρονι Βελλεροφόντῃ 6.197 Ἴσανδρόν τε καὶ Ἱππόλοχον καὶ Λαοδάμειαν. 6.198 Λαοδαμείῃ μὲν παρελέξατο μητίετα Ζεύς, 6.199 ἣ δ̓ ἔτεκ̓ ἀντίθεον Σαρπηδόνα χαλκοκορυστήν. 6.200 ἀλλ̓ ὅτε δὴ καὶ κεῖνος ἀπήχθετο πᾶσι θεοῖσιν, 6.201 ἤτοι ὃ κὰπ πεδίον τὸ Ἀλήϊον οἶος ἀλᾶτο 6.202 ὃν θυμὸν κατέδων, πάτον ἀνθρώπων ἀλεείνων· 6.203 Ἴσανδρον δέ οἱ υἱὸν Ἄρης ἆτος πολέμοιο 6.204 μαρνάμενον Σολύμοισι κατέκτανε κυδαλίμοισι· 6.205 τὴν δὲ χολωσαμένη χρυσήνιος Ἄρτεμις ἔκτα. 6.206 Ἱππόλοχος δέ μ̓ ἔτικτε, καὶ ἐκ τοῦ φημι γενέσθαι· 6.207 πέμπε δέ μ̓ ἐς Τροίην, καί μοι μάλα πόλλ̓ ἐπέτελλεν 6.208 αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων, 6.209 μη δὲ γένος πατέρων αἰσχυνέμεν, οἳ μέγ̓ ἄριστοι 6.210 ἔν τ̓ Ἐφύρῃ ἐγένοντο καὶ ἐν Λυκίῃ εὐρείῃ. 6.211 ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι. 6.212 ὣς φάτο, γήθησεν δὲ βοὴν ἀγαθὸς Διομήδης· 6.213 ἔγχος μὲν κατέπηξεν ἐπὶ χθονὶ πουλυβοτείρῃ, 6.214 αὐτὰρ ὃ μειλιχίοισι προσηύδα ποιμένα λαῶν· 6.215 ἦ ῥά νύ μοι ξεῖνος πατρώϊός ἐσσι παλαιός· 6.216 Οἰνεὺς γάρ ποτε δῖος ἀμύμονα Βελλεροφόντην 6.217 ξείνισ̓ ἐνὶ μεγάροισιν ἐείκοσιν ἤματ̓ ἐρύξας· 6.218 οἳ δὲ καὶ ἀλλήλοισι πόρον ξεινήϊα καλά· 6.219 Οἰνεὺς μὲν ζωστῆρα δίδου φοίνικι φαεινόν, 6.220 Βελλεροφόντης δὲ χρύσεον δέπας ἀμφικύπελλον 6.221 καί μιν ἐγὼ κατέλειπον ἰὼν ἐν δώμασ̓ ἐμοῖσι. 6.222 Τυδέα δ̓ οὐ μέμνημαι, ἐπεί μ̓ ἔτι τυτθὸν ἐόντα 6.223 κάλλιφ̓, ὅτ̓ ἐν Θήβῃσιν ἀπώλετο λαὸς Ἀχαιῶν. 6.224 τὼ νῦν σοὶ μὲν ἐγὼ ξεῖνος φίλος Ἄργεϊ μέσσῳ 6.225 εἰμί, σὺ δ̓ ἐν Λυκίῃ ὅτε κεν τῶν δῆμον ἵκωμαι. 6.226 ἔγχεα δ̓ ἀλλήλων ἀλεώμεθα καὶ δἰ ὁμίλου· 6.227 πολλοὶ μὲν γὰρ ἐμοὶ Τρῶες κλειτοί τ̓ ἐπίκουροι 6.228 κτείνειν ὅν κε θεός γε πόρῃ καὶ ποσσὶ κιχείω, 6.229 πολλοὶ δ̓ αὖ σοὶ Ἀχαιοὶ ἐναιρέμεν ὅν κε δύνηαι. 6.230 τεύχεα δ̓ ἀλλήλοις ἐπαμείψομεν, ὄφρα καὶ οἵδε 6.231 γνῶσιν ὅτι ξεῖνοι πατρώϊοι εὐχόμεθ̓ εἶναι. 6.232 ὣς ἄρα φωνήσαντε καθ̓ ἵππων ἀΐξαντε 6.233 χεῖράς τ̓ ἀλλήλων λαβέτην καὶ πιστώσαντο· 6.234 ἔνθ̓ αὖτε Γλαύκῳ Κρονίδης φρένας ἐξέλετο Ζεύς, 6.235 ὃς πρὸς Τυδεΐδην Διομήδεα τεύχἐ ἄμειβε 6.236 χρύσεα χαλκείων, ἑκατόμβοἰ ἐννεαβοίων. 6.237 Ἕκτωρ δ̓ ὡς Σκαιάς τε πύλας καὶ φηγὸν ἵκανεν, 6.238 ἀμφ̓ ἄρα μιν Τρώων ἄλοχοι θέον ἠδὲ θύγατρες 6.239 εἰρόμεναι παῖδάς τε κασιγνήτους τε ἔτας τε 6.240 καὶ πόσιας· ὃ δ̓ ἔπειτα θεοῖς εὔχεσθαι ἀνώγει 6.241 πάσας ἑξείης· πολλῇσι δὲ κήδἐ ἐφῆπτο. 6.242 ἀλλ̓ ὅτε δὴ Πριάμοιο δόμον περικαλλέ̓ ἵκανε 6.243 ξεστῇς αἰθούσῃσι τετυγμένον· αὐτὰρ ἐν αὐτῷ 6.244 πεντήκοντ̓ ἔνεσαν θάλαμοι ξεστοῖο λίθοιο 6.245 πλησίον ἀλλήλων δεδμημένοι, ἔνθα δὲ παῖδες 6.246 κοιμῶντο Πριάμοιο παρὰ μνηστῇς ἀλόχοισι, 6.247 κουράων δ̓ ἑτέρωθεν ἐναντίοι ἔνδοθεν αὐλῆς 6.248 δώδεκ̓ ἔσαν τέγεοι θάλαμοι ξεστοῖο λίθοιο 6.249 πλησίον ἀλλήλων δεδμημένοι, ἔνθα δὲ γαμβροὶ 6.250 κοιμῶντο Πριάμοιο παῤ αἰδοίῃς ἀλόχοισιν· 6.251 ἔνθά οἱ ἠπιόδωρος ἐναντίη ἤλυθε μήτηρ 6.252 Λαοδίκην ἐσάγουσα θυγατρῶν εἶδος ἀρίστην· 6.253 ἔν τ̓ ἄρα οἱ φῦ χειρὶ ἔπος τ̓ ἔφατ̓ ἔκ τ̓ ὀνόμαζε· 6.254 τέκνον τίπτε λιπὼν πόλεμον θρασὺν εἰλήλουθας; 6.255 ἦ μάλα δὴ τείρουσι δυσώνυμοι υἷες Ἀχαιῶν 6.256 μαρνάμενοι περὶ ἄστυ· σὲ δ̓ ἐνθάδε θυμὸς ἀνῆκεν 6.257 ἐλθόντ̓ ἐξ ἄκρης πόλιος Διὶ χεῖρας ἀνασχεῖν. 6.258 ἀλλὰ μέν̓ ὄφρά κέ τοι μελιηδέα οἶνον ἐνείκω, 6.259 ὡς σπείσῃς Διὶ πατρὶ καὶ ἄλλοις ἀθανάτοισι 6.260 πρῶτον, ἔπειτα δὲ καὐτὸς ὀνήσεαι αἴ κε πίῃσθα. 6.261 ἀνδρὶ δὲ κεκμηῶτι μένος μέγα οἶνος ἀέξει, 6.262 ὡς τύνη κέκμηκας ἀμύνων σοῖσιν ἔτῃσι. 6.263 τὴν δ̓ ἠμείβετ̓ ἔπειτα μέγας κορυθαίολος Ἕκτωρ· 6.264 μή μοι οἶνον ἄειρε μελίφρονα πότνια μῆτερ, 6.265 μή μ̓ ἀπογυιώσῃς μένεος, ἀλκῆς τε λάθωμαι· 6.266 χερσὶ δ̓ ἀνίπτοισιν Διὶ λείβειν αἴθοπα οἶνον 6.267 ἅζομαι· οὐ δέ πῃ ἔστι κελαινεφέϊ Κρονίωνι 6.268 αἵματι καὶ λύθρῳ πεπαλαγμένον εὐχετάασθαι. 6.269 ἀλλὰ σὺ μὲν πρὸς νηὸν Ἀθηναίης ἀγελείης 6.270 ἔρχεο σὺν θυέεσσιν ἀολλίσσασα γεραιάς· 6.271 πέπλον δ̓, ὅς τίς τοι χαριέστατος ἠδὲ μέγιστος 6.272 ἔστιν ἐνὶ μεγάρῳ καί τοι πολὺ φίλτατος αὐτῇ, 6.273 τὸν θὲς Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο, 6.274 καί οἱ ὑποσχέσθαι δυοκαίδεκα βοῦς ἐνὶ νηῷ 6.275 ἤνις ἠκέστας ἱερευσέμεν, αἴ κ̓ ἐλεήσῃ 6.276 ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα, 6.277 αἴ κεν Τυδέος υἱὸν ἀπόσχῃ Ἰλίου ἱρῆς 6.278 ἄγριον αἰχμητὴν κρατερὸν μήστωρα φόβοιο. 6.279 ἀλλὰ σὺ μὲν πρὸς νηὸν Ἀθηναίης ἀγελείης 6.280 ἔρχευ, ἐγὼ δὲ Πάριν μετελεύσομαι ὄφρα καλέσσω 6.281 αἴ κ̓ ἐθέλῃσ̓ εἰπόντος ἀκουέμεν· ὥς κέ οἱ αὖθι 6.282 γαῖα χάνοι· μέγα γάρ μιν Ὀλύμπιος ἔτρεφε πῆμα 6.283 Τρωσί τε καὶ Πριάμῳ μεγαλήτορι τοῖό τε παισίν. 6.284 εἰ κεῖνόν γε ἴδοιμι κατελθόντ̓ Ἄϊδος εἴσω 6.285 φαίην κε φρέν̓ ἀτέρπου ὀϊζύος ἐκλελαθέσθαι. 6.286 ὣς ἔφαθ̓, ἣ δὲ μολοῦσα ποτὶ μέγαῤ ἀμφιπόλοισι 6.287 κέκλετο· ταὶ δ̓ ἄῤ ἀόλλισσαν κατὰ ἄστυ γεραιάς. 6.288 αὐτὴ δ̓ ἐς θάλαμον κατεβήσετο κηώεντα, 6.289 ἔνθ̓ ἔσάν οἱ πέπλοι παμποίκιλα ἔργα γυναικῶν 6.290 Σιδονίων, τὰς αὐτὸς Ἀλέξανδρος θεοειδὴς 6.291 ἤγαγε Σιδονίηθεν ἐπιπλὼς εὐρέα πόντον, 6.292 τὴν ὁδὸν ἣν Ἑλένην περ ἀνήγαγεν εὐπατέρειαν· 6.293 τῶν ἕν̓ ἀειραμένη Ἑκάβη φέρε δῶρον Ἀθήνῃ, 6.294 ὃς κάλλιστος ἔην ποικίλμασιν ἠδὲ μέγιστος, 6.295 ἀστὴρ δ̓ ὣς ἀπέλαμπεν· ἔκειτο δὲ νείατος ἄλλων. 6.296 βῆ δ̓ ἰέναι, πολλαὶ δὲ μετεσσεύοντο γεραιαί. 6.297 αἳ δ̓ ὅτε νηὸν ἵκανον Ἀθήνης ἐν πόλει ἄκρῃ, 6.298 τῇσι θύρας ὤϊξε Θεανὼ καλλιπάρῃος 6.299 Κισσηῒς ἄλοχος Ἀντήνορος ἱπποδάμοιο· 6.300 τὴν γὰρ Τρῶες ἔθηκαν Ἀθηναίης ἱέρειαν. 6.301 αἳ δ̓ ὀλολυγῇ πᾶσαι Ἀθήνῃ χεῖρας ἀνέσχον· 6.302 ἣ δ̓ ἄρα πέπλον ἑλοῦσα Θεανὼ καλλιπάρῃος 6.303 θῆκεν Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο, 6.304 εὐχομένη δ̓ ἠρᾶτο Διὸς κούρῃ μεγάλοιο· 6.305 πότνἰ Ἀθηναίη ἐρυσίπτολι δῖα θεάων 6.306 ἆξον δὴ ἔγχος Διομήδεος, ἠδὲ καὶ αὐτὸν 6.307 πρηνέα δὸς πεσέειν Σκαιῶν προπάροιθε πυλάων, 6.308 ὄφρά τοι αὐτίκα νῦν δυοκαίδεκα βοῦς ἐνὶ νηῷ 6.309 ἤνις ἠκέστας ἱερεύσομεν, αἴ κ̓ ἐλεήσῃς 6.310 ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα. 6.311 ὣς ἔφατ̓ εὐχομένη, ἀνένευε δὲ Παλλὰς Ἀθήνη. 6.312 ὣς αἳ μέν ῥ̓ εὔχοντο Διὸς κούρῃ μεγάλοιο, 6.313 Ἕκτωρ δὲ πρὸς δώματ̓ Ἀλεξάνδροιο βεβήκει 6.314 καλά, τά ῥ̓ αὐτὸς ἔτευξε σὺν ἀνδράσιν οἳ τότ̓ ἄριστοι 6.315 ἦσαν ἐνὶ Τροίῃ ἐριβώλακι τέκτονες ἄνδρες, 6.316 οἵ οἱ ἐποίησαν θάλαμον καὶ δῶμα καὶ αὐλὴν 6.317 ἐγγύθι τε Πριάμοιο καὶ Ἕκτορος ἐν πόλει ἄκρῃ. 6.318 ἔνθ̓ Ἕκτωρ εἰσῆλθε Διῒ φίλος, ἐν δ̓ ἄρα χειρὶ 6.319 ἔγχος ἔχ̓ ἑνδεκάπηχυ· πάροιθε δὲ λάμπετο δουρὸς 6.320 αἰχμὴ χαλκείη, περὶ δὲ χρύσεος θέε πόρκης. 6.321 τὸν δ̓ εὗῤ ἐν θαλάμῳ περικαλλέα τεύχἐ ἕποντα 6.322 ἀσπίδα καὶ θώρηκα, καὶ ἀγκύλα τόξ̓ ἁφόωντα· 6.323 Ἀργείη δ̓ Ἑλένη μετ̓ ἄρα δμῳῇσι γυναιξὶν 6.324 ἧστο καὶ ἀμφιπόλοισι περικλυτὰ ἔργα κέλευε. 6.325 τὸν δ̓ Ἕκτωρ νείκεσσεν ἰδὼν αἰσχροῖς ἐπέεσσι· 6.326 δαιμόνἰ οὐ μὲν καλὰ χόλον τόνδ̓ ἔνθεο θυμῷ, 6.327 λαοὶ μὲν φθινύθουσι περὶ πτόλιν αἰπύ τε τεῖχος 6.328 μαρνάμενοι· σέο δ̓ εἵνεκ̓ ἀϋτή τε πτόλεμός τε 6.329 ἄστυ τόδ̓ ἀμφιδέδηε· σὺ δ̓ ἂν μαχέσαιο καὶ ἄλλῳ, 6.330 ὅν τινά που μεθιέντα ἴδοις στυγεροῦ πολέμοιο. 6.331 ἀλλ̓ ἄνα μὴ τάχα ἄστυ πυρὸς δηΐοιο θέρηται. 6.332 τὸν δ̓ αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής· 6.333 Ἕκτορ ἐπεί με κατ̓ αἶσαν ἐνείκεσας οὐ δ̓ ὑπὲρ αἶσαν, 6.334 τοὔνεκά τοι ἐρέω· σὺ δὲ σύνθεο καί μευ ἄκουσον· 6.335 οὔ τοι ἐγὼ Τρώων τόσσον χόλῳ οὐ δὲ νεμέσσι 6.336 ἥμην ἐν θαλάμῳ, ἔθελον δ̓ ἄχεϊ προτραπέσθαι. 6.337 νῦν δέ με παρειποῦσ̓ ἄλοχος μαλακοῖς ἐπέεσσιν 6.338 ὅρμησ̓ ἐς πόλεμον· δοκέει δέ μοι ὧδε καὶ αὐτῷ 6.339 λώϊον ἔσσεσθαι· νίκη δ̓ ἐπαμείβεται ἄνδρας. 6.340 ἀλλ̓ ἄγε νῦν ἐπίμεινον, Ἀρήϊα τεύχεα δύω· 6.341 ἢ ἴθ̓, ἐγὼ δὲ μέτειμι· κιχήσεσθαι δέ σ̓ ὀΐω. 6.342 ὣς φάτο, τὸν δ̓ οὔ τι προσέφη κορυθαίολος Ἕκτωρ· 6.343 τὸν δ̓ Ἑλένη μύθοισι προσηύδα μειλιχίοισι· 6.344 δᾶερ ἐμεῖο κυνὸς κακομηχάνου ὀκρυοέσσης, 6.345 ὥς μ̓ ὄφελ̓ ἤματι τῷ ὅτε με πρῶτον τέκε μήτηρ 6.346 οἴχεσθαι προφέρουσα κακὴ ἀνέμοιο θύελλα 6.347 εἰς ὄρος ἢ εἰς κῦμα πολυφλοίσβοιο θαλάσσης, 6.348 ἔνθά με κῦμ̓ ἀπόερσε πάρος τάδε ἔργα γενέσθαι. 6.349 αὐτὰρ ἐπεὶ τάδε γ̓ ὧδε θεοὶ κακὰ τεκμήραντο, 6.350 ἀνδρὸς ἔπειτ̓ ὤφελλον ἀμείνονος εἶναι ἄκοιτις, 6.351 ὃς ᾔδη νέμεσίν τε καὶ αἴσχεα πόλλ̓ ἀνθρώπων. 6.352 τούτῳ δ̓ οὔ τ̓ ἂρ νῦν φρένες ἔμπεδοι οὔ τ̓ ἄῤ ὀπίσσω 6.353 ἔσσονται· τὼ καί μιν ἐπαυρήσεσθαι ὀΐω. 6.354 ἀλλ̓ ἄγε νῦν εἴσελθε καὶ ἕζεο τῷδ̓ ἐπὶ δίφρῳ 6.355 δᾶερ, ἐπεί σε μάλιστα πόνος φρένας ἀμφιβέβηκεν 6.356 εἵνεκ̓ ἐμεῖο κυνὸς καὶ Ἀλεξάνδρου ἕνεκ̓ ἄτης, 6.357 οἷσιν ἐπὶ Ζεὺς θῆκε κακὸν μόρον, ὡς καὶ ὀπίσσω 6.358 ἀνθρώποισι πελώμεθ̓ ἀοίδιμοι ἐσσομένοισι. 6.359 τὴν δ̓ ἠμείβετ̓ ἔπειτα μέγας κορυθαίολος Ἕκτωρ 6.360 μή με κάθιζ̓ Ἑλένη φιλέουσά περ· οὐ δέ με πείσεις· 6.361 ἤδη γάρ μοι θυμὸς ἐπέσσυται ὄφῤ ἐπαμύνω 6.362 Τρώεσσ̓, οἳ μέγ̓ ἐμεῖο ποθὴν ἀπεόντος ἔχουσιν. 6.363 ἀλλὰ σύ γ̓ ὄρνυθι τοῦτον, ἐπειγέσθω δὲ καὶ αὐτός, 6.364 ὥς κεν ἔμ̓ ἔντοσθεν πόλιος καταμάρψῃ ἐόντα. 6.365 καὶ γὰρ ἐγὼν οἶκον δὲ ἐλεύσομαι ὄφρα ἴδωμαι 6.366 οἰκῆας ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν. 6.367 οὐ γὰρ οἶδ̓ εἰ ἔτι σφιν ὑπότροπος ἵξομαι αὖτις, 6.368 ἦ ἤδη μ̓ ὑπὸ χερσὶ θεοὶ δαμόωσιν Ἀχαιῶν. 6.369 ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ· 6.370 αἶψα δ̓ ἔπειθ̓ ἵκανε δόμους εὖ ναιετάοντας, 6.371 οὐ δ̓ εὗῤ Ἀνδρομάχην λευκώλενον ἐν μεγάροισιν, 6.372 ἀλλ̓ ἥ γε ξὺν παιδὶ καὶ ἀμφιπόλῳ ἐϋπέπλῳ 6.373 πύργῳ ἐφεστήκει γοόωσά τε μυρομένη τε. 6.374 Ἕκτωρ δ̓ ὡς οὐκ ἔνδον ἀμύμονα τέτμεν ἄκοιτιν 6.375 ἔστη ἐπ̓ οὐδὸν ἰών, μετὰ δὲ δμῳῇσιν ἔειπεν· 6.376 εἰ δ̓ ἄγε μοι δμῳαὶ νημερτέα μυθήσασθε· 6.377 πῇ ἔβη Ἀνδρομάχη λευκώλενος ἐκ μεγάροιο; 6.378 ἠέ πῃ ἐς γαλόων ἢ εἰνατέρων ἐϋπέπλων 6.379 ἢ ἐς Ἀθηναίης ἐξοίχεται, ἔνθά περ ἄλλαι 6.380 Τρῳαὶ ἐϋπλόκαμοι δεινὴν θεὸν ἱλάσκονται; 6.381 τὸν δ̓ αὖτ̓ ὀτρηρὴ ταμίη πρὸς μῦθον ἔειπεν· 6.382 Ἕκτορ ἐπεὶ μάλ̓ ἄνωγας ἀληθέα μυθήσασθαι, 6.383 οὔτέ πῃ ἐς γαλόων οὔ τ̓ εἰνατέρων ἐϋπέπλων 6.384 οὔ τ̓ ἐς Ἀθηναίης ἐξοίχεται, ἔνθά περ ἄλλαι 6.385 Τρῳαὶ ἐϋπλόκαμοι δεινὴν θεὸν ἱλάσκονται, 6.386 ἀλλ̓ ἐπὶ πύργον ἔβη μέγαν Ἰλίου, οὕνεκ̓ ἄκουσε 6.387 τείρεσθαι Τρῶας, μέγα δὲ κράτος εἶναι Ἀχαιῶν. 6.388 ἣ μὲν δὴ πρὸς τεῖχος ἐπειγομένη ἀφικάνει 6.389 μαινομένῃ ἐϊκυῖα· φέρει δ̓ ἅμα παῖδα τιθήνη. 6.390 ἦ ῥα γυνὴ ταμίη, ὃ δ̓ ἀπέσσυτο δώματος Ἕκτωρ 6.391 τὴν αὐτὴν ὁδὸν αὖτις ἐϋκτιμένας κατ̓ ἀγυιάς. 6.392 εὖτε πύλας ἵκανε διερχόμενος μέγα ἄστυ 6.393 Σκαιάς, τῇ ἄῤ ἔμελλε διεξίμεναι πεδίον δέ, 6.394 ἔνθ̓ ἄλοχος πολύδωρος ἐναντίη ἦλθε θέουσα 6.395 Ἀνδρομάχη θυγάτηρ μεγαλήτορος Ἠετίωνος 6.396 Ἠετίων ὃς ἔναιεν ὑπὸ Πλάκῳ ὑληέσσῃ 6.397 Θήβῃ Ὑποπλακίῃ Κιλίκεσσ̓ ἄνδρεσσιν ἀνάσσων· 6.398 τοῦ περ δὴ θυγάτηρ ἔχεθ̓ Ἕκτορι χαλκοκορυστῇ. 6.399 ἥ οἱ ἔπειτ̓ ἤντησ̓, ἅμα δ̓ ἀμφίπολος κίεν αὐτῇ 6.400 παῖδ̓ ἐπὶ κόλπῳ ἔχουσ̓ ἀταλάφρονα νήπιον αὔτως 6.401 Ἑκτορίδην ἀγαπητὸν ἀλίγκιον ἀστέρι καλῷ, 6.402 τόν ῥ̓ Ἕκτωρ καλέεσκε Σκαμάνδριον, αὐτὰρ οἱ ἄλλοι 6.403 Ἀστυάνακτ̓· οἶος γὰρ ἐρύετο Ἴλιον Ἕκτωρ. 6.404 ἤτοι ὃ μὲν μείδησεν ἰδὼν ἐς παῖδα σιωπῇ· 6.405 Ἀνδρομάχη δέ οἱ ἄγχι παρίστατο δάκρυ χέουσα, 6.406 ἔν τ̓ ἄρα οἱ φῦ χειρὶ ἔπος τ̓ ἔφατ̓ ἔκ τ̓ ὀνόμαζε· 6.407 δαιμόνιε φθίσει σε τὸ σὸν μένος, οὐ δ̓ ἐλεαίρεις 6.408 παῖδά τε νηπίαχον καὶ ἔμ̓ ἄμμορον, ἣ τάχα χήρη 6.409 σεῦ ἔσομαι· τάχα γάρ σε κατακτανέουσιν Ἀχαιοὶ 6.410 πάντες ἐφορμηθέντες· ἐμοὶ δέ κε κέρδιον εἴη 6.411 σεῦ ἀφαμαρτούσῃ χθόνα δύμεναι· οὐ γὰρ ἔτ̓ ἄλλη 6.412 ἔσται θαλπωρὴ ἐπεὶ ἂν σύ γε πότμον ἐπίσπῃς 6.413 ἀλλ̓ ἄχἐ· οὐ δέ μοι ἔστι πατὴρ καὶ πότνια μήτηρ. 6.414 ἤτοι γὰρ πατέῤ ἁμὸν ἀπέκτανε δῖος Ἀχιλλεύς, 6.415 ἐκ δὲ πόλιν πέρσεν Κιλίκων εὖ ναιετάουσαν 6.416 Θήβην ὑψίπυλον· κατὰ δ̓ ἔκτανεν Ἠετίωνα, 6.417 οὐ δέ μιν ἐξενάριξε, σεβάσσατο γὰρ τό γε θυμῷ, 6.418 ἀλλ̓ ἄρα μιν κατέκηε σὺν ἔντεσι δαιδαλέοισιν 6.419 ἠδ̓ ἐπὶ σῆμ̓ ἔχεεν· περὶ δὲ πτελέας ἐφύτευσαν 6.420 νύμφαι ὀρεστιάδες κοῦραι Διὸς αἰγιόχοιο. 6.421 οἳ δέ μοι ἑπτὰ κασίγνητοι ἔσαν ἐν μεγάροισιν 6.422 οἳ μὲν πάντες ἰῷ κίον ἤματι Ἄϊδος εἴσω· 6.423 πάντας γὰρ κατέπεφνε ποδάρκης δῖος Ἀχιλλεὺς 6.424 βουσὶν ἐπ̓ εἰλιπόδεσσι καὶ ἀργεννῇς ὀΐεσσι. 6.425 μητέρα δ̓, ἣ βασίλευεν ὑπὸ Πλάκῳ ὑληέσσῃ, 6.426 τὴν ἐπεὶ ἂρ δεῦῤ ἤγαγ̓ ἅμ̓ ἄλλοισι κτεάτεσσιν, 6.427 ἂψ ὅ γε τὴν ἀπέλυσε λαβὼν ἀπερείσἰ ἄποινα, 6.428 πατρὸς δ̓ ἐν μεγάροισι βάλ̓ Ἄρτεμις ἰοχέαιρα. 6.429 Ἕκτορ ἀτὰρ σύ μοί ἐσσι πατὴρ καὶ πότνια μήτηρ 6.430 ἠδὲ κασίγνητος, σὺ δέ μοι θαλερὸς παρακοίτης· 6.431 ἀλλ̓ ἄγε νῦν ἐλέαιρε καὶ αὐτοῦ μίμν̓ ἐπὶ πύργῳ, 6.432 μὴ παῖδ̓ ὀρφανικὸν θήῃς χήρην τε γυναῖκα· 6.433 λαὸν δὲ στῆσον παῤ ἐρινεόν, ἔνθα μάλιστα 6.434 ἀμβατός ἐστι πόλις καὶ ἐπίδρομον ἔπλετο τεῖχος. 6.435 τρὶς γὰρ τῇ γ̓ ἐλθόντες ἐπειρήσανθ̓ οἱ ἄριστοι 6.436 ἀμφ̓ Αἴαντε δύω καὶ ἀγακλυτὸν Ἰδομενῆα 6.437 ἠδ̓ ἀμφ̓ Ἀτρεΐδας καὶ Τυδέος ἄλκιμον υἱόν· 6.438 ἤ πού τίς σφιν ἔνισπε θεοπροπίων ἐῢ εἰδώς, 6.439 ἤ νυ καὶ αὐτῶν θυμὸς ἐποτρύνει καὶ ἀνώγει. 6.440 τὴν δ̓ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ· 6.441 ἦ καὶ ἐμοὶ τάδε πάντα μέλει γύναι· ἀλλὰ μάλ̓ αἰνῶς 6.442 αἰδέομαι Τρῶας καὶ Τρῳάδας ἑλκεσιπέπλους, 6.443 αἴ κε κακὸς ὣς νόσφιν ἀλυσκάζω πολέμοιο· 6.444 οὐ δέ με θυμὸς ἄνωγεν, ἐπεὶ μάθον ἔμμεναι ἐσθλὸς 6.445 αἰεὶ καὶ πρώτοισι μετὰ Τρώεσσι μάχεσθαι 6.446 ἀρνύμενος πατρός τε μέγα κλέος ἠδ̓ ἐμὸν αὐτοῦ. 6.447 εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν· 6.448 ἔσσεται ἦμαρ ὅτ̓ ἄν ποτ̓ ὀλώλῃ Ἴλιος ἱρὴ 6.449 καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο. 6.450 ἀλλ̓ οὔ μοι Τρώων τόσσον μέλει ἄλγος ὀπίσσω, 6.451 οὔ τ̓ αὐτῆς Ἑκάβης οὔ τε Πριάμοιο ἄνακτος 6.452 οὔ τε κασιγνήτων, οἵ κεν πολέες τε καὶ ἐσθλοὶ 6.453 ἐν κονίῃσι πέσοιεν ὑπ̓ ἀνδράσι δυσμενέεσσιν, 6.454 ὅσσον σεῦ, ὅτε κέν τις Ἀχαιῶν χαλκοχιτώνων 6.455 δακρυόεσσαν ἄγηται ἐλεύθερον ἦμαρ ἀπούρας· 6.456 καί κεν ἐν Ἄργει ἐοῦσα πρὸς ἄλλης ἱστὸν ὑφαίνοις, 6.457 καί κεν ὕδωρ φορέοις Μεσσηΐδος ἢ Ὑπερείης 6.458 πόλλ̓ ἀεκαζομένη, κρατερὴ δ̓ ἐπικείσετ̓ ἀνάγκη· 6.459 καί ποτέ τις εἴπῃσιν ἰδὼν κατὰ δάκρυ χέουσαν· 6.460 Ἕκτορος ἥδε γυνὴ ὃς ἀριστεύεσκε μάχεσθαι 6.461 Τρώων ἱπποδάμων ὅτε Ἴλιον ἀμφεμάχοντο. 6.462 ὥς ποτέ τις ἐρέει· σοὶ δ̓ αὖ νέον ἔσσεται ἄλγος 6.463 χήτεϊ τοιοῦδ̓ ἀνδρὸς ἀμύνειν δούλιον ἦμαρ. 6.464 ἀλλά με τεθνηῶτα χυτὴ κατὰ γαῖα καλύπτοι 6.465 πρίν γέ τι σῆς τε βοῆς σοῦ θ̓ ἑλκηθμοῖο πυθέσθαι. 6.466 ὣς εἰπὼν οὗ παιδὸς ὀρέξατο φαίδιμος Ἕκτωρ· 6.467 ἂψ δ̓ ὃ πάϊς πρὸς κόλπον ἐϋζώνοιο τιθήνης 6.468 ἐκλίνθη ἰάχων πατρὸς φίλου ὄψιν ἀτυχθεὶς 6.469 ταρβήσας χαλκόν τε ἰδὲ λόφον ἱππιοχαίτην, 6.470 δεινὸν ἀπ̓ ἀκροτάτης κόρυθος νεύοντα νοήσας. 6.471 ἐκ δ̓ ἐγέλασσε πατήρ τε φίλος καὶ πότνια μήτηρ· 6.472 αὐτίκ̓ ἀπὸ κρατὸς κόρυθ̓ εἵλετο φαίδιμος Ἕκτωρ, 6.473 καὶ τὴν μὲν κατέθηκεν ἐπὶ χθονὶ παμφανόωσαν· 6.474 αὐτὰρ ὅ γ̓ ὃν φίλον υἱὸν ἐπεὶ κύσε πῆλέ τε χερσὶν 6.475 εἶπε δ̓ ἐπευξάμενος Διί τ̓ ἄλλοισίν τε θεοῖσι· 6.476 Ζεῦ ἄλλοι τε θεοὶ δότε δὴ καὶ τόνδε γενέσθαι 6.477 παῖδ̓ ἐμὸν ὡς καὶ ἐγώ περ ἀριπρεπέα Τρώεσσιν, 6.478 ὧδε βίην τ̓ ἀγαθόν, καὶ Ἰλίου ἶφι ἀνάσσειν· 6.479 καί ποτέ τις εἴποι πατρός γ̓ ὅδε πολλὸν ἀμείνων 6.480 ἐκ πολέμου ἀνιόντα· φέροι δ̓ ἔναρα βροτόεντα 6.481 κτείνας δήϊον ἄνδρα, χαρείη δὲ φρένα μήτηρ. 6.482 ὣς εἰπὼν ἀλόχοιο φίλης ἐν χερσὶν ἔθηκε 6.483 παῖδ̓ ἑόν· ἣ δ̓ ἄρα μιν κηώδεϊ δέξατο κόλπῳ 6.484 δακρυόεν γελάσασα· πόσις δ̓ ἐλέησε νοήσας, 6.485 χειρί τέ μιν κατέρεξεν ἔπος τ̓ ἔφατ̓ ἔκ τ̓ ὀνόμαζε· 6.486 δαιμονίη μή μοί τι λίην ἀκαχίζεο θυμῷ· 6.487 οὐ γάρ τίς μ̓ ὑπὲρ αἶσαν ἀνὴρ Ἄϊδι προϊάψει· 6.488 μοῖραν δ̓ οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν, 6.489 οὐ κακὸν οὐ δὲ μὲν ἐσθλόν, ἐπὴν τὰ πρῶτα γένηται. 6.490 ἀλλ̓ εἰς οἶκον ἰοῦσα τὰ σ̓ αὐτῆς ἔργα κόμιζε 6.491 ἱστόν τ̓ ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε 6.492 ἔργον ἐποίχεσθαι· πόλεμος δ̓ ἄνδρεσσι μελήσει 6.493 πᾶσι, μάλιστα δ̓ ἐμοί, τοὶ Ἰλίῳ ἐγγεγάασιν. 6.494 ὣς ἄρα φωνήσας κόρυθ̓ εἵλετο φαίδιμος Ἕκτωρ 6.495 ἵππουριν· ἄλοχος δὲ φίλη οἶκον δὲ βεβήκει 6.496 ἐντροπαλιζομένη, θαλερὸν κατὰ δάκρυ χέουσα. 6.497 αἶψα δ̓ ἔπειθ̓ ἵκανε δόμους εὖ ναιετάοντας 6.498 Ἕκτορος ἀνδροφόνοιο, κιχήσατο δ̓ ἔνδοθι πολλὰς 6.499 ἀμφιπόλους, τῇσιν δὲ γόον πάσῃσιν ἐνῶρσεν. 6.500 αἳ μὲν ἔτι ζωὸν γόον Ἕκτορα ᾧ ἐνὶ οἴκῳ· 6.501 οὐ γάρ μιν ἔτ̓ ἔφαντο ὑπότροπον ἐκ πολέμοιο 6.502 ἵξεσθαι προφυγόντα μένος καὶ χεῖρας Ἀχαιῶν. 6.503 οὐ δὲ Πάρις δήθυνεν ἐν ὑψηλοῖσι δόμοισιν, 6.504 ἀλλ̓ ὅ γ̓, ἐπεὶ κατέδυ κλυτὰ τεύχεα ποικίλα χαλκῷ, 6.505 σεύατ̓ ἔπειτ̓ ἀνὰ ἄστυ ποσὶ κραιπνοῖσι πεποιθώς. 6.506 ὡς δ̓ ὅτε τις στατὸς ἵππος ἀκοστήσας ἐπὶ φάτνῃ 6.507 δεσμὸν ἀπορρήξας θείῃ πεδίοιο κροαίνων 6.508 εἰωθὼς λούεσθαι ἐϋρρεῖος ποταμοῖο 6.509 κυδιόων· ὑψοῦ δὲ κάρη ἔχει, ἀμφὶ δὲ χαῖται 6.510 ὤμοις ἀΐσσονται· ὃ δ̓ ἀγλαΐηφι πεποιθὼς 6.511 ῥίμφά ἑ γοῦνα φέρει μετά τ̓ ἤθεα καὶ νομὸν ἵππων· 6.512 ὣς υἱὸς Πριάμοιο Πάρις κατὰ Περγάμου ἄκρης 6.513 τεύχεσι παμφαίνων ὥς τ̓ ἠλέκτωρ ἐβεβήκει 6.514 καγχαλόων, ταχέες δὲ πόδες φέρον· αἶψα δ̓ ἔπειτα 6.515 Ἕκτορα δῖον ἔτετμεν ἀδελφεὸν εὖτ̓ ἄῤ ἔμελλε 6.516 στρέψεσθ̓ ἐκ χώρης ὅθι ᾗ ὀάριζε γυναικί. 6.517 τὸν πρότερος προσέειπεν Ἀλέξανδρος θεοειδής· 6.518 ἠθεῖ̓ ἦ μάλα δή σε καὶ ἐσσύμενον κατερύκω 6.519 δηθύνων, οὐ δ̓ ἦλθον ἐναίσιμον ὡς ἐκέλευες; 6.520 τὸν δ̓ ἀπαμειβόμενος προσέφη κορυθαίολος Ἕκτωρ· 6.521 δαιμόνἰ οὐκ ἄν τίς τοι ἀνὴρ ὃς ἐναίσιμος εἴη 6.522 ἔργον ἀτιμήσειε μάχης, ἐπεὶ ἄλκιμός ἐσσι· 6.523 ἀλλὰ ἑκὼν μεθιεῖς τε καὶ οὐκ ἐθέλεις· τὸ δ̓ ἐμὸν κῆρ 6.524 ἄχνυται ἐν θυμῷ, ὅθ̓ ὑπὲρ σέθεν αἴσχἐ ἀκούω 6.525 πρὸς Τρώων, οἳ ἔχουσι πολὺν πόνον εἵνεκα σεῖο. 6.526 ἀλλ̓ ἴομεν· τὰ δ̓ ὄπισθεν ἀρεσσόμεθ̓, αἴ κέ ποθι Ζεὺς 6.527 δώῃ ἐπουρανίοισι θεοῖς αἰειγενέτῃσι 6.528 κρητῆρα στήσασθαι ἐλεύθερον ἐν μεγάροισιν 6.529 ἐκ Τροίης ἐλάσαντας ἐϋκνήμιδας Ἀχαιούς.