ILIAD Elucidated - Book 2

2.1ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ 2.2εὗδον παννύχιοι, Δία δ̓ οὐκ ἔχε νήδυμος ὕπνος, 2.3ἀλλ̓ γε μερμήριζε κατὰ φρένα ὡς Ἀχιλῆα 2.4τιμήσῃ, ὀλέσῃ δὲ πολέας ἐπὶ νηυσὶν Ἀχαιῶν. 2.5ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή, 2.6πέμψαι ἐπ̓ Ἀτρεΐδῃ Ἀγαμέμνονι οὖλον ὄνειρον· 2.7καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· 2.8βάσκ̓ ἴθι οὖλε ὄνειρε θοὰς ἐπὶ νῆας Ἀχαιῶν· 2.9ἐλθὼν ἐς κλισίην Ἀγαμέμνονος Ἀτρεΐδαο 2.10πάντα μάλ̓ ἀτρεκέως ἀγορευέμεν ὡς ἐπιτέλλω· 2.11θωρῆξαί κέλευε κάρη κομόωντας Ἀχαιοὺς 2.12πανσυδίῃ· νῦν γάρ κεν ἕλοι πόλιν εὐρυάγυιαν 2.13Τρώων· οὐ γὰρ ἔτ̓ ἀμφὶς Ὀλύμπια δώματ̓ ἔχοντες 2.14ἀθάνατοι φράζονται· ἐπέγναμψεν γὰρ ἅπαντας 2.15Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδἐ ἐφῆπται. 2.16ὣς φάτο, βῆ δ̓ ἄῤ ὄνειρος ἐπεὶ τὸν μῦθον ἄκουσε· 2.17καρπαλίμως δ̓ ἵκανε θοὰς ἐπὶ νῆας Ἀχαιῶν, 2.18βῆ δ̓ ἄῤ ἐπ̓ Ἀτρεΐδην Ἀγαμέμνονα· τὸν δὲ κίχανεν 2.19εὕδοντ̓ ἐν κλισίῃ, περὶ δ̓ ἀμβρόσιος κέχυθ̓ ὕπνος. 2.20στῆ δ̓ ἄῤ ὑπὲρ κεφαλῆς Νηληΐῳ υἷι ἐοικώς 2.21Νέστορι, τόν ῥα μάλιστα γερόντων τῖ̓ Ἀγαμέμνων· 2.22τῷ μιν ἐεισάμενος προσεφώνεε θεῖος ὄνειρος· 2.23εὕδεις Ἀτρέος υἱὲ δαΐφρονος ἱπποδάμοιο· 2.24οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα 2.25 λαοί τ̓ ἐπιτετράφαται καὶ τόσσα μέμηλε· 2.26νῦν δ̓ ἐμέθεν ξύνες ὦκα· Διὸς δέ τοι ἄγγελός εἰμι, 2.27ὃς σεῦ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδ̓ ἐλεαίρει. 2.28θωρῆξαί σε κέλευσε κάρη κομόωντας Ἀχαιοὺς 2.29πανσυδίῃ· νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιαν 2.30Τρώων· οὐ γὰρ ἔτ̓ ἀμφὶς Ὀλύμπια δώματ̓ ἔχοντες 2.31ἀθάνατοι φράζονται· ἐπέγναμψεν γὰρ ἅπαντας 2.32Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδἐ ἐφῆπται 2.33ἐκ Διός· ἀλλὰ σὺ σῇσιν ἔχε φρεσί, μη δέ σε λήθη 2.34αἱρείτω εὖτ̓ ἄν σε μελίφρων ὕπνος ἀνήῃ. 2.35ὣς ἄρα φωνήσας ἀπεβήσετο, τὸν δὲ λίπ̓ αὐτοῦ 2.36τὰ φρονέοντ̓ ἀνὰ θυμὸν ῥ̓ οὐ τελέεσθαι ἔμελλον· 2.37φῆ γὰρ γ̓ αἱρήσειν Πριάμου πόλιν ἤματι κείνῳ 2.38νήπιος, οὐ δὲ τὰ ᾔδη ῥα Ζεὺς μήδετο ἔργα· 2.39θήσειν γὰρ ἔτ̓ ἔμελλεν ἐπ̓ ἄλγεά τε στοναχάς τε 2.40Τρωσί τε καὶ Δαναοῖσι διὰ κρατερὰς ὑσμίνας. 2.41ἔγρετο δ̓ ἐξ ὕπνου, θείη δέ μιν ἀμφέχυτ̓ ὀμφή· 2.42ἕζετο δ̓ ὀρθωθείς, μαλακὸν δ̓ ἔνδυνε χιτῶνα 2.43καλὸν νηγάτεον, περὶ δὲ μέγα βάλλετο φᾶρος· 2.44ποσσὶ δ̓ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα, 2.45ἀμφὶ δ̓ ἄῤ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον· 2.46εἵλετο δὲ σκῆπτρον πατρώϊον ἄφθιτον αἰεὶ 2.47σὺν τῷ ἔβη κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων· 2.48ἠὼς μέν ῥα θεὰ προσεβήσετο μακρὸν Ὄλυμπον 2.49Ζηνὶ φόως ἐρέουσα καὶ ἄλλοις ἀθανάτοισιν· 2.50αὐτὰρ κηρύκεσσι λιγυφθόγγοισι κέλευσε 2.51κηρύσσειν ἀγορὴν δὲ κάρη κομόωντας Ἀχαιούς· 2.52οἳ μὲν ἐκήρυσσον, τοὶ δ̓ ἠγείροντο μάλ̓ ὦκα· 2.53βουλὴν δὲ πρῶτον μεγαθύμων ἷζε γερόντων 2.54Νεστορέῃ παρὰ νηῒ Πυλοιγενέος βασιλῆος· 2.55τοὺς γε συγκαλέσας πυκινὴν ἀρτύνετο βουλήν· 2.56κλῦτε φίλοι· θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος 2.57ἀμβροσίην διὰ νύκτα· μάλιστα δὲ Νέστορι δίῳ 2.58εἶδός τε μέγεθός τε φυήν τ̓ ἄγχιστα ἐῴκει· 2.59στῆ δ̓ ἄῤ ὑπὲρ κεφαλῆς καί με πρὸς μῦθον ἔειπεν· 2.60εὕδεις Ἀτρέος υἱὲ δαΐφρονος ἱπποδάμοιο· 2.61οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα, 2.62 λαοί τ̓ ἐπιτετράφαται καὶ τόσσα μέμηλε· 2.63νῦν δ̓ ἐμέθεν ξύνες ὦκα· Διὸς δέ τοι ἄγγελός εἰμι, 2.64ὃς σεῦ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδ̓ ἐλεαίρει· 2.65θωρῆξαί σε κέλευσε κάρη κομόωντας Ἀχαιοὺς 2.66πανσυδίῃ· νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιαν 2.67Τρώων· οὐ γὰρ ἔτ̓ ἀμφὶς Ὀλύμπια δώματ̓ ἔχοντες 2.68ἀθάνατοι φράζονται· ἐπέγναμψεν γὰρ ἅπαντας 2.69Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδἐ ἐφῆπται 2.70ἐκ Διός· ἀλλὰ σὺ σῇσιν ἔχε φρεσίν· ὣς μὲν εἰπὼν 2.71ᾤχετ̓ ἀποπτάμενος, ἐμὲ δὲ γλυκὺς ὕπνος ἀνῆκεν. 2.72ἀλλ̓ ἄγετ̓ αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν· 2.73πρῶτα δ̓ ἐγὼν ἔπεσιν πειρήσομαι, θέμις ἐστί, 2.74καὶ φεύγειν σὺν νηυσὶ πολυκλήϊσι κελεύσω· 2.75ὑμεῖς δ̓ ἄλλοθεν ἄλλος ἐρητύειν ἐπέεσσιν. 2.76ἤτοι γ̓ ὣς εἰπὼν κατ̓ ἄῤ ἕζετο, τοῖσι δ̓ ἀνέστη 2.77Νέστωρ, ὅς ῥα Πύλοιο ἄναξ ἦν ἠμαθόεντος, 2.78 σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν· 2.79φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες 2.80εἰ μέν τις τὸν ὄνειρον Ἀχαιῶν ἄλλος ἔνισπε 2.81ψεῦδός κεν φαῖμεν καὶ νοσφιζοίμεθα μᾶλλον· 2.82νῦν δ̓ ἴδεν ὃς μέγ̓ ἄριστος Ἀχαιῶν εὔχεται εἶναι· 2.83ἀλλ̓ ἄγετ̓ αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν. 2.84ὣς ἄρα φωνήσας βουλῆς ἐξῆρχε νέεσθαι, 2.85οἳ δ̓ ἐπανέστησαν πείθοντό τε ποιμένι λαῶν 2.86σκηπτοῦχοι βασιλῆες· ἐπεσσεύοντο δὲ λαοί. 2.87ἠΰτε ἔθνεα εἶσι μελισσάων ἁδινάων 2.88πέτρης ἐκ γλαφυρῆς αἰεὶ νέον ἐρχομενάων, 2.89βοτρυδὸν δὲ πέτονται ἐπ̓ ἄνθεσιν εἰαρινοῖσιν· 2.90αἳ μέν τ̓ ἔνθα ἅλις πεποτήαται, αἳ δέ τε ἔνθα· 2.91ὣς τῶν ἔθνεα πολλὰ νεῶν ἄπο καὶ κλισιάων 2.92ἠϊόνος προπάροιθε βαθείης ἐστιχόωντο 2.93ἰλαδὸν εἰς ἀγορήν· μετὰ δέ σφισιν ὄσσα δεδήει 2.94ὀτρύνουσ̓ ἰέναι Διὸς ἄγγελος· οἳ δ̓ ἀγέροντο. 2.95τετρήχει δ̓ ἀγορή, ὑπὸ δὲ στεναχίζετο γαῖα 2.96λαῶν ἱζόντων, ὅμαδος δ̓ ἦν· ἐννέα δέ σφεας 2.97κήρυκες βοόωντες ἐρήτυον, εἴ ποτ̓ ἀϋτῆς 2.98σχοίατ̓, ἀκούσειαν δὲ διοτρεφέων βασιλήων. 2.99σπουδῇ δ̓ ἕζετο λαός, ἐρήτυθεν δὲ καθ̓ ἕδρας 2.100παυσάμενοι κλαγγῆς· ἀνὰ δὲ κρείων Ἀγαμέμνων 2.101ἔστη σκῆπτρον ἔχων τὸ μὲν Ἥφαιστος κάμε τεύχων. 2.102Ἥφαιστος μὲν δῶκε Διὶ Κρονίωνι ἄνακτι, 2.103αὐτὰρ ἄρα Ζεὺς δῶκε διακτόρῳ ἀργεϊφόντῃ· 2.104Ἑρμείας δὲ ἄναξ δῶκεν Πέλοπι πληξίππῳ, 2.105αὐτὰρ αὖτε Πέλοψ δῶκ̓ Ἀτρέϊ ποιμένι λαῶν, 2.106Ἀτρεὺς δὲ θνῄσκων ἔλιπεν πολύαρνι Θυέστῃ, 2.107αὐτὰρ αὖτε Θυέστ̓ Ἀγαμέμνονι λεῖπε φορῆναι, 2.108πολλῇσιν νήσοισι καὶ Ἄργεϊ παντὶ ἀνάσσειν. 2.109τῷ γ̓ ἐρεισάμενος ἔπἐ Ἀργείοισι μετηύδα· 2.110φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος 2.111Ζεύς με μέγα Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ, 2.112σχέτλιος, ὃς πρὶν μέν μοι ὑπέσχετο καὶ κατένευσεν 2.113Ἴλιον ἐκπέρσαντ̓ εὐτείχεον ἀπονέεσθαι, 2.114νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο, καί με κελεύει 2.115δυσκλέα Ἄργος ἱκέσθαι, ἐπεὶ πολὺν ὤλεσα λαόν. 2.116οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι, 2.117ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηνα 2.118ἠδ̓ ἔτι καὶ λύσει· τοῦ γὰρ κράτος ἐστὶ μέγιστον. 2.119αἰσχρὸν γὰρ τόδε γ̓ ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι 2.120μὰψ οὕτω τοιόνδε τοσόνδε τε λαὸν Ἀχαιῶν 2.121ἄπρηκτον πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαι 2.122ἀνδράσι παυροτέροισι, τέλος δ̓ οὔ πώ τι πέφανται· 2.123εἴ περ γάρ κ̓ ἐθέλοιμεν Ἀχαιοί τε Τρῶές τε 2.124ὅρκια πιστὰ ταμόντες ἀριθμηθήμεναι ἄμφω, 2.125Τρῶας μὲν λέξασθαι ἐφέστιοι ὅσσοι ἔασιν, 2.126ἡμεῖς δ̓ ἐς δεκάδας διακοσμηθεῖμεν Ἀχαιοί, 2.127Τρώων δ̓ ἄνδρα ἕκαστοι ἑλοίμεθα οἰνοχοεύειν, 2.128πολλαί κεν δεκάδες δευοίατο οἰνοχόοιο. 2.129τόσσον ἐγώ φημι πλέας ἔμμεναι υἷας Ἀχαιῶν 2.130Τρώων, οἳ ναίουσι κατὰ πτόλιν· ἀλλ̓ ἐπίκουροι 2.131πολλέων ἐκ πολίων ἐγχέσπαλοι ἄνδρες ἔασιν, 2.132οἵ με μέγα πλάζουσι καὶ οὐκ εἰῶσ̓ ἐθέλοντα 2.133Ἰλίου ἐκπέρσαι εὖ ναιόμενον πτολίεθρον. 2.134ἐννέα δὴ βεβάασι Διὸς μεγάλου ἐνιαυτοί, 2.135καὶ δὴ δοῦρα σέσηπε νεῶν καὶ σπάρτα λέλυνται· 2.136αἳ δέ που ἡμέτεραί τ̓ ἄλοχοι καὶ νήπια τέκνα 2.137εἵατ̓ ἐνὶ μεγάροις ποτιδέγμεναι· ἄμμι δὲ ἔργον 2.138αὔτως ἀκράαντον οὗ εἵνεκα δεῦῤ ἱκόμεσθα. 2.139ἀλλ̓ ἄγεθ̓ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες· 2.140φεύγωμεν σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν· 2.141οὐ γὰρ ἔτι Τροίην αἱρήσομεν εὐρυάγυιαν. 2.142ὣς φάτο, τοῖσι δὲ θυμὸν ἐνὶ στήθεσσιν ὄρινε 2.143πᾶσι μετὰ πληθὺν ὅσοι οὐ βουλῆς ἐπάκουσαν· 2.144κινήθη δ̓ ἀγορὴ φὴ κύματα μακρὰ θαλάσσης 2.145πόντου Ἰκαρίοιο, τὰ μέν τ̓ Εὖρός τε Νότος τε 2.146ὤροῤ ἐπαΐξας πατρὸς Διὸς ἐκ νεφελάων. 2.147ὡς δ̓ ὅτε κινήσῃ Ζέφυρος βαθὺ λήϊον ἐλθὼν 2.148λάβρος ἐπαιγίζων, ἐπί τ̓ ἠμύει ἀσταχύεσσιν, 2.149ὣς τῶν πᾶσ̓ ἀγορὴ κινήθη· τοὶ δ̓ ἀλαλητῷ 2.150νῆας ἔπ̓ ἐσσεύοντο, ποδῶν δ̓ ὑπένερθε κονίη 2.151ἵστατ̓ ἀειρομένη· τοὶ δ̓ ἀλλήλοισι κέλευον 2.152ἅπτεσθαι νηῶν ἠδ̓ ἑλκέμεν εἰς ἅλα δῖαν, 2.153οὐρούς τ̓ ἐξεκάθαιρον· ἀϋτὴ δ̓ οὐρανὸν ἷκεν 2.154οἴκαδε ἱεμένων· ὑπὸ δ̓ ᾕρεον ἕρματα νηῶν. 2.155ἔνθά κεν Ἀργείοισιν ὑπέρμορα νόστος ἐτύχθη 2.156εἰ μὴ Ἀθηναίην Ἥρη πρὸς μῦθον ἔειπεν· 2.157ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη, 2.158οὕτω δὴ οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν 2.159Ἀργεῖοι φεύξονται ἐπ̓ εὐρέα νῶτα θαλάσσης, 2.160κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιεν 2.161Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλοὶ Ἀχαιῶν 2.162ἐν Τροίῃ ἀπόλοντο φίλης ἀπὸ πατρίδος αἴης· 2.163ἀλλ̓ ἴθι νῦν κατὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων· 2.164σοῖς ἀγανοῖς ἐπέεσσιν ἐρήτυε φῶτα ἕκαστον, 2.165μη δὲ ἔα νῆας ἅλα δ̓ ἑλκέμεν ἀμφιελίσσας. 2.166ὣς ἔφατ̓, οὐ δ̓ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη, 2.167βῆ δὲ κατ̓ Οὐλύμποιο καρήνων ἀΐξασα· 2.168καρπαλίμως δ̓ ἵκανε θοὰς ἐπὶ νῆας Ἀχαιῶν. 2.169εὗρεν ἔπειτ̓ Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον 2.170ἑσταότ̓· οὐ δ̓ γε νηὸς ἐϋσσέλμοιο μελαίνης 2.171ἅπτετ̓, ἐπεί μιν ἄχος κραδίην καὶ θυμὸν ἵκανεν· 2.172ἀγχοῦ δ̓ ἱσταμένη προσέφη γλαυκῶπις Ἀθήνη· 2.173διογενὲς Λαερτιάδη πολυμήχαν̓ Ὀδυσσεῦ, 2.174οὕτω δὴ οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν 2.175φεύξεσθ̓ ἐν νήεσσι πολυκλήϊσι πεσόντες, 2.176κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιτε 2.177Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλοὶ Ἀχαιῶν 2.178ἐν Τροίῃ ἀπόλοντο φίλης ἀπὸ πατρίδος αἴης; 2.179ἀλλ̓ ἴθι νῦν κατὰ λαὸν Ἀχαιῶν, μη δ̓ ἔτ̓ ἐρώει, 2.180σοῖς δ̓ ἀγανοῖς ἐπέεσσιν ἐρήτυε φῶτα ἕκαστον, 2.181μη δὲ ἔα νῆας ἅλα δ̓ ἑλκέμεν ἀμφιελίσσας. 2.182ὣς φάθ̓, δὲ ξυνέηκε θεᾶς ὄπα φωνησάσης, 2.183βῆ δὲ θέειν, ἀπὸ δὲ χλαῖναν βάλε· τὴν δὲ κόμισσε 2.184κῆρυξ Εὐρυβάτης Ἰθακήσιος ὅς οἱ ὀπήδει· 2.185αὐτὸς δ̓ Ἀτρεΐδεω Ἀγαμέμνονος ἀντίος ἐλθὼν 2.186δέξατό οἱ σκῆπτρον πατρώϊον ἄφθιτον αἰεί· 2.187σὺν τῷ ἔβη κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων. 2.188ὅν τινα μὲν βασιλῆα καὶ ἔξοχον ἄνδρα κιχείη 2.189τὸν δ̓ ἀγανοῖς ἐπέεσσιν ἐρητύσασκε παραστάς· 2.190δαιμόνἰ οὔ σε ἔοικε κακὸν ὣς δειδίσσεσθαι, 2.191ἀλλ̓ αὐτός τε κάθησο καὶ ἄλλους ἵδρυε λαούς· 2.192οὐ γάρ πω σάφα οἶσθ̓ οἷος νόος Ἀτρεΐωνος· 2.193νῦν μὲν πειρᾶται, τάχα δ̓ ἴψεται υἷας Ἀχαιῶν. 2.194ἐν βουλῇ δ̓ οὐ πάντες ἀκούσαμεν οἷον ἔειπε. 2.195μή τι χολωσάμενος ῥέξῃ κακὸν υἷας Ἀχαιῶν· 2.196θυμὸς δὲ μέγας ἐστὶ διοτρεφέων βασιλήων, 2.197τιμὴ δ̓ ἐκ Διός ἐστι, φιλεῖ δέ μητίετα Ζεύς. 2.198ὃν δ̓ αὖ δήμου τ̓ ἄνδρα ἴδοι βοόωντά τ̓ ἐφεύροι, 2.199τὸν σκήπτρῳ ἐλάσασκεν ὁμοκλήσασκέ τε μύθῳ· 2.200δαιμόνἰ ἀτρέμας ἧσο καὶ ἄλλων μῦθον ἄκουε, 2.201οἳ σέο φέρτεροί εἰσι, σὺ δ̓ ἀπτόλεμος καὶ ἄναλκις 2.202οὔτέ ποτ̓ ἐν πολέμῳ ἐναρίθμιος οὔ τ̓ ἐνὶ βουλῇ· 2.203οὐ μέν πως πάντες βασιλεύσομεν ἐνθάδ̓ Ἀχαιοί· 2.204οὐκ ἀγαθὸν πολυκοιρανίη· εἷς κοίρανος ἔστω, 2.205εἷς βασιλεύς, δῶκε Κρόνου πάϊς ἀγκυλομήτεω 2.206σκῆπτρόν τ̓ ἠδὲ θέμιστας, ἵνά σφισι βουλεύῃσι. 2.207ὣς γε κοιρανέων δίεπε στρατόν· οἳ δ̓ ἀγορὴν δὲ 2.208αὖτις ἐπεσσεύοντο νεῶν ἄπο καὶ κλισιάων 2.209ἠχῇ, ὡς ὅτε κῦμα πολυφλοίσβοιο θαλάσσης 2.210αἰγιαλῷ μεγάλῳ βρέμεται, σμαραγεῖ δέ τε πόντος. 2.211ἄλλοι μέν ῥ̓ ἕζοντο, ἐρήτυθεν δὲ καθ̓ ἕδρας· 2.212Θερσίτης δ̓ ἔτι μοῦνος ἀμετροεπὴς ἐκολῴα, 2.213ὃς ἔπεα φρεσὶν ᾗσιν ἄκοσμά τε πολλά τε ᾔδη 2.214μάψ, ἀτὰρ οὐ κατὰ κόσμον, ἐριζέμεναι βασιλεῦσιν, 2.215ἀλλ̓ τι οἱ εἴσαιτο γελοίϊον Ἀργείοισιν 2.216ἔμμεναι· αἴσχιστος δὲ ἀνὴρ ὑπὸ Ἴλιον ἦλθε· 2.217φολκὸς ἔην, χωλὸς δ̓ ἕτερον πόδα· τὼ δέ οἱ ὤμω 2.218κυρτὼ ἐπὶ στῆθος συνοχωκότε· αὐτὰρ ὕπερθε 2.219φοξὸς ἔην κεφαλήν, ψεδνὴ δ̓ ἐπενήνοθε λάχνη. 2.220ἔχθιστος δ̓ Ἀχιλῆϊ μάλιστ̓ ἦν ἠδ̓ Ὀδυσῆϊ· 2.221τὼ γὰρ νεικείεσκε· τότ̓ αὖτ̓ Ἀγαμέμνονι δίῳ 2.222ὀξέα κεκλήγων λέγ̓ ὀνείδεα· τῷ δ̓ ἄῤ Ἀχαιοὶ 2.223ἐκπάγλως κοτέοντο νεμέσσηθέν τ̓ ἐνὶ θυμῷ. 2.224αὐτὰρ μακρὰ βοῶν Ἀγαμέμνονα νείκεε μύθῳ· 2.225Ἀτρεΐδη τέο δ̓ αὖτ̓ ἐπιμέμφεαι ἠδὲ χατίζεις; 2.226πλεῖαί τοι χαλκοῦ κλισίαι, πολλαὶ δὲ γυναῖκες 2.227εἰσὶν ἐνὶ κλισίῃς ἐξαίρετοι, ἅς τοι Ἀχαιοὶ 2.228πρωτίστῳ δίδομεν εὖτ̓ ἂν πτολίεθρον ἕλωμεν. 2.229ἦ ἔτι καὶ χρυσοῦ ἐπιδεύεαι, ὅν κέ τις οἴσει 2.230Τρώων ἱπποδάμων ἐξ Ἰλίου υἷος ἄποινα, 2.231ὅν κεν ἐγὼ δήσας ἀγάγωἄλλος Ἀχαιῶν, 2.232ἠὲ γυναῖκα νέην, ἵνα μίσγεαι ἐν φιλότητι, 2.233ἥν τ̓ αὐτὸς ἀπονόσφι κατίσχεαι; οὐ μὲν ἔοικεν 2.234ἀρχὸν ἐόντα κακῶν ἐπιβασκέμεν υἷας Ἀχαιῶν. 2.235πέπονες κάκ̓ ἐλέγχἐ Ἀχαιΐδες οὐκέτ̓ Ἀχαιοὶ 2.236οἴκαδέ περ σὺν νηυσὶ νεώμεθα, τόνδε δ̓ ἐῶμεν 2.237αὐτοῦ ἐνὶ Τροίῃ γέρα πεσσέμεν, ὄφρα ἴδηται 2.238ἤ ῥά τί οἱ χἠμεῖς προσαμύνομεν ἦε καὶ οὐκί· 2.239ὃς καὶ νῦν Ἀχιλῆα ἕο μέγ̓ ἀμείνονα φῶτα 2.240ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας. 2.241ἀλλὰ μάλ̓ οὐκ Ἀχιλῆϊ χόλος φρεσίν, ἀλλὰ μεθήμων· 2.242ἦ γὰρ ἂν Ἀτρεΐδη νῦν ὕστατα λωβήσαιο· 2.243ὣς φάτο νεικείων Ἀγαμέμνονα ποιμένα λαῶν, 2.244Θερσίτης· τῷ δ̓ ὦκα παρίστατο δῖος Ὀδυσσεύς, 2.245καί μιν ὑπόδρα ἰδὼν χαλεπῷ ἠνίπαπε μύθῳ· 2.246Θερσῖτ̓ ἀκριτόμυθε, λιγύς περ ἐὼν ἀγορητής, 2.247ἴσχεο, μη δ̓ ἔθελ̓ οἶος ἐριζέμεναι βασιλεῦσιν· 2.248οὐ γὰρ ἐγὼ σέο φημὶ χερειότερον βροτὸν ἄλλον 2.249ἔμμεναι, ὅσσοι ἅμ̓ Ἀτρεΐδῃς ὑπὸ Ἴλιον ἦλθον. 2.250τὼ οὐκ ἂν βασιλῆας ἀνὰ στόμ̓ ἔχων ἀγορεύοις, 2.251καί σφιν ὀνείδεά τε προφέροις, νόστόν τε φυλάσσοις. 2.252οὐ δέ τί πω σάφα ἴδμεν ὅπως ἔσται τάδε ἔργα, 2.253ἢ εὖ ἦε κακῶς νοστήσομεν υἷες Ἀχαιῶν. 2.254τὼ νῦν Ἀτρεΐδῃ Ἀγαμέμνονι ποιμένι λαῶν 2.255ἧσαι ὀνειδίζων, ὅτι οἱ μάλα πολλὰ διδοῦσιν 2.256ἥρωες Δαναοί· σὺ δὲ κερτομέων ἀγορεύεις. 2.257ἀλλ̓ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται· 2.258εἴ κ̓ ἔτι σ̓ ἀφραίνοντα κιχήσομαι ὥς νύ περ ὧδε, 2.259μηκέτ̓ ἔπειτ̓ Ὀδυσῆϊ κάρη ὤμοισιν ἐπείη, 2.260μη δ̓ ἔτι Τηλεμάχοιο πατὴρ κεκλημένος εἴην, 2.261εἰ μὴ ἐγώ σε λαβὼν ἀπὸ μὲν φίλα εἵματα δύσω, 2.262χλαῖνάν τ̓ ἠδὲ χιτῶνα, τά τ̓ αἰδῶ ἀμφικαλύπτει, 2.263αὐτὸν δὲ κλαίοντα θοὰς ἐπὶ νῆας ἀφήσω 2.264πεπλήγων ἀγορῆθεν ἀεικέσσι πληγῇσιν. 2.265ὣς ἄῤ ἔφη, σκήπτρῳ δὲ μετάφρενον ἠδὲ καὶ ὤμω 2.266πλῆξεν· δ̓ ἰδνώθη, θαλερὸν δέ οἱ ἔκπεσε δάκρυ· 2.267σμῶδιξ δ̓ αἱματόεσσα μεταφρένου ἐξυπανέστη 2.268σκήπτρου ὕπο χρυσέου· δ̓ ἄῤ ἕζετο τάρβησέν τε, 2.269ἀλγήσας δ̓ ἀχρεῖον ἰδὼν ἀπομόρξατο δάκρυ. 2.270οἳ δὲ καὶ ἀχνύμενοί περ ἐπ̓ αὐτῷ ἡδὺ γέλασσαν· 2.271ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον· 2.272ὢ πόποι ἦ δὴ μυρί̓ Ὀδυσσεὺς ἐσθλὰ ἔοργε 2.273βουλάς τ̓ ἐξάρχων ἀγαθὰς πόλεμόν τε κορύσσων· 2.274νῦν δὲ τόδε μέγ̓ ἄριστον ἐν Ἀργείοισιν ἔρεξεν, 2.275ὃς τὸν λωβητῆρα ἐπεσβόλον ἔσχ̓ ἀγοράων. 2.276οὔ θήν μιν πάλιν αὖτις ἀνήσει θυμὸς ἀγήνωρ 2.277νεικείειν βασιλῆας ὀνειδείοις ἐπέεσσιν. 2.278ὣς φάσαν πληθύς· ἀνὰ δ̓ πτολίπορθος Ὀδυσσεὺς 2.279ἔστη σκῆπτρον ἔχων· παρὰ δὲ γλαυκῶπις Ἀθήνη 2.280εἰδομένη κήρυκι σιωπᾶν λαὸν ἀνώγει, 2.281ὡς ἅμα θ̓ οἳ πρῶτοί τε καὶ ὕστατοι υἷες Ἀχαιῶν 2.282μῦθον ἀκούσειαν καὶ ἐπιφρασσαίατο βουλήν· 2.283 σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν· 2.284Ἀτρεΐδη νῦν δή σε ἄναξ ἐθέλουσιν Ἀχαιοὶ 2.285πᾶσιν ἐλέγχιστον θέμεναι μερόπεσσι βροτοῖσιν, 2.286οὐ δέ τοι ἐκτελέουσιν ὑπόσχεσιν ἥν περ ὑπέσταν 2.287ἐνθάδ̓ ἔτι στείχοντες ἀπ̓ Ἄργεος ἱπποβότοιο 2.288Ἴλιον ἐκπέρσαντ̓ εὐτείχεον ἀπονέεσθαι. 2.289ὥς τε γὰρ ἢ παῖδες νεαροὶ χῆραί τε γυναῖκες 2.290ἀλλήλοισιν ὀδύρονται οἶκον δὲ νέεσθαι. 2.291ἦ μὴν καὶ πόνος ἐστὶν ἀνιηθέντα νέεσθαι· 2.292καὶ γάρ τίς θ̓ ἕνα μῆνα μένων ἀπὸ ἧς ἀλόχοιο 2.293ἀσχαλάᾳ σὺν νηῒ πολυζύγῳ, ὅν περ ἄελλαι 2.294χειμέριαι εἰλέωσιν ὀρινομένη τε θάλασσα· 2.295ἡμῖν δ̓ εἴνατός ἐστι περιτροπέων ἐνιαυτὸς 2.296ἐνθάδε μιμνόντεσσι· τὼ οὐ νεμεσίζομ̓ Ἀχαιοὺς 2.297ἀσχαλάαν παρὰ νηυσὶ κορωνίσιν· ἀλλὰ καὶ ἔμπης 2.298αἰσχρόν τοι δηρόν τε μένειν κενεόν τε νέεσθαι. 2.299τλῆτε φίλοι, καὶ μείνατ̓ ἐπὶ χρόνον ὄφρα δαῶμεν 2.300ἐτεὸν Κάλχας μαντεύεται ἦε καὶ οὐκί. 2.301εὖ γὰρ δὴ τόδε ἴδμεν ἐνὶ φρεσίν, ἐστὲ δὲ πάντες 2.302μάρτυροι, οὓς μὴ κῆρες ἔβαν θανάτοιο φέρουσαι· 2.303χθιζά τε καὶ πρωΐζ̓ ὅτ̓ ἐς Αὐλίδα νῆες Ἀχαιῶν 2.304ἠγερέθοντο κακὰ Πριάμῳ καὶ Τρωσὶ φέρουσαι, 2.305ἡμεῖς δ̓ ἀμφὶ περὶ κρήνην ἱεροὺς κατὰ βωμοὺς 2.306ἕρδομεν ἀθανάτοισι τεληέσσας ἑκατόμβας 2.307καλῇ ὑπὸ πλατανίστῳ ὅθεν ῥέεν ἀγλαὸν ὕδωρ· 2.308ἔνθ̓ ἐφάνη μέγα σῆμα· δράκων ἐπὶ νῶτα δαφοινὸς 2.309σμερδαλέος, τόν ῥ̓ αὐτὸς Ὀλύμπιος ἧκε φόως δέ, 2.310βωμοῦ ὑπαΐξας πρός ῥα πλατάνιστον ὄρουσεν. 2.311ἔνθα δ̓ ἔσαν στρουθοῖο νεοσσοί, νήπια τέκνα, 2.312ὄζῳ ἐπ̓ ἀκροτάτῳ πετάλοις ὑποπεπτηῶτες 2.313ὀκτώ, ἀτὰρ μήτηρ ἐνάτη ἦν τέκε τέκνα· 2.314ἔνθ̓ γε τοὺς ἐλεεινὰ κατήσθιε τετριγῶτας· 2.315μήτηρ δ̓ ἀμφεποτᾶτο ὀδυρομένη φίλα τέκνα· 2.316τὴν δ̓ ἐλελιξάμενος πτέρυγος λάβεν ἀμφιαχυῖαν. 2.317αὐτὰρ ἐπεὶ κατὰ τέκνα φάγε στρουθοῖο καὶ αὐτήν, 2.318τὸν μὲν ἀρίζηλον θῆκεν θεὸς ὅς περ ἔφηνε· 2.319λᾶαν γάρ μιν ἔθηκε Κρόνου πάϊς ἀγκυλομήτεω· 2.320ἡμεῖς δ̓ ἑσταότες θαυμάζομεν οἷον ἐτύχθη. 2.321ὡς οὖν δεινὰ πέλωρα θεῶν εἰσῆλθ̓ ἑκατόμβας, 2.322Κάλχας δ̓ αὐτίκ̓ ἔπειτα θεοπροπέων ἀγόρευε· 2.323τίπτ̓ ἄνεῳ ἐγένεσθε κάρη κομόωντες Ἀχαιοί; 2.324ἡμῖν μὲν τόδ̓ ἔφηνε τέρας μέγα μητίετα Ζεὺς 2.325ὄψιμον ὀψιτέλεστον, ὅου κλέος οὔ ποτ̓ ὀλεῖται. 2.326ὡς οὗτος κατὰ τέκνα φάγε στρουθοῖο καὶ αὐτὴν 2.327ὀκτώ, ἀτὰρ μήτηρ ἐνάτη ἦν τέκε τέκνα, 2.328ὣς ἡμεῖς τοσσαῦτ̓ ἔτεα πτολεμίξομεν αὖθι, 2.329τῷ δεκάτῳ δὲ πόλιν αἱρήσομεν εὐρυάγυιαν. 2.330κεῖνος τὼς ἀγόρευε· τὰ δὴ νῦν πάντα τελεῖται. 2.331ἀλλ̓ ἄγε μίμνετε πάντες ἐϋκνήμιδες Ἀχαιοὶ 2.332αὐτοῦ εἰς κεν ἄστυ μέγα Πριάμοιο ἕλωμεν. 2.333ὣς ἔφατ̓, Ἀργεῖοι δὲ μέγ̓ ἴαχον, ἀμφὶ δὲ νῆες 2.334σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπ̓ Ἀχαιῶν, 2.335μῦθον ἐπαινήσαντες Ὀδυσσῆος θείοιο· 2.336τοῖσι δὲ καὶ μετέειπε Γερήνιος ἱππότα Νέστωρ· 2.337ὦ πόποι ἦ δὴ παισὶν ἐοικότες ἀγοράασθε 2.338νηπιάχοις οἷς οὔ τι μέλει πολεμήϊα ἔργα. 2.339πῇ δὴ συνθεσίαι τε καὶ ὅρκια βήσεται ἥμιν; 2.340ἐν πυρὶ δὴ βουλαί τε γενοίατο μήδεά τ̓ ἀνδρῶν 2.341σπονδαί τ̓ ἄκρητοι καὶ δεξιαί, ᾗς ἐπέπιθμεν· 2.342αὔτως γὰρ ἐπέεσσ̓ ἐριδαίνομεν, οὐ δέ τι μῆχος 2.343εὑρέμεναι δυνάμεσθα, πολὺν χρόνον ἐνθάδ̓ ἐόντες. 2.344Ἀτρεΐδη σὺ δ̓ ἔθ̓ ὡς πρὶν ἔχων ἀστεμφέα βουλὴν 2.345ἄρχεὐ Ἀργείοισι κατὰ κρατερὰς ὑσμίνας, 2.346τούσδε δ̓ ἔα φθινύθειν ἕνα καὶ δύο, τοί κεν Ἀχαιῶν 2.347νόσφιν βουλεύωσ̓· ἄνυσις δ̓ οὐκ ἔσσεται αὐτῶν· 2.348πρὶν Ἄργος δ̓ ἰέναι πρὶν καὶ Διὸς αἰγιόχοιο 2.349γνώμεναι εἴ τε ψεῦδος ὑπόσχεσις εἴ τε καὶ οὐκί. 2.350φημὶ γὰρ οὖν κατανεῦσαι ὑπερμενέα Κρονίωνα 2.351ἤματι τῷ ὅτε νηυσὶν ἐν ὠκυπόροισιν ἔβαινον 2.352Ἀργεῖοι Τρώεσσι φόνον καὶ κῆρα φέροντες 2.353ἀστράπτων ἐπιδέξἰ ἐναίσιμα σήματα φαίνων. 2.354τὼ μή τις πρὶν ἐπειγέσθω οἶκον δὲ νέεσθαι 2.355πρίν τινα πὰρ Τρώων ἀλόχῳ κατακοιμηθῆναι, 2.356τίσασθαι δ̓ Ἑλένης ὁρμήματά τε στοναχάς τε. 2.357εἰ δέ τις ἐκπάγλως ἐθέλει οἶκον δὲ νέεσθαι 2.358ἁπτέσθω ἧς νηὸς ἐϋσσέλμοιο μελαίνης, 2.359ὄφρα πρόσθ̓ ἄλλων θάνατον καὶ πότμον ἐπίσπῃ. 2.360ἀλλὰ ἄναξ αὐτός τ̓ εὖ μήδεο πείθεό τ̓ ἄλλῳ· 2.361οὔ τοι ἀπόβλητον ἔπος ἔσσεται ὅττί κεν εἴπω· 2.362κρῖν̓ ἄνδρας κατὰ φῦλα κατὰ φρήτρας Ἀγάμεμνον, 2.363ὡς φρήτρη φρήτρηφιν ἀρήγῃ, φῦλα δὲ φύλοις. 2.364εἰ δέ κεν ὣς ἕρξῃς καί τοι πείθωνται Ἀχαιοί, 2.365γνώσῃ ἔπειθ̓ ὅς θ̓ ἡγεμόνων κακὸς ὅς τέ νυ λαῶν 2.366ἠδ̓ ὅς κ̓ ἐσθλὸς ἔῃσι· κατὰ σφέας γὰρ μαχέονται. 2.367γνώσεαι δ̓ εἰ καὶ θεσπεσίῃ πόλιν οὐκ ἀλαπάξεις, 2.368ἀνδρῶν κακότητι καὶ ἀφραδίῃ πολέμοιο. 2.369τὸν δ̓ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων· 2.370ἦ μὰν αὖτ̓ ἀγορῇ νικᾷς γέρον υἷας Ἀχαιῶν. 2.371αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον 2.372τοιοῦτοι δέκα μοι συμφράδμονες εἶεν Ἀχαιῶν· 2.373τώ κε τάχ̓ ἠμύσειε πόλις Πριάμοιο ἄνακτος 2.374χερσὶν ὑφ̓ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε. 2.375ἀλλά μοι αἰγίοχος Κρονίδης Ζεὺς ἄλγἐ ἔδωκεν, 2.376ὅς με μετ̓ ἀπρήκτους ἔριδας καὶ νείκεα βάλλει. 2.377καὶ γὰρ ἐγὼν Ἀχιλεύς τε μαχεσσάμεθ̓ εἵνεκα κούρης 2.378ἀντιβίοις ἐπέεσσιν, ἐγὼ δ̓ ἦρχον χαλεπαίνων· 2.379εἰ δέ ποτ̓ ἔς γε μίαν βουλεύσομεν, οὐκέτ̓ ἔπειτα 2.380Τρωσὶν ἀνάβλησις κακοῦ ἔσσεται οὐ δ̓ ἠβαιόν. 2.381νῦν δ̓ ἔρχεσθ̓ ἐπὶ δεῖπνον ἵνα ξυνάγωμεν Ἄρηα. 2.382εὖ μέν τις δόρυ θηξάσθω, εὖ δ̓ ἀσπίδα θέσθω, 2.383εὖ δέ τις ἵπποισιν δεῖπνον δότω ὠκυπόδεσσιν, 2.384εὖ δέ τις ἅρματος ἀμφὶς ἰδὼν πολέμοιο μεδέσθω, 2.385ὥς κε πανημέριοι στυγερῷ κρινώμεθ̓ Ἄρηϊ. 2.386οὐ γὰρ παυσωλή γε μετέσσεται οὐ δ̓ ἠβαιὸν 2.387εἰ μὴ νὺξ ἐλθοῦσα διακρινέει μένος ἀνδρῶν. 2.388ἱδρώσει μέν τευ τελαμὼν ἀμφὶ στήθεσφιν 2.389ἀσπίδος ἀμφιβρότης, περὶ δ̓ ἔγχεϊ χεῖρα καμεῖται· 2.390ἱδρώσει δέ τευ ἵππος ἐΰξοον ἅρμα τιταίνων. 2.391ὃν δέ κ̓ ἐγὼν ἀπάνευθε μάχης ἐθέλοντα νοήσω 2.392μιμνάζειν παρὰ νηυσὶ κορωνίσιν, οὔ οἱ ἔπειτα 2.393ἄρκιον ἐσσεῖται φυγέειν κύνας ἠδ̓ οἰωνούς. 2.394ὣς ἔφατ̓, Ἀργεῖοι δὲ μέγ̓ ἴαχον ὡς ὅτε κῦμα 2.395ἀκτῇ ἐφ̓ ὑψηλῇ, ὅτε κινήσῃ Νότος ἐλθών, 2.396προβλῆτι σκοπέλῳ· τὸν δ̓ οὔ ποτε κύματα λείπει 2.397παντοίων ἀνέμων, ὅτ̓ ἂν ἔνθ̓ ἢ ἔνθα γένωνται. 2.398ἀνστάντες δ̓ ὀρέοντο κεδασθέντες κατὰ νῆας, 2.399κάπνισσάν τε κατὰ κλισίας, καὶ δεῖπνον ἕλοντο. 2.400ἄλλος δ̓ ἄλλῳ ἔρεζε θεῶν αἰειγενετάων 2.401εὐχόμενος θάνατόν τε φυγεῖν καὶ μῶλον Ἄρηος. 2.402αὐτὰρ βοῦν ἱέρευσε ἄναξ ἀνδρῶν Ἀγαμέμνων 2.403πίονα πενταέτηρον ὑπερμενέϊ Κρονίωνι, 2.404κίκλησκεν δὲ γέροντας ἀριστῆας Παναχαιῶν, 2.405Νέστορα μὲν πρώτιστα καὶ Ἰδομενῆα ἄνακτα, 2.406αὐτὰρ ἔπειτ̓ Αἴαντε δύω καὶ Τυδέος υἱόν, 2.407ἕκτον δ̓ αὖτ̓ Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον. 2.408αὐτόματος δέ οἱ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος· 2.409ᾔδεε γὰρ κατὰ θυμὸν ἀδελφεὸν ὡς ἐπονεῖτο. 2.410βοῦν δὲ περιστήσαντο καὶ οὐλοχύτας ἀνέλοντο· 2.411τοῖσιν δ̓ εὐχόμενος μετέφη κρείων Ἀγαμέμνων· 2.412Ζεῦ κύδιστε μέγιστε κελαινεφὲς αἰθέρι ναίων 2.413μὴ πρὶν ἐπ̓ ἠέλιον δῦναι καὶ ἐπὶ κνέφας ἐλθεῖν 2.414πρίν με κατὰ πρηνὲς βαλέειν Πριάμοιο μέλαθρον 2.415αἰθαλόεν, πρῆσαι δὲ πυρὸς δηΐοιο θύρετρα, 2.416Ἑκτόρεον δὲ χιτῶνα περὶ στήθεσσι δαΐξαι 2.417χαλκῷ ῥωγαλέον· πολέες δ̓ ἀμφ̓ αὐτὸν ἑταῖροι 2.418πρηνέες ἐν κονίῃσιν ὀδὰξ λαζοίατο γαῖαν. 2.419ὣς ἔφατ̓, οὐ δ̓ ἄρα πώ οἱ ἐπεκραίαινε Κρονίων, 2.420ἀλλ̓ γε δέκτο μὲν ἱρά, πόνον δ̓ ἀμέγαρτον ὄφελλεν. 2.421αὐτὰρ ἐπεί ῥ̓ εὔξαντο καὶ οὐλοχύτας προβάλοντο, 2.422αὐέρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν, 2.423μηρούς τ̓ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν 2.424δίπτυχα ποιήσαντες, ἐπ̓ αὐτῶν δ̓ ὠμοθέτησαν. 2.425καὶ τὰ μὲν ἂρ σχίζῃσιν ἀφύλλοισιν κατέκαιον, 2.426σπλάγχνα δ̓ ἄῤ ἀμπείραντες ὑπείρεχον Ἡφαίστοιο. 2.427αὐτὰρ ἐπεὶ κατὰ μῆρε κάη καὶ σπλάγχνα πάσαντο, 2.428μίστυλλόν τ̓ ἄρα τἆλλα καὶ ἀμφ̓ ὀβελοῖσιν ἔπειραν, 2.429ὤπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα. 2.430αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα 2.431δαίνυντ̓, οὐ δέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης. 2.432αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, 2.433τοῖς ἄρα μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ· 2.434Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον, 2.435μηκέτι νῦν δήθ̓ αὖθι λεγώμεθα, μη δ̓ ἔτι δηρὸν 2.436ἀμβαλλώμεθα ἔργον δὴ θεὸς ἐγγυαλίζει. 2.437ἀλλ̓ ἄγε κήρυκες μὲν Ἀχαιῶν χαλκοχιτώνων 2.438λαὸν κηρύσσοντες ἀγειρόντων κατὰ νῆας, 2.439ἡμεῖς δ̓ ἀθρόοι ὧδε κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν 2.440ἴομεν ὄφρα κε θᾶσσον ἐγείρομεν ὀξὺν Ἄρηα. 2.441ὣς ἔφατ̓, οὐ δ̓ ἀπίθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων. 2.442αὐτίκα κηρύκεσσι λιγυφθόγγοισι κέλευσε 2.443κηρύσσειν πόλεμον δὲ κάρη κομόωντας Ἀχαιούς· 2.444οἳ μὲν ἐκήρυσσον, τοὶ δ̓ ἠγείροντο μάλ̓ ὦκα. 2.445οἳ δ̓ ἀμφ̓ Ἀτρεΐωνα διοτρεφέες βασιλῆες 2.446θῦνον κρίνοντες, μετὰ δὲ γλαυκῶπις Ἀθήνη 2.447αἰγίδ̓ ἔχουσ̓ ἐρίτιμον ἀγήρων ἀθανάτην τε, 2.448τῆς ἑκατὸν θύσανοι παγχρύσεοι ἠερέθονται, 2.449πάντες ἐϋπλεκέες, ἑκατόμβοιος δὲ ἕκαστος· 2.450σὺν τῇ παιφάσσουσα διέσσυτο λαὸν Ἀχαιῶν 2.451ὀτρύνουσ̓ ἰέναι· ἐν δὲ σθένος ὦρσεν ἑκάστῳ 2.452καρδίῃ ἄλληκτον πολεμίζειν ἠδὲ μάχεσθαι. 2.453τοῖσι δ̓ ἄφαρ πόλεμος γλυκίων γένετ̓ ἠὲ νέεσθαι 2.454ἐν νηυσὶ γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν. 2.455ἠΰτε πῦρ ἀΐδηλον ἐπιφλέγει ἄσπετον ὕλην 2.456οὔρεος ἐν κορυφῇς, ἕκαθεν δέ τε φαίνεται αὐγή, 2.457ὣς τῶν ἐρχομένων ἀπὸ χαλκοῦ θεσπεσίοιο 2.458αἴγλη παμφανόωσα δἰ αἰθέρος οὐρανὸν ἷκε. 2.459τῶν δ̓ ὥς τ̓ ὀρνίθων πετεηνῶν ἔθνεα πολλὰ 2.460χηνῶνγεράνωνκύκνων δουλιχοδείρων 2.461Ἀσίω ἐν λειμῶνι Καϋστρίου ἀμφὶ ῥέεθρα 2.462ἔνθα καὶ ἔνθα ποτῶνται ἀγαλλόμενα πτερύγεσσι 2.463κλαγγηδὸν προκαθιζόντων, σμαραγεῖ δέ τε λειμών, 2.464ὣς τῶν ἔθνεα πολλὰ νεῶν ἄπο καὶ κλισιάων 2.465ἐς πεδίον προχέοντο Σκαμάνδριον· αὐτὰρ ὑπὸ χθὼν 2.466σμερδαλέον κονάβιζε ποδῶν αὐτῶν τε καὶ ἵππων. 2.467ἔσταν δ̓ ἐν λειμῶνι Σκαμανδρίῳ ἀνθεμόεντι 2.468μυρίοι, ὅσσά τε φύλλα καὶ ἄνθεα γίγνεται ὥρῃ. 2.469ἠΰτε μυιάων ἁδινάων ἔθνεα πολλὰ 2.470αἵ τε κατὰ σταθμὸν ποιμνήϊον ἠλάσκουσιν 2.471ὥρῃ ἐν εἰαρινῇ ὅτε τε γλάγος ἄγγεα δεύει, 2.472τόσσοι ἐπὶ Τρώεσσι κάρη κομόωντες Ἀχαιοὶ 2.473ἐν πεδίῳ ἵσταντο διαρραῖσαι μεμαῶτες. 2.474τοὺς δ̓ ὥς τ̓ αἰπόλια πλατέ̓ αἰγῶν αἰπόλοι ἄνδρες 2.475ῥεῖα διακρίνωσιν ἐπεί κε νομῷ μιγέωσιν, 2.476ὣς τοὺς ἡγεμόνες διεκόσμεον ἔνθα καὶ ἔνθα 2.477ὑσμίνην δ̓ ἰέναι, μετὰ δὲ κρείων Ἀγαμέμνων 2.478ὄμματα καὶ κεφαλὴν ἴκελος Διὶ τερπικεραύνῳ, 2.479Ἄρεϊ δὲ ζώνην, στέρνον δὲ Ποσειδάωνι. 2.480ἠΰτε βοῦς ἀγέληφι μέγ̓ ἔξοχος ἔπλετο πάντων 2.481ταῦρος· γάρ τε βόεσσι μεταπρέπει ἀγρομένῃσι· 2.482τοῖον ἄῤ Ἀτρεΐδην θῆκε Ζεὺς ἤματι κείνῳ 2.483ἐκπρεπέ̓ ἐν πολλοῖσι καὶ ἔξοχον ἡρώεσσιν. 2.484ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματ̓ ἔχουσαι· 2.485ὑμεῖς γὰρ θεαί ἐστε πάρεστέ τε ἴστέ τε πάντα, 2.486ἡμεῖς δὲ κλέος οἶον ἀκούομεν οὐ δέ τι ἴδμεν· 2.487οἵ τινες ἡγεμόνες Δαναῶν καὶ κοίρανοι ἦσαν· 2.488πληθὺν δ̓ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐ δ̓ ὀνομήνω, 2.489οὐ δ̓ εἴ μοι δέκα μὲν γλῶσσαι, δέκα δὲ στόματ̓ εἶεν, 2.490φωνὴ δ̓ ἄρρηκτος, χάλκεον δέ μοι ἦτορ ἐνείη, 2.491εἰ μὴ Ὀλυμπιάδες Μοῦσαι Διὸς αἰγιόχοιο 2.492θυγατέρες μνησαίαθ̓ ὅσοι ὑπὸ Ἴλιον ἦλθον· 2.493ἀρχοὺς αὖ νηῶν ἐρέω νῆάς τε προπάσας. 2.494Βοιωτῶν μὲν Πηνέλεως καὶ Λήϊτος ἦρχον 2.495Ἀρκεσίλαός τε Προθοήνωρ τε Κλονίος τε, 2.496οἵ θ̓ Ὑρίην ἐνέμοντο καὶ Αὐλίδα πετρήεσσαν 2.497Σχοῖνόν τε Σκῶλόν τε πολύκνημόν τ̓ Ἐτεωνόν, 2.498Θέσπειαν Γραῖάν τε καὶ εὐρύχορον Μυκαλησσόν, 2.499οἵ τ̓ ἀμφ̓ Ἅρμ̓ ἐνέμοντο καὶ Εἰλέσιον καὶ Ἐρυθράς, 2.500οἵ τ̓ Ἐλεῶν̓ εἶχον ἠδ̓ Ὕλην καὶ Πετεῶνα, 2.501Ὠκαλέην Μεδεῶνά τ̓ ἐϋκτίμενον πτολίεθρον, 2.502Κώπας Εὔτρησίν τε πολυτρήρωνά τε Θίσβην, 2.503οἵ τε Κορώνειαν καὶ ποιήενθ̓ Ἁλίαρτον, 2.504οἵ τε Πλάταιαν ἔχον ἠδ̓ οἳ Γλισᾶντ̓ ἐνέμοντο, 2.505οἵ θ̓ Ὑποθήβας εἶχον ἐϋκτίμενον πτολίεθρον, 2.506Ὀγχηστόν θ̓ ἱερὸν Ποσιδήϊον ἀγλαὸν ἄλσος, 2.507οἵ τε πολυστάφυλον Ἄρνην ἔχον, οἵ τε Μίδειαν 2.508Νῖσάν τε ζαθέην Ἀνθηδόνα τ̓ ἐσχατόωσαν· 2.509τῶν μὲν πεντήκοντα νέες κίον, ἐν δὲ ἑκάστῃ 2.510κοῦροι Βοιωτῶν ἑκατὸν καὶ εἴκοσι βαῖνον. 2.511οἳ δ̓ Ἀσπληδόνα ναῖον ἰδ̓ Ὀρχομενὸν Μινύειον, 2.512τῶν ἦρχ̓ Ἀσκάλαφος καὶ Ἰάλμενος υἷες Ἄρηος 2.513οὓς τέκεν Ἀστυόχη δόμῳ Ἄκτορος Ἀζεΐδαο, 2.514παρθένος αἰδοίη ὑπερώϊον εἰσαναβᾶσα 2.515Ἄρηϊ κρατερῷ· δέ οἱ παρελέξατο λάθρῃ· 2.516τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο. 2.517αὐτὰρ Φωκήων Σχεδίος καὶ Ἐπίστροφος ἦρχον 2.518υἷες Ἰφίτου μεγαθύμου Ναυβολίδαο, 2.519οἳ Κυπάρισσον ἔχον Πυθῶνά τε πετρήεσσαν 2.520Κρῖσάν τε ζαθέην καὶ Δαυλίδα καὶ Πανοπῆα, 2.521οἵ τ̓