ILIAD Elucidated - Book 18

18.1ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο, 18.2Ἀντίλοχος δ̓ Ἀχιλῆϊ πόδας ταχὺς ἄγγελος ἦλθε. 18.3τὸν δ̓ εὗρε προπάροιθε νεῶν ὀρθοκραιράων 18.4τὰ φρονέοντ̓ ἀνὰ θυμὸν δὴ τετελεσμένα ἦεν· 18.5ὀχθήσας δ̓ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν· 18.6μοι ἐγώ, τί τ̓ ἄῤ αὖτε κάρη κομόωντες Ἀχαιοὶ 18.7νηυσὶν ἔπι κλονέονται ἀτυζόμενοι πεδίοιο; 18.8μὴ δή μοι τελέσωσι θεοὶ κακὰ κήδεα θυμῷ, 18.9ὥς ποτέ μοι μήτηρ διεπέφραδε καί μοι ἔειπε 18.10Μυρμιδόνων τὸν ἄριστον ἔτι ζώοντος ἐμεῖο 18.11χερσὶν ὕπο Τρώων λείψειν φάος ἠελίοιο. 18.12ἦ μάλα δὴ τέθνηκε Μενοιτίου ἄλκιμος υἱὸς 18.13σχέτλιος· ἦ τ̓ ἐκέλευον ἀπωσάμενον δήϊον πῦρ 18.14ἂψ ἐπὶ νῆας ἴμεν, μη δ̓ Ἕκτορι ἶφι μάχεσθαι. 18.15εἷος ταῦθ̓ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν, 18.16τόφρά οἱ ἐγγύθεν ἦλθεν ἀγαυοῦ Νέστορος υἱὸς 18.17δάκρυα θερμὰ χέων, φάτο δ̓ ἀγγελίην ἀλεγεινήν· 18.18μοι Πηλέος υἱὲ δαΐφρονος ἦ μάλα λυγρῆς 18.19πεύσεαι ἀγγελίης, μὴ ὤφελλε γενέσθαι. 18.20κεῖται Πάτροκλος, νέκυος δὲ δὴ ἀμφιμάχονται 18.21γυμνοῦ· ἀτὰρ τά γε τεύχἐ ἔχει κορυθαίολος Ἕκτωρ. 18.22ὣς φάτο, τὸν δ̓ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα· 18.23ἀμφοτέρῃσι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσαν 18.24χεύατο κὰκ κεφαλῆς, χαρίεν δ̓ ᾔσχυνε πρόσωπον· 18.25νεκταρέῳ δὲ χιτῶνι μέλαιν̓ ἀμφίζανε τέφρη. 18.26αὐτὸς δ̓ ἐν κονίῃσι μέγας μεγαλωστὶ τανυσθεὶς 18.27κεῖτο, φίλῃσι δὲ χερσὶ κόμην ᾔσχυνε δαΐζων. 18.28δμῳαὶ δ̓ ἃς Ἀχιλεὺς ληΐσσατο Πάτροκλός τε 18.29θυμὸν ἀκηχέμεναι μεγάλ̓ ἴαχον, ἐκ δὲ θύραζε 18.30ἔδραμον ἀμφ̓ Ἀχιλῆα δαΐφρονα, χερσὶ δὲ πᾶσαι 18.31στήθεα πεπλήγοντο, λύθεν δ̓ ὑπὸ γυῖα ἑκάστης. 18.32Ἀντίλοχος δ̓ ἑτέρωθεν ὀδύρετο δάκρυα λείβων 18.33χεῖρας ἔχων Ἀχιλῆος· δ̓ ἔστενε κυδάλιμον κῆρ· 18.34δείδιε γὰρ μὴ λαιμὸν ἀπαμήσειε σιδήρῳ. 18.35σμερδαλέον δ̓ ᾤμωξεν· ἄκουσε δὲ πότνια μήτηρ 18.36ἡμένη ἐν βένθεσσιν ἁλὸς παρὰ πατρὶ γέροντι, 18.37κώκυσέν τ̓ ἄῤ ἔπειτα· θεαὶ δέ μιν ἀμφαγέροντο 18.38πᾶσαι ὅσαι κατὰ βένθος ἁλὸς Νηρηΐδες ἦσαν. 18.39ἔνθ̓ ἄῤ ἔην Γλαύκη τε Θάλειά τε Κυμοδόκη τε 18.40Νησαίη Σπειώ τε Θόη θ̓ Ἁλίη τε βοῶπις 18.41Κυμοθόη τε καὶ Ἀκταίη καὶ Λιμνώρεια 18.42καὶ Μελίτη καὶ Ἴαιρα καὶ Ἀμφιθόη καὶ Ἀγαυὴ 18.43Δωτώ τε Πρωτώ τε Φέρουσά τε Δυναμένη τε 18.44Δεξαμένη τε καὶ Ἀμφινόμη καὶ Καλλιάνειρα 18.45Δωρὶς καὶ Πανόπη καὶ ἀγακλειτὴ Γαλάτεια 18.46Νημερτής τε καὶ Ἀψευδὴς καὶ Καλλιάνασσα· 18.47ἔνθα δ̓ ἔην Κλυμένη Ἰάνειρά τε καὶ Ἰάνασσα 18.48Μαῖρα καὶ Ὠρείθυια ἐϋπλόκαμός τ̓ Ἀμάθεια 18.49ἄλλαι θ̓ αἳ κατὰ βένθος ἁλὸς Νηρηΐδες ἦσαν. 18.50τῶν δὲ καὶ ἀργύφεον πλῆτο σπέος· αἳ δ̓ ἅμα πᾶσαι 18.51στήθεα πεπλήγοντο, Θέτις δ̓ ἐξῆρχε γόοιο· 18.52κλῦτε κασίγνηται Νηρηΐδες, ὄφῤ ἐῢ πᾶσαι 18.53εἴδετ̓ ἀκούουσαι ὅσ̓ ἐμῷ ἔνι κήδεα θυμῷ. 18.54μοι ἐγὼ δειλή, ὤ μοι δυσαριστοτόκεια, 18.55 τ̓ ἐπεὶ ἂρ τέκον υἱὸν ἀμύμονά τε κρατερόν τε 18.56ἔξοχον ἡρώων· δ̓ ἀνέδραμεν ἔρνεϊ ἶσος· 18.57τὸν μὲν ἐγὼ θρέψασα φυτὸν ὣς γουνῷ ἀλωῆς 18.58νηυσὶν ἐπιπροέηκα κορωνίσιν Ἴλιον εἴσω 18.59Τρωσὶ μαχησόμενον· τὸν δ̓ οὐχ ὑποδέξομαι αὖτις 18.60οἴκαδε νοστήσαντα δόμον Πηλήϊον εἴσω. 18.61ὄφρα δέ μοι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο 18.62ἄχνυται, οὐ δέ τί οἱ δύναμαι χραισμῆσαι ἰοῦσα. 18.63ἀλλ̓ εἶμ̓, ὄφρα ἴδωμι φίλον τέκος, ἠδ̓ ἐπακούσω 18.64ὅττί μιν ἵκετο πένθος ἀπὸ πτολέμοιο μένοντα. 18.65ὣς ἄρα φωνήσασα λίπε σπέος· αἳ δὲ σὺν αὐτῇ 18.66δακρυόεσσαι ἴσαν, περὶ δέ σφισι κῦμα θαλάσσης 18.67ῥήγνυτο· ταὶ δ̓ ὅτε δὴ Τροίην ἐρίβωλον ἵκοντο 18.68ἀκτὴν εἰσανέβαινον ἐπισχερώ, ἔνθα θαμειαὶ 18.69Μυρμιδόνων εἴρυντο νέες ταχὺν ἀμφ̓ Ἀχιλῆα. 18.70τῷ δὲ βαρὺ στενάχοντι παρίστατο πότνια μήτηρ, 18.71ὀξὺ δὲ κωκύσασα κάρη λάβε παιδὸς ἑοῖο, 18.72καί ῥ̓ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα· 18.73τέκνον τί κλαίεις; τί δέ σε φρένας ἵκετο πένθος; 18.74ἐξαύδα, μὴ κεῦθε· τὰ μὲν δή τοι τετέλεσται 18.75ἐκ Διός, ὡς ἄρα δὴ πρίν γ̓ εὔχεο χεῖρας ἀνασχὼν 18.76πάντας ἐπὶ πρύμνῃσιν ἀλήμεναι υἷας Ἀχαιῶν 18.77σεῦ ἐπιδευομένους, παθέειν τ̓ ἀεκήλια ἔργα. 18.78τὴν δὲ βαρὺ στενάχων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· 18.79μῆτερ ἐμή, τὰ μὲν ἄρ μοι Ὀλύμπιος ἐξετέλεσσεν· 18.80ἀλλὰ τί μοι τῶν ἦδος ἐπεὶ φίλος ὤλεθ̓ ἑταῖρος 18.81Πάτροκλος, τὸν ἐγὼ περὶ πάντων τῖον ἑταίρων 18.82ἶσον ἐμῇ κεφαλῇ; τὸν ἀπώλεσα, τεύχεα δ̓ Ἕκτωρ 18.83δῃώσας ἀπέδυσε πελώρια θαῦμα ἰδέσθαι 18.84καλά· τὰ μὲν Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα 18.85ἤματι τῷ ὅτε σε βροτοῦ ἀνέρος ἔμβαλον εὐνῇ. 18.86αἴθ̓ ὄφελες σὺ μὲν αὖθι μετ̓ ἀθανάτῃς ἁλίῃσι 18.87ναίειν, Πηλεὺς δὲ θνητὴν ἀγαγέσθαι ἄκοιτιν. 18.88νῦν δ̓ ἵνα καὶ σοὶ πένθος ἐνὶ φρεσὶ μυρίον εἴη 18.89παιδὸς ἀποφθιμένοιο, τὸν οὐχ ὑποδέξεαι αὖτις 18.90οἴκαδε νοστήσαντ̓, ἐπεὶ οὐ δ̓ ἐμὲ θυμὸς ἄνωγε 18.91ζώειν οὐ δ̓ ἄνδρεσσι μετέμμεναι, αἴ κε μὴ Ἕκτωρ 18.92πρῶτος ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσῃ, 18.93Πατρόκλοιο δ̓ ἕλωρα Μενοιτιάδεω ἀποτίσῃ. 18.94τὸν δ̓ αὖτε προσέειπε Θέτις κατὰ δάκρυ χέουσα· 18.95ὠκύμορος δή μοι τέκος ἔσσεαι, οἷ̓ ἀγορεύεις· 18.96αὐτίκα γάρ τοι ἔπειτα μεθ̓ Ἕκτορα πότμος ἑτοῖμος. 18.97τὴν δὲ μέγ̓ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· 18.98αὐτίκα τεθναίην, ἐπεὶ οὐκ ἄῤ ἔμελλον ἑταίρῳ 18.99κτεινομένῳ ἐπαμῦναι· μὲν μάλα τηλόθι πάτρης 18.100ἔφθιτ̓, ἐμεῖο δὲ δῆσεν ἀρῆς ἀλκτῆρα γενέσθαι. 18.101νῦν δ̓ ἐπεὶ οὐ νέομαί γε φίλην ἐς πατρίδα γαῖαν, 18.102οὐ δέ τι Πατρόκλῳ γενόμην φάος οὐ δ̓ ἑτάροισι 18.103τοῖς ἄλλοις, οἳ δὴ πολέες δάμεν Ἕκτορι δίῳ, 18.104ἀλλ̓ ἧμαι παρὰ νηυσὶν ἐτώσιον ἄχθος ἀρούρης, 18.105τοῖος ἐὼν οἷος οὔ τις Ἀχαιῶν χαλκοχιτώνων 18.106ἐν πολέμῳ· ἀγορῇ δέ τ̓ ἀμείνονές εἰσι καὶ ἄλλοι. 18.107ὡς ἔρις ἔκ τε θεῶν ἔκ τ̓ ἀνθρώπων ἀπόλοιτο 18.108καὶ χόλος, ὅς τ̓ ἐφέηκε πολύφρονά περ χαλεπῆναι, 18.109ὅς τε πολὺ γλυκίων μέλιτος καταλειβομένοιο 18.110ἀνδρῶν ἐν στήθεσσιν ἀέξεται ἠΰτε καπνός· 18.111ὡς ἐμὲ νῦν ἐχόλωσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων. 18.112ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν ἀχνύμενοί περ, 18.113θυμὸν ἐνὶ στήθεσσι φίλον δαμάσαντες ἀνάγκῃ· 18.114νῦν δ̓ εἶμ̓ ὄφρα φίλης κεφαλῆς ὀλετῆρα κιχείω 18.115Ἕκτορα· κῆρα δ̓ ἐγὼ τότε δέξομαι ὁππότε κεν δὴ 18.116Ζεὺς ἐθέλῃ τελέσαι ἠδ̓ ἀθάνατοι θεοὶ ἄλλοι. 18.117οὐ δὲ γὰρ οὐ δὲ βίη Ἡρακλῆος φύγε κῆρα, 18.118ὅς περ φίλτατος ἔσκε Διὶ Κρονίωνι ἄνακτι· 18.119ἀλλά μοῖρα δάμασσε καὶ ἀργαλέος χόλος Ἥρης. 18.120ὣς καὶ ἐγών, εἰ δή μοι ὁμοίη μοῖρα τέτυκται, 18.121κείσομ̓ ἐπεί κε θάνω· νῦν δὲ κλέος ἐσθλὸν ἀροίμην, 18.122καί τινα Τρωϊάδων καὶ Δαρδανίδων βαθυκόλπων 18.123ἀμφοτέρῃσιν χερσὶ παρειάων ἁπαλάων 18.124δάκρὐ ὀμορξαμένην ἁδινὸν στοναχῆσαι ἐφείην, 18.125γνοῖεν δ̓ ὡς δὴ δηρὸν ἐγὼ πολέμοιο πέπαυμαι· 18.126μὴ δέ μ̓ ἔρυκε μάχης φιλέουσά περ· οὐ δέ με πείσεις. 18.127τὸν δ̓ ἠμείβετ̓ ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα· 18.128ναὶ δὴ ταῦτά γε τέκνον ἐτήτυμον οὐ κακόν ἐστι 18.129τειρομένοις ἑτάροισιν ἀμυνέμεν αἰπὺν ὄλεθρον. 18.130ἀλλά τοι ἔντεα καλὰ μετὰ Τρώεσσιν ἔχονται 18.131χάλκεα μαρμαίροντα· τὰ μὲν κορυθαίολος Ἕκτωρ 18.132αὐτὸς ἔχων ὤμοισιν ἀγάλλεται· οὐ δέ φημι 18.133δηρὸν ἐπαγλαϊεῖσθαι, ἐπεὶ φόνος ἐγγύθεν αὐτῷ. 18.134ἀλλὰ σὺ μὲν μή πω καταδύσεο μῶλον Ἄρηος 18.135πρίν γ̓ ἐμὲ δεῦῤ ἐλθοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδηαι· 18.136ἠῶθεν γὰρ νεῦμαι ἅμ̓ ἠελίῳ ἀνιόντι 18.137τεύχεα καλὰ φέρουσα παῤ Ἡφαίστοιο ἄνακτος. 18.138ὣς ἄρα φωνήσασα πάλιν τράπεθ̓ υἷος ἑοῖο, 18.139καὶ στρεφθεῖσ̓ ἁλίῃσι κασιγνήτῃσι μετηύδα· 18.140ὑμεῖς μὲν νῦν δῦτε θαλάσσης εὐρέα κόλπον 18.141ὀψόμεναί τε γέρονθ̓ ἅλιον καὶ δώματα πατρός, 18.142καί οἱ πάντ̓ ἀγορεύσατ̓· ἐγὼ δ̓ ἐς μακρὸν Ὄλυμπον 18.143εἶμι παῤ Ἥφαιστον κλυτοτέχνην, αἴ κ̓ ἐθέλῃσιν 18.144υἱεῖ ἐμῷ δόμεναι κλυτὰ τεύχεα παμφανόωντα. 18.145ὣς ἔφαθ̓, αἳ δ̓ ὑπὸ κῦμα θαλάσσης αὐτίκ̓ ἔδυσαν· 18.146 δ̓ αὖτ̓ Οὔλυμπον δὲ θεὰ Θέτις ἀργυρόπεζα 18.147ἤϊεν ὄφρα φίλῳ παιδὶ κλυτὰ τεύχἐ ἐνείκαι. 18.148τὴν μὲν ἄῤ Οὔλυμπον δὲ πόδες φέρον· αὐτὰρ Ἀχαιοὶ 18.149θεσπεσίῳ ἀλαλητῷ ὑφ̓ Ἕκτορος ἀνδροφόνοιο 18.150φεύγοντες νῆάς τε καὶ Ἑλλήσποντον ἵκοντο. 18.151οὐ δέ κε Πάτροκλόν περ ἐϋκνήμιδες Ἀχαιοὶ 18.152ἐκ βελέων ἐρύσαντο νέκυν θεράποντ̓ Ἀχιλῆος· 18.153αὖτις γὰρ δὴ τόν γε κίχον λαός τε καὶ ἵπποι 18.154Ἕκτωρ τε Πριάμοιο πάϊς φλογὶ εἴκελος ἀλκήν. 18.155τρὶς μέν μιν μετόπισθε ποδῶν λάβε φαίδιμος Ἕκτωρ 18.156ἑλκέμεναι μεμαώς, μέγα δὲ Τρώεσσιν ὁμόκλα· 18.157τρὶς δὲ δύ̓ Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκὴν 18.158νεκροῦ ἀπεστυφέλιξαν· δ̓ ἔμπεδον ἀλκὶ πεποιθὼς 18.159ἄλλοτ̓ ἐπαΐξασκε κατὰ μόθον, ἄλλοτε δ̓ αὖτε 18.160στάσκε μέγα ἰάχων· ὀπίσω δ̓ οὐ χάζετο πάμπαν. 18.161ὡς δ̓ ἀπὸ σώματος οὔ τι λέοντ̓ αἴθωνα δύνανται 18.162ποιμένες ἄγραυλοι μέγα πεινάοντα δίεσθαι, 18.163ὥς ῥα τὸν οὐκ ἐδύναντο δύω Αἴαντε κορυστὰ 18.164Ἕκτορα Πριαμίδην ἀπὸ νεκροῦ δειδίξασθαι. 18.165καί νύ κεν εἴρυσσέν τε καὶ ἄσπετον ἤρατο κῦδος, 18.166εἰ μὴ Πηλεΐωνι ποδήνεμος ὠκέα Ἶρις 18.167ἄγγελος ἦλθε θέουσ̓ ἀπ̓ Ὀλύμπου θωρήσσεσθαι 18.168κρύβδα Διὸς ἄλλων τε θεῶν· πρὸ γὰρ ἧκέ μιν Ἥρη. 18.169ἀγχοῦ δ̓ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα· 18.170ὄρσεο Πηλεΐδη, πάντων ἐκπαγλότατ̓ ἀνδρῶν· 18.171Πατρόκλῳ ἐπάμυνον, οὗ εἵνεκα φύλοπις αἰνὴ 18.172ἕστηκε πρὸ νεῶν· οἳ δ̓ ἀλλήλους ὀλέκουσιν 18.173οἳ μὲν ἀμυνόμενοι νέκυος πέρι τεθνηῶτος, 18.174οἳ δὲ ἐρύσσασθαι ποτὶ Ἴλιον ἠνεμόεσσαν 18.175Τρῶες ἐπιθύουσι· μάλιστα δὲ φαίδιμος Ἕκτωρ 18.176ἑλκέμεναι μέμονεν· κεφαλὴν δέ θυμὸς ἄνωγε 18.177πῆξαι ἀνὰ σκολόπεσσι ταμόνθ̓ ἁπαλῆς ἀπὸ δειρῆς. 18.178ἀλλ̓ ἄνα μη δ̓ ἔτι κεῖσο· σέβας δέ σε θυμὸν ἱκέσθω 18.179Πάτροκλον Τρῳῇσι κυσὶν μέλπηθρα γενέσθαι· 18.180σοὶ λώβη, αἴ κέν τι νέκυς ᾐσχυμμένος ἔλθῃ. 18.181τὴν δ̓ ἠμείβετ̓ ἔπειτα ποδάρκης δῖος Ἀχιλλεύς· 18.182Ἶρι θεὰ τίς γάρ σε θεῶν ἐμοὶ ἄγγελον ἧκε; 18.183τὸν δ̓ αὖτε προσέειπε ποδήνεμος ὠκέα Ἶρις· 18.184Ἥρη με προέηκε Διὸς κυδρὴ παράκοιτις· 18.185οὐ δ̓ οἶδε Κρονίδης ὑψίζυγος οὐ δέ τις ἄλλος 18.186ἀθανάτων, οἳ Ὄλυμπον ἀγάννιφον ἀμφινέμονται. 18.187τὴν δ̓ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· 18.188πῶς τὰρ ἴω μετὰ μῶλον; ἔχουσι δὲ τεύχἐ ἐκεῖνοι· 18.189μήτηρ δ̓ οὔ με φίλη πρίν γ̓ εἴα θωρήσσεσθαι 18.190πρίν γ̓ αὐτὴν ἐλθοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδωμαι· 18.191στεῦτο γὰρ Ἡφαίστοιο πάῤ οἰσέμεν ἔντεα καλά. 18.192ἄλλου δ̓ οὔ τευ οἶδα τεῦ ἂν κλυτὰ τεύχεα δύω, 18.193εἰ μὴ Αἴαντός γε σάκος Τελαμωνιάδαο. 18.194ἀλλὰ καὶ αὐτὸς γ̓ ἔλπομ̓ ἐνὶ πρώτοισιν ὁμιλεῖ 18.195ἔγχεϊ δηϊόων περὶ Πατρόκλοιο θανόντος. 18.196τὸν δ̓ αὖτε προσέειπε ποδήνεμος ὠκέα Ἶρις· 18.197εὖ νυ καὶ ἡμεῖς ἴδμεν τοι κλυτὰ τεύχἐ ἔχονται· 18.198ἀλλ̓ αὔτως ἐπὶ τάφρον ἰὼν Τρώεσσι φάνηθι, 18.199αἴ κέ σ̓ ὑποδείσαντες ἀπόσχωνται πολέμοιο 18.200Τρῶες, ἀναπνεύσωσι δ̓ ἀρήϊοι υἷες Ἀχαιῶν 18.201τειρόμενοι· ὀλίγη δέ τ̓ ἀνάπνευσις πολέμοιο. 18.202 μὲν ἄῤ ὣς εἰποῦσ̓ ἀπέβη πόδας ὠκέα Ἶρις, 18.203αὐτὰρ Ἀχιλλεὺς ὦρτο Διῒ φίλος· ἀμφὶ δ̓ Ἀθήνη 18.204ὤμοις ἰφθίμοισι βάλ̓ αἰγίδα θυσσανόεσσαν, 18.205ἀμφὶ δέ οἱ κεφαλῇ νέφος ἔστεφε δῖα θεάων 18.206χρύσεον, ἐκ δ̓ αὐτοῦ δαῖε φλόγα παμφανόωσαν. 18.207ὡς δ̓ ὅτε καπνὸς ἰὼν ἐξ ἄστεος αἰθέῤ ἵκηται 18.208τηλόθεν ἐκ νήσου, τὴν δήϊοι ἀμφιμάχωνται, 18.209οἵ τε πανημέριοι στυγερῷ κρίνονται Ἄρηϊ 18.210ἄστεος ἐκ σφετέρου· ἅμα δ̓ ἠελίῳ καταδύντι 18.211πυρσοί τε φλεγέθουσιν ἐπήτριμοι, ὑψόσε δ̓ αὐγὴ 18.212γίγνεται ἀΐσσουσα περικτιόνεσσιν ἰδέσθαι, 18.213αἴ κέν πως σὺν νηυσὶν ἄρεω ἀλκτῆρες ἵκωνται· 18.214ὣς ἀπ̓ Ἀχιλλῆος κεφαλῆς σέλας αἰθέῤ ἵκανε· 18.215στῆ δ̓ ἐπὶ τάφρον ἰὼν ἀπὸ τείχεος, οὐ δ̓ ἐς Ἀχαιοὺς 18.216μίσγετο· μητρὸς γὰρ πυκινὴν ὠπίζετ̓ ἐφετμήν. 18.217ἔνθα στὰς ἤϋσ̓, ἀπάτερθε δὲ Παλλὰς Ἀθήνη 18.218φθέγξατ̓· ἀτὰρ Τρώεσσιν ἐν ἄσπετον ὦρσε κυδοιμόν. 18.219ὡς δ̓ ὅτ̓ ἀριζήλη φωνή, ὅτε τ̓ ἴαχε σάλπιγξ 18.220ἄστυ περιπλομένων δηΐων ὕπο θυμοραϊστέων, 18.221ὣς τότ̓ ἀριζήλη φωνὴ γένετ̓ Αἰακίδαο. 18.222οἳ δ̓ ὡς οὖν ἄϊον ὄπα χάλκεον Αἰακίδαο, 18.223πᾶσιν ὀρίνθη θυμός· ἀτὰρ καλλίτριχες ἵπποι 18.224ἂψ ὄχεα τρόπεον· ὄσσοντο γὰρ ἄλγεα θυμῷ. 18.225ἡνίοχοι δ̓ ἔκπληγεν, ἐπεὶ ἴδον ἀκάματον πῦρ 18.226δεινὸν ὑπὲρ κεφαλῆς μεγαθύμου Πηλεΐωνος 18.227δαιόμενον· τὸ δὲ δαῖε θεὰ γλαυκῶπις Ἀθήνη. 18.228τρὶς μὲν ὑπὲρ τάφρου μεγάλ̓ ἴαχε δῖος Ἀχιλλεύς, 18.229τρὶς δὲ κυκήθησαν Τρῶες κλειτοί τ̓ ἐπίκουροι. 18.230ἔνθα δὲ καὶ τότ̓ ὄλοντο δυώδεκα φῶτες ἄριστοι 18.231ἀμφὶ σφοῖς ὀχέεσσι καὶ ἔγχεσιν. αὐτὰρ Ἀχαιοὶ 18.232ἀσπασίως Πάτροκλον ὑπ̓ ἐκ βελέων ἐρύσαντες 18.233κάτθεσαν ἐν λεχέεσσι· φίλοι δ̓ ἀμφέσταν ἑταῖροι 18.234μυρόμενοι· μετὰ δέ σφι ποδώκης εἵπετ̓ Ἀχιλλεὺς 18.235δάκρυα θερμὰ χέων, ἐπεὶ εἴσιδε πιστὸν ἑταῖρον 18.236κείμενον ἐν φέρτρῳ δεδαϊγμένον ὀξέϊ χαλκῷ, 18.237τόν ῥ̓ ἤτοι μὲν ἔπεμπε σὺν ἵπποισιν καὶ ὄχεσφιν 18.238ἐς πόλεμον, οὐ δ̓ αὖτις ἐδέξατο νοστήσαντα. 18.239Ἠέλιον δ̓ ἀκάμαντα βοῶπις πότνια Ἥρη 18.240πέμψεν ἐπ̓ Ὠκεανοῖο ῥοὰς ἀέκοντα νέεσθαι· 18.241ἠέλιος μὲν ἔδυ, παύσαντο δὲ δῖοι Ἀχαιοὶ 18.242φυλόπιδος κρατερῆς καὶ ὁμοιΐου πολέμοιο. 18.243Τρῶες δ̓ αὖθ̓ ἑτέρωθεν ἀπὸ κρατερῆς ὑσμίνης 18.244χωρήσαντες ἔλυσαν ὑφ̓ ἅρμασιν ὠκέας ἵππους, 18.245ἐς δ̓ ἀγορὴν ἀγέροντο πάρος δόρποιο μέδεσθαι. 18.246ὀρθῶν δ̓ ἑσταότων ἀγορὴ γένετ̓, οὐ δέ τις ἔτλη 18.247ἕζεσθαι· πάντας γὰρ ἔχε τρόμος, οὕνεκ̓ Ἀχιλλεὺς 18.248ἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτ̓ ἀλεγεινῆς. 18.249τοῖσι δὲ Πουλυδάμας πεπνυμένος ἦρχ̓ ἀγορεύειν 18.250Πανθοΐδης· γὰρ οἶος ὅρα πρόσσω καὶ ὀπίσσω· 18.251Ἕκτορι δ̓ ἦεν ἑταῖρος, ἰῇ δ̓ ἐν νυκτὶ γένοντο, 18.252ἀλλ̓ μὲν ἂρ μύθοισιν, δ̓ ἔγχεϊ πολλὸν ἐνίκα· 18.253 σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν· 18.254ἀμφὶ μάλα φράζεσθε φίλοι· κέλομαι γὰρ ἔγωγε 18.255ἄστυδε νῦν ἰέναι, μὴ μίμνειν ἠῶ δῖαν 18.256ἐν πεδίῳ παρὰ νηυσίν· ἑκὰς δ̓ ἀπὸ τείχεός εἰμεν. 18.257ὄφρα μὲν οὗτος ἀνὴρ Ἀγαμέμνονι μήνιε δίῳ 18.258τόφρα δὲ ῥηΐτεροι πολεμίζειν ἦσαν Ἀχαιοί· 18.259χαίρεσκον γὰρ ἔγωγε θοῇς ἐπὶ νηυσὶν ἰαύων 18.260ἐλπόμενος νῆας αἱρησέμεν ἀμφιελίσσας. 18.261νῦν δ̓ αἰνῶς δείδοικα ποδώκεα Πηλεΐωνα· 18.262οἷος κείνου θυμὸς ὑπέρβιος, οὐκ ἐθελήσει 18.263μίμνειν ἐν πεδίῳ, ὅθι περ Τρῶες καὶ Ἀχαιοὶ 18.264ἐν μέσῳ ἀμφότεροι μένος Ἄρηος δατέονται, 18.265ἀλλὰ περὶ πτόλιός τε μαχήσεται ἠδὲ γυναικῶν. 18.266ἀλλ̓ ἴομεν προτὶ ἄστυ, πίθεσθέ μοι· ὧδε γὰρ ἔσται· 18.267νῦν μὲν νὺξ ἀπέπαυσε ποδώκεα Πηλεΐωνα 18.268ἀμβροσίη· εἰ δ̓ ἄμμε κιχήσεται ἐνθάδ̓ ἐόντας 18.269αὔριον ὁρμηθεὶς σὺν τεύχεσιν, εὖ νύ τις αὐτὸν 18.270γνώσεται· ἀσπασίως γὰρ ἀφίξεται Ἴλιον ἱρὴν 18.271ὅς κε φύγῃ, πολλοὺς δὲ κύνες καὶ γῦπες ἔδονται 18.272Τρώων· αἲ γὰρ δή μοι ἀπ̓ οὔατος ὧδε γένοιτο. 18.273εἰ δ̓ ἂν ἐμοῖς ἐπέεσσι πιθώμεθα κηδόμενοί περ, 18.274νύκτα μὲν εἰν ἀγορῇ σθένος ἕξομεν, ἄστυ δὲ πύργοι 18.275ὑψηλαί τε πύλαι σανίδες τ̓ ἐπὶ τῇς ἀραρυῖαι 18.276μακραὶ ἐΰξεστοι ἐζευγμέναι εἰρύσσονται· 18.277πρῶϊ δ̓ ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες 18.278στησόμεθ̓ ἂμ πύργους· τῷ δ̓ ἄλγιον, αἴ κ̓ ἐθέλῃσιν 18.279ἐλθὼν ἐκ νηῶν περὶ τείχεος ἄμμι μάχεσθαι. 18.280ἂψ πάλιν εἶσ̓ ἐπὶ νῆας, ἐπεί κ̓ ἐριαύχενας ἵππους 18.281παντοίου δρόμου ἄσῃ ὑπὸ πτόλιν ἠλασκάζων· 18.282εἴσω δ̓ οὔ μιν θυμὸς ἐφορμηθῆναι ἐάσει, 18.283οὐ δέ ποτ̓ ἐκπέρσει· πρίν μιν κύνες ἀργοὶ ἔδονται. 18.284τὸν δ̓ ἄῤ ὑπόδρα ἰδὼν προσέφη κορυθαίολος Ἕκτωρ· 18.285Πουλυδάμα σὺ μὲν οὐκέτ̓ ἐμοὶ φίλα ταῦτ̓ ἀγορεύεις, 18.286ὃς κέλεαι κατὰ ἄστυ ἀλήμεναι αὖτις ἰόντας. 18.287ἦ οὔ πω κεκόρησθε ἐελμένοι ἔνδοθι πύργων; 18.288πρὶν μὲν γὰρ Πριάμοιο πόλιν μέροπες ἄνθρωποι 18.289πάντες μυθέσκοντο πολύχρυσον πολύχαλκον· 18.290νῦν δὲ δὴ ἐξαπόλωλε δόμων κειμήλια καλά, 18.291πολλὰ δὲ δὴ Φρυγίην καὶ Μῃονίην ἐρατεινὴν 18.292κτήματα περνάμεν̓ ἵκει, ἐπεὶ μέγας ὠδύσατο Ζεύς. 18.293νῦν δ̓ ὅτε πέρ μοι ἔδωκε Κρόνου πάϊς ἀγκυλομήτεω 18.294κῦδος ἀρέσθ̓ ἐπὶ νηυσί, θαλάσσῃ τ̓ ἔλσαι Ἀχαιούς, 18.295νήπιε μηκέτι ταῦτα νοήματα φαῖν̓ ἐνὶ δήμῳ· 18.296οὐ γάρ τις Τρώων ἐπιπείσεται· οὐ γὰρ ἐάσω. 18.297ἀλλ̓ ἄγεθ̓ ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες. 18.298νῦν μὲν δόρπον ἕλεσθε κατὰ στρατὸν ἐν τελέεσσι, 18.299καὶ φυλακῆς μνήσασθε, καὶ ἐγρήγορθε ἕκαστος· 18.300Τρώων δ̓ ὃς κτεάτεσσιν ὑπερφιάλως ἀνιάζει, 18.301συλλέξας λαοῖσι δότω καταδημοβορῆσαι· 18.302τῶν τινὰ βέλτερόν ἐστιν ἐπαυρέμεν ἤ περ Ἀχαιούς. 18.303πρῶϊ δ̓ ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες 18.304νηυσὶν ἔπι γλαφυρῇσιν ἐγείρομεν ὀξὺν Ἄρηα. 18.305εἰ δ̓ ἐτεὸν παρὰ ναῦφιν ἀνέστη δῖος Ἀχιλλεύς, 18.306ἄλγιον αἴ κ̓ ἐθέλῃσι τῷ ἔσσεται· οὔ μιν ἔγωγε 18.307φεύξομαι ἐκ πολέμοιο δυσηχέος, ἀλλὰ μάλ̓ ἄντην 18.308στήσομαι, ἤ κε φέρῃσι μέγα κράτος, ἦ κε φεροίμην. 18.309ξυνὸς Ἐνυάλιος, καί τε κτανέοντα κατέκτα. 18.310ὣς Ἕκτωρ ἀγόρεὐ, ἐπὶ δὲ Τρῶες κελάδησαν 18.311νήπιοι· ἐκ γάρ σφεων φρένας εἵλετο Παλλὰς Ἀθήνη. 18.312Ἕκτορι μὲν γὰρ ἐπῄνησαν κακὰ μητιόωντι, 18.313Πουλυδάμαντι δ̓ ἄῤ οὔ τις ὃς ἐσθλὴν φράζετο βουλήν. 18.314δόρπον ἔπειθ̓ εἵλοντο κατὰ στρατόν· αὐτὰρ Ἀχαιοὶ 18.315παννύχιοι Πάτροκλον ἀνεστενάχοντο γοῶντες. 18.316τοῖσι δὲ Πηλεΐδης ἁδινοῦ ἐξῆρχε γόοιο 18.317χεῖρας ἐπ̓ ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρου 18.318πυκνὰ μάλα στενάχων ὥς τε λὶς ἠϋγένειος, 18.319 ῥά θ̓ ὑπὸ σκύμνους ἐλαφηβόλος ἁρπάσῃ ἀνὴρ 18.320ὕλης ἐκ πυκινῆς· δέ τ̓ ἄχνυται ὕστερος ἐλθών, 18.321πολλὰ δέ τ̓ ἄγκἐ ἐπῆλθε μετ̓ ἀνέρος ἴχνἰ ἐρευνῶν 18.322εἴ ποθεν ἐξεύροι· μάλα γὰρ δριμὺς χόλος αἱρεῖ· 18.323ὣς βαρὺ στενάχων μετεφώνεε Μυρμιδόνεσσιν· 18.324ὢ πόποι ἦ ῥ̓ ἅλιον ἔπος ἔκβαλον ἤματι κείνῳ 18.325θαρσύνων ἥρωα Μενοίτιον ἐν μεγάροισι· 18.326φῆν δέ οἱ εἰς Ὀπόεντα περικλυτὸν υἱὸν ἀπάξειν 18.327Ἴλιον ἐκπέρσαντα, λαχόντα τε ληΐδος αἶσαν. 18.328ἀλλ̓ οὐ Ζεὺς ἄνδρεσσι νοήματα πάντα τελευτᾷ· 18.329ἄμφω γὰρ πέπρωται ὁμοίην γαῖαν ἐρεῦσαι 18.330αὐτοῦ ἐνὶ Τροίῃ, ἐπεὶ οὐ δ̓ ἐμὲ νοστήσαντα 18.331δέξεται ἐν μεγάροισι γέρων ἱππηλάτα Πηλεὺς 18.332οὐ δὲ Θέτις μήτηρ, ἀλλ̓ αὐτοῦ γαῖα καθέξει. 18.333νῦν δ̓ ἐπεὶ οὖν Πάτροκλε σεῦ ὕστερος εἶμ̓ ὑπὸ γαῖαν, 18.334οὔ σε πρὶν κτεριῶ πρίν γ̓ Ἕκτορος ἐνθάδ̓ ἐνεῖκαι 18.335τεύχεα καὶ κεφαλὴν μεγαθύμου σοῖο φονῆος· 18.336δώδεκα δὲ προπάροιθε πυρῆς ἀποδειροτομήσω 18.337Τρώων ἀγλαὰ τέκνα σέθεν κταμένοιο χολωθείς. 18.338τόφρα δέ μοι παρὰ νηυσὶ κορωνίσι κείσεαι αὔτως, 18.339ἀμφὶ δὲ σὲ Τρῳαὶ καὶ Δαρδανίδες βαθύκολποι 18.340κλαύσονται νύκτάς τε καὶ ἤματα δάκρυ χέουσαι, 18.341τὰς αὐτοὶ καμόμεσθα βίηφί τε δουρί τε μακρῷ 18.342πιείρας πέρθοντε πόλεις μερόπων ἀνθρώπων. 18.343ὣς εἰπὼν ἑτάροισιν ἐκέκλετο δῖος Ἀχιλλεὺς 18.344ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν, ὄφρα τάχιστα 18.345Πάτροκλον λούσειαν ἄπο βρότον αἱματόεντα. 18.346οἳ δὲ λοετροχόον τρίποδ̓ ἵστασαν ἐν πυρὶ κηλέῳ, 18.347ἐν δ̓ ἄῤ ὕδωρ ἔχεαν, ὑπὸ δὲ ξύλα δαῖον ἑλόντες. 18.348γάστρην μὲν τρίποδος πῦρ ἄμφεπε, θέρμετο δ̓ ὕδωρ· 18.349αὐτὰρ ἐπεὶ δὴ ζέσσεν ὕδωρ ἐνὶ ἤνοπι χαλκῷ, 18.350καὶ τότε δὴ λοῦσάν τε καὶ ἤλειψαν λίπ̓ ἐλαίῳ, 18.351ἐν δ̓ ὠτειλὰς πλῆσαν ἀλείφατος ἐννεώροιο· 18.352ἐν λεχέεσσι δὲ θέντες ἑανῷ λιτὶ κάλυψαν 18.353ἐς πόδας ἐκ κεφαλῆς, καθύπερθε δὲ φάρεϊ λευκῷ. 18.354παννύχιοι μὲν ἔπειτα πόδας ταχὺν ἀμφ̓ Ἀχιλῆα 18.355Μυρμιδόνες Πάτροκλον ἀνεστενάχοντο γοῶντες· 18.356Ζεὺς δ̓ Ἥρην προσέειπε κασιγνήτην ἄλοχόν τε· 18.357ἔπρηξας καὶ ἔπειτα βοῶπις πότνια Ἥρη 18.358ἀνστήσασ̓ Ἀχιλῆα πόδας ταχύν· ἦ ῥά νυ σεῖο 18.359ἐξ αὐτῆς ἐγένοντο κάρη κομόωντες Ἀχαιοί. 18.360τὸν δ̓ ἠμείβετ̓ ἔπειτα βοῶπις πότνια Ἥρη· 18.361αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες. 18.362καὶ μὲν δή πού τις μέλλει βροτὸς ἀνδρὶ τελέσσαι, 18.363ὅς περ θνητός τ̓ ἐστὶ καὶ οὐ τόσα μήδεα οἶδε· 18.364πῶς δὴ ἔγωγ̓, φημι θεάων ἔμμεν ἀρίστη, 18.365ἀμφότερον γενεῇ τε καὶ οὕνεκα σὴ παράκοιτις 18.366κέκλημαι, σὺ δὲ πᾶσι μετ̓ ἀθανάτοισιν ἀνάσσεις, 18.367οὐκ ὄφελον Τρώεσσι κοτεσσαμένη κακὰ ῥάψαι; 18.368ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον· 18.369Ἡφαίστου δ̓ ἵκανε δόμον Θέτις ἀργυρόπεζα 18.370ἄφθιτον ἀστερόεντα μεταπρεπέ̓ ἀθανάτοισι 18.371χάλκεον, ὅν ῥ̓ αὐτὸς ποιήσατο κυλλοποδίων. 18.372τὸν δ̓ εὗῤ ἱδρώοντα ἑλισσόμενον περὶ φύσας 18.373σπεύδοντα· τρίποδας γὰρ ἐείκοσι πάντας ἔτευχεν 18.374ἑστάμεναι περὶ τοῖχον ἐϋσταθέος μεγάροιο, 18.375χρύσεα δέ σφ̓ ὑπὸ κύκλα ἑκάστῳ πυθμένι θῆκεν, 18.376ὄφρά οἱ αὐτόματοι θεῖον δυσαίατ̓ ἀγῶνα 18.377ἠδ̓ αὖτις πρὸς δῶμα νεοίατο θαῦμα ἰδέσθαι. 18.378οἳ δ̓ ἤτοι τόσσον μὲν ἔχον τέλος, οὔατα δ̓ οὔ πω 18.379δαιδάλεα προσέκειτο· τά ῥ̓ ἤρτυε, κόπτε δὲ δεσμούς. 18.380ὄφῤ γε ταῦτ̓ ἐπονεῖτο ἰδυίῃσι πραπίδεσσι, 18.381τόφρά οἱ ἐγγύθεν ἦλθε θεὰ Θέτις ἀργυρόπεζα. 18.382τὴν δὲ ἴδε προμολοῦσα Χάρις λιπαροκρήδεμνος 18.383καλή, τὴν ὤπυιε περικλυτὸς ἀμφιγυήεις· 18.384ἔν τ̓ ἄρα οἱ φῦ χειρὶ ἔπος τ̓ ἔφατ̓ ἔκ τ̓ ὀνόμαζε· 18.385τίπτε Θέτι τανύπεπλε ἱκάνεις ἡμέτερον δῶ 18.386αἰδοίη τε φίλη τε; πάρος γε μὲν οὔ τι θαμίζεις. 18.387ἀλλ̓ ἕπεο προτέρω, ἵνα τοι πὰρ ξείνια θείω. 18.388ὣς ἄρα φωνήσασα πρόσω ἄγε δῖα θεάων. 18.389τὴν μὲν ἔπειτα καθεῖσεν ἐπὶ θρόνου ἀργυροήλου 18.390καλοῦ δαιδαλέου· ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν· 18.391κέκλετο δ̓ Ἥφαιστον κλυτοτέχνην εἶπέ τε μῦθον· 18.392Ἥφαιστε πρόμολ̓ ὧδε· Θέτις νύ τι σεῖο χατίζει. 18.393τὴν δ̓ ἠμείβετ̓ ἔπειτα περικλυτὸς ἀμφιγυήεις· 18.394ἦ ῥά νύ μοι δεινή τε καὶ αἰδοίη θεὸς ἔνδον, 18.395 μ̓ ἐσάωσ̓ ὅτε μ̓ ἄλγος ἀφίκετο τῆλε πεσόντα 18.396μητρὸς ἐμῆς ἰότητι κυνώπιδος, μ̓ ἐθέλησε 18.397κρύψαι χωλὸν ἐόντα· τότ̓ ἂν πάθον ἄλγεα θυμῷ, 18.398εἰ μή μ̓ Εὐρυνόμη τε Θέτις θ̓ ὑπεδέξατο κόλπῳ 18.399Εὐρυνόμη θυγάτηρ ἀψορρόου Ὠκεανοῖο. 18.400τῇσι παῤ εἰνάετες χάλκευον δαίδαλα πολλά, 18.401πόρπας τε γναμπτάς θ̓ ἕλικας κάλυκάς τε καὶ ὅρμους 18.402ἐν σπῆϊ γλαφυρῷ· περὶ δὲ ῥόος Ὠκεανοῖο 18.403ἀφρῷ μορμύρων ῥέεν ἄσπετος· οὐ δέ τις ἄλλος 18.404ᾔδεεν οὔ τε θεῶν οὔ τε θνητῶν ἀνθρώπων, 18.405ἀλλὰ Θέτις τε καὶ Εὐρυνόμη ἴσαν, αἵ μ̓ ἐσάωσαν. 18.406 νῦν ἡμέτερον δόμον ἵκει· τώ με μάλα χρεὼ 18.407πάντα Θέτι καλλιπλοκάμῳ ζῳάγρια τίνειν. 18.408ἀλλὰ σὺ μὲν νῦν οἱ παράθες ξεινήϊα καλά, 18.409ὄφῤ ἂν ἐγὼ φύσας ἀποθείομαι ὅπλά τε πάντα. 18.410, καὶ ἀπ̓ ἀκμοθέτοιο πέλωρ αἴητον ἀνέστη 18.411χωλεύων· ὑπὸ δὲ κνῆμαι ῥώοντο ἀραιαί. 18.412φύσας μέν ῥ̓ ἀπάνευθε τίθει πυρός, ὅπλά τε πάντα 18.413λάρνακ̓ ἐς ἀργυρέην συλλέξατο, τοῖς ἐπονεῖτο· 18.414σπόγγῳ δ̓ ἀμφὶ πρόσωπα καὶ ἄμφω χεῖῤ ἀπομόργνυ 18.415αὐχένα τε στιβαρὸν καὶ στήθεα λαχνήεντα, 18.416δῦ δὲ χιτῶν̓, ἕλε δὲ σκῆπτρον παχύ, βῆ δὲ θύραζε 18.417χωλεύων· ὑπὸ δ̓ ἀμφίπολοι ῥώοντο ἄνακτι 18.418χρύσειαι ζωῇσι νεήνισιν εἰοικυῖαι. 18.419τῇς ἐν μὲν νόος ἐστὶ μετὰ φρεσίν, ἐν δὲ καὶ αὐδὴ 18.420καὶ σθένος, ἀθανάτων δὲ θεῶν ἄπο ἔργα ἴσασιν. 18.421αἳ μὲν ὕπαιθα ἄνακτος ἐποίπνυον· αὐτὰρ ἔρρων 18.422πλησίον, ἔνθα Θέτις περ, ἐπὶ θρόνου ἷζε φαεινοῦ, 18.423ἔν τ̓ ἄρα οἱ φῦ χειρὶ ἔπος τ̓ ἔφατ̓ ἔκ τ̓ ὀνόμαζε· 18.424τίπτε Θέτι τανύπεπλε ἱκάνεις ἡμέτερον δῶ 18.425αἰδοίη τε φίλη τε; πάρος γε μὲν οὔ τι θαμίζεις. 18.426αὔδα τι φρονέεις· τελέσαι δέ με θυμὸς ἄνωγεν, 18.427εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν. 18.428τὸν δ̓ ἠμείβετ̓ ἔπειτα Θέτις κατὰ δάκρυ χέουσα· 18.429Ἥφαιστ̓, ἦ ἄρα δή τις, ὅσαι θεαί εἰσ̓ ἐν Ὀλύμπῳ, 18.430τοσσάδ̓ ἐνὶ φρεσὶν ᾗσιν ἀνέσχετο κήδεα λυγρὰ 18.431ὅσσ̓ ἐμοὶ ἐκ πασέων Κρονίδης Ζεὺς ἄλγἐ ἔδωκεν; 18.432ἐκ μέν μ̓ ἀλλάων ἁλιάων ἀνδρὶ δάμασσεν 18.433Αἰακίδῃ Πηλῆϊ, καὶ ἔτλην ἀνέρος εὐνὴν 18.434πολλὰ μάλ̓ οὐκ ἐθέλουσα. μὲν δὴ γήραϊ λυγρῷ 18.435κεῖται ἐνὶ μεγάροις ἀρημένος, ἄλλα δέ μοι νῦν, 18.436υἱὸν ἐπεί μοι δῶκε γενέσθαί τε τραφέμεν τε 18.437ἔξοχον ἡρώων· δ̓ ἀνέδραμεν ἔρνεϊ ἶσος· 18.438τὸν μὲν ἐγὼ θρέψασα φυτὸν ὣς γουνῷ ἀλωῆς 18.439νηυσὶν ἐπιπροέηκα κορωνίσιν Ἴλιον εἴσω 18.440Τρωσὶ μαχησόμενον· τὸν δ̓ οὐχ ὑποδέξομαι αὖτις 18.441οἴκαδε νοστήσαντα δόμον Πηλήϊον εἴσω. 18.442ὄφρα δέ μοι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο 18.443ἄχνυται, οὐ δέ τί οἱ δύναμαι χραισμῆσαι ἰοῦσα. 18.444κούρην ἣν ἄρα οἱ γέρας ἔξελον υἷες Ἀχαιῶν, 18.445τὴν ἂψ ἐκ χειρῶν ἕλετο κρείων Ἀγαμέμνων. 18.446ἤτοι τῆς ἀχέων φρένας ἔφθιεν· αὐτὰρ Ἀχαιοὺς 18.447Τρῶες ἐπὶ πρύμνῃσιν ἐείλεον, οὐ δὲ θύραζε 18.448εἴων ἐξιέναι· τὸν δὲ λίσσοντο γέροντες 18.449Ἀργείων, καὶ πολλὰ περικλυτὰ δῶῤ ὀνόμαζον. 18.450ἔνθ̓ αὐτὸς μὲν ἔπειτ̓ ἠναίνετο λοιγὸν ἀμῦναι, 18.451αὐτὰρ Πάτροκλον περὶ μὲν τὰ τεύχεα ἕσσε, 18.452πέμπε δέ μιν πόλεμον δέ, πολὺν δ̓ ἅμα λαὸν ὄπασσε. 18.453πᾶν δ̓ ἦμαρ μάρναντο περὶ Σκαιῇσι πύλῃσι· 18.454καί νύ κεν αὐτῆμαρ πόλιν ἔπραθον, εἰ μὴ Ἀπόλλων 18.455πολλὰ κακὰ ῥέξαντα Μενοιτίου ἄλκιμον υἱὸν 18.456ἔκταν̓ ἐνὶ προμάχοισι καὶ Ἕκτορι κῦδος ἔδωκε. 18.457τοὔνεκα νῦν τὰ σὰ γούναθ̓ ἱκάνομαι, αἴ κ̓ ἐθέλῃσθα 18.458υἱεῖ ἐμῷ ὠκυμόρῳ δόμεν ἀσπίδα καὶ τρυφάλειαν 18.459καὶ καλὰς κνημῖδας ἐπισφυρίοις ἀραρυίας 18.460καὶ θώρηχ̓· γὰρ ἦν οἱ ἀπώλεσε πιστὸς ἑταῖρος 18.461Τρωσὶ δαμείς· δὲ κεῖται ἐπὶ χθονὶ θυμὸν ἀχεύων. 18.462τὴν δ̓ ἠμείβετ̓ ἔπειτα περικλυτὸς ἀμφιγυήεις· 18.463θάρσει· μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων. 18.464αἲ γάρ μιν θανάτοιο δυσηχέος ὧδε δυναίμην 18.465νόσφιν ἀποκρύψαι, ὅτε μιν μόρος αἰνὸς ἱκάνοι, 18.466ὥς οἱ τεύχεα καλὰ παρέσσεται, οἷά τις αὖτε 18.467ἀνθρώπων πολέων θαυμάσσεται, ὅς κεν ἴδηται. 18.468ὣς εἰπὼν τὴν μὲν λίπεν αὐτοῦ, βῆ δ̓ ἐπὶ φύσας· 18.469τὰς δ̓ ἐς πῦρ ἔτρεψε κέλευσέ τε ἐργάζεσθαι. 18.470φῦσαι δ̓ ἐν χοάνοισιν ἐείκοσι πᾶσαι ἐφύσων 18.471παντοίην εὔπρηστον ἀϋτμὴν ἐξανιεῖσαι, 18.472ἄλλοτε μὲν σπεύδοντι παρέμμεναι, ἄλλοτε δ̓ αὖτε, 18.473ὅππως Ἥφαιστός τ̓ ἐθέλοι καὶ ἔργον ἄνοιτο. 18.474χαλκὸν δ̓ ἐν πυρὶ βάλλεν ἀτειρέα κασσίτερόν τε 18.475καὶ χρυσὸν τιμῆντα καὶ ἄργυρον· αὐτὰρ ἔπειτα 18.476θῆκεν ἐν ἀκμοθέτῳ μέγαν ἄκμονα, γέντο δὲ χειρὶ 18.477ῥαιστῆρα κρατερήν, ἑτέρηφι δὲ γέντο πυράγρην. 18.478ποίει δὲ πρώτιστα σάκος μέγα τε στιβαρόν τε 18.479πάντοσε δαιδάλλων, περὶ δ̓ ἄντυγα βάλλε φαεινὴν 18.480τρίπλακα μαρμαρέην, ἐκ δ̓ ἀργύρεον τελαμῶνα. 18.481πέντε δ̓ ἄῤ αὐτοῦ ἔσαν σάκεος πτύχες· αὐτὰρ ἐν αὐτῷ 18.482ποίει δαίδαλα πολλὰ ἰδυίῃσι πραπίδεσσιν. 18.483ἐν μὲν γαῖαν ἔτευξ̓, ἐν δ̓ οὐρανόν, ἐν δὲ θάλασσαν, 18.484ἠέλιόν τ̓ ἀκάμαντα σελήνην τε πλήθουσαν, 18.485ἐν δὲ τὰ τείρεα πάντα, τά τ̓ οὐρανὸς ἐστεφάνωται, 18.486Πληϊάδας θ̓ Ὑάδας τε τό τε σθένος Ὠρίωνος 18.487Ἄρκτόν θ̓, ἣν καὶ Ἄμαξαν ἐπίκλησιν καλέουσιν, 18.488 τ̓ αὐτοῦ στρέφεται καί τ̓ Ὠρίωνα δοκεύει, 18.489οἴη δ̓ ἄμμορός ἐστι λοετρῶν Ὠκεανοῖο. 18.490ἐν δὲ δύω ποίησε πόλεις μερόπων ἀνθρώπων 18.491καλάς. ἐν τῇ μέν ῥα γάμοι τ̓ ἔσαν εἰλαπίναι τε, 18.492νύμφας δ̓ ἐκ θαλάμων δαΐδων ὕπο λαμπομενάων 18.493ἠγίνεον ἀνὰ ἄστυ, πολὺς δ̓ ὑμέναιος ὀρώρει· 18.494κοῦροι δ̓ ὀρχηστῆρες ἐδίνεον, ἐν δ̓ ἄρα τοῖσιν 18.495αὐλοὶ φόρμιγγές τε βοὴν ἔχον· αἳ δὲ γυναῖκες 18.496ἱστάμεναι θαύμαζον ἐπὶ προθύροισιν ἑκάστη. 18.497λαοὶ δ̓ εἰν ἀγορῇ ἔσαν ἀθρόοι· ἔνθα δὲ νεῖκος 18.498ὠρώρει, δύο δ̓ ἄνδρες ἐνείκεον εἵνεκα ποινῆς 18.499ἀνδρὸς ἀποφθιμένου· μὲν εὔχετο πάντ̓ ἀποδοῦναι 18.500δήμῳ πιφαύσκων, δ̓ ἀναίνετο μηδὲν ἑλέσθαι· 18.501ἄμφω δ̓ ἱέσθην ἐπὶ ἴστορι πεῖραρ ἑλέσθαι. 18.502λαοὶ δ̓ ἀμφοτέροισιν ἐπήπυον ἀμφὶς ἀρωγοί· 18.503κήρυκες δ̓ ἄρα λαὸν ἐρήτυον· οἳ δὲ γέροντες 18.504εἵατ̓ ἐπὶ ξεστοῖσι λίθοις ἱερῷ ἐνὶ κύκλῳ, 18.505σκῆπτρα δὲ κηρύκων ἐν χέρσ̓ ἔχον ἠεροφώνων· 18.506τοῖσιν ἔπειτ̓ ἤϊσσον, ἀμοιβηδὶς δὲ δίκαζον. 18.507κεῖτο δ̓ ἄῤ ἐν μέσσοισι δύω χρυσοῖο τάλαντα, 18.508τῷ δόμεν ὃς μετὰ τοῖσι δίκην ἰθύντατα εἴποι. 18.509τὴν δ̓ ἑτέρην πόλιν ἀμφὶ δύω στρατοὶ ἥατο λαῶν 18.510τεύχεσι λαμπόμενοι· δίχα δέ σφισιν ἥνδανε βουλή, 18.511ἠὲ διαπραθέειν ἢ ἄνδιχα πάντα δάσασθαι 18.512κτῆσιν ὅσην πτολίεθρον ἐπήρατον ἐντὸς ἔεργεν· 18.513οἳ δ̓ οὔ πω πείθοντο, λόχῳ δ̓ ὑπεθωρήσσοντο. 18.514τεῖχος μέν ῥ̓ ἄλοχοί τε φίλαι καὶ νήπια τέκνα 18.515ῥύατ̓ ἐφεσταότες, μετὰ δ̓ ἀνέρες οὓς ἔχε γῆρας· 18.516οἳ δ̓ ἴσαν· ἦρχε δ̓ ἄρά σφιν Ἄρης καὶ Παλλὰς Ἀθήνη 18.517ἄμφω χρυσείω, χρύσεια δὲ εἵματα ἕσθην, 18.518καλὼ καὶ μεγάλω σὺν τεύχεσιν, ὥς τε θεώ περ 18.519ἀμφὶς ἀριζήλω· λαοὶ δ̓ ὑπολίζονες ἦσαν. 18.520οἳ δ̓ ὅτε δή ῥ̓ ἵκανον ὅθι σφίσιν εἶκε λοχῆσαι 18.521ἐν ποταμῷ, ὅθι τ̓ ἀρδμὸς ἔην πάντεσσι βοτοῖσιν, 18.522ἔνθ̓ ἄρα τοί γ̓ ἵζοντ̓ εἰλυμένοι αἴθοπι χαλκῷ. 18.523τοῖσι δ̓ ἔπειτ̓ ἀπάνευθε δύω σκοποὶ εἵατο λαῶν 18.524δέγμενοι ὁππότε μῆλα ἰδοίατο καὶ ἕλικας βοῦς. 18.525οἳ δὲ τάχα προγένοντο, δύω δ̓ ἅμ̓ ἕποντο νομῆες 18.526τερπόμενοι σύριγξι· δόλον δ̓ οὔ τι προνόησαν. 18.527οἳ μὲν τὰ προϊδόντες ἐπέδραμον, ὦκα δ̓ ἔπειτα 18.528τάμνοντ̓ ἀμφὶ βοῶν ἀγέλας καὶ πώεα καλὰ 18.529ἀργεννέων οἰῶν, κτεῖνον δ̓ ἐπὶ μηλοβοτῆρας. 18.530οἳ δ̓ ὡς οὖν ἐπύθοντο πολὺν κέλαδον παρὰ βουσὶν 18.531εἰράων προπάροιθε καθήμενοι, αὐτίκ̓ ἐφ̓ ἵππων 18.532βάντες ἀερσιπόδων μετεκίαθον, αἶψα δ̓ ἵκοντο. 18.533στησάμενοι δ̓ ἐμάχοντο μάχην ποταμοῖο παῤ ὄχθας, 18.534βάλλον δ̓ ἀλλήλους χαλκήρεσιν ἐγχείῃσιν. 18.535ἐν δ̓ Ἔρις ἐν δὲ Κυδοιμὸς ὁμίλεον, ἐν δ̓ ὀλοὴ Κήρ, 18.536ἄλλον ζωὸν ἔχουσα νεούτατον, ἄλλον ἄουτον, 18.537ἄλλον τεθνηῶτα κατὰ μόθον ἕλκε ποδοῖιν· 18.538εἷμα δ̓ ἔχ̓ ἀμφ̓ ὤμοισι δαφοινεὸν αἵματι φωτῶν. 18.539ὡμίλευν δ̓ ὥς τε ζωοὶ βροτοὶ ἠδ̓ ἐμάχοντο, 18.540νεκρούς τ̓ ἀλλήλων ἔρυον κατατεθνηῶτας. 18.541ἐν δ̓ ἐτίθει νειὸν μαλακὴν πίειραν ἄρουραν 18.542εὐρεῖαν τρίπολον· πολλοὶ δ̓ ἀροτῆρες ἐν αὐτῇ 18.543ζεύγεα δινεύοντες ἐλάστρεον ἔνθα καὶ ἔνθα. 18.544οἳ δ̓ ὁπότε στρέψαντες ἱκοίατο τέλσον ἀρούρης, 18.545τοῖσι δ̓ ἔπειτ̓ ἐν χερσὶ δέπας μελιηδέος οἴνου 18.546δόσκεν ἀνὴρ ἐπιών· τοὶ δὲ στρέψασκον ἀν̓ ὄγμους, 18.547ἱέμενοι νειοῖο βαθείης τέλσον ἱκέσθαι. 18.548 δὲ μελαίνετ̓ ὄπισθεν, ἀρηρομένῃ δὲ ἐῴκει, 18.549χρυσείη περ ἐοῦσα· τὸ δὴ περὶ θαῦμα τέτυκτο. 18.550ἐν δ̓ ἐτίθει τέμενος βασιλήϊον· ἔνθα δ̓ ἔριθοι 18.551ἤμων ὀξείας δρεπάνας ἐν χερσὶν ἔχοντες. 18.552δράγματα δ̓ ἄλλα μετ̓ ὄγμον ἐπήτριμα πῖπτον ἔραζε, 18.553ἄλλα δ̓ ἀμαλλοδετῆρες ἐν ἐλλεδανοῖσι δέοντο. 18.554τρεῖς δ̓ ἄῤ ἀμαλλοδετῆρες ἐφέστασαν· αὐτὰρ ὄπισθε 18.555παῖδες δραγμεύοντες ἐν ἀγκαλίδεσσι φέροντες 18.556ἀσπερχὲς πάρεχον· βασιλεὺς δ̓ ἐν τοῖσι σιωπῇ 18.557σκῆπτρον ἔχων ἑστήκει ἐπ̓ ὄγμου γηθόσυνος κῆρ. 18.558κήρυκες δ̓ ἀπάνευθεν ὑπὸ δρυῒ δαῖτα πένοντο, 18.559βοῦν δ̓ ἱερεύσαντες μέγαν ἄμφεπον· αἳ δὲ γυναῖκες 18.560δεῖπνον ἐρίθοισιν λεύκ̓ ἄλφιτα πολλὰ πάλυνον. 18.561ἐν δ̓ ἐτίθει σταφυλῇσι μέγα βρίθουσαν ἀλωὴν 18.562καλὴν χρυσείην· μέλανες δ̓ ἀνὰ βότρυες ἦσαν, 18.563ἑστήκει δὲ κάμαξι διαμπερὲς ἀργυρέῃσιν. 18.564ἀμφὶ δὲ κυανέην κάπετον, περὶ δ̓ ἕρκος ἔλασσε 18.565κασσιτέρου· μία δ̓ οἴη ἀταρπιτὸς ἦεν ἐπ̓ αὐτήν, 18.566τῇ νίσοντο φορῆες ὅτε τρυγόῳεν ἀλωήν. 18.567παρθενικαὶ δὲ καὶ ἠΐθεοι ἀταλὰ φρονέοντες 18.568πλεκτοῖς ἐν ταλάροισι φέρον μελιηδέα καρπόν. 18.569τοῖσιν δ̓ ἐν μέσσοισι πάϊς φόρμιγγι λιγείῃ 18.570ἱμερόεν κιθάριζε, λίνον δ̓ ὑπὸ καλὸν ἄειδε 18.571λεπταλέῃ φωνῇ· τοὶ δὲ ῥήσσοντες ἁμαρτῇ 18.572μολπῇ τ̓ ἰυγμῷ τε ποσὶ σκαίροντες ἕποντο. 18.573ἐν δ̓ ἀγέλην ποίησε βοῶν ὀρθοκραιράων· 18.574αἳ δὲ βόες χρυσοῖο τετεύχατο κασσιτέρου τε, 18.575μυκηθμῷ δ̓ ἀπὸ κόπρου ἐπεσσεύοντο νομὸν δὲ 18.576πὰρ ποταμὸν κελάδοντα, παρὰ ῥοδανὸν δονακῆα. 18.577χρύσειοι δὲ νομῆες ἅμ̓ ἐστιχόωντο βόεσσι 18.578τέσσαρες, ἐννέα δέ σφι κύνες πόδας ἀργοὶ ἕποντο. 18.579σμερδαλέω δὲ λέοντε δύ̓ ἐν πρώτῃσι βόεσσι 18.580ταῦρον ἐρύγμηλον ἐχέτην· δὲ μακρὰ μεμυκὼς 18.581ἕλκετο· τὸν δὲ κύνες μετεκίαθον ἠδ̓ αἰζηοί. 18.582τὼ μὲν ἀναρρήξαντε βοὸς μεγάλοιο βοείην 18.583ἔγκατα καὶ μέλαν αἷμα λαφύσσετον· οἳ δὲ νομῆες 18.584αὔτως ἐνδίεσαν ταχέας κύνας ὀτρύνοντες. 18.585οἳ δ̓ ἤτοι δακέειν μὲν ἀπετρωπῶντο λεόντων, 18.586ἱστάμενοι δὲ μάλ̓ ἐγγὺς ὑλάκτεον ἔκ τ̓ ἀλέοντο. 18.587ἐν δὲ νομὸν ποίησε περικλυτὸς ἀμφιγυήεις 18.588ἐν καλῇ βήσσῃ μέγαν οἰῶν ἀργεννάων, 18.589σταθμούς τε κλισίας τε κατηρεφέας ἰδὲ σηκούς. 18.590ἐν δὲ χορὸν ποίκιλλε περικλυτὸς ἀμφιγυήεις, 18.591τῷ ἴκελον οἷόν ποτ̓ ἐνὶ Κνωσῷ εὐρείῃ 18.592Δαίδαλος ἤσκησεν καλλιπλοκάμῳ Ἀριάδνῃ. 18.593ἔνθα μὲν ἠΐθεοι καὶ παρθένοι ἀλφεσίβοιαι 18.594ὀρχεῦντ̓ ἀλλήλων ἐπὶ καρπῷ χεῖρας ἔχοντες. 18.595τῶν δ̓ αἳ μὲν λεπτὰς ὀθόνας ἔχον, οἳ δὲ χιτῶνας 18.596εἵατ̓ ἐϋννήτους, ἦκα στίλβοντας ἐλαίῳ· 18.597καί ῥ̓ αἳ μὲν καλὰς στεφάνας ἔχον, οἳ δὲ μαχαίρας 18.598εἶχον χρυσείας ἐξ ἀργυρέων τελαμώνων. 18.599οἳ δ̓ ὁτὲ μὲν θρέξασκον ἐπισταμένοισι πόδεσσι 18.600ῥεῖα μάλ̓, ὡς ὅτε τις τροχὸν ἄρμενον ἐν παλάμῃσιν 18.601ἑζόμενος κεραμεὺς πειρήσεται, αἴ κε θέῃσιν· 18.602ἄλλοτε δ̓ αὖ θρέξασκον ἐπὶ στίχας ἀλλήλοισι. 18.603πολλὸς δ̓ ἱμερόεντα χορὸν περιίσταθ̓ ὅμιλος 18.604τερπόμενοι· 18.605δοιὼ δὲ κυβιστητῆρε κατ̓ αὐτοὺς 18.606μολπῆς ἐξάρχοντες ἐδίνευον κατὰ μέσσους. 18.607ἐν δ̓ ἐτίθει ποταμοῖο μέγα σθένος Ὠκεανοῖο 18.608ἄντυγα πὰρ πυμάτην σάκεος πύκα ποιητοῖο. 18.609αὐτὰρ ἐπεὶ δὴ τεῦξε σάκος μέγα τε στιβαρόν τε, 18.610τεῦξ̓ ἄρα οἱ θώρηκα φαεινότερον πυρὸς αὐγῆς, 18.611τεῦξε δέ οἱ κόρυθα βριαρὴν κροτάφοις ἀραρυῖαν 18.612καλὴν δαιδαλέην, ἐπὶ δὲ χρύσεον λόφον ἧκε, 18.613τεῦξε δέ οἱ κνημῖδας ἑανοῦ κασσιτέροιο. 18.614αὐτὰρ ἐπεὶ πάνθ̓ ὅπλα κάμε κλυτὸς ἀμφιγυήεις, 18.615μητρὸς Ἀχιλλῆος θῆκε προπάροιθεν ἀείρας. 18.616 δ̓ ἴρηξ ὣς ἆλτο κατ̓ Οὐλύμπου νιφόεντος 18.617τεύχεα μαρμαίροντα παῤ Ἡφαίστοιο φέρουσα.