ILIAD Elucidated - Book 1

1.1μῆνιν ἄειδε θεὰ Πηληϊάδεω Ἀχιλῆος 1.2οὐλομένην, μυρί̓ Ἀχαιοῖς ἄλγἐ ἔθηκε, 1.3πολλὰς δ̓ ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν 1.4ἡρώων, αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν 1.5οἰωνοῖσί τε πᾶσι, Διὸς δ̓ ἐτελείετο βουλή, 1.6ἐξ οὗ δὴ τὰ πρῶτα διαστήτην ἐρίσαντε 1.7Ἀτρεΐδης τε ἄναξ ἀνδρῶν καὶ δῖος Ἀχιλλεύς. 1.8τίς τ̓ ἄρ σφωε θεῶν ἔριδι ξυνέηκε μάχεσθαι; 1.9Λητοῦς καὶ Διὸς υἱός· γὰρ βασιλῆϊ χολωθεὶς 1.10νοῦσον ἀνὰ στρατὸν ὄρσε κακήν, ὀλέκοντο δὲ λαοί, 1.11οὕνεκα τὸν Χρύσην ἠτίμασεν ἀρητῆρα 1.12Ἀτρεΐδης· γὰρ ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν 1.13λυσόμενός τε θύγατρα φέρων τ̓ ἀπερείσἰ ἄποινα, 1.14στέμματ̓ ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος 1.15χρυσέῳ ἀνὰ σκήπτρῳ, καὶ λίσσετο πάντας Ἀχαιούς, 1.16Ἀτρεΐδα δὲ μάλιστα δύω, κοσμήτορε λαῶν· 1.17Ἀτρεΐδαι τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί, 1.18ὑμῖν μὲν θεοὶ δοῖεν Ὀλύμπια δώματ̓ ἔχοντες 1.19ἐκπέρσαι Πριάμοιο πόλιν, εὖ δ̓ οἴκαδ̓ ἱκέσθαι· 1.20παῖδα δ̓ ἐμοὶ λύσαιτε φίλην, τὰ δ̓ ἄποινα δέχεσθαι, 1.21ἁζόμενοι Διὸς υἱὸν ἑκηβόλον Ἀπόλλωνα. 1.22ἔνθ̓ ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶ 1.23αἰδεῖσθαί θ̓ ἱερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα· 1.24ἀλλ̓ οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ, 1.25ἀλλὰ κακῶς ἀφίει, κρατερὸν δ̓ ἐπὶ μῦθον ἔτελλε· 1.26μή σε γέρον κοίλῃσιν ἐγὼ παρὰ νηυσὶ κιχείω 1.27ἢ νῦν δηθύνοντ̓ὕστερον αὖτις ἰόντα, 1.28μή νύ τοι οὐ χραίσμῃ σκῆπτρον καὶ στέμμα θεοῖο· 1.29τὴν δ̓ ἐγὼ οὐ λύσω· πρίν μιν καὶ γῆρας ἔπεισιν 1.30ἡμετέρῳ ἐνὶ οἴκῳ ἐν Ἄργεϊ τηλόθι πάτρης 1.31ἱστὸν ἐποιχομένην καὶ ἐμὸν λέχος ἀντιόωσαν· 1.32ἀλλ̓ ἴθι μή μ̓ ἐρέθιζε σαώτερος ὥς κε νέηαι. 1.33ὣς ἔφατ̓, ἔδεισεν δ̓ γέρων καὶ ἐπείθετο μύθῳ· 1.34βῆ δ̓ ἀκέων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης· 1.35πολλὰ δ̓ ἔπειτ̓ ἀπάνευθε κιὼν ἠρᾶθ̓ γεραιὸς 1.36Ἀπόλλωνι ἄνακτι, τὸν ἠΰκομος τέκε Λητώ· 1.37κλῦθί μευ ἀργυρότοξ̓, ὃς Χρύσην ἀμφιβέβηκας 1.38Κίλλάν τε ζαθέην Τενέδοιό τε ἶφι ἀνάσσεις, 1.39Σμινθεῦ εἴ ποτέ τοι χαρίεντ̓ ἐπὶ νηὸν ἔρεψα, 1.40ἢ εἰ δή ποτέ τοι κατὰ πίονα μηρί̓ ἔκηα 1.41ταύρων ἠδ̓ αἰγῶν, τὸ δέ μοι κρήηνον ἐέλδωρ· 1.42τίσειαν Δαναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσσιν. 1.43ὣς ἔφατ̓ εὐχόμενος, τοῦ δ̓ ἔκλυε Φοῖβος Ἀπόλλων, 1.44βῆ δὲ κατ̓ Οὐλύμποιο καρήνων χωόμενος κῆρ, 1.45τόξ̓ ὤμοισιν ἔχων ἀμφηρεφέα τε φαρέτρην· 1.46ἔκλαγξαν δ̓ ἄῤ ὀϊστοὶ ἐπ̓ ὤμων χωομένοιο, 1.47αὐτοῦ κινηθέντος· δ̓ ἤϊε νυκτὶ ἐοικώς. 1.48ἕζετ̓ ἔπειτ̓ ἀπάνευθε νεῶν, μετὰ δ̓ ἰὸν ἕηκε· 1.49δεινὴ δὲ κλαγγὴ γένετ̓ ἀργυρέοιο βιοῖο· 1.50οὐρῆας μὲν πρῶτον ἐπῴχετο καὶ κύνας ἀργούς, 1.51αὐτὰρ ἔπειτ̓ αὐτοῖσι βέλος ἐχεπευκὲς ἐφιεὶς 1.52βάλλ̓· αἰεὶ δὲ πυραὶ νεκύων καίοντο θαμειαί. 1.53ἐννῆμαρ μὲν ἀνὰ στρατὸν ᾤχετο κῆλα θεοῖο, 1.54τῇ δεκάτῃ δ̓ ἀγορὴν δὲ καλέσσατο λαὸν Ἀχιλλεύς· 1.55τῷ γὰρ ἐπὶ φρεσὶ θῆκε θεὰ λευκώλενος Ἥρη· 1.56κήδετο γὰρ Δαναῶν, ὅτι ῥα θνήσκοντας ὁρᾶτο. 1.57οἳ δ̓ ἐπεὶ οὖν ἤγερθεν ὁμηγερέες τε γένοντο, 1.58τοῖσι δ̓ ἀνιστάμενος μετέφη πόδας ὠκὺς Ἀχιλλεύς· 1.59Ἀτρεΐδη νῦν ἄμμε παλιμπλαγχθέντας ὀΐω 1.60ἂψ ἀπονοστήσειν, εἴ κεν θάνατόν γε φύγοιμεν, 1.61εἰ δὴ ὁμοῦ πόλεμός τε δαμᾷ καὶ λοιμὸς Ἀχαιούς· 1.62ἀλλ̓ ἄγε δή τινα μάντιν ἐρείομενἱερῆα 1.63ἢ καὶ ὀνειροπόλον, καὶ γάρ τ̓ ὄναρ ἐκ Διός ἐστιν, 1.64ὅς κ̓ εἴποι τι τόσσον ἐχώσατο Φοῖβος Ἀπόλλων, 1.65εἴτ̓ ἄῤ γ̓ εὐχωλῆς ἐπιμέμφεται ἠδ̓ ἑκατόμβης, 1.66αἴ κέν πως ἀρνῶν κνίσης αἰγῶν τε τελείων 1.67βούλεται ἀντιάσας ἡμῖν ἀπὸ λοιγὸν ἀμῦναι. 1.68ἤτοι γ̓ ὣς εἰπὼν κατ̓ ἄῤ ἕζετο· τοῖσι δ̓ ἀνέστη 1.69Κάλχας Θεστορίδης οἰωνοπόλων ὄχ̓ ἄριστος, 1.70ὃς ᾔδη τά τ̓ ἐόντα τά τ̓ ἐσσόμενα πρό τ̓ ἐόντα, 1.71καὶ νήεσσ̓ ἡγήσατ̓ Ἀχαιῶν Ἴλιον εἴσω 1.72ἣν διὰ μαντοσύνην, τήν οἱ πόρε Φοῖβος Ἀπόλλων· 1.73 σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν· 1.74Ἀχιλεῦ κέλεαί με Διῒ φίλε μυθήσασθαι 1.75μῆνιν Ἀπόλλωνος ἑκατηβελέταο ἄνακτος· 1.76τοὶ γὰρ ἐγὼν ἐρέω· σὺ δὲ σύνθεο καί μοι ὄμοσσον 1.77ἦ μέν μοι πρόφρων ἔπεσιν καὶ χερσὶν ἀρήξειν· 1.78ἦ γὰρ ὀΐομαι ἄνδρα χολωσέμεν, ὃς μέγα πάντων 1.79Ἀργείων κρατέει καί οἱ πείθονται Ἀχαιοί· 1.80κρείσσων γὰρ βασιλεὺς ὅτε χώσεται ἀνδρὶ χέρηϊ· 1.81εἴ περ γάρ τε χόλον γε καὶ αὐτῆμαρ καταπέψῃ, 1.82ἀλλά τε καὶ μετόπισθεν ἔχει κότον, ὄφρα τελέσσῃ, 1.83ἐν στήθεσσιν ἑοῖσι· σὺ δὲ φράσαι εἴ με σαώσεις. 1.84τὸν δ̓ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· 1.85θαρσήσας μάλα εἰπὲ θεοπρόπιον τι οἶσθα· 1.86οὐ μὰ γὰρ Ἀπόλλωνα Διῒ φίλον, τε σὺ Κάλχαν 1.87εὐχόμενος Δαναοῖσι θεοπροπίας ἀναφαίνεις, 1.88οὔ τις ἐμεῦ ζῶντος καὶ ἐπὶ χθονὶ δερκομένοιο 1.89σοὶ κοίλῃς παρὰ νηυσί βαρείας χεῖρας ἐποίσει 1.90συμπάντων Δαναῶν, οὐ δ̓ ἢν Ἀγαμέμνονα εἴπῃς, 1.91ὃς νῦν πολλὸν ἄριστος Ἀχαιῶν εὔχεται εἶναι. 1.92καὶ τότε δὴ θάρσησε καὶ ηὔδα μάντις ἀμύμων· 1.93οὔ τ̓ ἄρ γ̓ εὐχωλῆς ἐπιμέμφεται οὐ δ̓ ἑκατόμβης, 1.94ἀλλ̓ ἕνεκ̓ ἀρητῆρος ὃν ἠτίμησ̓ Ἀγαμέμνων, 1.95οὐ δ̓ ἀπέλυσε θύγατρα καὶ οὐκ ἀπεδέξατ̓ ἄποινα, 1.96τοὔνεκ̓ ἄῤ ἄλγἐ ἔδωκεν ἑκηβόλος ἠδ̓ ἔτι δώσει· 1.97οὐ δ̓ γε πρὶν Δαναοῖσιν ἀεικέα λοιγὸν ἀπώσει 1.98πρίν γ̓ ἀπὸ πατρὶ φίλῳ δόμεναι ἑλικώπιδα κούρην 1.99ἀπριάτην ἀνάποινον, ἄγειν θ̓ ἱερὴν ἑκατόμβην 1.100ἐς Χρύσην· τότε κέν μιν ἱλασσάμενοι πεπίθοιμεν. 1.101ἤτοι γ̓ ὣς εἰπὼν κατ̓ ἄῤ ἕζετο· τοῖσι δ̓ ἀνέστη 1.102ἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων 1.103ἀχνύμενος· μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι 1.104πίμπλαντ̓, ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐΐκτην· 1.105Κάλχαντα πρώτιστα κάκ̓ ὀσσόμενος προσέειπε· 1.106μάντι κακῶν οὐ πώ ποτέ μοι τὸ κρήγυον εἶπας· 1.107αἰεί τοι τὰ κάκ̓ ἐστὶ φίλα φρεσὶ μαντεύεσθαι, 1.108ἐσθλὸν δ̓ οὔτέ τί πω εἶπας ἔπος οὔ τ̓ ἐτέλεσσας· 1.109καὶ νῦν ἐν Δαναοῖσι θεοπροπέων ἀγορεύεις 1.110ὡς δὴ τοῦδ̓ ἕνεκά σφιν ἑκηβόλος ἄλγεα τεύχει, 1.111οὕνεκ̓ ἐγὼ κούρης Χρυσηΐδος ἀγλά̓ ἄποινα 1.112οὐκ ἔθελον δέξασθαι, ἐπεὶ πολὺ βούλομαι αὐτὴν 1.113οἴκοι ἔχειν· καὶ γάρ ῥα Κλυταιμνήστρης προβέβουλα 1.114κουριδίης ἀλόχου, ἐπεὶ οὔ ἑθέν ἐστι χερείων, 1.115οὐ δέμας οὐ δὲ φυήν, οὔ τ̓ ἂρ φρένας οὔτέ τι ἔργα. 1.116ἀλλὰ καὶ ὧς ἐθέλω δόμεναι πάλιν εἰ τό γ̓ ἄμεινον· 1.117βούλομ̓ ἐγὼ λαὸν σῶν ἔμμεναιἀπολέσθαι· 1.118αὐτὰρ ἐμοὶ γέρας αὐτίχ̓ ἑτοιμάσατ̓ ὄφρα μὴ οἶος 1.119Ἀργείων ἀγέραστος ἔω, ἐπεὶ οὐ δὲ ἔοικε· 1.120λεύσσετε γὰρ τό γε πάντες μοι γέρας ἔρχεται ἄλλῃ. 1.121τὸν δ̓ ἠμείβετ̓ ἔπειτα ποδάρκης δῖος Ἀχιλλεύς· 1.122Ἀτρεΐδη κύδιστε φιλοκτεανώτατε πάντων, 1.123πῶς γάρ τοι δώσουσι γέρας μεγάθυμοι Ἀχαιοί; 1.124οὐ δέ τί που ἴδμεν ξυνήϊα κείμενα πολλά· 1.125ἀλλὰ τὰ μὲν πολίων ἐξεπράθομεν, τὰ δέδασται, 1.126λαοὺς δ̓ οὐκ ἐπέοικε παλίλλογα ταῦτ̓ ἐπαγείρειν. 1.127ἀλλὰ σὺ μὲν νῦν τήνδε θεῷ πρόες· αὐτὰρ Ἀχαιοὶ 1.128τριπλῇ τετραπλῇ τ̓ ἀποτείσομεν, αἴ κέ ποθι Ζεὺς 1.129δῷσι πόλιν Τροίην εὐτείχεον ἐξαλαπάξαι. 1.130τὸν δ̓ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων· 1.131μὴ δ̓ οὕτως ἀγαθός περ ἐὼν θεοείκελ̓ Ἀχιλλεῦ 1.132κλέπτε νόῳ, ἐπεὶ οὐ παρελεύσεαι οὐ δέ με πείσεις. 1.133ἐθέλεις ὄφῤ αὐτὸς ἔχῃς γέρας, αὐτὰρ ἔμ̓ αὔτως 1.134ἧσθαι δευόμενον, κέλεαι δέ με τήνδ̓ ἀποδοῦναι; 1.135ἀλλ̓ εἰ μὲν δώσουσι γέρας μεγάθυμοι Ἀχαιοὶ 1.136ἄρσαντες κατὰ θυμὸν ὅπως ἀντάξιον ἔσται· 1.137εἰ δέ κε μὴ δώωσιν ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι 1.138τεὸνΑἴαντος ἰὼν γέρας, ἢ Ὀδυσῆος 1.139ἄξω ἑλών· δέ κεν κεχολώσεται ὅν κεν ἵκωμαι. 1.140ἀλλ̓ ἤτοι μὲν ταῦτα μεταφρασόμεσθα καὶ αὖτις, 1.141νῦν δ̓ ἄγε νῆα μέλαιναν ἐρύσσομεν εἰς ἅλα δῖαν, 1.142ἐν δ̓ ἐρέτας ἐπιτηδὲς ἀγείρομεν, ἐς δ̓ ἑκατόμβην 1.143θείομεν, ἂν δ̓ αὐτὴν Χρυσηΐδα καλλιπάρῃον 1.144βήσομεν· εἷς δέ τις ἀρχὸς ἀνὴρ βουληφόρος ἔστω, 1.145ΑἴαςἸδομενεὺςδῖος Ὀδυσσεὺς 1.146ἠὲ σὺ Πηλεΐδη πάντων ἐκπαγλότατ̓ ἀνδρῶν, 1.147ὄφῤ ἥμιν ἑκάεργον ἱλάσσεαι ἱερὰ ῥέξας. 1.148τὸν δ̓ ἄῤ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· 1.149μοι ἀναιδείην ἐπιειμένε κερδαλεόφρον 1.150πῶς τίς τοι πρόφρων ἔπεσιν πείθηται Ἀχαιῶν 1.151ὁδὸν ἐλθέμεναιἀνδράσιν ἶφι μάχεσθαι; 1.152οὐ γὰρ ἐγὼ Τρώων ἕνεκ̓ ἤλυθον αἰχμητάων 1.153δεῦρο μαχησόμενος, ἐπεὶ οὔ τί μοι αἴτιοί εἰσιν· 1.154οὐ γὰρ πώποτ̓ ἐμὰς βοῦς ἤλασαν οὐ δὲ μὲν ἵππους, 1.155οὐ δέ ποτ̓ ἐν Φθίῃ ἐριβώλακι βωτιανείρῃ 1.156καρπὸν ἐδηλήσαντ̓, ἐπεὶ ἦ μάλα πολλὰ μεταξὺ 1.157οὔρεά τε σκιόεντα θάλασσά τε ἠχήεσσα· 1.158ἀλλὰ σοὶμέγ̓ ἀναιδὲς ἅμ̓ ἑσπόμεθ̓ ὄφρα σὺ χαίρῃς, 1.159τιμὴν ἀρνύμενοι Μενελάῳ σοί τε κυνῶπα 1.160πρὸς Τρώων· τῶν οὔ τι μετατρέπῃ οὐ δ̓ ἀλεγίζεις· 1.161καὶ δή μοι γέρας αὐτὸς ἀφαιρήσεσθαι ἀπειλεῖς, 1.162 ἔπι πολλὰ μόγησα, δόσαν δέ μοι υἷες Ἀχαιῶν. 1.163οὐ μὲν σοί ποτε ἶσον ἔχω γέρας ὁππότ̓ Ἀχαιοὶ 1.164Τρώων ἐκπέρσωσ̓ εὖ ναιόμενον πτολίεθρον· 1.165ἀλλὰ τὸ μὲν πλεῖον πολυάϊκος πολέμοιο 1.166χεῖρες ἐμαὶ διέπουσ̓· ἀτὰρ ἤν ποτε δασμὸς ἵκηται, 1.167σοὶ τὸ γέρας πολὺ μεῖζον, ἐγὼ δ̓ ὀλίγον τε φίλον τε 1.168ἔρχομ̓ ἔχων ἐπὶ νῆας, ἐπεί κε κάμω πολεμίζων. 1.169νῦν δ̓ εἶμι Φθίην δ̓, ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστιν 1.170οἴκαδ̓ ἴμεν σὺν νηυσὶ κορωνίσιν, οὐ δέ σ̓ ὀΐω 1.171ἐνθάδ̓ ἄτιμος ἐὼν ἄφενος καὶ πλοῦτον ἀφύξειν. 1.172τὸν δ̓ ἠμείβετ̓ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων· 1.173φεῦγε μάλ̓ εἴ τοι θυμὸς ἐπέσσυται, οὐ δέ σ̓ ἔγωγε 1.174λίσσομαι εἵνεκ̓ ἐμεῖο μένειν· πάῤ ἔμοιγε καὶ ἄλλοι 1.175οἵ κέ με τιμήσουσι, μάλιστα δὲ μητίετα Ζεύς. 1.176ἔχθιστος δέ μοί ἐσσι διοτρεφέων βασιλήων· 1.177αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε· 1.178εἰ μάλα καρτερός ἐσσι, θεός που σοὶ τό γ̓ ἔδωκεν· 1.179οἴκαδ̓ ἰὼν σὺν νηυσί τε σῇς καὶ σοῖς ἑτάροισι 1.180Μυρμιδόνεσσιν ἄνασσε, σέθεν δ̓ ἐγὼ οὐκ ἀλεγίζω, 1.181οὐ δ̓ ὄθομαι κοτέοντος· ἀπειλήσω δέ τοι ὧδε· 1.182ὡς ἔμ̓ ἀφαιρεῖται Χρυσηΐδα Φοῖβος Ἀπόλλων, 1.183τὴν μὲν ἐγὼ σὺν νηΐ τ̓ ἐμῇ καὶ ἐμοῖς ἑτάροισι 1.184πέμψω, ἐγὼ δέ κ̓ ἄγω Βρισηΐδα καλλιπάρῃον 1.185αὐτὸς ἰὼν κλισίην δὲ τὸ σὸν γέρας ὄφῤ ἐῢ εἰδῇς 1.186ὅσσον φέρτερός εἰμι σέθεν, στυγέῃ δὲ καὶ ἄλλος 1.187ἶσον ἐμοὶ φάσθαι καὶ ὁμοιωθήμεναι ἄντην. 1.188ὣς φάτο· Πηλεΐωνι δ̓ ἄχος γένετ̓, ἐν δέ οἱ ἦτορ 1.189στήθεσσιν λασίοισι διάνδιχα μερμήριξεν, 1.190 γε φάσγανον ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ 1.191τοὺς μὲν ἀναστήσειεν, δ̓ Ἀτρεΐδην ἐναρίζοι, 1.192ἦε χόλον παύσειεν ἐρητύσειέ τε θυμόν. 1.193ἧος ταῦθ̓ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν, 1.194ἕλκετο δ̓ ἐκ κολεοῖο μέγα ξίφος, ἦλθε δ̓ Ἀθήνη 1.195οὐρανόθεν· πρὸ γὰρ ἧκε θεὰ λευκώλενος Ἥρη 1.196ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε· 1.197στῆ δ̓ ὄπιθεν, ξανθῆς δὲ κόμης ἕλε Πηλεΐωνα 1.198οἴῳ φαινομένη· τῶν δ̓ ἄλλων οὔ τις ὁρᾶτο· 1.199θάμβησεν δ̓ Ἀχιλεύς, μετὰ δ̓ ἐτράπετ̓, αὐτίκα δ̓ ἔγνω 1.200Παλλάδ̓ Ἀθηναίην· δεινὼ δέ οἱ ὄσσε φάανθεν· 1.201καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· 1.202τίπτ̓ αὖτ̓ αἰγιόχοιο Διὸς τέκος εἰλήλουθας; 1.203ἦ ἵνα ὕβριν ἴδῃ Ἀγαμέμνονος Ἀτρεΐδαο; 1.204ἀλλ̓ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τελέεσθαι ὀΐω· 1.205ᾗς ὑπεροπλίῃσι τάχ̓ ἄν ποτε θυμὸν ὀλέσσῃ. 1.206τὸν δ̓ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη· 1.207ἦλθον ἐγὼ παύσουσα τὸ σὸν μένος, αἴ κε πίθηαι, 1.208οὐρανόθεν· πρὸ δέ μ̓ ἧκε θεὰ λευκώλενος Ἥρη 1.209ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε· 1.210ἀλλ̓ ἄγε λῆγ̓ ἔριδος, μη δὲ ξίφος ἕλκεο χειρί· 1.211ἀλλ̓ ἤτοι ἔπεσιν μὲν ὀνείδισον ὡς ἔσεταί περ· 1.212ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται· 1.213καί ποτέ τοι τρὶς τόσσα παρέσσεται ἀγλαὰ δῶρα 1.214ὕβριος εἵνεκα τῆσδε· σὺ δ̓ ἴσχεο, πείθεο δ̓ ἡμῖν. 1.215τὴν δ̓ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· 1.216χρὴ μὲν σφωΐτερόν γε θεὰ ἔπος εἰρύσσασθαι 1.217καὶ μάλα περ θυμῷ κεχολωμένον· ὧς γὰρ ἄμεινον· 1.218ὅς κε θεοῖς ἐπιπείθηται μάλα τ̓ ἔκλυον αὐτοῦ. 1.219 καὶ ἐπ̓ ἀργυρέῃ κώπῃ σχέθε χεῖρα βαρεῖαν, 1.220ἂψ δ̓ ἐς κουλεὸν ὦσε μέγα ξίφος, οὐ δ̓ ἀπίθησε 1.221μύθῳ Ἀθηναίης· δ̓ Οὔλυμπον δὲ βεβήκει 1.222δώματ̓ ἐς αἰγιόχοιο Διὸς μετὰ δαίμονας ἄλλους. 1.223Πηλεΐδης δ̓ ἐξαῦτις ἀταρτηροῖς ἐπέεσσιν 1.224Ἀτρεΐδην προσέειπε, καὶ οὔ πω λῆγε χόλοιο· 1.225οἰνοβαρές, κυνὸς ὄμματ̓ ἔχων, κραδίην δ̓ ἐλάφοιο, 1.226οὔτέ ποτ̓ ἐς πόλεμον ἅμα λαῷ θωρηχθῆναι 1.227οὔ τε λόχον δ̓ ἰέναι σὺν ἀριστήεσσιν Ἀχαιῶν 1.228τέτληκας θυμῷ· τὸ δέ τοι κὴρ εἴδεται εἶναι. 1.229πολὺ λώϊόν ἐστι κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν 1.230δῶῤ ἀποαιρεῖσθαι ὅς τις σέθεν ἀντίον εἴπῃ· 1.231δημοβόρος βασιλεὺς ἐπεὶ οὐτιδανοῖσιν ἀνάσσεις· 1.232ἦ γὰρ ἂν Ἀτρεΐδη νῦν ὕστατα λωβήσαιο. 1.233ἀλλ̓ ἔκ τοι ἐρέω καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι· 1.234ναὶ μὰ τόδε σκῆπτρον, τὸ μὲν οὔ ποτε φύλλα καὶ ὄζους 1.235φύσει, ἐπεὶ δὴ πρῶτα τομὴν ἐν ὄρεσσι λέλοιπεν, 1.236οὐ δ̓ ἀναθηλήσει· περὶ γάρ ῥά χαλκὸς ἔλεψε 1.237φύλλά τε καὶ φλοιόν· νῦν αὖτέ μιν υἷες Ἀχαιῶν 1.238ἐν παλάμῃς φορέουσι δικασπόλοι, οἵ τε θέμιστας 1.239πρὸς Διὸς εἰρύαται· δέ τοι μέγας ἔσσεται ὅρκος· 1.240ἦ ποτ̓ Ἀχιλλῆος ποθὴ ἵξεται υἷας Ἀχαιῶν 1.241σύμπαντας· τότε δ̓ οὔ τι δυνήσεαι ἀχνύμενός περ 1.242χραισμεῖν, εὖτ̓ ἂν πολλοὶ ὑφ̓ Ἕκτορος ἀνδροφόνοιο 1.243θνήσκοντες πίπτωσι· σὺ δ̓ ἔνδοθι θυμὸν ἀμύξεις 1.244χωόμενος τ̓ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισας. 1.245ὣς φάτο Πηλεΐδης, ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ 1.246χρυσείοις ἥλοισι πεπαρμένον, ἕζετο δ̓ αὐτός· 1.247Ἀτρεΐδης δ̓ ἑτέρωθεν ἐμήνιε· τοῖσι δὲ Νέστωρ 1.248ἡδυεπὴς ἀνόρουσε λιγὺς Πυλίων ἀγορητής, 1.249τοῦ καὶ ἀπὸ γλώσσης μέλιτος γλυκίων ῥέεν αὐδή· 1.250τῷ δ̓ ἤδη δύο μὲν γενεαὶ μερόπων ἀνθρώπων 1.251ἐφθίαθ̓, οἵ οἱ πρόσθεν ἅμα τράφεν ἠδ̓ ἐγένοντο 1.252ἐν Πύλῳ ἠγαθέῃ, μετὰ δὲ τριτάτοισιν ἄνασσεν· 1.253 σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν· 1.254ὦ πόποι ἦ μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱκάνει· 1.255ἦ κεν γηθήσαι Πρίαμος Πριάμοιό τε παῖδες 1.256ἄλλοι τε Τρῶες μέγα κεν κεχαροίατο θυμῷ 1.257εἰ σφῶϊν τάδε πάντα πυθοίατο μαρναμένοιϊν, 1.258οἳ περὶ μὲν βουλὴν Δαναῶν, περὶ δ̓ ἐστὲ μάχεσθαι. 1.259ἀλλὰ πίθεσθ̓· ἄμφω δὲ νεωτέρω ἐστὸν ἐμεῖο· 1.260ἤδη γάρ ποτ̓ ἐγὼ καὶ ἀρείοσιν ἠέ περ ὑμῖν 1.261ἀνδράσιν ὡμίλησα, καὶ οὔ ποτέ μ̓ οἵ γ̓ ἀθέριζον. 1.262οὐ γάρ πω τοίους ἴδον ἀνέρας οὐ δὲ ἴδωμαι, 1.263οἷον Πειρίθοόν τε Δρύαντά τε ποιμένα λαῶν 1.264Καινέα τ̓ Ἐξάδιόν τε καὶ ἀντίθεον Πολύφημον 1.265Θησέα τ̓ Αἰγεΐδην, ἐπιείκελον ἀθανάτοισιν· 1.266κάρτιστοι δὴ κεῖνοι ἐπιχθονίων τράφεν ἀνδρῶν· 1.267κάρτιστοι μὲν ἔσαν καὶ καρτίστοις ἐμάχοντο 1.268φηρσὶν ὀρεσκῴοισι καὶ ἐκπάγλως ἀπόλεσσαν. 1.269καὶ μὲν τοῖσιν ἐγὼ μεθομίλεον ἐκ Πύλου ἐλθὼν 1.270τηλόθεν ἐξ ἀπίης γαίης· καλέσαντο γὰρ αὐτοί· 1.271καὶ μαχόμην κατ̓ ἔμ̓ αὐτὸν ἐγώ· κείνοισι δ̓ ἂν οὔ τις 1.272τῶν οἳ νῦν βροτοί εἰσιν ἐπιχθόνιοι μαχέοιτο· 1.273καὶ μέν μευ βουλέων ξύνιεν πείθοντό τε μύθῳ· 1.274ἀλλὰ πίθεσθε καὶ ὔμμες, ἐπεὶ πείθεσθαι ἄμεινον· 1.275μήτε σὺ τόνδ̓ ἀγαθός περ ἐὼν ἀποαίρεο κούρην, 1.276ἀλλ̓ ἔα ὥς οἱ πρῶτα δόσαν γέρας υἷες Ἀχαιῶν· 1.277μήτε σὺ Πηλείδη ἔθελ̓ ἐριζέμεναι βασιλῆϊ 1.278ἀντιβίην, ἐπεὶ οὔ ποθ̓ ὁμοίης ἔμμορε τιμῆς 1.279σκηπτοῦχος βασιλεύς, τε Ζεὺς κῦδος ἔδωκεν. 1.280εἰ δὲ σὺ καρτερός ἐσσι θεὰ δέ σε γείνατο μήτηρ, 1.281ἀλλ̓ γε φέρτερός ἐστιν ἐπεὶ πλεόνεσσιν ἀνάσσει. 1.282Ἀτρεΐδη σὺ δὲ παῦε τεὸν μένος· αὐτὰρ ἔγωγε 1.283λίσσομ̓ Ἀχιλλῆϊ μεθέμεν χόλον, ὃς μέγα πᾶσιν 1.284ἕρκος Ἀχαιοῖσιν πέλεται πολέμοιο κακοῖο. 1.285τὸν δ̓ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων· 1.286ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες· 1.287ἀλλ̓ ὅδ̓ ἀνὴρ ἐθέλει περὶ πάντων ἔμμεναι ἄλλων, 1.288πάντων μὲν κρατέειν ἐθέλει, πάντεσσι δ̓ ἀνάσσειν, 1.289πᾶσι δὲ σημαίνειν, τιν̓ οὐ πείσεσθαι ὀΐω· 1.290εἰ δέ μιν αἰχμητὴν ἔθεσαν θεοὶ αἰὲν ἐόντες 1.291τοὔνεκά οἱ προθέουσιν ὀνείδεα μυθήσασθαι; 1.292τὸν δ̓ ἄῤ ὑποβλήδην ἠμείβετο δῖος Ἀχιλλεύς· 1.293ἦ γάρ κεν δειλός τε καὶ οὐτιδανὸς καλεοίμην 1.294εἰ δὴ σοὶ πᾶν ἔργον ὑπείξομαι ὅττί κεν εἴπῃς· 1.295ἄλλοισιν δὴ ταῦτ̓ ἐπιτέλλεο, μὴ γὰρ ἔμοιγε 1.296σήμαιν̓· οὐ γὰρ ἔγωγ̓ ἔτι σοὶ πείσεσθαι ὀΐω. 1.297ἄλλο δέ τοι ἐρέω, σὺ δ̓ ἐνὶ φρεσὶ βάλλεο σῇσι· 1.298χερσὶ μὲν οὔ τοι ἔγωγε μαχήσομαι εἵνεκα κούρης 1.299οὔ τε σοὶ οὔτέ τῳ ἄλλῳ, ἐπεί μ̓ ἀφέλεσθέ γε δόντες· 1.300τῶν δ̓ ἄλλων μοί ἐστι θοῇ παρὰ νηῒ μελαίνῃ 1.301τῶν οὐκ ἄν τι φέροις ἀνελὼν ἀέκοντος ἐμεῖο· 1.302εἰ δ̓ ἄγε μὴν πείρησαι ἵνα γνώωσι καὶ οἵδε· 1.303αἶψά τοι αἷμα κελαινὸν ἐρωήσει περὶ δουρί. 1.304ὣς τώ γ̓ ἀντιβίοισι μαχεσσαμένω ἐπέεσσιν 1.305ἀνστήτην, λῦσαν δ̓ ἀγορὴν παρὰ νηυσὶν Ἀχαιῶν· 1.306Πηλεΐδης μὲν ἐπὶ κλισίας καὶ νῆας ἐΐσας 1.307ἤϊε σύν τε Μενοιτιάδῃ καὶ οἷς ἑτάροισιν· 1.308Ἀτρεΐδης δ̓ ἄρα νῆα θοὴν ἅλα δὲ προέρυσσεν, 1.309ἐν δ̓ ἐρέτας ἔκρινεν ἐείκοσιν, ἐς δ̓ ἑκατόμβην 1.310βῆσε θεῷ, ἀνὰ δὲ Χρυσηΐδα καλλιπάρῃον 1.311εἷσεν ἄγων· ἐν δ̓ ἀρχὸς ἔβη πολύμητις Ὀδυσσεύς. 1.312οἳ μὲν ἔπειτ̓ ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα, 1.313λαοὺς δ̓ Ἀτρεΐδης ἀπολυμαίνεσθαι ἄνωγεν· 1.314οἳ δ̓ ἀπελυμαίνοντο καὶ εἰς ἅλα λύματα βάλλον, 1.315ἕρδον δ̓ Ἀπόλλωνι τεληέσσας ἑκατόμβας 1.316ταύρων ἠδ̓ αἰγῶν παρὰ θῖν̓ ἁλὸς ἀτρυγέτοιο· 1.317κνίση δ̓ οὐρανὸν ἷκεν ἑλισσομένη περὶ καπνῷ. 1.318ὣς οἳ μὲν τὰ πένοντο κατὰ στρατόν· οὐ δ̓ Ἀγαμέμνων 1.319λῆγ̓ ἔριδος τὴν πρῶτον ἐπηπείλησ̓ Ἀχιλῆϊ, 1.320ἀλλ̓ γε Ταλθύβιόν τε καὶ Εὐρυβάτην προσέειπε, 1.321τώ οἱ ἔσαν κήρυκε καὶ ὀτρηρὼ θεράποντε· 1.322ἔρχεσθον κλισίην Πηληϊάδεω Ἀχιλῆος· 1.323χειρὸς ἑλόντ̓ ἀγέμεν Βρισηΐδα καλλιπάρῃον· 1.324εἰ δέ κε μὴ δώῃσιν ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι 1.325ἐλθὼν σὺν πλεόνεσσι· τό οἱ καὶ ῥίγιον ἔσται. 1.326ὣς εἰπὼν προΐει, κρατερὸν δ̓ ἐπὶ μῦθον ἔτελλε· 1.327τὼ δ̓ ἀέκοντε βάτην παρὰ θῖν̓ ἁλὸς ἀτρυγέτοιο, 1.328Μυρμιδόνων δ̓ ἐπί τε κλισίας καὶ νῆας ἱκέσθην, 1.329τὸν δ̓ εὗρον παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ 1.330ἥμενον· οὐ δ̓ ἄρα τώ γε ἰδὼν γήθησεν Ἀχιλλεύς. 1.331τὼ μὲν ταρβήσαντε καὶ αἰδομένω βασιλῆα 1.332στήτην, οὐ δέ τί μιν προσεφώνεον οὐ δ̓ ἐρέοντο· 1.333αὐτὰρ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε· 1.334χαίρετε κήρυκες Διὸς ἄγγελοι ἠδὲ καὶ ἀνδρῶν, 1.335ἆσσον ἴτ̓· οὔ τί μοι ὔμμες ἐπαίτιοι ἀλλ̓ Ἀγαμέμνων, 1.336 σφῶϊ προΐει Βρισηΐδος εἵνεκα κούρης. 1.337ἀλλ̓ ἄγε διογενὲς Πατρόκλεες ἔξαγε κούρην 1.338καί σφωϊν δὸς ἄγειν· τὼ δ̓ αὐτὼ μάρτυροι ἔστων 1.339πρός τε θεῶν μακάρων πρός τε θνητῶν ἀνθρώπων 1.340καὶ πρὸς τοῦ βασιλῆος ἀπηνέος εἴ ποτε δ̓ αὖτε 1.341χρειὼ ἐμεῖο γένηται ἀεικέα λοιγὸν ἀμῦναι 1.342τοῖς ἄλλοις· ἦ γὰρ γ̓ ὀλοιῇσι φρεσὶ θύει, 1.343οὐ δέ τι οἶδε νοῆσαι ἅμα πρόσσω καὶ ὀπίσσω, 1.344ὅππως οἱ παρὰ νηυσὶ σόοι μαχέοιντο Ἀχαιοί. 1.345ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθ̓ ἑταίρῳ, 1.346ἐκ δ̓ ἄγαγε κλισίης Βρισηΐδα καλλιπάρῃον, 1.347δῶκε δ̓ ἄγειν· τὼ δ̓ αὖτις ἴτην παρὰ νῆας Ἀχαιῶν· 1.348 δ̓ ἀέκουσ̓ ἅμα τοῖσι γυνὴ κίεν· αὐτὰρ Ἀχιλλεὺς 1.349δακρύσας ἑτάρων ἄφαρ ἕζετο νόσφι λιασθείς, 1.350θῖν̓ ἔφ̓ ἁλὸς πολιῆς, ὁρόων ἐπ̓ ἀπείρονα πόντον· 1.351πολλὰ δὲ μητρὶ φίλῃ ἠρήσατο χεῖρας ὀρεγνύς· 1.352μῆτερ ἐπεί μ̓ ἔτεκές γε μινυνθάδιόν περ ἐόντα, 1.353τιμήν πέρ μοι ὄφελλεν Ὀλύμπιος ἐγγυαλίξαι 1.354Ζεὺς ὑψιβρεμέτης· νῦν δ̓ οὐ δέ με τυτθὸν ἔτισεν· 1.355ἦ γάρ μ̓ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων 1.356ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας. 1.357ὣς φάτο δάκρυ χέων, τοῦ δ̓ ἔκλυε πότνια μήτηρ 1.358ἡμένη ἐν βένθεσσιν ἁλὸς παρὰ πατρὶ γέροντι· 1.359καρπαλίμως δ̓ ἀνέδυ πολιῆς ἁλὸς ἠΰτ̓ ὀμίχλη, 1.360καί ῥα πάροιθ̓ αὐτοῖο καθέζετο δάκρυ χέοντος, 1.361χειρί τέ μιν κατέρεξεν ἔπος τ̓ ἔφατ̓ ἔκ τ̓ ὀνόμαζε· 1.362τέκνον τί κλαίεις; τί δέ σε φρένας ἵκετο πένθος; 1.363ἐξαύδα, μὴ κεῦθε νόῳ, ἵνα εἴδομεν ἄμφω. 1.364τὴν δὲ βαρὺ στενάχων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· 1.365οἶσθα· τίτοι ταῦτα ἰδυίῃ πάντ̓ ἀγορεύω; 1.366ᾠχόμεθ̓ ἐς Θήβην ἱερὴν πόλιν Ἠετίωνος, 1.367τὴν δὲ διεπράθομέν τε καὶ ἤγομεν ἐνθάδε πάντα· 1.368καὶ τὰ μὲν εὖ δάσσαντο μετὰ σφίσιν υἷες Ἀχαιῶν, 1.369ἐκ δ̓ ἕλον Ἀτρεΐδῃ Χρυσηΐδα καλλιπάρῃον. 1.370Χρύσης δ̓ αὖθ̓ ἱερεὺς ἑκατηβόλου Ἀπόλλωνος 1.371ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν χαλκοχιτώνων 1.372λυσόμενός τε θύγατρα φέρων τ̓ ἀπερείσἰ ἄποινα, 1.373στέμματ̓ ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος 1.374χρυσέῳ ἀνὰ σκήπτρῳ, καὶ λίσσετο πάντας Ἀχαιούς, 1.375Ἀτρεΐδα δὲ μάλιστα δύω κοσμήτορε λαῶν. 1.376ἔνθ̓ ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶ 1.377αἰδεῖσθαί θ̓ ἱερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα· 1.378ἀλλ̓ οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ, 1.379ἀλλὰ κακῶς ἀφίει, κρατερὸν δ̓ ἐπὶ μῦθον ἔτελλε· 1.380χωόμενος δ̓ γέρων πάλιν ᾤχετο· τοῖο δ̓ Ἀπόλλων 1.381εὐξαμένου ἤκουσεν, ἐπεὶ μάλα οἱ φίλος ἦεν, 1.382ἧκε δ̓ ἐπ̓ Ἀργείοισι κακὸν βέλος· οἳ δέ νυ λαοὶ 1.383θνῇσκον ἐπασσύτεροι, τὰ δ̓ ἐπῴχετο κῆλα θεοῖο 1.384πάντῃ ἀνὰ στρατὸν εὐρὺν Ἀχαιῶν· ἄμμι δὲ μάντις 1.385εὖ εἰδὼς ἀγόρευε θεοπροπίας ἑκάτοιο. 1.386αὐτίκ̓ ἐγὼ πρῶτος κελόμην θεὸν ἱλάσκεσθαι· 1.387Ἀτρεΐωνα δ̓ ἔπειτα χόλος λάβεν, αἶψα δ̓ ἀναστὰς 1.388ἠπείλησεν μῦθον δὴ τετελεσμένος ἐστί· 1.389τὴν μὲν γὰρ σὺν νηῒ θοῇ ἑλίκωπες Ἀχαιοὶ 1.390ἐς Χρύσην πέμπουσιν, ἄγουσι δὲ δῶρα ἄνακτι· 1.391τὴν δὲ νέον κλισίηθεν ἔβαν κήρυκες ἄγοντες 1.392κούρην Βρισῆος τήν μοι δόσαν υἷες Ἀχαιῶν. 1.393ἀλλὰ σὺ εἰ δύνασαί γε περίσχεο παιδὸς ἑῆος· 1.394ἐλθοῦσ̓ Οὔλυμπον δὲ Δία λίσαι, εἴ ποτε δή τι 1.395ἔπει ὤνησας κραδίην Διὸς ἠὲ καὶ ἔργῳ. 1.396πολλάκι γάρ σεο πατρὸς ἐνὶ μεγάροισιν ἄκουσα 1.397εὐχομένης ὅτ̓ ἔφησθα κελαινεφέϊ Κρονίωνι 1.398οἴη ἐν ἀθανάτοισιν ἀεικέα λοιγὸν ἀμῦναι, 1.399ὁππότε μιν ξυνδῆσαι Ὀλύμπιοι ἤθελον ἄλλοι 1.400Ἥρη τ̓ ἠδὲ Ποσειδάων καὶ Παλλὰς Ἀθήνη· 1.401ἀλλὰ σὺ τόν γ̓ ἐλθοῦσα θεὰ ὑπελύσαο δεσμῶν, 1.402ὦχ̓ ἑκατόγχειρον καλέσασ̓ ἐς μακρὸν Ὄλυμπον, 1.403ὃν Βριάρεων καλέουσι θεοί, ἄνδρες δέ τε πάντες 1.404Αἰγαίων̓, γὰρ αὖτε βίην οὗ πατρὸς ἀμείνων· 1.405ὅς ῥα παρὰ Κρονίωνι καθέζετο κύδεϊ γαίων· 1.406τὸν καὶ ὑπέδεισαν μάκαρες θεοὶ οὐ δ̓ ἔτ̓ ἔδησαν. 1.407τῶν νῦν μιν μνήσασα παρέζεο καὶ λαβὲ γούνων 1.408αἴ κέν πως ἐθέλῃσιν ἐπὶ Τρώεσσιν ἀρῆξαι, 1.409τοὺς δὲ κατὰ πρύμνας τε καὶ ἀμφ̓ ἅλα ἔλσαι Ἀχαιοὺς 1.410κτεινομένους, ἵνα πάντες ἐπαύρωνται βασιλῆος, 1.411γνῷ δὲ καὶ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων 1.412ἣν ἄτην τ̓ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισεν. 1.413τὸν δ̓ ἠμείβετ̓ ἔπειτα Θέτις κατὰ δάκρυ χέουσα· 1.414μοι τέκνον ἐμόν, τί νύ σ̓ ἔτρεφον αἰνὰ τεκοῦσα; 1.415αἴθ̓ ὄφελες παρὰ νηυσὶν ἀδάκρυτος καὶ ἀπήμων 1.416ἧσθαι, ἐπεί νύ τοι αἶσα μίνυνθά περ οὔ τι μάλα δήν· 1.417νῦν δ̓ ἅμα τ̓ ὠκύμορος καὶ ὀϊζυρὸς περὶ πάντων 1.418ἔπλεο· τώ σε κακῇ αἴσῃ τέκον ἐν μεγάροισι. 1.419τοῦτο δέ τοι ἐρέουσα ἔπος Διὶ τερπικεραύνῳ 1.420εἶμ̓ αὐτὴ πρὸς Ὄλυμπον ἀγάννιφον αἴ κε πίθηται. 1.421ἀλλὰ σὺ μὲν νῦν νηυσὶ παρήμενος ὠκυπόροισι 1.422μήνἰ Ἀχαιοῖσιν, πολέμου δ̓ ἀποπαύεο πάμπαν· 1.423Ζεὺς γὰρ ἐς Ὠκεανὸν μετ̓ ἀμύμονας Αἰθιοπῆας 1.424χθιζὸς ἔβη κατὰ δαῖτα, θεοὶ δ̓ ἅμα πάντες ἕποντο· 1.425δωδεκάτῃ δέ τοι αὖτις ἐλεύσεται Οὔλυμπον δέ, 1.426καὶ τότ̓ ἔπειτά τοι εἶμι Διὸς ποτὶ χαλκοβατὲς δῶ, 1.427καί μιν γουνάσομαι καί μιν πείσεσθαι ὀΐω. 1.428ὣς ἄρα φωνήσασ̓ ἀπεβήσετο, τὸν δὲ λίπ̓ αὐτοῦ 1.429χωόμενον κατὰ θυμὸν ἐϋζώνοιο γυναικὸς 1.430τήν ῥα βίῃ ἀέκοντος ἀπηύρων· αὐτὰρ Ὀδυσσεὺς 1.431ἐς Χρύσην ἵκανεν ἄγων ἱερὴν ἑκατόμβην. 1.432οἳ δ̓ ὅτε δὴ λιμένος πολυβενθέος ἐντὸς ἵκοντο 1.433ἱστία μὲν στείλαντο, θέσαν δ̓ ἐν νηῒ μελαίνῃ, 1.434ἱστὸν δ̓ ἱστοδόκῃ πέλασαν προτόνοισιν ὑφέντες 1.435καρπαλίμως, τὴν δ̓ εἰς ὅρμον προέρεσσαν ἐρετμοῖς. 1.436ἐκ δ̓ εὐνὰς ἔβαλον, κατὰ δὲ πρυμνήσἰ ἔδησαν· 1.437ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης, 1.438ἐκ δ̓ ἑκατόμβην βῆσαν ἑκηβόλῳ Ἀπόλλωνι· 1.439ἐκ δὲ Χρυσηῒς νηὸς βῆ ποντοπόροιο. 1.440τὴν μὲν ἔπειτ̓ ἐπὶ βωμὸν ἄγων πολύμητις Ὀδυσσεὺς 1.441πατρὶ φίλῳ ἐν χερσὶ τίθει καί μιν προσέειπεν· 1.442Χρύση, πρό μ̓ ἔπεμψεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων 1.443παῖδά τε σοὶ ἀγέμεν, Φοίβῳ θ̓ ἱερὴν ἑκατόμβην 1.444ῥέξαι ὑπὲρ Δαναῶν ὄφῤ ἱλασόμεσθα ἄνακτα, 1.445ὃς νῦν Ἀργείοισι πολύστονα κήδἐ ἐφῆκεν. 1.446ὣς εἰπὼν ἐν χερσὶ τίθει, δὲ δέξατο χαίρων 1.447παῖδα φίλην· τοὶ δ̓ ὦκα θεῷ ἱερὴν ἑκατόμβην 1.448ἑξείης ἔστησαν ἐΰδμητον περὶ βωμόν, 1.449χερνίψαντο δ̓ ἔπειτα καὶ οὐλοχύτας ἀνέλοντο. 1.450τοῖσιν δὲ Χρύσης μεγάλ̓ εὔχετο χεῖρας ἀνασχών· 1.451κλῦθί μευ ἀργυρότοξ̓, ὃς Χρύσην ἀμφιβέβηκας 1.452Κίλλαν τε ζαθέην Τενέδοιό τε ἶφι ἀνάσσεις· 1.453ἦ μὲν δή ποτ̓ ἐμεῦ πάρος ἔκλυες εὐξαμένοιο, 1.454τίμησας μὲν ἐμέ, μέγα δ̓ ἴψαο λαὸν Ἀχαιῶν· 1.455ἠδ̓ ἔτι καὶ νῦν μοι τόδ̓ ἐπικρήηνον ἐέλδωρ· 1.456ἤδη νῦν Δαναοῖσιν ἀεικέα λοιγὸν ἄμυνον. 1.457ὣς ἔφατ̓ εὐχόμενος, τοῦ δ̓ ἔκλυε Φοῖβος Ἀπόλλων. 1.458αὐτὰρ ἐπεί ῥ̓ εὔξαντο καὶ οὐλοχύτας προβάλοντο, 1.459αὐέρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν, 1.460μηρούς τ̓ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν 1.461δίπτυχα ποιήσαντες, ἐπ̓ αὐτῶν δ̓ ὠμοθέτησαν· 1.462καῖε δ̓ ἐπὶ σχίζῃς γέρων, ἐπὶ δ̓ αἴθοπα οἶνον 1.463λεῖβε· νέοι δὲ παῤ αὐτὸν ἔχον πεμπώβολα χερσίν. 1.464αὐτὰρ ἐπεὶ κατὰ μῆρε κάη καὶ σπλάγχνα πάσαντο, 1.465μίστυλλόν τ̓ ἄρα τἆλλα καὶ ἀμφ̓ ὀβελοῖσιν ἔπειραν, 1.466ὤπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα. 1.467αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα 1.468δαίνυντ̓, οὐ δέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης. 1.469αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, 1.470κοῦροι μὲν κρητῆρας ἐπεστέψαντο ποτοῖο, 1.471νώμησαν δ̓ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν· 1.472οἳ δὲ πανημέριοι μολπῇ θεὸν ἱλάσκοντο 1.473καλὸν ἀείδοντες παιήονα κοῦροι Ἀχαιῶν 1.474μέλποντες ἑκάεργον· δὲ φρένα τέρπετ̓ ἀκούων. 1.475ἦμος δ̓ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε, 1.476δὴ τότε κοιμήσαντο παρὰ πρυμνήσια νηός· 1.477ἦμος δ̓ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, 1.478καὶ τότ̓ ἔπειτ̓ ἀνάγοντο μετὰ στρατὸν εὐρὺν Ἀχαιῶν· 1.479τοῖσιν δ̓ ἴκμενον οὖρον ἵει ἑκάεργος Ἀπόλλων· 1.480οἳ δ̓ ἱστὸν στήσαντ̓ ἀνά θ̓ ἱστία λευκὰ πέτασσαν, 1.481ἐν δ̓ ἄνεμος πρῆσεν μέσον ἱστίον, ἀμφὶ δὲ κῦμα 1.482στείρῃ πορφύρεον μεγάλ̓ ἴαχε νηὸς ἰούσης· 1.483 δ̓ ἔθεεν κατὰ κῦμα διαπρήσσουσα κέλευθον. 1.484αὐτὰρ ἐπεί ῥ̓ ἵκοντο κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν, 1.485νῆα μὲν οἵ γε μέλαιναν ἐπ̓ ἠπείροιο ἔρυσσαν 1.486ὑψοῦ ἐπὶ ψαμάθοις, ὑπὸ δ̓ ἕρματα μακρὰ τάνυσσαν· 1.487αὐτοὶ δ̓ ἐσκίδναντο κατὰ κλισίας τε νέας τε. 1.488αὐτὰρ μήνιε νηυσὶ παρήμενος ὠκυπόροισι 1.489διογενὴς Πηλῆος υἱὸς πόδας ὠκὺς Ἀχιλλεύς· 1.490οὔτέ ποτ̓ εἰς ἀγορὴν πωλέσκετο κυδιάνειραν 1.491οὔτέ ποτ̓ ἐς πόλεμον, ἀλλὰ φθινύθεσκε φίλον κῆρ 1.492αὖθι μένων, ποθέεσκε δ̓ ἀϋτήν τε πτόλεμόν τε. 1.493ἀλλ̓ ὅτε δή ῥ̓ ἐκ τοῖο δυωδεκάτη γένετ̓ ἠώς, 1.494καὶ τότε δὴ πρὸς Ὄλυμπον ἴσαν θεοὶ αἰὲν ἐόντες 1.495πάντες ἅμα, Ζεὺς δ̓ ἦρχε· Θέτις δ̓ οὐ λήθετ̓ ἐφετμέων 1.496παιδὸς ἑοῦ, ἀλλ̓ γ̓ ἀνεδύσετο κῦμα θαλάσσης. 1.497ἠερίη δ̓ ἀνέβη μέγαν οὐρανὸν Οὔλυμπόν τε. 1.498εὗρεν δ̓ εὐρύοπα Κρονίδην ἄτερ ἥμενον ἄλλων 1.499ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο· 1.500καί ῥα πάροιθ̓ αὐτοῖο καθέζετο, καὶ λάβε γούνων 1.501σκαιῇ, δεξιτερῇ δ̓ ἄῤ ὑπ̓ ἀνθερεῶνος ἑλοῦσα 1.502λισσομένη προσέειπε Δία Κρονίωνα ἄνακτα· 1.503Ζεῦ πάτερ εἴ ποτε δή σε μετ̓ ἀθανάτοισιν ὄνησα 1.504ἔπειἔργῳ, τόδε μοι κρήηνον ἐέλδωρ· 1.505τίμησόν μοι υἱὸν ὃς ὠκυμορώτατος ἄλλων 1.506ἔπλετ̓· ἀτάρ μιν νῦν γε ἄναξ ἀνδρῶν Ἀγαμέμνων 1.507ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας. 1.508ἀλλὰ σύ πέρ μιν τῖσον Ὀλύμπιε μητίετα Ζεῦ· 1.509τόφρα δ̓ ἐπὶ Τρώεσσι τίθει κράτος ὄφῤ ἂν Ἀχαιοὶ 1.510υἱὸν ἐμὸν τίσωσιν ὀφέλλωσίν τέ τιμῇ. 1.511ὣς φάτο· τὴν δ̓ οὔ τι προσέφη νεφεληγερέτα Ζεύς, 1.512ἀλλ̓ ἀκέων δὴν ἧστο· Θέτις δ̓ ὡς ἥψατο γούνων 1.513ὣς ἔχετ̓ ἐμπεφυυῖα, καὶ εἴρετο δεύτερον αὖτις· 1.514νημερτὲς μὲν δή μοι ὑπόσχεο καὶ κατάνευσον 1.515ἀπόειπ̓, ἐπεὶ οὔ τοι ἔπι δέος, ὄφῤ ἐῢ εἰδέω 1.516ὅσσον ἐγὼ μετὰ πᾶσιν ἀτιμοτάτη θεός εἰμι. 1.517τὴν δὲ μέγ̓ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς· 1.518ἦ δὴ λοίγια ἔργ̓ τέ μ̓ ἐχθοδοπῆσαι ἐφήσεις 1.519Ἥρῃ ὅτ̓ ἄν μ̓ ἐρέθῃσιν ὀνειδείοις ἐπέεσσιν· 1.520 δὲ καὶ αὔτως μ̓ αἰεὶ ἐν ἀθανάτοισι θεοῖσι 1.521νεικεῖ, καί τέ μέ φησι μάχῃ Τρώεσσιν ἀρήγειν. 1.522ἀλλὰ σὺ μὲν νῦν αὖτις ἀπόστιχε μή τι νοήσῃ 1.523Ἥρη· ἐμοὶ δέ κε ταῦτα μελήσεται ὄφρα τελέσσω· 1.524εἰ δ̓ ἄγε τοι κεφαλῇ κατανεύσομαι ὄφρα πεποίθῃς· 1.525τοῦτο γὰρ ἐξ ἐμέθεν γε μετ̓ ἀθανάτοισι μέγιστον 1.526τέκμωρ· οὐ γὰρ ἐμὸν παλινάγρετον οὐ δ̓ ἀπατηλὸν 1.527οὐ δ̓ ἀτελεύτητον τί κεν κεφαλῇ κατανεύσω. 1.528 καὶ κυανέῃσιν ἐπ̓ ὀφρύσι νεῦσε Κρονίων· 1.529ἀμβρόσιαι δ̓ ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος 1.530κρατὸς ἀπ̓ ἀθανάτοιο· μέγαν δ̓ ἐλέλιξεν Ὄλυμπον. 1.531τώ γ̓ ὣς βουλεύσαντε διέτμαγεν· μὲν ἔπειτα 1.532εἰς ἅλα ἆλτο βαθεῖαν ἀπ̓ αἰγλήεντος Ὀλύμπου, 1.533Ζεὺς δὲ ἑὸν πρὸς δῶμα· θεοὶ δ̓ ἅμα πάντες ἀνέσταν 1.534ἐξ ἑδέων σφοῦ πατρὸς ἐναντίον· οὐ δέ τις ἔτλη 1.535μεῖναι ἐπερχόμενον, ἀλλ̓ ἀντίοι ἔσταν ἅπαντες. 1.536ὣς μὲν ἔνθα καθέζετ̓ ἐπὶ θρόνου· οὐ δέ μιν Ἥρη 1.537ἠγνοίησεν ἰδοῦσ̓ ὅτι οἱ συμφράσσατο βουλὰς 1.538ἀργυρόπεζα Θέτις θυγάτηρ ἁλίοιο γέροντος. 1.539αὐτίκα κερτομίοισι Δία Κρονίωνα προσηύδα· 1.540τίς δ̓ αὖ τοι δολομῆτα θεῶν συμφράσσατο βουλάς; 1.541αἰεί τοι φίλον ἐστὶν ἐμεῦ ἀπὸ νόσφιν ἐόντα 1.542κρυπτάδια φρονέοντα δικαζέμεν· οὐ δέ τί πώ μοι 1.543πρόφρων τέτληκας εἰπεῖν ἔπος ὅττι νοήσῃς. 1.544τὴν δ̓ ἠμείβετ̓ ἔπειτα πατὴρ ἀνδρῶν τε θεῶν τε· 1.545Ἥρη μὴ δὴ πάντας ἐμοὺς ἐπιέλπεο μύθους 1.546εἰδήσειν· χαλεποί τοι ἔσοντ̓ ἀλόχῳ περ ἐούσῃ· 1.547ἀλλ̓ ὃν μέν κ̓ ἐπιεικὲς ἀκουέμεν οὔ τις ἔπειτα 1.548οὔ τε θεῶν πρότερος τὸν εἴσεται οὔ τ̓ ἀνθρώπων· 1.549ὃν δέ κ̓ ἐγὼν ἀπάνευθε θεῶν ἐθέλωμι νοῆσαι 1.550μή τι σὺ ταῦτα ἕκαστα διείρεο μη δὲ μετάλλα. 1.551τὸν δ̓ ἠμείβετ̓ ἔπειτα βοῶπις πότνια Ἥρη· 1.552αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες; 1.553καὶ λίην σε πάρος γ̓ οὔ τ̓ εἴρομαι οὔ τε μεταλλῶ, 1.554ἀλλὰ μάλ̓ εὔκηλος τὰ φράζεαι ἅσσ̓ ἐθέλῃσθα. 1.555νῦν δ̓ αἰνῶς δείδοικα κατὰ φρένα μή σε παρείπῃ 1.556ἀργυρόπεζα Θέτις θυγάτηρ ἁλίοιο γέροντος· 1.557ἠερίη γὰρ σοί γε παρέζετο καὶ λάβε γούνων· 1.558τῇ σ̓ ὀΐω κατανεῦσαι ἐτήτυμον ὡς Ἀχιλῆα 1.559τιμήσῃς, ὀλέσῃς δὲ πολέας ἐπὶ νηυσὶν Ἀχαιῶν. 1.560τὴν δ̓ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· 1.561δαιμονίη αἰεὶ μὲν ὀΐεαι οὐ δέ σε λήθω· 1.562πρῆξαι δ̓ ἔμπης οὔ τι δυνήσεαι, ἀλλ̓ ἀπὸ θυμοῦ 1.563μᾶλλον ἐμοὶ ἔσεαι· τὸ δέ τοι καὶ ῥίγιον ἔσται. 1.564εἰ δ̓ οὕτω τοῦτ̓ ἐστὶν ἐμοὶ μέλλει φίλον εἶναι· 1.565ἀλλ̓ ἀκέουσα κάθησο, ἐμῷ δ̓ ἐπιπείθεο μύθῳ, 1.566μή νύ τοι οὐ χραίσμωσιν ὅσοι θεοί εἰσ̓ ἐν Ὀλύμπῳ 1.567ἆσσον ἰόνθ̓, ὅτε κέν τοι ἀάπτους χεῖρας ἐφείω. 1.568ὣς ἔφατ̓ ἔδεισεν δὲ βοῶπις πότνια Ἥρη, 1.569καί ῥ̓ ἀκέουσα καθῆστο ἐπιγνάμψασα φίλον κῆρ· 1.570ὄχθησαν δ̓ ἀνὰ δῶμα Διὸς θεοὶ Οὐρανίωνες· 1.571τοῖσιν δ̓ Ἥφαιστος κλυτοτέχνης ἦρχ̓ ἀγορεύειν 1.572μητρὶ φίλῃ ἐπίηρα φέρων λευκωλένῳ Ἥρῃ· 1.573ἦ δὴ λοίγια ἔργα τάδ̓ ἔσσεται οὐ δ̓ ἔτ̓ ἀνεκτά, 1.574εἰ δὴ σφὼ ἕνεκα θνητῶν ἐριδαίνετον ὧδε, 1.575ἐν δὲ θεοῖσι κολῳὸν ἐλαύνετον· οὐ δέ τι δαιτὸς 1.576ἐσθλῆς ἔσσεται ἦδος, ἐπεὶ τὰ χερείονα νικᾷ. 1.577μητρὶ δ̓ ἐγὼ παράφημι καὶ αὐτῇ περ νοεούσῃ 1.578πατρὶ φίλῳ ἐπίηρα φέρειν Διί, ὄφρα μὴ αὖτε 1.579νεικείῃσι πατήρ, σὺν δ̓ ἡμῖν δαῖτα ταράξῃ. 1.580εἴ περ γάρ κ̓ ἐθέλῃσιν Ὀλύμπιος ἀστεροπητὴς 1.581ἐξ ἑδέων στυφελίξαι· γὰρ πολὺ φέρτατός ἐστιν. 1.582ἀλλὰ σὺ τὸν ἐπέεσσι καθάπτεσθαι μαλακοῖσιν· 1.583αὐτίκ̓ ἔπειθ̓ ἵλαος Ὀλύμπιος ἔσσεται ἡμῖν. 1.584ὣς ἄῤ ἔφη καὶ ἀναΐξας δέπας ἀμφικύπελλον 1.585μητρὶ φίλῃ ἐν χειρὶ τίθει καί μιν προσέειπε· 1.586τέτλαθι μῆτερ ἐμή, καὶ ἀνάσχεο κηδομένη περ, 1.587μή σε φίλην περ ἐοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδωμαι 1.588θεινομένην, τότε δ̓ οὔ τι δυνήσομαι ἀχνύμενός περ 1.589χραισμεῖν· ἀργαλέος γὰρ Ὀλύμπιος ἀντιφέρεσθαι· 1.590ἤδη γάρ με καὶ ἄλλοτ̓ ἀλεξέμεναι μεμαῶτα 1.591ῥῖψε ποδὸς τεταγὼν ἀπὸ βηλοῦ θεσπεσίοιο, 1.592πᾶν δ̓ ἦμαρ φερόμην, ἅμα δ̓ ἠελίῳ καταδύντι 1.593κάππεσον ἐν Λήμνῳ, ὀλίγος δ̓ ἔτι θυμὸς ἐνῆεν· 1.594ἔνθά με Σίντιες ἄνδρες ἄφαρ κομίσαντο πεσόντα. 1.595ὣς φάτο, μείδησεν δὲ θεὰ λευκώλενος Ἥρη, 1.596μειδήσασα δὲ παιδὸς ἐδέξατο χειρὶ κύπελλον· 1.597αὐτὰρ τοῖς ἄλλοισι θεοῖς ἐνδέξια πᾶσιν 1.598οἰνοχόει γλυκὺ νέκταρ ἀπὸ κρητῆρος ἀφύσσων· 1.599ἄσβεστος δ̓ ἄῤ ἐνῶρτο γέλως μακάρεσσι θεοῖσιν 1.600ὡς ἴδον Ἥφαιστον διὰ δώματα ποιπνύοντα. 1.601ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα 1.602δαίνυντ̓, οὐ δέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης, 1.603οὐ μὲν φόρμιγγος περικαλλέος ἣν ἔχ̓ Ἀπόλλων, 1.604Μουσάων θ̓ αἳ ἄειδον ἀμειβόμεναι ὀπὶ καλῇ. 1.605αὐτὰρ ἐπεὶ κατέδυ λαμπρὸν φάος ἠελίοιο, 1.606οἳ μὲν κακκείοντες ἔβαν οἶκον δὲ ἕκαστος, 1.607ἧχι ἑκάστῳ δῶμα περικλυτὸς ἀμφιγυήεις 1.608Ἥφαιστος ποίησεν ἰδυίῃσι πραπίδεσσι· 1.609Ζεὺς δὲ πρὸς ὃν λέχος ἤϊ̓ Ὀλύμπιος ἀστεροπητής, 1.610ἔνθα πάρος κοιμᾶθ̓ ὅτε μιν γλυκὺς ὕπνος ἱκάνοι· 1.611ἔνθα καθεῦδ̓ ἀναβάς, παρὰ δὲ χρυσόθρονος Ἥρη.