ILIAD Elucidated - Book 12

12.1ὣς μὲν ἐν κλισίῃσι Μενοιτίου ἄλκιμος υἱὸς 12.2ἰᾶτ̓ Εὐρύπυλον βεβλημένον· οἳ δὲ μάχοντο 12.3Ἀργεῖοι καὶ Τρῶες ὁμιλαδόν· οὐ δ̓ ἄῤ ἔμελλε 12.4τάφρος ἔτι σχήσειν Δαναῶν καὶ τεῖχος ὕπερθεν 12.5εὐρύ, τὸ ποιήσαντο νεῶν ὕπερ, ἀμφὶ δὲ τάφρον 12.6ἤλασαν· οὐ δὲ θεοῖσι δόσαν κλειτὰς ἑκατόμβας· 12.7ὄφρά σφιν νῆάς τε θοὰς καὶ ληΐδα πολλὴν 12.8ἐντὸς ἔχον ῥύοιτο· θεῶν δ̓ ἀέκητι τέτυκτο 12.9ἀθανάτων· τὸ καὶ οὔ τι πολὺν χρόνον ἔμπεδον ἦεν. 12.10ὄφρα μὲν Ἕκτωρ ζωὸς ἔην καὶ μήνἰ Ἀχιλλεὺς 12.11καὶ Πριάμοιο ἄνακτος ἀπόρθητος πόλις ἔπλεν, 12.12τόφρα δὲ καὶ μέγα τεῖχος Ἀχαιῶν ἔμπεδον ἦεν. 12.13αὐτὰρ ἐπεὶ κατὰ μὲν Τρώων θάνον ὅσσοι ἄριστοι, 12.14πολλοὶ δ̓ Ἀργείων οἳ μὲν δάμεν, οἳ δὲ λίποντο, 12.15πέρθετο δὲ Πριάμοιο πόλις δεκάτῳ ἐνιαυτῷ, 12.16Ἀργεῖοι δ̓ ἐν νηυσὶ φίλην ἐς πατρίδ̓ ἔβησαν, 12.17δὴ τότε μητιόωντο Ποσειδάων καὶ Ἀπόλλων 12.18τεῖχος ἀμαλδῦναι ποταμῶν μένος εἰσαγαγόντες. 12.19ὅσσοι ἀπ̓ Ἰδαίων ὀρέων ἅλα δὲ προρέουσι, 12.20Ῥῆσός θ̓ Ἑπτάπορός τε Κάρησός τε Ῥοδίος τε 12.21Γρήνικός τε καὶ Αἴσηπος δῖός τε Σκάμανδρος 12.22καὶ Σιμόεις, ὅθι πολλὰ βοάγρια καὶ τρυφάλειαι 12.23κάππεσον ἐν κονίῃσι καὶ ἡμιθέων γένος ἀνδρῶν· 12.24τῶν πάντων ὁμόσε στόματ̓ ἔτραπε Φοῖβος Ἀπόλλων, 12.25ἐννῆμαρ δ̓ ἐς τεῖχος ἵει ῥόον· ὗε δ̓ ἄρα Ζεὺς 12.26συνεχές, ὄφρά κε θᾶσσον ἁλίπλοα τείχεα θείη. 12.27αὐτὸς δ̓ ἐννοσίγαιος ἔχων χείρεσσι τρίαιναν 12.28ἡγεῖτ̓, ἐκ δ̓ ἄρα πάντα θεμείλια κύμασι πέμπε 12.29φιτρῶν καὶ λάων, τὰ θέσαν μογέοντες Ἀχαιοί, 12.30λεῖα δ̓ ἐποίησεν παῤ ἀγάρροον Ἑλλήσποντον, 12.31αὖτις δ̓ ἠϊόνα μεγάλην ψαμάθοισι κάλυψε 12.32τεῖχος ἀμαλδύνας· ποταμοὺς δ̓ ἔτρεψε νέεσθαι 12.33κὰρ ῥόον, ᾗ περ πρόσθεν ἵεν καλλίρροον ὕδωρ. 12.34ὣς ἄῤ ἔμελλον ὄπισθε Ποσειδάων καὶ Ἀπόλλων 12.35θησέμεναι· τότε δ̓ ἀμφὶ μάχη ἐνοπή τε δεδήει 12.36τεῖχος ἐΰδμητον, κανάχιζε δὲ δούρατα πύργων 12.37βαλλόμεν̓· Ἀργεῖοι δὲ Διὸς μάστιγι δαμέντες 12.38νηυσὶν ἔπι γλαφυρῇσιν ἐελμένοι ἰσχανόωντο 12.39Ἕκτορα δειδιότες, κρατερὸν μήστωρα φόβοιο· 12.40αὐτὰρ γ̓ ὡς τὸ πρόσθεν ἐμάρνατο ἶσος ἀέλλῃ· 12.41ὡς δ̓ ὅτ̓ ἂν ἔν τε κύνεσσι καὶ ἀνδράσι θηρευτῇσι 12.42κάπριος ἠὲ λέων στρέφεται σθένεϊ βλεμεαίνων· 12.43οἳ δέ τε πυργηδὸν σφέας αὐτοὺς ἀρτύναντες 12.44ἀντίον ἵστανται καὶ ἀκοντίζουσι θαμειὰς 12.45αἰχμὰς ἐκ χειρῶν· τοῦ δ̓ οὔ ποτε κυδάλιμον κῆρ 12.46ταρβεῖ οὐ δὲ φοβεῖται, ἀγηνορίη δέ μιν ἔκτα· 12.47ταρφέα τε στρέφεται στίχας ἀνδρῶν πειρητίζων· 12.48ὅππῃ τ̓ ἰθύσῃ τῇ εἴκουσι στίχες ἀνδρῶν· 12.49ὣς Ἕκτωρ ἀν̓ ὅμιλον ἰὼν ἐλλίσσεθ̓ ἑταίρους 12.50τάφρον ἐποτρύνων διαβαινέμεν· οὐ δέ οἱ ἵπποι 12.51τόλμων ὠκύποδες, μάλα δὲ χρεμέτιζον ἐπ̓ ἄκρῳ 12.52χείλει ἐφεσταότες· ἀπὸ γὰρ δειδίσσετο τάφρος 12.53εὐρεῖ̓, οὔ τ̓ ἄῤ ὑπερθορέειν σχεδὸν οὔ τε περῆσαι 12.54ῥηϊδίη· κρημνοὶ γὰρ ἐπηρεφέες περὶ πᾶσαν 12.55ἕστασαν ἀμφοτέρωθεν, ὕπερθεν δὲ σκολόπεσσιν 12.56ὀξέσιν ἠρήρει, τοὺς ἵστασαν υἷες Ἀχαιῶν 12.57πυκνοὺς καὶ μεγάλους δηΐων ἀνδρῶν ἀλεωρήν. 12.58ἔνθ̓ οὔ κεν ῥέα ἵππος ἐΰτροχον ἅρμα τιταίνων 12.59ἐσβαίη, πεζοὶ δὲ μενοίνεον εἰ τελέουσι. 12.60δὴ τότε Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς· 12.61Ἕκτορ τ̓ ἠδ̓ ἄλλοι Τρώων ἀγοὶ ἠδ̓ ἐπικούρων 12.62ἀφραδέως διὰ τάφρον ἐλαύνομεν ὠκέας ἵππους· 12.63 δὲ μάλ̓ ἀργαλέη περάαν· σκόλοπες γὰρ ἐν αὐτῇ 12.64ὀξέες ἑστᾶσιν, ποτὶ δ̓ αὐτοὺς τεῖχος Ἀχαιῶν, 12.65ἔνθ̓ οὔ πως ἔστιν καταβήμεναι οὐ δὲ μάχεσθαι 12.66ἱππεῦσι· στεῖνος γάρ, ὅθι τρώσεσθαι ὀΐω. 12.67εἰ μὲν γὰρ τοὺς πάγχυ κακὰ φρονέων ἀλαπάζει 12.68Ζεὺς ὑψιβρεμέτης, Τρώεσσι δὲ ἵετ̓ ἀρήγειν, 12.69ἦ τ̓ ἂν ἔγωγ̓ ἐθέλοιμι καὶ αὐτίκα τοῦτο γενέσθαι, 12.70νωνύμνους ἀπολέσθαι ἀπ̓ Ἄργεος ἐνθάδ̓ Ἀχαιούς· 12.71εἰ δέ χ̓ ὑποστρέψωσι, παλίωξις δὲ γένηται 12.72ἐκ νηῶν καὶ τάφρῳ ἐνιπλήξωμεν ὀρυκτῇ, 12.73οὐκέτ̓ ἔπειτ̓ ὀΐω οὐ δ̓ ἄγγελον ἀπονέεσθαι 12.74ἄψορρον προτὶ ἄστυ ἑλιχθέντων ὑπ̓ Ἀχαιῶν. 12.75ἀλλ̓ ἄγεθ̓ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες· 12.76ἵππους μὲν θεράποντες ἐρυκόντων ἐπὶ τάφρῳ, 12.77αὐτοὶ δὲ πρυλέες σὺν τεύχεσι θωρηχθέντες 12.78Ἕκτορι πάντες ἑπώμεθ̓ ἀολλέες· αὐτὰρ Ἀχαιοὶ 12.79οὐ μενέουσ̓ εἰ δή σφιν ὀλέθρου πείρατ̓ ἐφῆπται. 12.80ὣς φάτο Πουλυδάμας, ἅδε δ̓ Ἕκτορι μῦθος ἀπήμων, 12.81αὐτίκα δ̓ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε. 12.82οὐ δὲ μὲν ἄλλοι Τρῶες ἐφ̓ ἵππων ἠγερέθοντο, 12.83ἀλλ̓ ἀπὸ πάντες ὄρουσαν, ἐπεὶ ἴδον Ἕκτορα δῖον. 12.84ἡνιόχῳ μὲν ἔπειτα ἑῷ ἐπέτελλεν ἕκαστος 12.85ἵππους εὖ κατὰ κόσμον ἐρυκέμεν αὖθ̓ ἐπὶ τάφρῳ· 12.86οἳ δὲ διαστάντες σφέας αὐτοὺς ἀρτύναντες 12.87πένταχα κοσμηθέντες ἅμ̓ ἡγεμόνεσσιν ἕποντο. 12.88οἳ μὲν ἅμ̓ Ἕκτοῤ ἴσαν καὶ ἀμύμονι Πουλυδάμαντι, 12.89οἳ πλεῖστοι καὶ ἄριστοι ἔσαν, μέμασαν δὲ μάλιστα 12.90τεῖχος ῥηξάμενοι κοίλῃς ἐπὶ νηυσὶ μάχεσθαι. 12.91καί σφιν Κεβριόνης τρίτος εἵπετο· πὰρ δ̓ ἄῤ ὄχεσφιν 12.92ἄλλον Κεβριόναο χερείονα κάλλιπεν Ἕκτωρ. 12.93τῶν δ̓ ἑτέρων Πάρις ἦρχε καὶ Ἀλκάθοος καὶ Ἀγήνωρ, 12.94τῶν δὲ τρίτων Ἕλενος καὶ Δηΐφοβος θεοειδὴς 12.95υἷε δύω Πριάμοιο· τρίτος δ̓ ἦν Ἄσιος ἥρως 12.96Ἄσιος Ὑρτακίδης, ὃν Ἀρίσβηθεν φέρον ἵπποι 12.97αἴθωνες μεγάλοι ποταμοῦ ἄπο Σελλήεντος. 12.98τῶν δὲ τετάρτων ἦρχεν ἐῢς πάϊς Ἀγχίσαο 12.99Αἰνείας, ἅμα τῷ γε δύω Ἀντήνορος υἷε 12.100Ἀρχέλοχός τ̓ Ἀκάμας τε μάχης εὖ εἰδότε πάσης. 12.101Σαρπηδὼν δ̓ ἡγήσατ̓ ἀγακλειτῶν ἐπικούρων, 12.102πρὸς δ̓ ἕλετο Γλαῦκον καὶ ἀρήϊον Ἀστεροπαῖον· 12.103οἳ γάρ οἱ εἴσαντο διακριδὸν εἶναι ἄριστοι 12.104τῶν ἄλλων μετά γ̓ αὐτόν· δ̓ ἔπρεπε καὶ διὰ πάντων. 12.105οἳ δ̓ ἐπεὶ ἀλλήλους ἄραρον τυκτῇσι βόεσσι 12.106βάν ῥ̓ ἰθὺς Δαναῶν λελιημένοι, οὐ δ̓ ἔτ̓ ἔφαντο 12.107σχήσεσθ̓, ἀλλ̓ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι. 12.108ἔνθ̓ ἄλλοι Τρῶες τηλεκλειτοί τ̓ ἐπίκουροι 12.109βουλῇ Πουλυδάμαντος ἀμωμήτοιο πίθοντο· 12.110ἀλλ̓ οὐχ Ὑρτακίδης ἔθελ̓ Ἄσιος ὄρχαμος ἀνδρῶν 12.111αὖθι λιπεῖν ἵππους τε καὶ ἡνίοχον θεράποντα, 12.112ἀλλὰ σὺν αὐτοῖσιν πέλασεν νήεσσι θοῇσι 12.113νήπιος, οὐ δ̓ ἄῤ ἔμελλε κακὰς ὑπὸ κῆρας ἀλύξας 12.114ἵπποισιν καὶ ὄχεσφιν ἀγαλλόμενος παρὰ νηῶν 12.115ἂψ ἀπονοστήσειν προτὶ Ἴλιον ἠνεμόεσσαν· 12.116πρόσθεν γάρ μιν μοῖρα δυσώνυμος ἀμφεκάλυψεν 12.117ἔγχεϊ Ἰδομενῆος ἀγαυοῦ Δευκαλίδαο. 12.118εἴσατο γὰρ νηῶν ἐπ̓ ἀριστερά, τῇ περ Ἀχαιοὶ 12.119ἐκ πεδίου νίσοντο σὺν ἵπποισιν καὶ ὄχεσφι· 12.120τῇ ῥ̓ ἵππους τε καὶ ἅρμα διήλασεν, οὐ δὲ πύλῃσιν 12.121εὗῤ ἐπικεκλιμένας σανίδας καὶ μακρὸν ὀχῆα, 12.122ἀλλ̓ ἀναπεπταμένας ἔχον ἀνέρες, εἴ τιν̓ ἑταίρων 12.123ἐκ πολέμου φεύγοντα σαώσειαν μετὰ νῆας. 12.124τῇ ῥ̓ ἰθὺς φρονέων ἵππους ἔχε, τοὶ δ̓ ἅμ̓ ἕποντο 12.125ὀξέα κεκλήγοντες· ἔφαντο γὰρ οὐκ ἔτ̓ Ἀχαιοὺς 12.126σχήσεσθ̓, ἀλλ̓ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι 12.127νήπιοι, ἐν δὲ πύλῃσι δύ̓ ἀνέρας εὗρον ἀρίστους 12.128υἷας ὑπερθύμους Λαπιθάων αἰχμητάων, 12.129τὸν μὲν Πειριθόου υἷα κρατερὸν Πολυποίτην, 12.130τὸν δὲ Λεοντῆα βροτολοιγῷ ἶσον Ἄρηϊ. 12.131τὼ μὲν ἄρα προπάροιθε πυλάων ὑψηλάων 12.132ἕστασαν ὡς ὅτε τε δρύες οὔρεσιν ὑψικάρηνοι, 12.133αἵ τ̓ ἄνεμον μίμνουσι καὶ ὑετὸν ἤματα πάντα 12.134ῥίζῃσιν μεγάλῃσι διηνεκέεσσ̓ ἀραρυῖαι· 12.135ὣς ἄρα τὼ χείρεσσι πεποιθότες ἠδὲ βίηφι 12.136μίμνον ἐπερχόμενον μέγαν Ἄσιον οὐ δὲ φέβοντο. 12.137οἳ δ̓ ἰθὺς πρὸς τεῖχος ἐΰδμητον βόας αὔας 12.138ὑψόσ̓ ἀνασχόμενοι ἔκιον μεγάλῳ ἀλαλητῷ 12.139Ἄσιον ἀμφὶ ἄνακτα καὶ Ἰαμενὸν καὶ Ὀρέστην 12.140Ἀσιάδην τ̓ Ἀδάμαντα Θόωνά τε Οἰνόμαόν τε. 12.141οἳ δ̓ ἤτοι εἷος μὲν ἐϋκνήμιδας Ἀχαιοὺς 12.142ὄρνυον ἔνδον ἐόντες ἀμύνεσθαι περὶ νηῶν· 12.143αὐτὰρ ἐπεὶ δὴ τεῖχος ἐπεσσυμένους ἐνόησαν 12.144Τρῶας, ἀτὰρ Δαναῶν γένετο ἰαχή τε φόβος τε, 12.145ἐκ δὲ τὼ ἀΐξαντε πυλάων πρόσθε μαχέσθην 12.146ἀγροτέροισι σύεσσιν ἐοικότε, τώ τ̓ ἐν ὄρεσσιν 12.147ἀνδρῶν ἠδὲ κυνῶν δέχαται κολοσυρτὸν ἰόντα, 12.148δοχμώ τ̓ ἀΐσσοντε περὶ σφίσιν ἄγνυτον ὕλην 12.149πρυμνὴν ἐκτάμνοντες, ὑπαὶ δέ τε κόμπος ὀδόντων 12.150γίγνεται εἰς κέ τίς τε βαλὼν ἐκ θυμὸν ἕληται· 12.151ὣς τῶν κόμπει χαλκὸς ἐπὶ στήθεσσι φαεινὸς 12.152ἄντην βαλλομένων· μάλα γὰρ κρατερῶς ἐμάχοντο 12.153λαοῖσιν καθύπερθε πεποιθότες ἠδὲ βίηφιν. 12.154οἳ δ̓ ἄρα χερμαδίοισιν ἐϋδμήτων ἀπὸ πύργων 12.155βάλλον ἀμυνόμενοι σφῶν τ̓ αὐτῶν καὶ κλισιάων 12.156νηῶν τ̓ ὠκυπόρων· νιφάδες δ̓ ὡς πῖπτον ἔραζε, 12.157ἅς τ̓ ἄνεμος ζαὴς νέφεα σκιόεντα δονήσας 12.158ταρφειὰς κατέχευεν ἐπὶ χθονὶ πουλυβοτείρῃ· 12.159ὣς τῶν ἐκ χειρῶν βέλεα ῥέον ἠμὲν Ἀχαιῶν 12.160ἠδὲ καὶ ἐκ Τρώων· κόρυθες δ̓ ἀμφ̓ αὖον ἀΰτευν 12.161βαλλομένων μυλάκεσσι καὶ ἀσπίδες ὀμφαλόεσσαι. 12.162δή ῥα τότ̓ ᾤμωξεν καὶ πεπλήγετο μηρὼ 12.163Ἄσιος Ὑρτακίδης, καὶ ἀλαστήσας ἔπος ηὔδα· 12.164Ζεῦ πάτερ ἦ ῥά νυ καὶ σὺ φιλοψευδὴς ἐτέτυξο 12.165πάγχυ μάλ̓· οὐ γὰρ ἔγωγ̓ ἐφάμην ἥρωας Ἀχαιοὺς 12.166σχήσειν ἡμέτερόν γε μένος καὶ χεῖρας ἀάπτους. 12.167οἳ δ̓, ὥς τε σφῆκες μέσον αἰόλοι ἠὲ μέλισσαι 12.168οἰκία ποιήσωνται ὁδῷ ἔπι παιπαλοέσσῃ, 12.169οὐ δ̓ ἀπολείπουσιν κοῖλον δόμον, ἀλλὰ μένοντες 12.170ἄνδρας θηρητῆρας ἀμύνονται περὶ τέκνων, 12.171ὣς οἵ γ̓ οὐκ ἐθέλουσι πυλάων καὶ δύ̓ ἐόντε 12.172χάσσασθαι πρίν γ̓ ἠὲ κατακτάμεν ἠὲ ἁλῶναι. 12.173ὣς ἔφατ̓, οὐ δὲ Διὸς πεῖθε φρένα ταῦτ̓ ἀγορεύων· 12.174Ἕκτορι γάρ οἱ θυμὸς ἐβούλετο κῦδος ὀρέξαι. 12.175ἄλλοι δ̓ ἀμφ̓ ἄλλῃσι μάχην ἐμάχοντο πύλῃσιν· 12.176ἀργαλέον δέ με ταῦτα θεὸν ὣς πάντ̓ ἀγορεῦσαι· 12.177πάντῃ γὰρ περὶ τεῖχος ὀρώρει θεσπιδαὲς πῦρ 12.178λάϊνον· Ἀργεῖοι δὲ καὶ ἀχνύμενοί περ ἀνάγκῃ 12.179νηῶν ἠμύνοντο· θεοὶ δ̓ ἀκαχήατο θυμὸν 12.180πάντες ὅσοι Δαναοῖσι μάχης ἐπιτάρροθοι ἦσαν. 12.181σὺν δ̓ ἔβαλον Λαπίθαι πόλεμον καὶ δηϊοτῆτα. 12.182ἔνθ̓ αὖ Πειριθόου υἱὸς κρατερὸς Πολυποίτης 12.183δουρὶ βάλεν Δάμασον κυνέης διὰ χαλκοπαρῄου· 12.184οὐ δ̓ ἄρα χαλκείη κόρυς ἔσχεθεν, ἀλλὰ διὰ πρὸ 12.185αἰχμὴ χαλκείη ῥῆξ̓ ὀστέον, ἐγκέφαλος δὲ 12.186ἔνδον ἅπας πεπάλακτο· δάμασσε δέ μιν μεμαῶτα· 12.187αὐτὰρ ἔπειτα Πύλωνα καὶ Ὄρμενον ἐξενάριξεν. 12.188υἱὸν δ̓ Ἀντιμάχοιο Λεοντεὺς ὄζος Ἄρηος 12.189Ἱππόμαχον βάλε δουρὶ κατὰ ζωστῆρα τυχήσας. 12.190αὖτις δ̓ ἐκ κολεοῖο ἐρυσσάμενος ξίφος ὀξὺ 12.191Ἀντιφάτην μὲν πρῶτον ἐπαΐξας δἰ ὁμίλου 12.192πλῆξ̓ αὐτοσχεδίην· δ̓ ἄῤ ὕπτιος οὔδει ἐρείσθη· 12.193αὐτὰρ ἔπειτα Μένωνα καὶ Ἰαμενὸν καὶ Ὀρέστην 12.194πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ. 12.195ὄφῤ οἳ τοὺς ἐνάριζον ἀπ̓ ἔντεα μαρμαίροντα, 12.196τόφῤ οἳ Πουλυδάμαντι καὶ Ἕκτορι κοῦροι ἕποντο, 12.197οἳ πλεῖστοι καὶ ἄριστοι ἔσαν, μέμασαν δὲ μάλιστα 12.198τεῖχός τε ῥήξειν καὶ ἐνιπρήσειν πυρὶ νῆας, 12.199οἵ ῥ̓ ἔτι μερμήριζον ἐφεσταότες παρὰ τάφρῳ. 12.200ὄρνις γάρ σφιν ἐπῆλθε περησέμεναι μεμαῶσιν 12.201αἰετὸς ὑψιπέτης ἐπ̓ ἀριστερὰ λαὸν ἐέργων 12.202φοινήεντα δράκοντα φέρων ὀνύχεσσι πέλωρον 12.203ζωὸν ἔτ̓ ἀσπαίροντα, καὶ οὔ πω λήθετο χάρμης, 12.204κόψε γὰρ αὐτὸν ἔχοντα κατὰ στῆθος παρὰ δειρὴν 12.205ἰδνωθεὶς ὀπίσω· δ̓ ἀπὸ ἕθεν ἧκε χαμᾶζε 12.206ἀλγήσας ὀδύνῃσι, μέσῳ δ̓ ἐνὶ κάββαλ̓ ὁμίλῳ, 12.207αὐτὸς δὲ κλάγξας πέτετο πνοιῇς ἀνέμοιο. 12.208Τρῶες δ̓ ἐρρίγησαν ὅπως ἴδον αἰόλον ὄφιν 12.209κείμενον ἐν μέσσοισι Διὸς τέρας αἰγιόχοιο. 12.210δὴ τότε Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς· 12.211Ἕκτορ ἀεὶ μέν πώς μοι ἐπιπλήσσεις ἀγορῇσιν 12.212ἐσθλὰ φραζομένῳ, ἐπεὶ οὐ δὲ μὲν οὐ δὲ ἔοικε 12.213δῆμον ἐόντα παρὲξ ἀγορευέμεν, οὔ τ̓ ἐνὶ βουλῇ 12.214οὔτέ ποτ̓ ἐν πολέμῳ, σὸν δὲ κράτος αἰὲν ἀέξειν· 12.215νῦν αὖτ̓ ἐξερέω ὥς μοι δοκεῖ εἶναι ἄριστα. 12.216μὴ ἴομεν Δαναοῖσι μαχησόμενοι περὶ νηῶν. 12.217ὧδε γὰρ ἐκτελέεσθαι ὀΐομαι, εἰ ἐτεόν γε 12.218Τρωσὶν ὅδ̓ ὄρνις ἦλθε περησέμεναι μεμαῶσιν 12.219αἰετὸς ὑψιπέτης ἐπ̓ ἀριστερὰ λαὸν ἐέργων 12.220φοινήεντα δράκοντα φέρων ὀνύχεσσι πέλωρον 12.221ζωόν· ἄφαρ δ̓ ἀφέηκε πάρος φίλα οἰκί̓ ἱκέσθαι, 12.222οὐ δ̓ ἐτέλεσσε φέρων δόμεναι τεκέεσσιν ἑοῖσιν. 12.223ὣς ἡμεῖς, εἴ πέρ τε πύλας καὶ τεῖχος Ἀχαιῶν 12.224ῥηξόμεθα σθένεϊ μεγάλῳ, εἴξωσι δ̓ Ἀχαιοί, 12.225οὐ κόσμῳ παρὰ ναῦφιν ἐλευσόμεθ̓ αὐτὰ κέλευθα· 12.226πολλοὺς γὰρ Τρώων καταλείψομεν, οὕς κεν Ἀχαιοὶ 12.227χαλκῷ δῃώσωσιν ἀμυνόμενοι περὶ νηῶν. 12.228ὧδέ χ̓ ὑποκρίναιτο θεοπρόπος, ὃς σάφα θυμῷ 12.229εἰδείη τεράων καί οἱ πειθοίατο λαοί. 12.230τὸν δ̓ ἄῤ ὑπόδρα ἰδὼν προσέφη κορυθαίολος Ἕκτωρ· 12.231Πουλυδάμα, σὺ μὲν οὐκ ἔτ̓ ἐμοὶ φίλα ταῦτ̓ ἀγορεύεις· 12.232οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι. 12.233εἰ δ̓ ἐτεὸν δὴ τοῦτον ἀπὸ σπουδῆς ἀγορεύεις, 12.234ἐξ ἄρα δή τοι ἔπειτα θεοὶ φρένας ὤλεσαν αὐτοί, 12.235ὃς κέλεαι Ζηνὸς μὲν ἐριγδούποιο λαθέσθαι 12.236βουλέων, ἅς τέ μοι αὐτὸς ὑπέσχετο καὶ κατένευσε· 12.237τύνη δ̓ οἰωνοῖσι τανυπτερύγεσσι κελεύεις 12.238πείθεσθαι, τῶν οὔ τι μετατρέπομ̓ οὐ δ̓ ἀλεγίζω 12.239εἴτ̓ ἐπὶ δεξί̓ ἴωσι πρὸς ἠῶ τ̓ ἠέλιόν τε, 12.240εἴτ̓ ἐπ̓ ἀριστερὰ τοί γε ποτὶ ζόφον ἠερόεντα. 12.241ἡμεῖς δὲ μεγάλοιο Διὸς πειθώμεθα βουλῇ, 12.242ὃς πᾶσι θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει. 12.243εἷς οἰωνὸς ἄριστος ἀμύνεσθαι περὶ πάτρης. 12.244τίπτε σὺ δείδοικας πόλεμον καὶ δηϊοτῆτα; 12.245εἴ περ γάρ τ̓ ἄλλοι γε περὶ κτεινώμεθα πάντες 12.246νηυσὶν ἐπ̓ Ἀργείων, σοὶ δ̓ οὐ δέος ἔστ̓ ἀπολέσθαι· 12.247οὐ γάρ τοι κραδίη μενεδήϊος οὐ δὲ μαχήμων. 12.248εἰ δὲ σὺ δηϊοτῆτος ἀφέξεαι, ἠέ τιν̓ ἄλλον 12.249παρφάμενος ἐπέεσσιν ἀποτρέψεις πολέμοιο, 12.250αὐτίκ̓ ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσεις. 12.251ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δ̓ ἅμ̓ ἕποντο 12.252ἠχῇ θεσπεσίῃ· ἐπὶ δὲ Ζεὺς τερπικέραυνος 12.253ὦρσεν ἀπ̓ Ἰδαίων ὀρέων ἀνέμοιο θύελλαν, 12.254 ῥ̓ ἰθὺς νηῶν κονίην φέρεν· αὐτὰρ Ἀχαιῶν 12.255θέλγε νόον, Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζε. 12.256τοῦ περ δὴ τεράεσσι πεποιθότες ἠδὲ βίηφι 12.257ῥήγνυσθαι μέγα τεῖχος Ἀχαιῶν πειρήτιζον. 12.258κρόσσας μὲν πύργων ἔρυον, καὶ ἔρειπον ἐπάλξεις, 12.259στήλας τε προβλῆτας ἐμόχλεον, ἃς ἄῤ Ἀχαιοὶ 12.260πρώτας ἐν γαίῃ θέσαν ἔμμεναι ἔχματα πύργων. 12.261τὰς οἵ γ̓ αὐέρυον, ἔλποντο δὲ τεῖχος Ἀχαιῶν 12.262ῥήξειν· οὐ δέ νύ πω Δαναοὶ χάζοντο κελεύθου, 12.263ἀλλ̓ οἵ γε ῥινοῖσι βοῶν φράξαντες ἐπάλξεις 12.264βάλλον ἀπ̓ αὐτάων δηΐους ὑπὸ τεῖχος ἰόντας. 12.265ἀμφοτέρω δ̓ Αἴαντε κελευτιόωντ̓ ἐπὶ πύργων 12.266πάντοσε φοιτήτην μένος ὀτρύνοντες Ἀχαιῶν. 12.267ἄλλον μειλιχίοις, ἄλλον στερεοῖς ἐπέεσσι 12.268νείκεον, ὅν τινα πάγχυ μάχης μεθιέντα ἴδοιεν· 12.269φίλοι Ἀργείων ὅς τ̓ ἔξοχος ὅς τε μεσήεις 12.270ὅς τε χερειότερος, ἐπεὶ οὔ πω πάντες ὁμοῖοι 12.271ἀνέρες ἐν πολέμῳ, νῦν ἔπλετο ἔργον ἅπασι· 12.272καὶ δ̓ αὐτοὶ τόδε που γιγνώσκετε. μή τις ὀπίσσω 12.273τετράφθω ποτὶ νῆας ὁμοκλητῆρος ἀκούσας, 12.274ἀλλὰ πρόσω ἵεσθε καὶ ἀλλήλοισι κέλεσθε, 12.275αἴ κε Ζεὺς δώῃσιν Ὀλύμπιος ἀστεροπητὴς 12.276νεῖκος ἀπωσαμένους δηΐους προτὶ ἄστυ δίεσθαι. 12.277ὣς τώ γε προβοῶντε μάχην ὄτρυνον Ἀχαιῶν. 12.278τῶν δ̓, ὥς τε νιφάδες χιόνος πίπτωσι θαμειαὶ 12.279ἤματι χειμερίῳ, ὅτε τ̓ ὤρετο μητίετα Ζεὺς 12.280νιφέμεν ἀνθρώποισι πιφαυσκόμενος τὰ κῆλα· 12.281κοιμήσας δ̓ ἀνέμους χέει ἔμπεδον, ὄφρα καλύψῃ 12.282ὑψηλῶν ὀρέων κορυφὰς καὶ πρώονας ἄκρους 12.283καὶ πεδία λωτοῦντα καὶ ἀνδρῶν πίονα ἔργα, 12.284καί τ̓ ἐφ̓ ἁλὸς πολιῆς κέχυται λιμέσιν τε καὶ ἀκταῖς, 12.285κῦμα δέ μιν προσπλάζον ἐρύκεται· ἄλλά τε πάντα 12.286εἴλυται καθύπερθ̓, ὅτ̓ ἐπιβρίσῃ Διὸς ὄμβρος· 12.287ὣς τῶν ἀμφοτέρωσε λίθοι πωτῶντο θαμειαί, 12.288αἱ μὲν ἄῤ ἐς Τρῶας, αἱ δ̓ ἐκ Τρώων ἐς Ἀχαιούς, 12.289βαλλομένων· τὸ δὲ τεῖχος ὕπερ πᾶν δοῦπος ὀρώρει. 12.290οὐ δ̓ ἄν πω τότε γε Τρῶες καὶ φαίδιμος Ἕκτωρ 12.291τείχεος ἐρρήξαντο πύλας καὶ μακρὸν ὀχῆα, 12.292εἰ μὴ ἄῤ υἱὸν ἑὸν Σαρπηδόνα μητίετα Ζεὺς 12.293ὦρσεν ἐπ̓ Ἀργείοισι λέονθ̓ ὣς βουσὶν ἕλιξιν. 12.294αὐτίκα δ̓ ἀσπίδα μὲν πρόσθ̓ ἔσχετο πάντοσ̓ ἐΐσην 12.295καλὴν χαλκείην ἐξήλατον, ἣν ἄρα χαλκεὺς 12.296ἤλασεν, ἔντοσθεν δὲ βοείας ῥάψε θαμειὰς 12.297χρυσείῃς ῥάβδοισι διηνεκέσιν περὶ κύκλον. 12.298τὴν ἄῤ γε πρόσθε σχόμενος δύο δοῦρε τινάσσων 12.299βῆ ῥ̓ ἴμεν ὥς τε λέων ὀρεσίτροφος, ὅς τ̓ ἐπιδευὴς 12.300δηρὸν ἔῃ κρειῶν, κέλεται δέ θυμὸς ἀγήνωρ 12.301μήλων πειρήσοντα καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν· 12.302εἴ περ γάρ χ̓ εὕρῃσι παῤ αὐτόφι βώτορας ἄνδρας 12.303σὺν κυσὶ καὶ δούρεσσι φυλάσσοντας περὶ μῆλα, 12.304οὔ ῥά τ̓ ἀπείρητος μέμονε σταθμοῖο δίεσθαι, 12.305ἀλλ̓ γ̓ ἄῤ ἢ ἥρπαξε μετάλμενος, ἠὲ καὶ αὐτὸς 12.306ἔβλητ̓ ἐν πρώτοισι θοῆς ἀπὸ χειρὸς ἄκοντι· 12.307ὥς ῥα τότ̓ ἀντίθεον Σαρπηδόνα θυμὸς ἀνῆκε 12.308τεῖχος ἐπαΐξαι διά τε ῥήξασθαι ἐπάλξεις. 12.309αὐτίκα δὲ Γλαῦκον προσέφη παῖδ̓ Ἱππολόχοιο· 12.310Γλαῦκε τί ἢ δὴ νῶϊ τετιμήμεσθα μάλιστα 12.311ἕδρῃ τε κρέασίν τε ἰδὲ πλείοις δεπάεσσιν 12.312ἐν Λυκίῃ, πάντες δὲ θεοὺς ὣς εἰσορόωσι, 12.313καὶ τέμενος νεμόμεσθα μέγα Ξάνθοιο παῤ ὄχθας 12.314καλὸν φυταλιῆς καὶ ἀρούρης πυροφόροιο; 12.315τὼ νῦν χρὴ Λυκίοισι μέτα πρώτοισιν ἐόντας 12.316ἑστάμεν ἠδὲ μάχης καυστείρης ἀντιβολῆσαι, 12.317ὄφρά τις ὧδ̓ εἴπῃ Λυκίων πύκα θωρηκτάων· 12.318οὐ μὰν ἀκλεέες Λυκίην κάτα κοιρανέουσιν 12.319ἡμέτεροι βασιλῆες, ἔδουσί τε πίονα μῆλα 12.320οἶνόν τ̓ ἔξαιτον μελιηδέα· ἀλλ̓ ἄρα καὶ ἲς 12.321ἐσθλή, ἐπεὶ Λυκίοισι μέτα πρώτοισι μάχονται. 12.322πέπον εἰ μὲν γὰρ πόλεμον περὶ τόνδε φυγόντε 12.323αἰεὶ δὴ μέλλοιμεν ἀγήρω τ̓ ἀθανάτω τε 12.324ἔσσεσθ̓, οὔτέ κεν αὐτὸς ἐνὶ πρώτοισι μαχοίμην 12.325οὔτέ κε σὲ στέλλοιμι μάχην ἐς κυδιάνειραν· 12.326νῦν δ̓ ἔμπης γὰρ κῆρες ἐφεστᾶσιν θανάτοιο 12.327μυρίαι, ἃς οὐκ ἔστι φυγεῖν βροτὸν οὐ δ̓ ὑπαλύξαι, 12.328ἴομεν ἠέ τῳ εὖχος ὀρέξομεν ἠέ τις ἡμῖν. 12.329ὣς ἔφατ̓, οὐ δὲ Γλαῦκος ἀπετράπετ̓ οὐ δ̓ ἀπίθησε· 12.330τὼ δ̓ ἰθὺς βήτην Λυκίων μέγα ἔθνος ἄγοντε. 12.331τοὺς δὲ ἰδὼν ῥίγησ̓ υἱὸς Πετεῶο Μενεσθεύς· 12.332τοῦ γὰρ δὴ πρὸς πύργον ἴσαν κακότητα φέροντες. 12.333πάπτηνεν δ̓ ἀνὰ πύργον Ἀχαιῶν εἴ τιν̓ ἴδοιτο 12.334ἡγεμόνων, ὅς τίς οἱ ἀρὴν ἑτάροισιν ἀμύναι· 12.335ἐς δ̓ ἐνόησ̓ Αἴαντε δύω πολέμου ἀκορήτω 12.336ἑσταότας, Τεῦκρόν τε νέον κλισίηθεν ἰόντα 12.337ἐγγύθεν· ἀλλ̓ οὔ πώς οἱ ἔην βώσαντι γεγωνεῖν· 12.338τόσσος γὰρ κτύπος ἦεν, ἀϋτὴ δ̓ οὐρανὸν ἷκε, 12.339βαλλομένων σακέων τε καὶ ἱπποκόμων τρυφαλειῶν 12.340καὶ πυλέων· πᾶσαι γὰρ ἐπώχατο, τοὶ δὲ κατ̓ αὐτὰς 12.341ἱστάμενοι πειρῶντο βίῃ ῥήξαντες ἐσελθεῖν. 12.342αἶψα δ̓ ἐπ̓ Αἴαντα προΐει κήρυκα Θοώτην· 12.343ἔρχεο δῖε Θοῶτα, θέων Αἴαντα κάλεσσον, 12.344ἀμφοτέρω μὲν μᾶλλον· γάρ κ̓ ὄχ̓ ἄριστον ἁπάντων 12.345εἴη, ἐπεὶ τάχα τῇδε τετεύξεται αἰπὺς ὄλεθρος. 12.346ὧδε γὰρ ἔβρισαν Λυκίων ἀγοί, οἳ τὸ πάρος περ 12.347ζαχρηεῖς τελέθουσι κατὰ κρατερὰς ὑσμίνας. 12.348εἰ δέ σφιν καὶ κεῖθι πόνος καὶ νεῖκος ὄρωρεν, 12.349ἀλλά περ οἶος ἴτω Τελαμώνιος ἄλκιμος Αἴας, 12.350καί οἱ Τεῦκρος ἅμα σπέσθω τόξων ἐῢ εἰδώς. 12.351ὣς ἔφατ̓, οὐ δ̓ ἄρα οἱ κῆρυξ ἀπίθησεν ἀκούσας, 12.352βῆ δὲ θέειν παρὰ τεῖχος Ἀχαιῶν χαλκοχιτώνων, 12.353στῆ δὲ παῤ Αἰάντεσσι κιών, εἶθαρ δὲ προσηύδα· 12.354Αἴαντ̓ Ἀργείων ἡγήτορε χαλκοχιτώνων 12.355ἠνώγει Πετεῶο διοτρεφέος φίλος υἱὸς 12.356κεῖσ̓ ἴμεν, ὄφρα πόνοιο μίνυνθά περ ἀντιάσητον 12.357ἀμφοτέρω μὲν μᾶλλον· γάρ κ̓ ὄχ̓ ἄριστον ἁπάντων 12.358εἴη, ἐπεὶ τάχα κεῖθι τετεύξεται αἰπὺς ὄλεθρος· 12.359ὧδε γὰρ ἔβρισαν Λυκίων ἀγοί, οἳ τὸ πάρος περ 12.360ζαχρηεῖς τελέθουσι κατὰ κρατερὰς ὑσμίνας. 12.361εἰ δὲ καὶ ἐνθάδε περ πόλεμος καὶ νεῖκος ὄρωρεν, 12.362ἀλλά περ οἶος ἴτω Τελαμώνιος ἄλκιμος Αἴας, 12.363καί οἱ Τεῦκρος ἅμα σπέσθω τόξων ἐῢ εἰδώς. 12.364ὣς ἔφατ̓, οὐ δ̓ ἀπίθησε μέγας Τελαμώνιος Αἴας. 12.365αὐτίκ̓ Ὀϊλιάδην ἔπεα πτερόεντα προσηύδα· 12.366Αἶαν σφῶϊ μὲν αὖθι, σὺ καὶ κρατερὸς Λυκομήδης, 12.367ἑσταότες Δαναοὺς ὀτρύνετον ἶφι μάχεσθαι· 12.368αὐτὰρ ἐγὼ κεῖσ̓ εἶμι καὶ ἀντιόω πολέμοιο· 12.369αἶψα δ̓ ἐλεύσομαι αὖτις, ἐπὴν εὖ τοῖς ἐπαμύνω. 12.370ὣς ἄρα φωνήσας ἀπέβη Τελαμώνιος Αἴας, 12.371καί οἱ Τεῦκρος ἅμ̓ ᾖε κασίγνητος καὶ ὄπατρος· 12.372τοῖς δ̓ ἅμα Πανδίων Τεύκρου φέρε καμπύλα τόξα. 12.373εὖτε Μενεσθῆος μεγαθύμου πύργον ἵκοντο 12.374τείχεος ἐντὸς ἰόντες, ἐπειγομένοισι δ̓ ἵκοντο, 12.375οἳ δ̓ ἐπ̓ ἐπάλξεις βαῖνον ἐρεμνῇ λαίλαπι ἶσοι 12.376ἴφθιμοι Λυκίων ἡγήτορες ἠδὲ μέδοντες· 12.377σὺν δ̓ ἐβάλοντο μάχεσθαι ἐναντίον, ὦρτο δ̓ ἀϋτή. 12.378Αἴας δὲ πρῶτος Τελαμώνιος ἄνδρα κατέκτα 12.379Σαρπήδοντος ἑταῖρον Ἐπικλῆα μεγάθυμον 12.380μαρμάρῳ ὀκριόεντι βαλών, ῥα τείχεος ἐντὸς 12.381κεῖτο μέγας παῤ ἔπαλξιν ὑπέρτατος· οὐ δέ κέ μιν ῥέα 12.382χείρεσσ̓ ἀμφοτέρῃς ἔχοι ἀνὴρ οὐ δὲ μάλ̓ ἡβῶν, 12.383οἷοι νῦν βροτοί εἰσ̓· δ̓ ἄῤ ὑψόθεν ἔμβαλ̓ ἀείρας, 12.384θλάσσε δὲ τετράφαλον κυνέην, σὺν δ̓ ὀστέ̓ ἄραξε 12.385πάντ̓ ἄμυδις κεφαλῆς· δ̓ ἄῤ ἀρνευτῆρι ἐοικὼς 12.386κάππεσ̓ ἀφ̓ ὑψηλοῦ πύργου, λίπε δ̓ ὀστέα θυμός. 12.387Τεῦκρος δὲ Γλαῦκον κρατερὸν παῖδ̓ Ἱππολόχοιο 12.388ἰῷ ἐπεσσύμενον βάλε τείχεος ὑψηλοῖο, 12.389ᾗ ῥ̓ ἴδε γυμνωθέντα βραχίονα, παῦσε δὲ χάρμης. 12.390ἂψ δ̓ ἀπὸ τείχεος ἆλτο λαθών, ἵνα μή τις Ἀχαιῶν 12.391βλήμενον ἀθρήσειε καὶ εὐχετόῳτ̓ ἐπέεσσι. 12.392Σαρπήδοντι δ̓ ἄχος γένετο Γλαύκου ἀπιόντος 12.393αὐτίκ̓ ἐπεί τ̓ ἐνόησεν· ὅμως δ̓ οὐ λήθετο χάρμης, 12.394ἀλλ̓ γε Θεστορίδην Ἀλκμάονα δουρὶ τυχήσας 12.395νύξ̓, ἐκ δ̓ ἔσπασεν ἔγχος· δ̓ ἑσπόμενος πέσε δουρὶ 12.396πρηνής, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ, 12.397Σαρπηδὼν δ̓ ἄῤ ἔπαλξιν ἑλὼν χερσὶ στιβαρῇσιν 12.398ἕλχ̓, δ̓ ἕσπετο πᾶσα διαμπερές, αὐτὰρ ὕπερθε 12.399τεῖχος ἐγυμνώθη, πολέεσσι δὲ θῆκε κέλευθον. 12.400τὸν δ̓ Αἴας καὶ Τεῦκρος ὁμαρτήσανθ̓ μὲν ἰῷ 12.401βεβλήκει τελαμῶνα περὶ στήθεσσι φαεινὸν 12.402ἀσπίδος ἀμφιβρότης· ἀλλὰ Ζεὺς κῆρας ἄμυνε 12.403παιδὸς ἑοῦ, μὴ νηυσὶν ἔπι πρύμνῃσι δαμείη· 12.404Αἴας δ̓ ἀσπίδα νύξεν ἐπάλμενος, οὐ δὲ διὰ πρὸ 12.405ἤλυθεν ἐγχείη, στυφέλιξε δέ μιν μεμαῶτα. 12.406χώρησεν δ̓ ἄρα τυτθὸν ἐπάλξιος· οὐ δ̓ γε πάμπαν 12.407χάζετ̓, ἐπεί οἱ θυμὸς ἐέλπετο κῦδος ἀρέσθαι. 12.408κέκλετο δ̓ ἀντιθέοισιν ἑλιξάμενος Λυκίοισιν· 12.409Λύκιοι τί τ̓ ἄῤ ὧδε μεθίετε θούριδος ἀλκῆς; 12.410ἀργαλέον δέ μοί ἐστι καὶ ἰφθίμῳ περ ἐόντι 12.411μούνῳ ῥηξαμένῳ θέσθαι παρὰ νηυσὶ κέλευθον· 12.412ἀλλ̓ ἐφομαρτεῖτε· πλεόνων δέ τι ἔργον ἄμεινον. 12.413ὣς ἔφαθ̓, οἳ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν 12.414μᾶλλον ἐπέβρισαν βουληφόρον ἀμφὶ ἄνακτα. 12.415Ἀργεῖοι δ̓ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας 12.416τείχεος ἔντοσθεν, μέγα δέ σφισι φαίνετο ἔργον· 12.417οὔ τε γὰρ ἴφθιμοι Λύκιοι Δαναῶν ἐδύναντο 12.418τεῖχος ῥηξάμενοι θέσθαι παρὰ νηυσὶ κέλευθον, 12.419οὔτέ ποτ̓ αἰχμηταὶ Δαναοὶ Λυκίους ἐδύναντο 12.420τείχεος ἂψ ὤσασθαι, ἐπεὶ τὰ πρῶτα πέλασθεν. 12.421ἀλλ̓ ὥς τ̓ ἀμφ̓ οὔροισι δύ̓ ἀνέρε δηριάασθον 12.422μέτῤ ἐν χερσὶν ἔχοντες ἐπιξύνῳ ἐν ἀρούρῃ, 12.423 τ̓ ὀλίγῳ ἐνὶ χώρῳ ἐρίζητον περὶ ἴσης, 12.424ὣς ἄρα τοὺς διέεργον ἐπάλξιες· οἳ δ̓ ὑπὲρ αὐτέων 12.425δῄουν ἀλλήλων ἀμφὶ στήθεσσι βοείας 12.426ἀσπίδας εὐκύκλους λαισήϊά τε πτερόεντα. 12.427πολλοὶ δ̓ οὐτάζοντο κατὰ χρόα νηλέϊ χαλκῷ, 12.428ἠμὲν ὅτεῳ στρεφθέντι μετάφρενα γυμνωθείη 12.429μαρναμένων, πολλοὶ δὲ διαμπερὲς ἀσπίδος αὐτῆς. 12.430πάντῃ δὴ πύργοι καὶ ἐπάλξιες αἵματι φωτῶν 12.431ἐρράδατ̓ ἀμφοτέρωθεν ἀπὸ Τρώων καὶ Ἀχαιῶν. 12.432ἀλλ̓ οὐ δ̓ ὧς ἐδύναντο φόβον ποιῆσαι Ἀχαιῶν, 12.433ἀλλ̓ ἔχον ὥς τε τάλαντα γυνὴ χερνῆτις ἀληθής, 12.434 τε σταθμὸν ἔχουσα καὶ εἴριον ἀμφὶς ἀνέλκει 12.435ἰσάζουσ̓, ἵνα παισὶν ἀεικέα μισθὸν ἄρηται· 12.436ὣς μὲν τῶν ἐπὶ ἶσα μάχη τέτατο πτόλεμός τε, 12.437πρίν γ̓ ὅτε δὴ Ζεὺς κῦδος ὑπέρτερον Ἕκτορι δῶκε 12.438Πριαμίδῃ, ὃς πρῶτος ἐσήλατο τεῖχος Ἀχαιῶν. 12.439ἤϋσεν δὲ διαπρύσιον Τρώεσσι γεγωνώς· 12.440ὄρνυσθ̓ ἱππόδαμοι Τρῶες, ῥήγνυσθε δὲ τεῖχος 12.441Ἀργείων καὶ νηυσὶν ἐνίετε θεσπιδαὲς πῦρ. 12.442ὣς φάτ̓ ἐποτρύνων, οἳ δ̓ οὔασι πάντες ἄκουον, 12.443ἴθυσαν δ̓ ἐπὶ τεῖχος ἀολλέες· οἳ μὲν ἔπειτα 12.444κροσσάων ἐπέβαινον ἀκαχμένα δούρατ̓ ἔχοντες, 12.445Ἕκτωρ δ̓ ἁρπάξας λᾶαν φέρεν, ὅς ῥα πυλάων 12.446ἑστήκει πρόσθε πρυμνὸς παχύς, αὐτὰρ ὕπερθεν 12.447ὀξὺς ἔην· τὸν δ̓ οὔ κε δύ̓ ἀνέρε δήμου ἀρίστω 12.448ῥηϊδίως ἐπ̓ ἄμαξαν ἀπ̓ οὔδεος ὀχλίσσειαν, 12.449οἷοι νῦν βροτοί εἰσ̓· δέ μιν ῥέα πάλλε καὶ οἶος. 12.450τόν οἱ ἐλαφρὸν ἔθηκε Κρόνου πάϊς ἀγκυλομήτεω. 12.451ὡς δ̓ ὅτε ποιμὴν ῥεῖα φέρει πόκον ἄρσενος οἰὸς 12.452χειρὶ λαβὼν ἑτέρῃ, ὀλίγον τέ μιν ἄχθος ἐπείγει, 12.453ὣς Ἕκτωρ ἰθὺς σανίδων φέρε λᾶαν ἀείρας, 12.454αἵ ῥα πύλας εἴρυντο πύκα στιβαρῶς ἀραρυίας 12.455δικλίδας ὑψηλάς· δοιοὶ δ̓ ἔντοσθεν ὀχῆες 12.456εἶχον ἐπημοιβοί, μία δὲ κληῒς ἐπαρήρει. 12.457στῆ δὲ μάλ̓ ἐγγὺς ἰών, καὶ ἐρεισάμενος βάλε μέσσας 12.458εὖ διαβάς, ἵνα μή οἱ ἀφαυρότερον βέλος εἴη, 12.459ῥῆξε δ̓ ἀπ̓ ἀμφοτέρους θαιρούς· πέσε δὲ λίθος εἴσω 12.460βριθοσύνῃ, μέγα δ̓ ἀμφὶ πύλαι μύκον, οὐ δ̓ ἄῤ ὀχῆες 12.461ἐσχεθέτην, σανίδες δὲ διέτμαγεν ἄλλυδις ἄλλη 12.462λᾶος ὑπὸ ῥιπῆς· δ̓ ἄῤ ἔσθορε φαίδιμος Ἕκτωρ 12.463νυκτὶ θοῇ ἀτάλαντος ὑπώπια· λάμπε δὲ χαλκῷ 12.464σμερδαλέῳ, τὸν ἕεστο περὶ χροΐ, δοιὰ δὲ χερσὶ 12.465δοῦῤ ἔχεν· οὔ κέν τίς μιν ἐρύκακεν ἀντιβολήσας 12.466νόσφι θεῶν ὅτ̓ ἐσᾶλτο πύλας· πυρὶ δ̓ ὄσσε δεδήει. 12.467κέκλετο δὲ Τρώεσσιν ἑλιξάμενος καθ̓ ὅμιλον 12.468τεῖχος ὑπερβαίνειν· τοὶ δ̓ ὀτρύνοντι πίθοντο. 12.469αὐτίκα δ̓ οἳ μὲν τεῖχος ὑπέρβασαν, οἳ δὲ κατ̓ αὐτὰς 12.470ποιητὰς ἐσέχυντο πύλας· Δαναοὶ δὲ φόβηθεν 12.471νῆας ἀνὰ γλαφυράς, ὅμαδος δ̓ ἀλίαστος ἐτύχθη.