ILIAD Elucidated - Book 3

3.1αὐτὰρ ἐπεὶ κόσμηθεν ἅμ̓ ἡγεμόνεσσιν ἕκαστοι, 3.2Τρῶες μὲν κλαγγῇ τ̓ ἐνοπῇ τ̓ ἴσαν ὄρνιθες ὣς 3.3ἠΰτε περ κλαγγὴ γεράνων πέλει οὐρανόθι πρό· 3.4αἵ τ̓ ἐπεὶ οὖν χειμῶνα φύγον καὶ ἀθέσφατον ὄμβρον 3.5κλαγγῇ ταί γε πέτονται ἐπ̓ ὠκεανοῖο ῥοάων 3.6ἀνδράσι Πυγμαίοισι φόνον καὶ κῆρα φέρουσαι· 3.7ἠέριαι δ̓ ἄρα ταί γε κακὴν ἔριδα προφέρονται. 3.8οἳ δ̓ ἄῤ ἴσαν σιγῇ μένεα πνείοντες Ἀχαιοὶ 3.9ἐν θυμῷ μεμαῶτες ἀλεξέμεν ἀλλήλοισιν. 3.10εὖτ̓ ὄρεος κορυφῇσι Νότος κατέχευεν ὀμίχλην 3.11ποιμέσιν οὔ τι φίλην, κλέπτῃ δέ τε νυκτὸς ἀμείνω, 3.12τόσσόν τίς τ̓ ἐπιλεύσσει ὅσον τ̓ ἐπὶ λᾶαν ἵησιν· 3.13ὣς ἄρα τῶν ὑπὸ ποσσὶ κονίσαλος ὄρνυτ̓ ἀελλὴς 3.14ἐρχομένων· μάλα δ̓ ὦκα διέπρησσον πεδίοιο. 3.15οἳ δ̓ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ̓ ἀλλήλοισιν ἰόντες, 3.16Τρωσὶν μὲν προμάχιζεν Ἀλέξανδρος θεοειδὴς 3.17παρδαλέην ὤμοισιν ἔχων καὶ καμπύλα τόξα 3.18καὶ ξίφος· αὐτὰρ δοῦρε δύω κεκορυθμένα χαλκῷ 3.19πάλλων Ἀργείων προκαλίζετο πάντας ἀρίστους 3.20ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι. 3.21τὸν δ̓ ὡς οὖν ἐνόησεν ἀρηΐφιλος Μενέλαος 3.22ἐρχόμενον προπάροιθεν ὁμίλου μακρὰ βιβάντα, 3.23ὥς τε λέων ἐχάρη μεγάλῳ ἐπὶ σώματι κύρσας 3.24εὑρὼνἔλαφον κεραὸνἄγριον αἶγα 3.25πεινάων· μάλα γάρ τε κατεσθίει, εἴ περ ἂν αὐτὸν 3.26σεύωνται ταχέες τε κύνες θαλεροί τ̓ αἰζηοί· 3.27ὣς ἐχάρη Μενέλαος Ἀλέξανδρον θεοειδέα 3.28ὀφθαλμοῖσιν ἰδών· φάτο γὰρ τίσεσθαι ἀλείτην· 3.29αὐτίκα δ̓ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε. 3.30τὸν δ̓ ὡς οὖν ἐνόησεν Ἀλέξανδρος θεοειδὴς 3.31ἐν προμάχοισι φανέντα, κατεπλήγη φίλον ἦτορ, 3.32ἂψ δ̓ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆῤ ἀλεείνων. 3.33ὡς δ̓ ὅτε τίς τε δράκοντα ἰδὼν παλίνορσος ἀπέστη 3.34οὔρεος ἐν βήσσῃς, ὑπό τε τρόμος ἔλλαβε γυῖα, 3.35ἂψ δ̓ ἀνεχώρησεν, ὦχρός τέ μιν εἷλε παρειάς, 3.36ὣς αὖτις καθ̓ ὅμιλον ἔδυ Τρώων ἀγερώχων 3.37δείσας Ἀτρέος υἱὸν Ἀλέξανδρος θεοειδής. 3.38τὸν δ̓ Ἕκτωρ νείκεσσεν ἰδὼν αἰσχροῖς ἐπέεσσιν· 3.39Δύσπαρι εἶδος ἄριστε γυναιμανὲς ἠπεροπευτὰ 3.40αἴθ̓ ὄφελες ἄγονός τ̓ ἔμεναι ἄγαμός τ̓ ἀπολέσθαι· 3.41καί κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον ἦεν 3.42ἢ οὕτω λώβην τ̓ ἔμεναι καὶ ὑπόψιον ἄλλων. 3.43ἦ που καγχαλόωσι κάρη κομόωντες Ἀχαιοὶ 3.44φάντες ἀριστῆα πρόμον ἔμμεναι, οὕνεκα καλὸν 3.45εἶδος ἔπ̓, ἀλλ̓ οὐκ ἔστι βίη φρεσὶν οὐ δέ τις ἀλκή. 3.46τοιόσδε ἐὼν ἐν ποντοπόροισι νέεσσι 3.47πόντον ἐπιπλώσας, ἑτάρους ἐρίηρας ἀγείρας, 3.48μιχθεὶς ἀλλοδαποῖσι γυναῖκ̓ εὐειδέ̓ ἀνῆγες 3.49ἐξ ἀπίης γαίης νυὸν ἀνδρῶν αἰχμητάων 3.50πατρί τε σῷ μέγα πῆμα πόληΐ τε παντί τε δήμῳ, 3.51δυσμενέσιν μὲν χάρμα, κατηφείην δὲ σοὶ αὐτῷ; 3.52οὐκ ἂν δὴ μείνειας ἀρηΐφιλον Μενέλαον; 3.53γνοίης χ̓ οἵου φωτὸς ἔχεις θαλερὴν παράκοιτιν· 3.54οὐκ ἄν τοι χραίσμῃ κίθαρις τά τε δῶῤ Ἀφροδίτης 3.55 τε κόμη τό τε εἶδος ὅτ̓ ἐν κονίῃσι μιγείης. 3.56ἀλλὰ μάλα Τρῶες δειδήμονες· ἦ τέ κεν ἤδη 3.57λάϊνον ἕσσο χιτῶνα κακῶν ἕνεχ̓ ὅσσα ἔοργας. 3.58τὸν δ̓ αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής· 3.59Ἕκτορ ἐπεί με κατ̓ αἶσαν ἐνείκεσας οὐ δ̓ ὑπὲρ αἶσαν· 3.60αἰεί τοι κραδίη πέλεκυς ὥς ἐστιν ἀτειρὴς 3.61ὅς τ̓ εἶσιν διὰ δουρὸς ὑπ̓ ἀνέρος ὅς ῥά τε τέχνῃ 3.62νήϊον ἐκτάμνῃσιν, ὀφέλλει δ̓ ἀνδρὸς ἐρωήν· 3.63ὣς σοὶ ἐνὶ στήθεσσιν ἀτάρβητος νόος ἐστί· 3.64μή μοι δῶῤ ἐρατὰ πρόφερε χρυσέης Ἀφροδίτης· 3.65οὔ τοι ἀπόβλητ̓ ἐστὶ θεῶν ἐρικυδέα δῶρα 3.66ὅσσά κεν αὐτοὶ δῶσιν, ἑκὼν δ̓ οὐκ ἄν τις ἕλοιτο· 3.67νῦν αὖτ̓ εἴ μ̓ ἐθέλεις πολεμίζειν ἠδὲ μάχεσθαι, 3.68ἄλλους μὲν κάθισον Τρῶας καὶ πάντας Ἀχαιούς, 3.69αὐτὰρ ἔμ̓ ἐν μέσσῳ καὶ ἀρηΐφιλον Μενέλαον 3.70συμβάλετ̓ ἀμφ̓ Ἑλένῃ καὶ κτήμασι πᾶσι μάχεσθαι· 3.71ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται, 3.72κτήμαθ̓ ἑλὼν εὖ πάντα γυναῖκά τε οἴκαδ̓ ἀγέσθω· 3.73οἳ δ̓ ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ ταμόντες 3.74ναίοιτε Τροίην ἐριβώλακα, τοὶ δὲ νεέσθων 3.75Ἄργος ἐς ἱππόβοτον καὶ Ἀχαιΐδα καλλιγύναικα. 3.76ὣς ἔφαθ̓, Ἕκτωρ δ̓ αὖτ̓ ἐχάρη μέγα μῦθον ἀκούσας, 3.77καί ῥ̓ ἐς μέσσον ἰὼν Τρώων ἀνέεργε φάλαγγας 3.78μέσσου δουρὸς ἑλών· τοὶ δ̓ ἱδρύνθησαν ἅπαντες. 3.79τῷ δ̓ ἐπετοξάζοντο κάρη κομόωντες Ἀχαιοὶ 3.80ἰοῖσίν τε τιτυσκόμενοι λάεσσί τ̓ ἔβαλλον· 3.81αὐτὰρ μακρὸν ἄϋσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων· 3.82ἴσχεσθ̓ Ἀργεῖοι, μὴ βάλλετε κοῦροι Ἀχαιῶν· 3.83στεῦται γάρ τι ἔπος ἐρέειν κορυθαίολος Ἕκτωρ. 3.84ὣς ἔφαθ̓, οἳ δ̓ ἔσχοντο μάχης ἄνεῴ τ̓ ἐγένοντο 3.85ἐσσυμένως· Ἕκτωρ δὲ μετ̓ ἀμφοτέροισιν ἔειπε· 3.86κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ 3.87μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρεν. 3.88ἄλλους μὲν κέλεται Τρῶας καὶ πάντας Ἀχαιοὺς 3.89τεύχεα κάλ̓ ἀποθέσθαι ἐπὶ χθονὶ πουλυβοτείρῃ, 3.90αὐτὸν δ̓ ἐν μέσσῳ καὶ ἀρηΐφιλον Μενέλαον 3.91οἴους ἀμφ̓ Ἑλένῃ καὶ κτήμασι πᾶσι μάχεσθαι. 3.92ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται 3.93κτήμαθ̓ ἑλὼν εὖ πάντα γυναῖκά τε οἴκαδ̓ ἀγέσθω· 3.94οἳ δ̓ ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ τάμωμεν. 3.95ὣς ἔφαθ̓, οἳ δ̓ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ· 3.96τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Μενέλαος· 3.97κέκλυτε νῦν καὶ ἐμεῖο· μάλιστα γὰρ ἄλγος ἱκάνει 3.98θυμὸν ἐμόν, φρονέω δὲ διακρινθήμεναι ἤδη 3.99Ἀργείους καὶ Τρῶας, ἐπεὶ κακὰ πολλὰ πέπασθε 3.100εἵνεκ̓ ἐμῆς ἔριδος καὶ Ἀλεξάνδρου ἕνεκ̓ ἀρχῆς· 3.101ἡμέων δ̓ ὁπποτέρῳ θάνατος καὶ μοῖρα τέτυκται 3.102τεθναίη· ἄλλοι δὲ διακρινθεῖτε τάχιστα. 3.103οἴσετε ἄρν̓, ἕτερον λευκόν, ἑτέρην δὲ μέλαιναν, 3.104Γῇ τε καὶ Ἠελίῳ· Διὶ δ̓ ἡμεῖς οἴσομεν ἄλλον· 3.105ἄξετε δὲ Πριάμοιο βίην, ὄφῤ ὅρκια τάμνῃ 3.106αὐτός, ἐπεί οἱ παῖδες ὑπερφίαλοι καὶ ἄπιστοι, 3.107μή τις ὑπερβασίῃ Διὸς ὅρκια δηλήσηται. 3.108αἰεὶ δ̓ ὁπλοτέρων ἀνδρῶν φρένες ἠερέθονται· 3.109οἷς δ̓ γέρων μετέῃσιν ἅμα πρόσσω καὶ ὀπίσσω 3.110λεύσσει, ὅπως ὄχ̓ ἄριστα μετ̓ ἀμφοτέροισι γένηται. 3.111ὣς ἔφαθ̓, οἳ δ̓ ἐχάρησαν Ἀχαιοί τε Τρῶές τε 3.112ἐλπόμενοι παύσασθαι ὀϊζυροῦ πολέμοιο. 3.113καί ῥ̓ ἵππους μὲν ἔρυξαν ἐπὶ στίχας, ἐκ δ̓ ἔβαν αὐτοί, 3.114τεύχεά τ̓ ἐξεδύοντο· τὰ μὲν κατέθεντ̓ ἐπὶ γαίῃ 3.115πλησίον ἀλλήλων, ὀλίγη δ̓ ἦν ἀμφὶς ἄρουρα· 3.116Ἕκτωρ δὲ προτὶ ἄστυ δύω κήρυκας ἔπεμπε 3.117καρπαλίμως ἄρνάς τε φέρειν Πρίαμόν τε καλέσσαι· 3.118αὐτὰρ Ταλθύβιον προΐει κρείων Ἀγαμέμνων 3.119νῆας ἔπι γλαφυρὰς ἰέναι, ἠδ̓ ἄρν̓ ἐκέλευεν 3.120οἰσέμεναι· δ̓ ἄῤ οὐκ ἀπίθησ̓ Ἀγαμέμνονι δίῳ. 3.121Ἶρις δ̓ αὖθ̓ Ἑλένῃ λευκωλένῳ ἄγγελος ἦλθεν 3.122εἰδομένη γαλόῳ Ἀντηνορίδαο δάμαρτι, 3.123τὴν Ἀντηνορίδης εἶχε κρείων Ἑλικάων 3.124Λαοδίκην Πριάμοιο θυγατρῶν εἶδος ἀρίστην. 3.125τὴν δ̓ εὗῤ ἐν μεγάρῳ· δὲ μέγαν ἱστὸν ὕφαινε 3.126δίπλακα πορφυρέην, πολέας δ̓ ἐνέπασσεν ἀέθλους 3.127Τρώων θ̓ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων, 3.128οὕς ἑθεν εἵνεκ̓ ἔπασχον ὑπ̓ Ἄρηος παλαμάων· 3.129ἀγχοῦ δ̓ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις· 3.130δεῦῤ ἴθι νύμφα φίλη, ἵνα θέσκελα ἔργα ἴδηαι 3.131Τρώων θ̓ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων, 3.132οἳ πρὶν ἐπ̓ ἀλλήλοισι φέρον πολύδακρυν Ἄρηα 3.133ἐν πεδίῳ ὀλοοῖο λιλαιόμενοι πολέμοιο· 3.134οἳ δὴ νῦν ἕαται σιγῇ, πόλεμος δὲ πέπαυται, 3.135ἀσπίσι κεκλιμένοι, παρὰ δ̓ ἔγχεα μακρὰ πέπηγεν. 3.136αὐτὰρ Ἀλέξανδρος καὶ ἀρηΐφιλος Μενέλαος 3.137μακρῇς ἐγχείῃσι μαχήσονται περὶ σεῖο· 3.138τῷ δέ κε νικήσαντι φίλη κεκλήσῃ ἄκοιτις. 3.139ὣς εἰποῦσα θεὰ γλυκὺν ἵμερον ἔμβαλε θυμῷ 3.140ἀνδρός τε προτέρου καὶ ἄστεος ἠδὲ τοκήων· 3.141αὐτίκα δ̓ ἀργεννῇσι καλυψαμένη ὀθόνῃσιν 3.142ὁρμᾶτ̓ ἐκ θαλάμοιο τέρεν κατὰ δάκρυ χέουσα 3.143οὐκ οἴη, ἅμα τῇ γε καὶ ἀμφίπολοι δύ̓ ἕποντο, 3.144Αἴθρη Πιτθῆος θυγάτηρ, Κλυμένη τε βοῶπις· 3.145αἶψα δ̓ ἔπειθ̓ ἵκανον ὅθι Σκαιαὶ πύλαι ἦσαν. 3.146οἳ δ̓ ἀμφὶ Πρίαμον καὶ Πάνθοον ἠδὲ Θυμοίτην 3.147Λάμπόν τε Κλυτίον θ̓ Ἱκετάονά τ̓ ὄζον Ἄρηος 3.148Οὐκαλέγων τε καὶ Ἀντήνωρ πεπνυμένω ἄμφω 3.149ἥατο δημογέροντες ἐπὶ Σκαιῇσι πύλῃσι, 3.150γήραϊ δὴ πολέμοιο πεπαυμένοι, ἀλλ̓ ἀγορηταὶ 3.151ἐσθλοί, τεττίγεσσιν ἐοικότες οἵ τε καθ̓ ὕλην 3.152δενδρέῳ ἐφεζόμενοι ὄπα λειριόεσσαν ἱεῖσι· 3.153τοῖοι ἄρα Τρώων ἡγήτορες ἧντ̓ ἐπὶ πύργῳ. 3.154οἳ δ̓ ὡς οὖν εἴδονθ̓ Ἑλένην ἐπὶ πύργον ἰοῦσαν, 3.155ἦκα πρὸς ἀλλήλους ἔπεα πτερόεντ̓ ἀγόρευον· 3.156οὐ νέμεσις Τρῶας καὶ ἐϋκνήμιδας Ἀχαιοὺς 3.157τοιῇδ̓ ἀμφὶ γυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν· 3.158αἰνῶς ἀθανάτῃσι θεῇς εἰς ὦπα ἔοικεν· 3.159ἀλλὰ καὶ ὧς τοίη περ ἐοῦσ̓ ἐν νηυσὶ νεέσθω, 3.160μη δ̓ ἡμῖν τεκέεσσί τ̓ ὀπίσσω πῆμα λίποιτο. 3.161ὣς ἄῤ ἔφαν, Πρίαμος δ̓ Ἑλένην ἐκαλέσσατο φωνῇ· 3.162δεῦρο πάροιθ̓ ἐλθοῦσα φίλον τέκος ἵζευ ἐμεῖο, 3.163ὄφρα ἴδῃ πρότερόν τε πόσιν πηούς τε φίλους τε· 3.164οὔ τί μοι αἰτίη ἐσσί, θεοί νύ μοι αἴτιοί εἰσιν 3.165οἵ μοι ἐφώρμησαν πόλεμον πολύδακρυν Ἀχαιῶν· 3.166ὥς μοι καὶ τόνδ̓ ἄνδρα πελώριον ἐξονομήνῃς 3.167ὅς τις ὅδ̓ ἐστὶν Ἀχαιὸς ἀνὴρ ἠΰς τε μέγας τε. 3.168ἤτοι μὲν κεφαλῇ καὶ μείζονες ἄλλοι ἔασι, 3.169καλὸν δ̓ οὕτω ἐγὼν οὔ πω ἴδον ὀφθαλμοῖσιν, 3.170οὐ δ̓ οὕτω γεραρόν· βασιλῆϊ γὰρ ἀνδρὶ ἔοικε. 3.171τὸν δ̓ Ἑλένη μύθοισιν ἀμείβετο δῖα γυναικῶν· 3.172αἰδοῖός τέ μοί ἐσσι φίλε ἑκυρὲ δεινός τε· 3.173ὡς ὄφελεν θάνατός μοι ἁδεῖν κακὸς ὁππότε δεῦρο 3.174υἱέϊ σῷ ἑπόμην θάλαμον γνωτούς τε λιποῦσα 3.175παῖδά τε τηλυγέτην καὶ ὁμηλικίην ἐρατεινήν. 3.176ἀλλὰ τά γ̓ οὐκ ἐγένοντο· τὸ καὶ κλαίουσα τέτηκα. 3.177τοῦτο δέ τοι ἐρέω μ̓ ἀνείρεαι ἠδὲ μεταλλᾷς· 3.178οὗτός γ̓ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων, 3.179ἀμφότερον βασιλεύς τ̓ ἀγαθὸς κρατερός τ̓ αἰχμητής· 3.180δαὴρ αὖτ̓ ἐμὸς ἔσκε κυνώπιδος, εἴ ποτ̓ ἔην γε. 3.181ὣς φάτο, τὸν δ̓ γέρων ἠγάσσατο φώνησέν τε· 3.182μάκαρ Ἀτρεΐδη μοιρηγενὲς ὀλβιόδαιμον, 3.183ἦ ῥά νύ τοι πολλοὶ δεδμήατο κοῦροι Ἀχαιῶν. 3.184ἤδη καὶ Φρυγίην εἰσήλυθον ἀμπελόεσσαν, 3.185ἔνθα ἴδον πλείστους Φρύγας ἀνέρας αἰολοπώλους 3.186λαοὺς Ὀτρῆος καὶ Μυγδόνος ἀντιθέοιο, 3.187οἵ ῥα τότ̓ ἐστρατόωντο παῤ ὄχθας Σαγγαρίοιο· 3.188καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν μετὰ τοῖσιν ἐλέχθην 3.189ἤματι τῷ ὅτε τ̓ ἦλθον Ἀμαζόνες ἀντιάνειραι· 3.190ἀλλ̓ οὐ δ̓ οἳ τόσοι ἦσαν ὅσοι ἑλίκωπες Ἀχαιοί. 3.191δεύτερον αὖτ̓ Ὀδυσῆα ἰδὼν ἐρέειν̓ γεραιός· 3.192εἴπ̓ ἄγε μοι καὶ τόνδε φίλον τέκος ὅς τις ὅδ̓ ἐστί· 3.193μείων μὲν κεφαλῇ Ἀγαμέμνονος Ἀτρεΐδαο, 3.194εὐρύτερος δ̓ ὤμοισιν ἰδὲ στέρνοισιν ἰδέσθαι. 3.195τεύχεα μέν οἱ κεῖται ἐπὶ χθονὶ πουλυβοτείρῃ, 3.196αὐτὸς δὲ κτίλος ὣς ἐπιπωλεῖται στίχας ἀνδρῶν· 3.197ἀρνειῷ μιν ἔγωγε ἐΐσκω πηγεσιμάλλῳ, 3.198ὅς τ̓ οἰῶν μέγα πῶϋ διέρχεται ἀργεννάων. 3.199τὸν δ̓ ἠμείβετ̓ ἔπειθ̓ Ἑλένη Διὸς ἐκγεγαυῖα· 3.200οὗτος δ̓ αὖ Λαερτιάδης πολύμητις Ὀδυσσεύς, 3.201ὃς τράφη ἐν δήμῳ Ἰθάκης κραναῆς περ ἐούσης 3.202εἰδὼς παντοίους τε δόλους καὶ μήδεα πυκνά. 3.203τὴν δ̓ αὖτ̓ Ἀντήνωρ πεπνυμένος ἀντίον ηὔδα· 3.204γύναι ἦ μάλα τοῦτο ἔπος νημερτὲς ἔειπες· 3.205ἤδη γὰρ καὶ δεῦρό ποτ̓ ἤλυθε δῖος Ὀδυσσεὺς 3.206σεῦ ἕνεκ̓ ἀγγελίης σὺν ἀρηϊφίλῳ Μενελάῳ· 3.207τοὺς δ̓ ἐγὼ ἐξείνισσα καὶ ἐν μεγάροισι φίλησα, 3.208ἀμφοτέρων δὲ φυὴν ἐδάην καὶ μήδεα πυκνά. 3.209ἀλλ̓ ὅτε δὴ Τρώεσσιν ἐν ἀγρομένοισιν ἔμιχθεν 3.210στάντων μὲν Μενέλαος ὑπείρεχεν εὐρέας ὤμους, 3.211ἄμφω δ̓ ἑζομένω γεραρώτερος ἦεν Ὀδυσσεύς· 3.212ἀλλ̓ ὅτε δὴ μύθους καὶ μήδεα πᾶσιν ὕφαινον 3.213ἤτοι μὲν Μενέλαος ἐπιτροχάδην ἀγόρευε, 3.214παῦρα μὲν ἀλλὰ μάλα λιγέως, ἐπεὶ οὐ πολύμυθος 3.215οὐ δ̓ ἀφαμαρτοεπής· ἦ καὶ γένει ὕστερος ἦεν. 3.216ἀλλ̓ ὅτε δὴ πολύμητις ἀναΐξειεν Ὀδυσσεὺς 3.217στάσκεν, ὑπαὶ δὲ ἴδεσκε κατὰ χθονὸς ὄμματα πήξας, 3.218σκῆπτρον δ̓ οὔ τ̓ ὀπίσω οὔ τε προπρηνὲς ἐνώμα, 3.219ἀλλ̓ ἀστεμφὲς ἔχεσκεν ἀΐδρεϊ φωτὶ ἐοικώς· 3.220φαίης κε ζάκοτόν τέ τιν̓ ἔμμεναι ἄφρονά τ̓ αὔτως. 3.221ἀλλ̓ ὅτε δὴ ὄπα τε μεγάλην ἐκ στήθεος εἵη 3.222καὶ ἔπεα νιφάδεσσιν ἐοικότα χειμερίῃσιν, 3.223οὐκ ἂν ἔπειτ̓ Ὀδυσῆΐ γ̓ ἐρίσσειε βροτὸς ἄλλος· 3.224οὐ τότε γ̓ ὧδ̓ Ὀδυσῆος ἀγασσάμεθ̓ εἶδος ἰδόντες. 3.225τὸ τρίτον αὖτ̓ Αἴαντα ἰδὼν ἐρέειν̓ γεραιός· 3.226τίς τὰρ ὅδ̓ ἄλλος Ἀχαιὸς ἀνὴρ ἠΰς τε μέγας τε 3.227ἔξοχος Ἀργείων κεφαλήν τε καὶ εὐρέας ὤμους; 3.228τὸν δ̓ Ἑλένη τανύπεπλος ἀμείβετο δῖα γυναικῶν· 3.229οὗτος δ̓ Αἴας ἐστὶ πελώριος ἕρκος Ἀχαιῶν· 3.230Ἰδομενεὺς δ̓ ἑτέρωθεν ἐνὶ Κρήτεσσι θεὸς ὣς 3.231ἕστηκ̓, ἀμφὶ δέ μιν Κρητῶν ἀγοὶ ἠγερέθονται. 3.232πολλάκι μιν ξείνισσεν ἀρηΐφιλος Μενέλαος 3.233οἴκῳ ἐν ἡμετέρῳ ὁπότε Κρήτηθεν ἵκοιτο. 3.234νῦν δ̓ ἄλλους μὲν πάντας ὁρῶ ἑλίκωπας Ἀχαιούς, 3.235οὕς κεν ἐῢ γνοίην καί τ̓ οὔνομα μυθησαίμην· 3.236δοιὼ δ̓ οὐ δύναμαι ἰδέειν κοσμήτορε λαῶν 3.237Κάστορά θ̓ ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα 3.238αὐτοκασιγνήτω, τώ μοι μία γείνατο μήτηρ. 3.239ἢ οὐχ ἑσπέσθην Λακεδαίμονος ἐξ ἐρατεινῆς, 3.240ἢ δεύρω μὲν ἕποντο νέεσσ̓ ἔνι ποντοπόροισι, 3.241νῦν αὖτ̓ οὐκ ἐθέλουσι μάχην καταδύμεναι ἀνδρῶν 3.242αἴσχεα δειδιότες καὶ ὀνείδεα πόλλ̓ μοί ἐστιν. 3.243ὣς φάτο, τοὺς δ̓ ἤδη κάτεχεν φυσίζοος αἶα 3.244ἐν Λακεδαίμονι αὖθι φίλῃ ἐν πατρίδι γαίῃ. 3.245κήρυκες δ̓ ἀνὰ ἄστυ θεῶν φέρον ὅρκια πιστὰ 3.246ἄρνε δύω καὶ οἶνον ἐΰφρονα καρπὸν ἀρούρης 3.247ἀσκῷ ἐν αἰγείῳ· φέρε δὲ κρητῆρα φαεινὸν 3.248κῆρυξ Ἰδαῖος ἠδὲ χρύσεια κύπελλα· 3.249ὄτρυνεν δὲ γέροντα παριστάμενος ἐπέεσσιν· 3.250ὄρσεο Λαομεδοντιάδη, καλέουσιν ἄριστοι 3.251Τρώων θ̓ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων 3.252ἐς πεδίον καταβῆναι ἵν̓ ὅρκια πιστὰ τάμητε· 3.253αὐτὰρ Ἀλέξανδρος καὶ ἀρηΐφιλος Μενέλαος 3.254μακρῇς ἐγχείῃσι μαχήσοντ̓ ἀμφὶ γυναικί· 3.255τῷ δέ κε νικήσαντι γυνὴ καὶ κτήμαθ̓ ἕποιτο· 3.256οἳ δ̓ ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ ταμόντες 3.257ναίοιμεν Τροίην ἐριβώλακα, τοὶ δὲ νέονται 3.258Ἄργος ἐς ἱππόβοτον καὶ Ἀχαιΐδα καλλιγύναικα. 3.259ὣς φάτο ῥίγησεν δ̓ γέρων, ἐκέλευσε δ̓ ἑταίρους 3.260ἵππους ζευγνύμεναι· τοὶ δ̓ ὀτραλέως ἐπίθοντο. 3.261ἂν δ̓ ἄῤ ἔβη Πρίαμος, κατὰ δ̓ ἡνία τεῖνεν ὀπίσσω· 3.262πὰρ δέ οἱ Ἀντήνωρ περικαλλέα βήσετο δίφρον· 3.263τὼ δὲ διὰ Σκαιῶν πεδίον δ̓ ἔχον ὠκέας ἵππους. 3.264ἀλλ̓ ὅτε δή ῥ̓ ἵκοντο μετὰ Τρῶας καὶ Ἀχαιούς, 3.265ἐξ ἵππων ἀποβάντες ἐπὶ χθόνα πουλυβότειραν 3.266ἐς μέσσον Τρώων καὶ Ἀχαιῶν ἐστιχόωντο. 3.267ὄρνυτο δ̓ αὐτίκ̓ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων, 3.268ἂν δ̓ Ὀδυσεὺς πολύμητις· ἀτὰρ κήρυκες ἀγαυοὶ 3.269ὅρκια πιστὰ θεῶν σύναγον, κρητῆρι δὲ οἶνον 3.270μίσγον, ἀτὰρ βασιλεῦσιν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν. 3.271Ἀτρεΐδης δὲ ἐρυσσάμενος χείρεσσι μάχαιραν, 3.272 οἱ πὰρ ξίφεος μέγα κουλεόν αἰὲν ἄωρτο, 3.273ἀρνῶν ἐκ κεφαλέων τάμνε τρίχας· αὐτὰρ ἔπειτα 3.274κήρυκες Τρώων καὶ Ἀχαιῶν νεῖμαν ἀρίστοις. 3.275τοῖσιν δ̓ Ἀτρεΐδης μεγάλ̓ εὔχετο χεῖρας ἀνασχών· 3.276Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε, 3.277Ἠέλιός θ̓, ὃς πάντ̓ ἐφορᾷς καὶ πάντ̓ ἐπακούεις, 3.278καὶ ποταμοὶ καὶ γαῖα, καὶ οἳ ὑπένερθε καμόντας 3.279ἀνθρώπους τίνυσθον ὅτις κ̓ ἐπίορκον ὀμόσσῃ, 3.280ὑμεῖς μάρτυροι ἔστε, φυλάσσετε δ̓ ὅρκια πιστά· 3.281εἰ μέν κεν Μενέλαον Ἀλέξανδρος καταπέφνῃ 3.282αὐτὸς ἔπειθ̓ Ἑλένην ἐχέτω καὶ κτήματα πάντα, 3.283ἡμεῖς δ̓ ἐν νήεσσι νεώμεθα ποντοπόροισιν· 3.284εἰ δέ κ̓ Ἀλέξανδρον κτείνῃ ξανθὸς Μενέλαος, 3.285Τρῶας ἔπειθ̓ Ἑλένην καὶ κτήματα πάντ̓ ἀποδοῦναι, 3.286τιμὴν δ̓ Ἀργείοις ἀποτινέμεν ἥν τιν̓ ἔοικεν, 3.287 τε καὶ ἐσσομένοισι μετ̓ ἀνθρώποισι πέληται. 3.288εἰ δ̓ ἂν ἐμοὶ τιμὴν Πρίαμος Πριάμοιό τε παῖδες 3.289τίνειν οὐκ ἐθέλωσιν Ἀλεξάνδροιο πεσόντος, 3.290αὐτὰρ ἐγὼ καὶ ἔπειτα μαχήσομαι εἵνεκα ποινῆς 3.291αὖθι μένων, ἧός κε τέλος πολέμοιο κιχείω. 3.292, καὶ ἀπὸ στομάχους ἀρνῶν τάμε νηλέϊ χαλκῷ· 3.293καὶ τοὺς μὲν κατέθηκεν ἐπὶ χθονὸς ἀσπαίροντας 3.294θυμοῦ δευομένους· ἀπὸ γὰρ μένος εἵλετο χαλκός. 3.295οἶνον δ̓ ἐκ κρητῆρος ἀφυσσόμενοι δεπάεσσιν 3.296ἔκχεον, ἠδ̓ εὔχοντο θεοῖς αἰειγενέτῃσιν. 3.297ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε· 3.298Ζεῦ κύδιστε μέγιστε καὶ ἀθάνατοι θεοὶ ἄλλοι 3.299ὁππότεροι πρότεροι ὑπὲρ ὅρκια πημήνειαν 3.300ὧδέ σφ̓ ἐγκέφαλος χαμάδις ῥέοι ὡς ὅδε οἶνος 3.301αὐτῶν καὶ τεκέων, ἄλοχοι δ̓ ἄλλοισι δαμεῖεν. 3.302ὣς ἔφαν, οὐ δ̓ ἄρα πώ σφιν ἐπεκραίαινε Κρονίων. 3.303τοῖσι δὲ Δαρδανίδης Πρίαμος μετὰ μῦθον ἔειπε· 3.304κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοί· 3.305ἤτοι ἐγὼν εἶμι προτὶ Ἴλιον ἠνεμόεσσαν 3.306ἄψ, ἐπεὶ οὔ πω τλήσομ̓ ἐν ὀφθαλμοῖσιν ὁρᾶσθαι 3.307μαρνάμενον φίλον υἱὸν ἀρηϊφίλῳ Μενελάῳ· 3.308Ζεὺς μέν που τό γε οἶδε καὶ ἀθάνατοι θεοὶ ἄλλοι 3.309ὁπποτέρῳ θανάτοιο τέλος πεπρωμένον ἐστίν. 3.310 ῥα καὶ ἐς δίφρον ἄρνας θέτο ἰσόθεος φώς, 3.311ἂν δ̓ ἄῤ ἔβαιν̓ αὐτός, κατὰ δ̓ ἡνία τεῖνεν ὀπίσσω· 3.312πὰρ δέ οἱ Ἀντήνωρ περικαλλέα βήσετο δίφρον. 3.313τὼ μὲν ἄῤ ἄψορροι προτὶ Ἴλιον ἀπονέοντο· 3.314Ἕκτωρ δὲ Πριάμοιο πάϊς καὶ δῖος Ὀδυσσεὺς 3.315χῶρον μὲν πρῶτον διεμέτρεον, αὐτὰρ ἔπειτα 3.316κλήρους ἐν κυνέῃ χαλκήρεϊ πάλλον ἑλόντες, 3.317ὁππότερος δὴ πρόσθεν ἀφείη χάλκεον ἔγχος. 3.318λαοὶ δ̓ ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνέσχον, 3.319ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε· 3.320Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε 3.321ὁππότερος τάδε ἔργα μετ̓ ἀμφοτέροισιν ἔθηκε, 3.322τὸν δὸς ἀποφθίμενον δῦναι δόμον Ἄϊδος εἴσω, 3.323ἡμῖν δ̓ αὖ φιλότητα καὶ ὅρκια πιστὰ γενέσθαι. 3.324ὣς ἄῤ ἔφαν, πάλλεν δὲ μέγας κορυθαίολος Ἕκτωρ 3.325ἂψ ὁρόων· Πάριος δὲ θοῶς ἐκ κλῆρος ὄρουσεν. 3.326οἳ μὲν ἔπειθ̓ ἵζοντο κατὰ στίχας, ἧχι ἑκάστῳ 3.327ἵπποι ἀερσίποδες καὶ ποικίλα τεύχἐ ἔκειτο· 3.328αὐτὰρ γ̓ ἀμφ̓ ὤμοισιν ἐδύσετο τεύχεα καλὰ 3.329δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο. 3.330κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε 3.331καλάς, ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας· 3.332δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνεν 3.333οἷο κασιγνήτοιο Λυκάονος· ἥρμοσε δ̓ αὐτῷ. 3.334ἀμφὶ δ̓ ἄῤ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον 3.335χάλκεον, αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε· 3.336κρατὶ δ̓ ἐπ̓ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν 3.337ἵππουριν· δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν· 3.338εἵλετο δ̓ ἄλκιμον ἔγχος, οἱ παλάμηφιν ἀρήρει. 3.339ὣς δ̓ αὔτως Μενέλαος ἀρήϊος ἔντἐ ἔδυνεν. 3.340οἳ δ̓ ἐπεὶ οὖν ἑκάτερθεν ὁμίλου θωρήχθησαν, 3.341ἐς μέσσον Τρώων καὶ Ἀχαιῶν ἐστιχόωντο 3.342δεινὸν δερκόμενοι· θάμβος δ̓ ἔχεν εἰσορόωντας 3.343Τρῶάς θ̓ ἱπποδάμους καὶ ἐϋκνήμιδας Ἀχαιούς. 3.344καί ῥ̓ ἐγγὺς στήτην διαμετρητῷ ἐνὶ χώρῳ 3.345σείοντ̓ ἐγχείας ἀλλήλοισιν κοτέοντε. 3.346πρόσθε δ̓ Ἀλέξανδρος προΐει δολιχόσκιον ἔγχος, 3.347καὶ βάλεν Ἀτρεΐδαο κατ̓ ἀσπίδα πάντοσε ἴσην, 3.348οὐ δ̓ ἔρρηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμὴ 3.349ἀσπίδ̓ ἐνὶ κρατερῇ· δὲ δεύτερον ὄρνυτο χαλκῷ 3.350Ἀτρεΐδης Μενέλαος ἐπευξάμενος Διὶ πατρί· 3.351Ζεῦ ἄνα δὸς τίσασθαι με πρότερος κάκ̓ ἔοργε 3.352δῖον Ἀλέξανδρον, καὶ ἐμῇς ὑπὸ χερσὶ δάμασσον, 3.353ὄφρα τις ἐρρίγῃσι καὶ ὀψιγόνων ἀνθρώπων 3.354ξεινοδόκον κακὰ ῥέξαι, κεν φιλότητα παράσχῃ. 3.355 ῥα καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος, 3.356καὶ βάλε Πριαμίδαο κατ̓ ἀσπίδα πάντοσε ἴσην· 3.357διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος, 3.358καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο· 3.359ἀντικρὺ δὲ παραὶ λαπάρην διάμησε χιτῶνα 3.360ἔγχος· δ̓ ἐκλίνθη καὶ ἀλεύατο κῆρα μέλαιναν. 3.361Ἀτρεΐδης δὲ ἐρυσσάμενος ξίφος ἀργυρόηλον 3.362πλῆξεν ἀνασχόμενος κόρυθος φάλον· ἀμφὶ δ̓ ἄῤ αὐτῷ 3.363τριχθά τε καὶ τετραχθὰ διατρυφὲν ἔκπεσε χειρός. 3.364Ἀτρεΐδης δ̓ ᾤμωξεν ἰδὼν εἰς οὐρανὸν εὐρύν· 3.365Ζεῦ πάτερ οὔ τις σεῖο θεῶν ὀλοώτερος ἄλλος· 3.366ἦ τ̓ ἐφάμην τίσασθαι Ἀλέξανδρον κακότητος· 3.367νῦν δέ μοι ἐν χείρεσσιν ἄγη ξίφος, ἐκ δέ μοι ἔγχος 3.368ἠΐχθη παλάμηφιν ἐτώσιον, οὐ δ̓ ἔβαλόν μιν. 3.369 καὶ ἐπαΐξας κόρυθος λάβεν ἱπποδασείης, 3.370ἕλκε δ̓ ἐπιστρέψας μετ̓ ἐϋκνήμιδας Ἀχαιούς· 3.371ἄγχε δέ μιν πολύκεστος ἱμὰς ἁπαλὴν ὑπὸ δειρήν, 3.372ὅς οἱ ὑπ̓ ἀνθερεῶνος ὀχεὺς τέτατο τρυφαλείης. 3.373καί νύ κεν εἴρυσσέν τε καὶ ἄσπετον ἤρατο κῦδος, 3.374εἰ μὴ ἄῤ ὀξὺ νόησε Διὸς θυγάτηρ Ἀφροδίτη, 3.375 οἱ ῥῆξεν ἱμάντα βοὸς ἶφι κταμένοιο· 3.376κεινὴ δὲ τρυφάλεια ἅμ̓ ἕσπετο χειρὶ παχείῃ. 3.377τὴν μὲν ἔπειθ̓ ἥρως μετ̓ ἐϋκνήμιδας Ἀχαιοὺς 3.378ῥῖψ̓ ἐπιδινήσας, κόμισαν δ̓ ἐρίηρες ἑταῖροι· 3.379αὐτὰρ ἂψ ἐπόρουσε κατακτάμεναι μενεαίνων 3.380ἔγχεϊ χαλκείῳ· τὸν δ̓ ἐξήρπαξ̓ Ἀφροδίτη 3.381ῥεῖα μάλ̓ ὥς τε θεός, ἐκάλυψε δ̓ ἄῤ ἠέρι πολλῇ, 3.382κὰδ δ̓ εἷσ̓ ἐν θαλάμῳ εὐώδεϊ κηώεντι. 3.383αὐτὴ δ̓ αὖ Ἑλένην καλέουσ̓ ἴε· τὴν δὲ κίχανε 3.384πύργῳ ἐφ̓ ὑψηλῷ, περὶ δὲ Τρῳαὶ ἅλις ἦσαν· 3.385χειρὶ δὲ νεκταρέου ἑανοῦ ἐτίναξε λαβοῦσα, 3.386γρηῒ δέ μιν ἐϊκυῖα παλαιγενέϊ προσέειπεν 3.387εἰροκόμῳ, οἱ Λακεδαίμονι ναιετοώσῃ 3.388ἤσκειν εἴρια καλά, μάλιστα δέ μιν φιλέεσκε· 3.389τῇ μιν ἐεισαμένη προσεφώνεε δῖ̓ Ἀφροδίτη· 3.390δεῦῤ ἴθ̓· Ἀλέξανδρός σε καλεῖ οἶκον δὲ νέεσθαι. 3.391κεῖνος γ̓ ἐν θαλάμῳ καὶ δινωτοῖσι λέχεσσι 3.392κάλλεΐ τε στίλβων καὶ εἵμασιν· οὐ δέ κε φαίης 3.393ἀνδρὶ μαχεσσάμενον τόν γ̓ ἐλθεῖν, ἀλλὰ χορὸν δὲ 3.394ἔρχεσθ̓, ἠὲ χοροῖο νέον λήγοντα καθίζειν. 3.395ὣς φάτο, τῇ δ̓ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε· 3.396καί ῥ̓ ὡς οὖν ἐνόησε θεᾶς περικαλλέα δειρὴν 3.397στήθεά θ̓ ἱμερόεντα καὶ ὄμματα μαρμαίροντα, 3.398θάμβησέν τ̓ ἄῤ ἔπειτα ἔπος τ̓ ἔφατ̓ ἔκ τ̓ ὀνόμαζε· 3.399δαιμονίη, τί με ταῦτα λιλαίεαι ἠπεροπεύειν; 3.400ἦ πῄ με προτέρω πολίων εὖ ναιομενάων 3.401ἄξεις, ἢ ΦρυγίηςΜῃονίης ἐρατεινῆς, 3.402εἴ τίς τοι καὶ κεῖθι φίλος μερόπων ἀνθρώπων· 3.403οὕνεκα δὴ νῦν δῖον Ἀλέξανδρον Μενέλαος 3.404νικήσας ἐθέλει στυγερὴν ἐμὲ οἴκαδ̓ ἄγεσθαι, 3.405τοὔνεκα δὴ νῦν δεῦρο δολοφρονέουσα παρέστης; 3.406ἧσο παῤ αὐτὸν ἰοῦσα, θεῶν δ̓ ἀπόεικε κελεύθου, 3.407μη δ̓ ἔτι σοῖσι πόδεσσιν ὑποστρέψειας Ὄλυμπον, 3.408ἀλλ̓ αἰεὶ περὶ κεῖνον ὀΐζυε καί φύλασσε, 3.409εἰς κέ σ̓ἄλοχον ποιήσεται γε δούλην. 3.410κεῖσε δ̓ ἐγὼν οὐκ εἶμι· νεμεσσητὸν δέ κεν εἴη· 3.411κείνου πορσανέουσα λέχος· Τρῳαὶ δέ μ̓ ὀπίσσω 3.412πᾶσαι μωμήσονται· ἔχω δ̓ ἄχἐ ἄκριτα θυμῷ. 3.413τὴν δὲ χολωσαμένη προσεφώνεε δῖ̓ Ἀφροδίτη· 3.414μή μ̓ ἔρεθε σχετλίη, μὴ χωσαμένη σε μεθείω, 3.415τὼς δέ σ̓ ἀπεχθήρω ὡς νῦν ἔκπαγλ̓ ἐφίλησα, 3.416μέσσῳ δ̓ ἀμφοτέρων μητίσομαι ἔχθεα λυγρὰ 3.417Τρώων καὶ Δαναῶν, σὺ δέ κεν κακὸν οἶτον ὄληαι. 3.418ὣς ἔφατ̓, ἔδεισεν δ̓ Ἑλένη Διὸς ἐκγεγαυῖα, 3.419βῆ δὲ κατασχομένη ἑανῷ ἀργῆτι φαεινῷ 3.420σιγῇ, πάσας δὲ Τρῳὰς λάθεν· ἦρχε δὲ δαίμων. 3.421αἳ δ̓ ὅτ̓ Ἀλεξάνδροιο δόμον περικαλλέ̓ ἵκοντο, 3.422ἀμφίπολοι μὲν ἔπειτα θοῶς ἐπὶ ἔργα τράποντο, 3.423 δ̓ εἰς ὑψόροφον θάλαμον κίε δῖα γυναικῶν. 3.424τῇ δ̓ ἄρα δίφρον ἑλοῦσα φιλομειδὴς Ἀφροδίτη 3.425ἀντί̓ Ἀλεξάνδροιο θεὰ κατέθηκε φέρουσα· 3.426ἔνθα κάθιζ̓ Ἑλένη κούρη Διὸς αἰγιόχοιο 3.427ὄσσε πάλιν κλίνασα, πόσιν δ̓ ἠνίπαπε μύθῳ· 3.428ἤλυθες ἐκ πολέμου· ὡς ὤφελες αὐτόθ̓ ὀλέσθαι 3.429ἀνδρὶ δαμεὶς κρατερῷ, ὃς ἐμὸς πρότερος πόσις ἦεν. 3.430ἦ μὲν δὴ πρίν γ̓ εὔχἐ ἀρηϊφίλου Μενελάου 3.431σῇ τε βίῃ καὶ χερσὶ καὶ ἔγχεϊ φέρτερος εἶναι· 3.432ἀλλ̓ ἴθι νῦν προκάλεσσαι ἀρηΐφιλον Μενέλαον 3.433ἐξαῦτις μαχέσασθαι ἐναντίον· ἀλλά σ̓ ἔγωγε 3.434παύεσθαι κέλομαι, μη δὲ ξανθῷ Μενελάῳ 3.435ἀντίβιον πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαι 3.436ἀφραδέως, μή πως τάχ̓ ὑπ̓ αὐτοῦ δουρὶ δαμήῃς. 3.437τὴν δὲ Πάρις μύθοισιν ἀμειβόμενος προσέειπε· 3.438μή με γύναι χαλεποῖσιν ὀνείδεσι θυμὸν ἔνιπτε· 3.439νῦν μὲν γὰρ Μενέλαος ἐνίκησεν σὺν Ἀθήνῃ, 3.440κεῖνον δ̓ αὖτις ἐγώ· πάρα γὰρ θεοί εἰσι καὶ ἡμῖν. 3.441ἀλλ̓ ἄγε δὴ φιλότητι τραπείομεν εὐνηθέντε· 3.442οὐ γάρ πώ ποτέ μ̓ ὧδέ γ̓ ἔρως φρένας ἀμφεκάλυψεν, 3.443οὐ δ̓ ὅτε σε πρῶτον Λακεδαίμονος ἐξ ἐρατεινῆς 3.444ἔπλεον ἁρπάξας ἐν ποντοπόροισι νέεσσι, 3.445νήσῳ δ̓ ἐν Κραναῇ ἐμίγην φιλότητι καὶ εὐνῇ, 3.446ὥς σεο νῦν ἔραμαι καί με γλυκὺς ἵμερος αἱρεῖ. 3.447 ῥα, καὶ ἄρχε λέχος δὲ κιών· ἅμα δ̓ εἵπετ̓ ἄκοιτις. 3.448τὼ μὲν ἄῤ ἐν τρητοῖσι κατεύνασθεν λεχέεσσιν, 3.449Ἀτρεΐδης δ̓ ἀν̓ ὅμιλον ἐφοίτα θηρὶ ἐοικὼς 3.450εἴ που ἐσαθρήσειεν Ἀλέξανδρον θεοειδέα. 3.451ἀλλ̓ οὔ τις δύνατο Τρώων κλειτῶν τ̓ ἐπικούρων 3.452δεῖξαι Ἀλέξανδρον τότ̓ ἀρηϊφίλῳ Μενελάῳ· 3.453οὐ μὲν γὰρ φιλότητί γ̓ ἐκεύθανον εἴ τις ἴδοιτο· 3.454ἶσον γάρ σφιν πᾶσιν ἀπήχθετο κηρὶ μελαίνῃ. 3.455τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων· 3.456κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδ̓ ἐπίκουροι· 3.457νίκη μὲν δὴ φαίνετ̓ ἀρηϊφίλου Μενελάου, 3.458ὑμεῖς δ̓ Ἀργείην Ἑλένην καὶ κτήμαθ̓ ἅμ̓ αὐτῇ 3.459ἔκδοτε, καὶ τιμὴν ἀποτινέμεν ἥν τιν̓ ἔοικεν, 3.460 τε καὶ ἐσσομένοισι μετ̓ ἀνθρώποισι πέληται. 3.461ὣς ἔφατ̓ Ἀτρεΐδης, ἐπὶ δ̓ ᾔνεον ἄλλοι Ἀχαιοί.