ILIAD Elucidated - Book 7
7.1ὣς εἰπὼν πυλέων ἐξέσσυτο φαίδιμος Ἕκτωρ, 7.2τῷ δ̓ ἅμ̓ Ἀλέξανδρος κί̓ ἀδελφεός· ἐν δ̓ ἄρα θυμῷ 7.3ἀμφότεροι μέμασαν πολεμίζειν ἠδὲ μάχεσθαι. 7.4ὡς δὲ θεὸς ναύτῃσιν ἐελδομένοισιν ἔδωκεν 7.5οὖρον, ἐπεί κε κάμωσιν ἐϋξέστῃς ἐλάτῃσι 7.6πόντον ἐλαύνοντες, καμάτῳ δ̓ ὑπὸ γυῖα λέλυνται, 7.7ὣς ἄρα τὼ Τρώεσσιν ἐελδομένοισι φανήτην. 7.8ἔνθ̓ ἑλέτην ὃ μὲν υἱὸν Ἀρηϊθόοιο ἄνακτος 7.9Ἄρνῃ ναιετάοντα Μενέσθιον, ὃν κορυνήτης 7.10γείνατ̓ Ἀρηΐθοος καὶ Φυλομέδουσα βοῶπις· 7.11Ἕκτωρ δ̓ Ἠϊονῆα βάλ̓ ἔγχεϊ ὀξυόεντι 7.12αὐχέν̓ ὑπὸ στεφάνης εὐχάλκου, λύντο δὲ γυῖα. 7.13Γλαῦκος δ̓ Ἱππολόχοιο πάϊς Λυκίων ἀγὸς ἀνδρῶν 7.14Ἰφίνοον βάλε δουρὶ κατὰ κρατερὴν ὑσμίνην 7.15Δεξιάδην ἵππων ἐπιάλμενον ὠκειάων 7.16ὦμον· ὃ δ̓ ἐξ ἵππων χαμάδις πέσε, λύντο δὲ γυῖα. 7.17τοὺς δ̓ ὡς οὖν ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη 7.18Ἀργείους ὀλέκοντας ἐνὶ κρατερῇ ὑσμίνῃ, 7.19βῆ ῥα κατ̓ Οὐλύμποιο καρήνων ἀΐξασα 7.20Ἴλιον εἰς ἱερήν· τῇ δ̓ ἀντίος ὄρνυτ̓ Ἀπόλλων 7.21Περγάμου ἐκκατιδών, Τρώεσσι δὲ βούλετο νίκην· 7.22ἀλλήλοισι δὲ τώ γε συναντέσθην παρὰ φηγῷ. 7.23τὴν πρότερος προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων· 7.24τίπτε σὺ δ̓ αὖ μεμαυῖα Διὸς θύγατερ μεγάλοιο 7.25ἦλθες ἀπ̓ Οὐλύμποιο, μέγας δέ σε θυμὸς ἀνῆκεν; 7.26ἦ ἵνα δὴ Δαναοῖσι μάχης ἑτεραλκέα νίκην 7.27δῷς; ἐπεὶ οὔ τι Τρῶας ἀπολλυμένους ἐλεαίρεις. 7.28ἀλλ̓ εἴ μοί τι πίθοιο τό κεν πολὺ κέρδιον εἴη· 7.29νῦν μὲν παύσωμεν πόλεμον καὶ δηϊοτῆτα 7.30σήμερον· ὕστερον αὖτε μαχήσοντ̓ εἰς ὅ κε τέκμωρ 7.31Ἰλίου εὕρωσιν, ἐπεὶ ὣς φίλον ἔπλετο θυμῷ 7.32ὑμῖν ἀθανάτῃσι, διαπραθέειν τόδε ἄστυ. 7.33τὸν δ̓ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη· 7.34ὧδ̓ ἔστω ἑκάεργε· τὰ γὰρ φρονέουσα καὶ αὐτὴ 7.35ἦλθον ἀπ̓ Οὐλύμποιο μετὰ Τρῶας καὶ Ἀχαιούς. 7.36ἀλλ̓ ἄγε πῶς μέμονας πόλεμον καταπαυσέμεν ἀνδρῶν; 7.37τὴν δ̓ αὖτε προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων· 7.38Ἕκτορος ὄρσωμεν κρατερὸν μένος ἱπποδάμοιο, 7.39ἤν τινά που Δαναῶν προκαλέσσεται οἰόθεν οἶος 7.40ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι, 7.41οἳ δέ κ̓ ἀγασσάμενοι χαλκοκνήμιδες Ἀχαιοὶ 7.42οἶον ἐπόρσειαν πολεμίζειν Ἕκτορι δίῳ. 7.43ὣς ἔφατ̓, οὐ δ̓ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη. 7.44τῶν δ̓ Ἕλενος Πριάμοιο φίλος παῖς σύνθετο θυμῷ 7.45βουλήν, ἥ ῥα θεοῖσιν ἐφήνδανε μητιόωσι· 7.46στῆ δὲ παῤ Ἕκτοῤ ἰὼν καί μιν πρὸς μῦθον ἔειπεν· 7.47Ἕκτορ υἱὲ Πριάμοιο Διὶ μῆτιν ἀτάλαντε 7.48ἦ ῥά νύ μοί τι πίθοιο, κασίγνητος δέ τοί εἰμι· 7.49ἄλλους μὲν κάθισον Τρῶας καὶ πάντας Ἀχαιούς, 7.50αὐτὸς δὲ προκάλεσσαι Ἀχαιῶν ὅς τις ἄριστος 7.51ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι· 7.52οὐ γάρ πώ τοι μοῖρα θανεῖν καὶ πότμον ἐπισπεῖν· 7.53ὣς γὰρ ἐγὼ ὄπ̓ ἄκουσα θεῶν αἰειγενετάων. 7.54ὣς ἔφαθ̓, Ἕκτωρ δ̓ αὖτε χάρη μέγα μῦθον ἀκούσας, 7.55καί ῥ̓ ἐς μέσσον ἰὼν Τρώων ἀνέεργε φάλαγγας, 7.56μέσσου δουρὸς ἑλών· οἳ δ̓ ἱδρύνθησαν ἅπαντες. 7.57κὰδ δ̓ Ἀγαμέμνων εἷσεν ἐϋκνήμιδας Ἀχαιούς· 7.58κὰδ δ̓ ἄῤ Ἀθηναίη τε καὶ ἀργυρότοξος Ἀπόλλων 7.59ἑζέσθην ὄρνισιν ἐοικότες αἰγυπιοῖσι 7.60φηγῷ ἐφ̓ ὑψηλῇ πατρὸς Διὸς αἰγιόχοιο 7.61ἀνδράσι τερπόμενοι· τῶν δὲ στίχες εἵατο πυκναὶ 7.62ἀσπίσι καὶ κορύθεσσι καὶ ἔγχεσι πεφρικυῖαι. 7.63οἵη δὲ Ζεφύροιο ἐχεύατο πόντον ἔπι φρὶξ 7.64ὀρνυμένοιο νέον, μελάνει δέ τε πόντος ὑπ̓ αὐτῆς, 7.65τοῖαι ἄρα στίχες εἵατ̓ Ἀχαιῶν τε Τρώων τε 7.66ἐν πεδίῳ· Ἕκτωρ δὲ μετ̓ ἀμφοτέροισιν ἔειπε· 7.67κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ 7.68ὄφῤ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει. 7.69ὅρκια μὲν Κρονίδης ὑψίζυγος οὐκ ἐτέλεσσεν, 7.70ἀλλὰ κακὰ φρονέων τεκμαίρεται ἀμφοτέροισιν 7.71εἰς ὅ κεν ἢ ὑμεῖς Τροίην εὔπυργον ἕλητε 7.72ἢ αὐτοὶ παρὰ νηυσὶ δαμείετε ποντοπόροισιν. 7.73ὑμῖν δ̓ ἐν γὰρ ἔασιν ἀριστῆες Παναχαιῶν· 7.74τῶν νῦν ὅν τινα θυμὸς ἐμοὶ μαχέσασθαι ἀνώγει 7.75δεῦῤ ἴτω ἐκ πάντων πρόμος ἔμμεναι Ἕκτορι δίῳ. 7.76ὧδε δὲ μυθέομαι, Ζεὺς δ̓ ἄμμ̓ ἐπιμάρτυρος ἔστω· 7.77εἰ μέν κεν ἐμὲ κεῖνος ἕλῃ ταναήκεϊ χαλκῷ, 7.78τεύχεα συλήσας φερέτω κοίλας ἐπὶ νῆας, 7.79σῶμα δὲ οἴκαδ̓ ἐμὸν δόμεναι πάλιν, ὄφρα πυρός με 7.80Τρῶες καὶ Τρώων ἄλοχοι λελάχωσι θανόντα. 7.81εἰ δέ κ̓ ἐγὼ τὸν ἕλω, δώῃ δέ μοι εὖχος Ἀπόλλων, 7.82τεύχεα σύλησας οἴσω προτὶ Ἴλιον ἱρήν, 7.83καὶ κρεμόω προτὶ νηὸν Ἀπόλλωνος ἑκάτοιο, 7.84τὸν δὲ νέκυν ἐπὶ νῆας ἐϋσσέλμους ἀποδώσω, 7.85ὄφρά ἑ ταρχύσωσι κάρη κομόωντες Ἀχαιοί, 7.86σῆμά τέ οἱ χεύωσιν ἐπὶ πλατεῖ Ἑλλησπόντῳ. 7.87καί ποτέ τις εἴπῃσι καὶ ὀψιγόνων ἀνθρώπων 7.88νηῒ πολυκλήϊδι πλέων ἐπὶ οἴνοπα πόντον· 7.89ἀνδρὸς μὲν τόδε σῆμα πάλαι κατατεθνηῶτος, 7.90ὅν ποτ̓ ἀριστεύοντα κατέκτανε φαίδιμος Ἕκτωρ. 7.91ὥς ποτέ τις ἐρέει· τὸ δ̓ ἐμὸν κλέος οὔ ποτ̓ ὀλεῖται. 7.92ὣς ἔφαθ̓, οἱ δ̓ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ· 7.93αἴδεσθεν μὲν ἀνήνασθαι, δεῖσαν δ̓ ὑποδέχθαι· 7.94ὀψὲ δὲ δὴ Μενέλαος ἀνίστατο καὶ μετέειπε 7.95νείκει ὀνειδίζων, μέγα δὲ στεναχίζετο θυμῷ· 7.96ὤ μοι ἀπειλητῆρες Ἀχαιΐδες οὐκέτ̓ Ἀχαιοί· 7.97ἦ μὲν δὴ λώβη τάδε γ̓ ἔσσεται αἰνόθεν αἰνῶς 7.98εἰ μή τις Δαναῶν νῦν Ἕκτορος ἀντίος εἶσιν. 7.99ἀλλ̓ ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθε 7.100ἥμενοι αὖθι ἕκαστοι ἀκήριοι ἀκλεὲς αὔτως· 7.101τῷδε δ̓ ἐγὼν αὐτὸς θωρήξομαι· αὐτὰρ ὕπερθε 7.102νίκης πείρατ̓ ἔχονται ἐν ἀθανάτοισι θεοῖσιν. 7.103ὣς ἄρα φωνήσας κατεδύσετο τεύχεα καλά. 7.104ἔνθά κέ τοι Μενέλαε φάνη βιότοιο τελευτὴ 7.105Ἕκτορος ἐν παλάμῃσιν, ἐπεὶ πολὺ φέρτερος ἦεν, 7.106εἰ μὴ ἀναΐξαντες ἕλον βασιλῆες Ἀχαιῶν, 7.107αὐτός τ̓ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων 7.108δεξιτερῆς ἕλε χειρὸς ἔπος τ̓ ἔφατ̓ ἔκ τ̓ ὀνόμαζεν· 7.109ἀφραίνεις Μενέλαε διοτρεφές, οὐ δέ τί σε χρὴ 7.110ταύτης ἀφροσύνης· ἀνὰ δὲ σχέο κηδόμενός περ, 7.111μη δ̓ ἔθελ̓ ἐξ ἔριδος σεῦ ἀμείνονι φωτὶ μάχεσθαι 7.112Ἕκτορι Πριαμίδῃ, τόν τε στυγέουσι καὶ ἄλλοι. 7.113καὶ δ̓ Ἀχιλεὺς τούτῳ γε μάχῃ ἔνι κυδιανείρῃ 7.114ἔρριγ̓ ἀντιβολῆσαι, ὅ περ σέο πολλὸν ἀμείνων. 7.115ἀλλὰ σὺ μὲν νῦν ἵζευ ἰὼν μετὰ ἔθνος ἑταίρων, 7.116τούτῳ δὲ πρόμον ἄλλον ἀναστήσουσιν Ἀχαιοί. 7.117εἴ περ ἀδειής τ̓ ἐστὶ καὶ εἰ μόθου ἔστ̓ ἀκόρητος, 7.118φημί μιν ἀσπασίως γόνυ κάμψειν, αἴ κε φύγῃσι 7.119δηΐου ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος. 7.120ὣς εἰπὼν παρέπεισεν ἀδελφειοῦ φρένας ἥρως 7.121αἴσιμα παρειπών, ὃ δ̓ ἐπείθετο· τοῦ μὲν ἔπειτα 7.122γηθόσυνοι θεράποντες ἀπ̓ ὤμων τεύχἐ ἕλοντο· 7.123Νέστωρ δ̓ Ἀργείοισιν ἀνίστατο καὶ μετέειπεν· 7.124ὢ πόποι ἦ μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱκάνει. 7.125ἦ κε μέγ̓ οἰμώξειε γέρων ἱππηλάτα Πηλεὺς 7.126ἐσθλὸς Μυρμιδόνων βουληφόρος ἠδ̓ ἀγορητής, 7.127ὅς ποτέ μ̓ εἰρόμενος μέγ̓ ἐγήθεεν ᾧ ἐνὶ οἴκῳ 7.128πάντων Ἀργείων ἐρέων γενεήν τε τόκον τε. 7.129τοὺς νῦν εἰ πτώσσοντας ὑφ̓ Ἕκτορι πάντας ἀκούσαι, 7.130πολλά κεν ἀθανάτοισι φίλας ἀνὰ χεῖρας ἀείραι 7.131θυμὸν ἀπὸ μελέων δῦναι δόμον Ἄϊδος εἴσω. 7.132αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον 7.133ἡβῷμ̓ ὡς ὅτ̓ ἐπ̓ ὠκυρόῳ Κελάδοντι μάχοντο 7.134ἀγρόμενοι Πύλιοί τε καὶ Ἀρκάδες ἐγχεσίμωροι 7.135Φειᾶς πὰρ τείχεσσιν Ἰαρδάνου ἀμφὶ ῥέεθρα. 7.136τοῖσι δ̓ Ἐρευθαλίων πρόμος ἵστατο ἰσόθεος φὼς 7.137τεύχἐ ἔχων ὤμοισιν Ἀρηϊθόοιο ἄνακτος 7.138δίου Ἀρηϊθόου, τὸν ἐπίκλησιν κορυνήτην 7.139ἄνδρες κίκλησκον καλλίζωνοί τε γυναῖκες 7.140οὕνεκ̓ ἄῤ οὐ τόξοισι μαχέσκετο δουρί τε μακρῷ, 7.141ἀλλὰ σιδηρείῃ κορύνῃ ῥήγνυσκε φάλαγγας. 7.142τὸν Λυκόοργος ἔπεφνε δόλῳ, οὔ τι κράτεΐ γε, 7.143στεινωπῷ ἐν ὁδῷ ὅθ̓ ἄῤ οὐ κορύνη οἱ ὄλεθρον 7.144χραῖσμε σιδηρείη· πρὶν γὰρ Λυκόοργος ὑποφθὰς 7.145δουρὶ μέσον περόνησεν, ὃ δ̓ ὕπτιος οὔδει ἐρείσθη· 7.146τεύχεα δ̓ ἐξενάριξε, τά οἱ πόρε χάλκεος Ἄρης. 7.147καὶ τὰ μὲν αὐτὸς ἔπειτα φόρει μετὰ μῶλον Ἄρηος· 7.148αὐτὰρ ἐπεὶ Λυκόοργος ἐνὶ μεγάροισιν ἐγήρα, 7.149δῶκε δ̓ Ἐρευθαλίωνι φίλῳ θεράποντι φορῆναι· 7.150τοῦ ὅ γε τεύχἐ ἔχων προκαλίζετο πάντας ἀρίστους. 7.151οἳ δὲ μάλ̓ ἐτρόμεον καὶ ἐδείδισαν, οὐ δέ τις ἔτλη· 7.152ἀλλ̓ ἐμὲ θυμὸς ἀνῆκε πολυτλήμων πολεμίζειν 7.153θάρσεϊ ᾧ· γενεῇ δὲ νεώτατος ἔσκον ἁπάντων· 7.154καὶ μαχόμην οἱ ἐγώ, δῶκεν δέ μοι εὖχος Ἀθήνη. 7.155τὸν δὴ μήκιστον καὶ κάρτιστον κτάνον ἄνδρα· 7.156πολλὸς γάρ τις ἔκειτο παρήορος ἔνθα καὶ ἔνθα. 7.157εἴθ̓ ὣς ἡβώοιμι, βίη δέ μοι ἔμπεδος εἴη· 7.158τώ κε τάχ̓ ἀντήσειε μάχης κορυθαίολος Ἕκτωρ. 7.159ὑμέων δ̓ οἵ περ ἔασιν ἀριστῆες Παναχαιῶν 7.160οὐ δ̓ οἳ προφρονέως μέμαθ̓ Ἕκτορος ἀντίον ἐλθεῖν. 7.161ὣς νείκεσσ̓ ὃ γέρων, οἳ δ̓ ἐννέα πάντες ἀνέσταν. 7.162ὦρτο πολὺ πρῶτος μὲν ἄναξ ἀνδρῶν Ἀγαμέμνων, 7.163τῷ δ̓ ἐπὶ Τυδεΐδης ὦρτο κρατερὸς Διομήδης, 7.164τοῖσι δ̓ ἐπ̓ Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκήν, 7.165τοῖσι δ̓ ἐπ̓ Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος 7.166Μηριόνης ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ, 7.167τοῖσι δ̓ ἐπ̓ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός, 7.168ἂν δὲ Θόας Ἀνδραιμονίδης καὶ δῖος Ὀδυσσεύς· 7.169πάντες ἄῤ οἵ γ̓ ἔθελον πολεμίζειν Ἕκτορι δίῳ. 7.170τοῖς δ̓ αὖτις μετέειπε Γερήνιος ἱππότα Νέστωρ· 7.171κλήρῳ νῦν πεπάλασθε διαμπερὲς ὅς κε λάχῃσιν· 7.172οὗτος γὰρ δὴ ὀνήσει ἐϋκνήμιδας Ἀχαιούς, 7.173καὶ δ̓ αὐτὸς ὃν θυμὸν ὀνήσεται αἴ κε φύγῃσι 7.174δηΐου ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος. 7.175ὣς ἔφαθ̓, οἳ δὲ κλῆρον ἐσημήναντο ἕκαστος, 7.176ἐν δ̓ ἔβαλον κυνέῃ Ἀγαμέμνονος Ἀτρεΐδαο. 7.177λαοὶ δ̓ ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνέσχον· 7.178ὧδε δέ τις εἴπεσκεν ἰδὼν εἰς οὐρανὸν εὐρύν· 7.179Ζεῦ πάτερ ἢ Αἴαντα λαχεῖν, ἢ Τυδέος υἱόν, 7.180ἢ αὐτὸν βασιλῆα πολυχρύσοιο Μυκήνης. 7.181ὣς ἄῤ ἔφαν, πάλλεν δὲ Γερήνιος ἱππότα Νέστωρ, 7.182ἐκ δ̓ ἔθορε κλῆρος κυνέης ὃν ἄῤ ἤθελον αὐτοὶ 7.183Αἴαντος· κῆρυξ δὲ φέρων ἀν̓ ὅμιλον ἁπάντῃ 7.184δεῖξ̓ ἐνδέξια πᾶσιν ἀριστήεσσιν Ἀχαιῶν. 7.185οἳ δ̓ οὐ γιγνώσκοντες ἀπηνήναντο ἕκαστος. 7.186ἀλλ̓ ὅτε δὴ τὸν ἵκανε φέρων ἀν̓ ὅμιλον ἁπάντῃ 7.187ὅς μιν ἐπιγράψας κυνέῃ βάλε φαίδιμος Αἴας, 7.188ἤτοι ὑπέσχεθε χεῖῤ, ὃ δ̓ ἄῤ ἔμβαλεν ἄγχι παραστάς, 7.189γνῶ δὲ κλήρου σῆμα ἰδών, γήθησε δὲ θυμῷ. 7.190τὸν μὲν πὰρ πόδ̓ ἑὸν χαμάδις βάλε φώνησέν τε· 7.191ὦ φίλοι ἤτοι κλῆρος ἐμός, χαίρω δὲ καὶ αὐτὸς 7.192θυμῷ, ἐπεὶ δοκέω νικησέμεν Ἕκτορα δῖον. 7.193ἀλλ̓ ἄγετ̓ ὄφῤ ἂν ἐγὼ πολεμήϊα τεύχεα δύω, 7.194τόφῤ ὑμεῖς εὔχεσθε Διὶ Κρονίωνι ἄνακτι 7.195σιγῇ ἐφ̓ ὑμείων ἵνα μὴ Τρῶές γε πύθωνται, 7.196ἠὲ καὶ ἀμφαδίην, ἐπεὶ οὔ τινα δείδιμεν ἔμπης· 7.197οὐ γάρ τίς με βίῃ γε ἑκὼν ἀέκοντα δίηται 7.198οὐ δέ τι ἰδρείῃ, ἐπεὶ οὐ δ̓ ἐμὲ νήϊδά γ̓ οὕτως 7.199ἔλπομαι ἐν Σαλαμῖνι γενέσθαι τε τραφέμεν τε. 7.200ὣς ἔφαθ̓, οἳ δ̓ εὔχοντο Διὶ Κρονίωνι ἄνακτι· 7.201ὧδε δέ τις εἴπεσκεν ἰδὼν εἰς οὐρανὸν εὐρύν· 7.202Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε 7.203δὸς νίκην Αἴαντι καὶ ἀγλαὸν εὖχος ἀρέσθαι· 7.204εἰ δὲ καὶ Ἕκτορά περ φιλέεις καὶ κήδεαι αὐτοῦ, 7.205ἴσην ἀμφοτέροισι βίην καὶ κῦδος ὄπασσον. 7.206ὣς ἄῤ ἔφαν, Αἴας δὲ κορύσσετο νώροπι χαλκῷ. 7.207αὐτὰρ ἐπεὶ δὴ πάντα περὶ χροῒ ἕσσατο τεύχεα, 7.208σεύατ̓ ἔπειθ̓ οἷός τε πελώριος ἔρχεται Ἄρης, 7.209ὅς τ̓ εἶσιν πόλεμον δὲ μετ̓ ἀνέρας οὕς τε Κρονίων 7.210θυμοβόρου ἔριδος μένεϊ ξυνέηκε μάχεσθαι. 7.211τοῖος ἄῤ Αἴας ὦρτο πελώριος ἕρκος Ἀχαιῶν 7.212μειδιόων βλοσυροῖσι προσώπασι· νέρθε δὲ ποσσὶν 7.213ἤϊε μακρὰ βιβάς, κραδάων δολιχόσκιον ἔγχος. 7.214τὸν δὲ καὶ Ἀργεῖοι μὲν ἐγήθεον εἰσορόωντες, 7.215Τρῶας δὲ τρόμος αἰνὸς ὑπήλυθε γυῖα ἕκαστον, 7.216Ἕκτορί τ̓ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι πάτασσεν· 7.217ἀλλ̓ οὔ πως ἔτι εἶχεν ὑποτρέσαι οὐ δ̓ ἀναδῦναι 7.218ἂψ λαῶν ἐς ὅμιλον, ἐπεὶ προκαλέσσατο χάρμῃ. 7.219Αἴας δ̓ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον 7.220χάλκεον ἑπταβόειον, ὅ οἱ Τυχίος κάμε τεύχων 7.221σκυτοτόμων ὄχ̓ ἄριστος Ὕλῃ ἔνι οἰκία ναίων, 7.222ὅς οἱ ἐποίησεν σάκος αἰόλον ἑπταβόειον 7.223ταύρων ζατρεφέων, ἐπὶ δ̓ ὄγδοον ἤλασε χαλκόν. 7.224τὸ πρόσθε στέρνοιο φέρων Τελαμώνιος Αἴας 7.225στῆ ῥα μάλ̓ Ἕκτορος ἐγγύς, ἀπειλήσας δὲ προσηύδα· 7.226Ἕκτορ νῦν μὲν δὴ σάφα εἴσεαι οἰόθεν οἶος 7.227οἷοι καὶ Δαναοῖσιν ἀριστῆες μετέασι 7.228καὶ μετ̓ Ἀχιλλῆα ῥηξήνορα θυμολέοντα. 7.229ἀλλ̓ ὃ μὲν ἐν νήεσσι κορωνίσι ποντοπόροισι 7.230κεῖτ̓ ἀπομηνίσας Ἀγαμέμνονι ποιμένι λαῶν· 7.231ἡμεῖς δ̓ εἰμὲν τοῖοι οἳ ἂν σέθεν ἀντιάσαιμεν 7.232καὶ πολέες· ἀλλ̓ ἄρχε μάχης ἠδὲ πτολέμοιο. 7.233τὸν δ̓ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ· 7.234Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν 7.235μή τί μευ ἠΰτε παιδὸς ἀφαυροῦ πειρήτιζε 7.236ἠὲ γυναικός, ἣ οὐκ οἶδεν πολεμήϊα ἔργα. 7.237αὐτὰρ ἐγὼν εὖ οἶδα μάχας τ̓ ἀνδροκτασίας τε· 7.238οἶδ̓ ἐπὶ δεξιά, οἶδ̓ ἐπ̓ ἀριστερὰ νωμῆσαι βῶν 7.239ἀζαλέην, τό μοι ἔστι ταλαύρινον πολεμίζειν· 7.240οἶδα δ̓ ἐπαΐξαι μόθον ἵππων ὠκειάων· 7.241οἶδα δ̓ ἐνὶ σταδίῃ δηΐῳ μέλπεσθαι Ἄρηϊ. 7.242ἀλλ̓ οὐ γάρ σ̓ ἐθέλω βαλέειν τοιοῦτον ἐόντα 7.243λάθρῃ ὀπιπεύσας, ἀλλ̓ ἀμφαδόν, αἴ κε τύχωμι. 7.244ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος, 7.245καὶ βάλεν Αἴαντος δεινὸν σάκος ἑπταβόειον 7.246ἀκρότατον κατὰ χαλκόν, ὃς ὄγδοος ἦεν ἐπ̓ αὐτῷ. 7.247ἓξ δὲ διὰ πτύχας ἦλθε δαΐζων χαλκὸς ἀτειρής, 7.248ἐν τῇ δ̓ ἑβδομάτῃ ῥινῷ σχέτο· δεύτερος αὖτε 7.249Αἴας διογενὴς προΐει δολιχόσκιον ἔγχος, 7.250καὶ βάλε Πριαμίδαο κατ̓ ἀσπίδα πάντοσ̓ ἐΐσην. 7.251διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος, 7.252καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο· 7.253ἀντικρὺ δὲ παραὶ λαπάρην διάμησε χιτῶνα 7.254ἔγχος· ὃ δ̓ ἐκλίνθη καὶ ἀλεύατο κῆρα μέλαιναν. 7.255τὼ δ̓ ἐκσπασσαμένω δολίχ̓ ἔγχεα χερσὶν ἅμ̓ ἄμφω 7.256σύν ῥ̓ ἔπεσον λείουσιν ἐοικότες ὠμοφάγοισιν 7.257ἢ συσὶ κάπροισιν, τῶν τε σθένος οὐκ ἀλαπαδνόν. 7.258Πριαμίδης μὲν ἔπειτα μέσον σάκος οὔτασε δουρί, 7.259οὐ δ̓ ἔρρηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμή. 7.260Αἴας δ̓ ἀσπίδα νύξεν ἐπάλμενος· ἣ δὲ διαπρὸ 7.261ἤλυθεν ἐγχείη, στυφέλιξε δέ μιν μεμαῶτα, 7.262τμήδην δ̓ αὐχέν̓ ἐπῆλθε, μέλαν δ̓ ἀνεκήκιεν αἷμα, 7.263ἀλλ̓ οὐ δ̓ ὧς ἀπέληγε μάχης κορυθαίολος Ἕκτωρ, 7.264ἀλλ̓ ἀναχασσάμενος λίθον εἵλετο χειρὶ παχείῃ 7.265κείμενον ἐν πεδίῳ μέλανα τρηχύν τε μέγαν τε· 7.266τῷ βάλεν Αἴαντος δεινὸν σάκος ἑπταβόειον 7.267μέσσον ἐπομφάλιον· περιήχησεν δ̓ ἄρα χαλκός. 7.268δεύτερος αὖτ̓ Αἴας πολὺ μείζονα λᾶαν ἀείρας 7.269ἧκ̓ ἐπιδινήσας, ἐπέρεισε δὲ ἶν̓ ἀπέλεθρον, 7.270εἴσω δ̓ ἀσπίδ̓ ἔαξε βαλὼν μυλοειδέϊ πέτρῳ, 7.271βλάψε δέ οἱ φίλα γούναθ̓· ὃ δ̓ ὕπτιος ἐξετανύσθη 7.272ἀσπίδι ἐγχριμφθείς· τὸν δ̓ αἶψ̓ ὤρθωσεν Ἀπόλλων. 7.273καί νύ κε δὴ ξιφέεσσ̓ αὐτοσχεδὸν οὐτάζοντο, 7.274εἰ μὴ κήρυκες Διὸς ἄγγελοι ἠδὲ καὶ ἀνδρῶν 7.275ἦλθον, ὃ μὲν Τρώων, ὃ δ̓ Ἀχαιῶν χαλκοχιτώνων, 7.276Ταλθύβιός τε καὶ Ἰδαῖος πεπνυμένω ἄμφω· 7.277μέσσῳ δ̓ ἀμφοτέρων σκῆπτρα σχέθον, εἶπέ τε μῦθον 7.278κῆρυξ Ἰδαῖος πεπνυμένα μήδεα εἰδώς· 7.279μηκέτι παῖδε φίλω πολεμίζετε μη δὲ μάχεσθον· 7.280ἀμφοτέρω γὰρ σφῶϊ φιλεῖ νεφεληγερέτα Ζεύς, 7.281ἄμφω δ̓ αἰχμητά· τό γε δὴ καὶ ἴδμεν ἅπαντες. 7.282νὺξ δ̓ ἤδη τελέθει· ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι. 7.283τὸν δ̓ ἀπαμειβόμενος προσέφη Τελαμώνιος Αἴας· 7.284Ἰδαῖ̓ Ἕκτορα ταῦτα κελεύετε μυθήσασθαι· 7.285αὐτὸς γὰρ χάρμῃ προκαλέσσατο πάντας ἀρίστους. 7.286ἀρχέτω· αὐτὰρ ἐγὼ μάλα πείσομαι ᾗ περ ἂν οὗτος. 7.287τὸν δ̓ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ· 7.288Αἶαν ἐπεί τοι δῶκε θεὸς μέγεθός τε βίην τε 7.289καὶ πινυτήν, περὶ δ̓ ἔγχει Ἀχαιῶν φέρτατός ἐσσι, 7.290νῦν μὲν παυσώμεσθα μάχης καὶ δηϊοτῆτος 7.291σήμερον· ὕστερον αὖτε μαχησόμεθ̓ εἰς ὅ κε δαίμων 7.292ἄμμε διακρίνῃ, δώῃ δ̓ ἑτέροισί γε νίκην. 7.293νὺξ δ̓ ἤδη τελέθει· ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι, 7.294ὡς σύ τ̓ ἐϋφρήνῃς πάντας παρὰ νηυσὶν Ἀχαιούς, 7.295σούς τε μάλιστα ἔτας καὶ ἑταίρους, οἵ τοι ἔασιν· 7.296αὐτὰρ ἐγὼ κατὰ ἄστυ μέγα Πριάμοιο ἄνακτος 7.297Τρῶας ἐϋφρανέω καὶ Τρῳάδας ἑλκεσιπέπλους, 7.298αἵ τέ μοι εὐχόμεναι θεῖον δύσονται ἀγῶνα. 7.299δῶρα δ̓ ἄγ̓ ἀλλήλοισι περικλυτὰ δώομεν ἄμφω, 7.300ὄφρά τις ὧδ̓ εἴπῃσιν Ἀχαιῶν τε Τρώων τε· 7.301ἠμὲν ἐμαρνάσθην ἔριδος πέρι θυμοβόροιο, 7.302ἠδ̓ αὖτ̓ ἐν φιλότητι διέτμαγεν ἀρθμήσαντε. 7.303ὣς ἄρα φωνήσας δῶκε ξίφος ἀργυρόηλον 7.304σὺν κολεῷ τε φέρων καὶ ἐϋτμήτῳ τελαμῶνι· 7.305Αἴας δὲ ζωστῆρα δίδου φοίνικι φαεινόν. 7.306τὼ δὲ διακρινθέντε ὃ μὲν μετὰ λαὸν Ἀχαιῶν 7.307ἤϊ̓, ὃ δ̓ ἐς Τρώων ὅμαδον κίε· τοὶ δὲ χάρησαν, 7.308ὡς εἶδον ζωόν τε καὶ ἀρτεμέα προσιόντα, 7.309Αἴαντος προφυγόντα μένος καὶ χεῖρας ἀάπτους· 7.310καί ῥ̓ ἦγον προτὶ ἄστυ ἀελπτέοντες σόον εἶναι. 7.311Αἴαντ̓ αὖθ̓ ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ 7.312εἰς Ἀγαμέμνονα δῖον ἄγον κεχαρηότα νίκῃ. 7.313οἳ δ̓ ὅτε δὴ κλισίῃσιν ἐν Ἀτρεΐδαο γένοντο, 7.314τοῖσι δὲ βοῦν ἱέρευσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων 7.315ἄρσενα πενταέτηρον ὑπερμενέϊ Κρονίωνι. 7.316τὸν δέρον ἀμφί θ̓ ἕπον, καί μιν διέχευαν ἅπαντα, 7.317μίστυλλόν τ̓ ἄῤ ἐπισταμένως πεῖράν τ̓ ὀβελοῖσιν, 7.318ὄπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα. 7.319αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα, 7.320δαίνυντ̓, οὐ δέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης· 7.321νώτοισιν δ̓ Αἴαντα διηνεκέεσσι γέραιρεν 7.322ἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων. 7.323αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, 7.324τοῖς ὁ γέρων πάμπρωτος ὑφαίνειν ἤρχετο μῆτιν 7.325Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή· 7.326ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν· 7.327Ἀτρεΐδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν, 7.328πολλοὶ γὰρ τεθνᾶσι κάρη κομόωντες Ἀχαιοί, 7.329τῶν νῦν αἷμα κελαινὸν ἐΰρροον ἀμφὶ Σκάμανδρον 7.330ἐσκέδασ̓ ὀξὺς Ἄρης, ψυχαὶ δ̓ Ἄϊδος δὲ κατῆλθον· 7.331τώ σε χρὴ πόλεμον μὲν ἅμ̓ ἠοῖ παῦσαι Ἀχαιῶν, 7.332αὐτοὶ δ̓ ἀγρόμενοι κυκλήσομεν ἐνθάδε νεκροὺς 7.333βουσὶ καὶ ἡμιόνοισιν· ἀτὰρ κατακήομεν αὐτοὺς 7.334τυτθὸν ἀπὸ πρὸ νεῶν, ὥς κ̓ ὀστέα παισὶν ἕκαστος 7.335οἴκαδ̓ ἄγῃ ὅτ̓ ἂν αὖτε νεώμεθα πατρίδα γαῖαν. 7.336τύμβον δ̓ ἀμφὶ πυρὴν ἕνα χεύομεν ἐξαγαγόντες 7.337ἄκριτον ἐκ πεδίου· ποτὶ δ̓ αὐτὸν δείμομεν ὦκα 7.338πύργους ὑψηλοὺς εἶλαρ νηῶν τε καὶ αὐτῶν. 7.339ἐν δ̓ αὐτοῖσι πύλας ποιήσομεν εὖ ἀραρυίας, 7.340ὄφρα δἰ αὐτάων ἱππηλασίη ὁδὸς εἴη· 7.341ἔκτοσθεν δὲ βαθεῖαν ὀρύξομεν ἐγγύθι τάφρον, 7.342ἥ χ̓ ἵππον καὶ λαὸν ἐρυκάκοι ἀμφὶς ἐοῦσα, 7.343μή ποτ̓ ἐπιβρίσῃ πόλεμος Τρώων ἀγερώχων. 7.344ὣς ἔφαθ̓, οἳ δ̓ ἄρα πάντες ἐπῄνησαν βασιλῆες. 7.345Τρώων αὖτ̓ ἀγορὴ γένετ̓ Ἰλίου ἐν πόλει ἄκρῃ 7.346δεινὴ τετρηχυῖα, παρὰ Πριάμοιο θύρῃσι· 7.347τοῖσιν δ̓ Ἀντήνωρ πεπνυμένος ἦρχ̓ ἀγορεύειν· 7.348κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδ̓ ἐπίκουροι, 7.349ὄφῤ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει. 7.350δεῦτ̓ ἄγετ̓ Ἀργείην Ἑλένην καὶ κτήμαθ̓ ἅμ̓ αὐτῇ 7.351δώομεν Ἀτρεΐδῃσιν ἄγειν· νῦν δ̓ ὅρκια πιστὰ 7.352ψευσάμενοι μαχόμεσθα· τὼ οὔ νύ τι κέρδιον ἡμῖν 7.353ἔλπομαι ἐκτελέεσθαι, ἵνα μὴ ῥέξομεν ὧδε. 7.354ἤτοι ὅ γ̓ ὣς εἰπὼν κατ̓ ἄῤ ἕζετο· τοῖσι δ̓ ἀνέστη 7.355δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο, 7.356ὅς μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα· 7.357Ἀντῆνορ σὺ μὲν οὐκέτ̓ ἐμοὶ φίλα ταῦτ̓ ἀγορεύεις· 7.358οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι. 7.359εἰ δ̓ ἐτεὸν δὴ τοῦτον ἀπὸ σπουδῆς ἀγορεύεις, 7.360ἐξ ἄρα δή τοι ἔπειτα θεοὶ φρένας ὤλεσαν αὐτοί. 7.361αὐτὰρ ἐγὼ Τρώεσσι μεθ̓ ἱπποδάμοις ἀγορεύσω· 7.362ἀντικρὺ δ̓ ἀπόφημι γυναῖκα μὲν οὐκ ἀποδώσω· 7.363κτήματα δ̓ ὅσσ̓ ἀγόμην ἐξ Ἄργεος ἡμέτερον δῶ 7.364πάντ̓ ἐθέλω δόμεναι καὶ οἴκοθεν ἄλλ̓ ἐπιθεῖναι. 7.365ἤτοι ὅ γ̓ ὣς εἰπὼν κατ̓ ἄῤ ἕζετο· τοῖσι δ̓ ἀνέστη 7.366Δαρδανίδης Πρίαμος, θεόφιν μήστωρ ἀτάλαντος, 7.367ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπε· 7.368κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδ̓ ἐπίκουροι, 7.369ὄφῤ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει. 7.370νῦν μὲν δόρπον ἕλεσθε κατὰ πτόλιν ὡς τὸ πάρος περ, 7.371καὶ φυλακῆς μνήσασθε καὶ ἐγρήγορθε ἕκαστος· 7.372ἠῶθεν δ̓ Ἰδαῖος ἴτω κοίλας ἐπὶ νῆας 7.373εἰπέμεν Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ 7.374μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρε· 7.375καὶ δὲ τόδ̓ εἰπέμεναι πυκινὸν ἔπος, αἴ κ̓ ἐθέλωσι 7.376παύσασθαι πολέμοιο δυσηχέος, εἰς ὅ κε νεκροὺς 7.377κήομεν· ὕστερον αὖτε μαχησόμεθ̓ εἰς ὅ κε δαίμων 7.378ἄμμε διακρίνῃ, δώῃ δ̓ ἑτέροισί γε νίκην. 7.379ὣς ἔφαθ̓, οἳ δ̓ ἄρα τοῦ μάλα μὲν κλύον ἠδ̓ ἐπίθοντο· 7.380δόρπον ἔπειθ̓ εἵλοντο κατὰ στρατὸν ἐν τελέεσσιν· 7.381ἠῶθεν δ̓ Ἰδαῖος ἔβη κοίλας ἐπὶ νῆας· 7.382τοὺς δ̓ εὗῤ εἰν ἀγορῇ Δαναοὺς θεράποντας Ἄρηος 7.383νηῒ πάρα πρύμνῃ Ἀγαμέμνονος· αὐτὰρ ὃ τοῖσι 7.384στὰς ἐν μέσσοισιν μετεφώνεεν ἠπύτα κῆρυξ· 7.385Ἀτρεΐδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν 7.386ἠνώγει Πρίαμός τε καὶ ἄλλοι Τρῶες ἀγαυοὶ 7.387εἰπεῖν, αἴ κέ περ ὔμμι φίλον καὶ ἡδὺ γένοιτο, 7.388μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρε· 7.389κτήματα μὲν ὅσ̓ Ἀλέξανδρος κοίλῃς ἐνὶ νηυσὶν 7.390ἠγάγετο Τροίηνδ̓· ὡς πρὶν ὤφελλ̓ ἀπολέσθαι· 7.391πάντ̓ ἐθέλει δόμεναι καὶ οἴκοθεν ἄλλ̓ ἐπιθεῖναι· 7.392κουριδίην δ̓ ἄλοχον Μενελάου κυδαλίμοιο 7.393οὔ φησιν δώσειν· ἦ μὴν Τρῶές γε κέλονται. 7.394καὶ δὲ τόδ̓ ἠνώγεον εἰπεῖν ἔπος αἴ κ̓ ἐθέλητε 7.395παύσασθαι πολέμοιο δυσηχέος εἰς ὅ κε νεκροὺς 7.396κήομεν· ὕστερον αὖτε μαχησόμεθ̓ εἰς ὅ κε δαίμων 7.397ἄμμε διακρίνῃ, δώῃ δ̓ ἑτέροισί γε νίκην. 7.398ὣς ἔφαθ̓, οἳ δ̓ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ· 7.399ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης· 7.400μήτ̓ ἄρ τις νῦν κτήματ̓ Ἀλεξάνδροιο δεχέσθω 7.401μήθ̓ Ἑλένην· γνωτὸν δὲ καὶ ὃς μάλα νήπιός ἐστιν 7.402ὡς ἤδη Τρώεσσιν ὀλέθρου πείρατ̓ ἐφῆπται. 7.403ὣς ἔφαθ̓, οἳ δ̓ ἄρα πάντες ἐπίαχον υἷες Ἀχαιῶν 7.404μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο· 7.405καὶ τότ̓ ἄῤ Ἰδαῖον προσέφη κρείων Ἀγαμέμνων· 7.406Ἰδαῖ̓ ἤτοι μῦθον Ἀχαιῶν αὐτὸς ἀκούεις 7.407ὥς τοι ὑποκρίνονται· ἐμοὶ δ̓ ἐπιανδάνει οὕτως 7.408ἀμφὶ δὲ νεκροῖσιν κατακαιέμεν οὔ τι μεγαίρω· 7.409οὐ γάρ τις φειδὼ νεκύων κατατεθνηώτων 7.410γίγνετ̓ ἐπεί κε θάνωσι πυρὸς μειλισσέμεν ὦκα. 7.411ὅρκια δὲ Ζεὺς ἴστω ἐρίγδουπος πόσις Ἥρης. 7.412ὣς εἰπὼν τὸ σκῆπτρον ἀνέσχεθε πᾶσι θεοῖσιν, 7.413ἄψορρον δ̓ Ἰδαῖος ἔβη προτὶ Ἴλιον ἱρήν. 7.414οἳ δ̓ ἕατ̓ εἰν ἀγορῇ Τρῶες καὶ Δαρδανίωνες 7.415πάντες ὁμηγερέες, ποτιδέγμενοι ὁππότ̓ ἄῤ ἔλθοι 7.416Ἰδαῖος· ὃ δ̓ ἄῤ ἦλθε καὶ ἀγγελίην ἀπέειπε 7.417στὰς ἐν μέσσοισιν· τοὶ δ̓ ὁπλίζοντο μάλ̓ ὦκα, 7.418ἀμφότερον νέκυάς τ̓ ἀγέμεν ἕτεροι δὲ μεθ̓ ὕλην· 7.419Ἀργεῖοι δ̓ ἑτέρωθεν ἐϋσσέλμων ἀπὸ νηῶν 7.420ὀτρύνοντο νέκυς τ̓ ἀγέμεν, ἕτεροι δὲ μεθ̓ ὕλην. 7.421Ἠέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούρας 7.422ἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο 7.423οὐρανὸν εἰσανιών· οἳ δ̓ ἤντεον ἀλλήλοισιν. 7.424ἔνθα διαγνῶναι χαλεπῶς ἦν ἄνδρα ἕκαστον· 7.425ἀλλ̓ ὕδατι νίζοντες ἄπο βρότον αἱματόεντα 7.426δάκρυα θερμὰ χέοντες ἀμαξάων ἐπάειραν. 7.427οὐ δ̓ εἴα κλαίειν Πρίαμος μέγας· οἳ δὲ σιωπῇ 7.428νεκροὺς πυρκαϊῆς ἐπινήνεον ἀχνύμενοι κῆρ, 7.429ἐν δὲ πυρὶ πρήσαντες ἔβαν προτὶ Ἴλιον ἱρήν. 7.430ὣς δ̓ αὔτως ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ 7.431νεκροὺς πυρκαϊῆς ἐπινήνεον ἀχνύμενοι κῆρ, 7.432ἐν δὲ πυρὶ πρήσαντες ἔβαν κοίλας ἐπὶ νῆας. 7.433ἦμος δ̓ οὔ τ̓ ἄρ πω ἠώς, ἔτι δ̓ ἀμφιλύκη νύξ, 7.434τῆμος ἄῤ ἀμφὶ πυρὴν κριτὸς ἔγρετο λαὸς Ἀχαιῶν, 7.435τύμβον δ̓ ἀμφ̓ αὐτὴν ἕνα ποίεον ἐξαγαγόντες 7.436ἄκριτον ἐκ πεδίου, ποτὶ δ̓ αὐτὸν τεῖχος ἔδειμαν 7.437πύργους θ̓ ὑψηλούς, εἶλαρ νηῶν τε καὶ αὐτῶν. 7.438ἐν δ̓ αὐτοῖσι πύλας ἐνεποίεον εὖ ἀραρυίας, 7.439ὄφρα δἰ αὐτάων ἱππηλασίη ὁδὸς εἴη· 7.440ἔκτοσθεν δὲ βαθεῖαν ἐπ̓ αὐτῷ τάφρον ὄρυξαν 7.441εὐρεῖαν μεγάλην, ἐν δὲ σκόλοπας κατέπηξαν. 7.442ὣς οἳ μὲν πονέοντο κάρη κομόωντες Ἀχαιοί· 7.443οἳ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἀστεροπητῇ 7.444θηεῦντο μέγα ἔργον Ἀχαιῶν χαλκοχιτώνων. 7.445τοῖσι δὲ μύθων ἦρχε Ποσειδάων ἐνοσίχθων· 7.446Ζεῦ πάτερ, ἦ ῥά τίς ἐστι βροτῶν ἐπ̓ ἀπείρονα γαῖαν 7.447ὅς τις ἔτ̓ ἀθανάτοισι νόον καὶ μῆτιν ἐνίψει; 7.448οὐχ ὁράᾳς ὅτι δ̓ αὖτε κάρη κομόωντες Ἀχαιοὶ 7.449τεῖχος ἐτειχίσσαντο νεῶν ὕπερ, ἀμφὶ δὲ τάφρον 7.450ἤλασαν, οὐ δὲ θεοῖσι δόσαν κλειτὰς ἑκατόμβας; 7.451τοῦ δ̓ ἤτοι κλέος ἔσται ὅσον τ̓ ἐπικίδναται ἠώς· 7.452τοῦ δ̓ ἐπιλήσονται τὸ ἐγὼ καὶ Φοῖβος Ἀπόλλων 7.453ἥρῳ Λαομέδοντι πολίσσαμεν ἀθλήσαντε. 7.454τὸν δὲ μέγ̓ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς· 7.455ὢ πόποι ἐννοσίγαἰ εὐρυσθενές, οἷον ἔειπες. 7.456ἄλλός κέν τις τοῦτο θεῶν δείσειε νόημα, 7.457ὃς σέο πολλὸν ἀφαυρότερος χεῖράς τε μένος τε· 7.458σὸν δ̓ ἤτοι κλέος ἔσται ὅσον τ̓ ἐπικίδναται ἠώς. 7.459ἄγρει μὰν ὅτ̓ ἂν αὖτε κάρη κομόωντες Ἀχαιοὶ 7.460οἴχωνται σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν 7.461τεῖχος ἀναρρήξας τὸ μὲν εἰς ἅλα πᾶν καταχεῦαι, 7.462αὖτις δ̓ ἠϊόνα μεγάλην ψαμάθοισι καλύψαι, 7.463ὥς κέν τοι μέγα τεῖχος ἀμαλδύνηται Ἀχαιῶν. 7.464ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον, 7.465δύσετο δ̓ ἠέλιος, τετέλεστο δὲ ἔργον Ἀχαιῶν, 7.466βουφόνεον δὲ κατὰ κλισίας καὶ δόρπον ἕλοντο. 7.467νῆες δ̓ ἐκ Λήμνοιο παρέσταν οἶνον ἄγουσαι 7.468πολλαί, τὰς προέηκεν Ἰησονίδης Εὔνηος, 7.469τόν ῥ̓ ἔτεχ̓ Ὑψιπύλη ὑπ̓ Ἰήσονι ποιμένι λαῶν. 7.470χωρὶς δ̓ Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ 7.471δῶκεν Ἰησονίδης ἀγέμεν μέθυ χίλια μέτρα. 7.472ἔνθεν οἰνίζοντο κάρη κομόωντες Ἀχαιοί, 7.473ἄλλοι μὲν χαλκῷ, ἄλλοι δ̓ αἴθωνι σιδήρῳ, 7.474ἄλλοι δὲ ῥινοῖς, ἄλλοι δ̓ αὐτῇσι βόεσσιν, 7.475ἄλλοι δ̓ ἀνδραπόδεσσι· τίθεντο δὲ δαῖτα θάλειαν. 7.476παννύχιοι μὲν ἔπειτα κάρη κομόωντες Ἀχαιοὶ 7.477δαίνυντο, Τρῶες δὲ κατὰ πτόλιν ἠδ̓ ἐπίκουροι· 7.478παννύχιος δέ σφιν κακὰ μήδετο μητίετα Ζεὺς 7.479σμερδαλέα κτυπέων· τοὺς δὲ χλωρὸν δέος ᾕρει· 7.480οἶνον δ̓ ἐκ δεπάων χαμάδις χέον, οὐ δέ τις ἔτλη 7.481πρὶν πιέειν πρὶν λεῖψαι ὑπερμενέϊ Κρονίωνι. 7.482κοιμήσαντ̓ ἄῤ ἔπειτα καὶ ὕπνου δῶρον ἕλοντο.