ILIAD Elucidated - Book 11

11.1ἠὼς δ̓ ἐκ λεχέων παῤ ἀγαυοῦ Τιθωνοῖο 11.2ὄρνυθ̓, ἵν̓ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσι· 11.3Ζεὺς δ̓ Ἔριδα προΐαλλε θοὰς ἐπὶ νῆας Ἀχαιῶν 11.4ἀργαλέην, πολέμοιο τέρας μετὰ χερσὶν ἔχουσαν. 11.5στῆ δ̓ ἐπ̓ Ὀδυσσῆος μεγακήτεϊ νηῒ μελαίνῃ, 11.6 ῥ̓ ἐν μεσσάτῳ ἔσκε γεγωνέμεν ἀμφοτέρωσε, 11.7ἠμὲν ἐπ̓ Αἴαντος κλισίας Τελαμωνιάδαο 11.8ἠδ̓ ἐπ̓ Ἀχιλλῆος, τοί ῥ̓ ἔσχατα νῆας ἐΐσας 11.9εἴρυσαν ἠνορέῃ πίσυνοι καὶ κάρτεϊ χειρῶν 11.10ἔνθα στᾶσ̓ ἤϋσε θεὰ μέγα τε δεινόν τε 11.11ὄρθἰ, Ἀχαιοῖσιν δὲ μέγα σθένος ἔμβαλ̓ ἑκάστῳ 11.12καρδίῃ ἄληκτον πολεμίζειν ἠδὲ μάχεσθαι. 11.13τοῖσι δ̓ ἄφαρ πόλεμος γλυκίων γένετ̓ ἠὲ νέεσθαι 11.14ἐν νηυσὶ γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν. 11.15Ἀτρεΐδης δ̓ ἐβόησεν ἰδὲ ζώννυσθαι ἄνωγεν 11.16Ἀργείους· ἐν δ̓ αὐτὸς ἐδύσετο νώροπα χαλκόν. 11.17κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε 11.18καλὰς ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας· 11.19δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνε, 11.20τόν ποτέ οἱ Κινύρης δῶκε ξεινήϊον εἶναι. 11.21πεύθετο γὰρ Κύπρον δὲ μέγα κλέος οὕνεκ̓ Ἀχαιοὶ 11.22ἐς Τροίην νήεσσιν ἀναπλεύσεσθαι ἔμελλον· 11.23τοὔνεκά οἱ τὸν δῶκε χαριζόμενος βασιλῆϊ. 11.24τοῦ δ̓ ἤτοι δέκα οἶμοι ἔσαν μέλανος κυάνοιο, 11.25δώδεκα δὲ χρυσοῖο καὶ εἴκοσι κασσιτέροιο· 11.26κυάνεοι δὲ δράκοντες ὀρωρέχατο προτὶ δειρὴν 11.27τρεῖς ἑκάτερθ̓ ἴρισσιν ἐοικότες, ἅς τε Κρονίων 11.28ἐν νέφεϊ στήριξε, τέρας μερόπων ἀνθρώπων. 11.29ἀμφὶ δ̓ ἄῤ ὤμοισιν βάλετο ξίφος· ἐν δέ οἱ ἧλοι 11.30χρύσειοι πάμφαινον, ἀτὰρ περὶ κουλεὸν ἦεν 11.31ἀργύρεον χρυσέοισιν ἀορτήρεσσιν ἀρηρός. 11.32ἂν δ̓ ἕλετ̓ ἀμφιβρότην πολυδαίδαλον ἀσπίδα θοῦριν 11.33καλήν, ἣν πέρι μὲν κύκλοι δέκα χάλκεοι ἦσαν, 11.34ἐν δέ οἱ ὀμφαλοὶ ἦσαν ἐείκοσι κασσιτέροιο 11.35λευκοί, ἐν δὲ μέσοισιν ἔην μέλανος κυάνοιο. 11.36τῇ δ̓ ἐπὶ μὲν Γοργὼ βλοσυρῶπις ἐστεφάνωτο 11.37δεινὸν δερκομένη, περὶ δὲ Δεῖμός τε Φόβος τε. 11.38τῆς δ̓ ἐξ ἀργύρεος τελαμὼν ἦν· αὐτὰρ ἐπ̓ αὐτοῦ 11.39κυάνεος ἐλέλικτο δράκων, κεφαλαὶ δέ οἱ ἦσαν 11.40τρεῖς ἀμφιστρεφέες ἑνὸς αὐχένος ἐκπεφυυῖαι. 11.41κρατὶ δ̓ ἐπ̓ ἀμφίφαλον κυνέην θέτο τετραφάληρον 11.42ἵππουριν· δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν. 11.43εἵλετο δ̓ ἄλκιμα δοῦρε δύω κεκορυθμένα χαλκῷ 11.44ὀξέα· τῆλε δὲ χαλκὸς ἀπ̓ αὐτόφιν οὐρανὸν εἴσω 11.45λάμπ̓· ἐπὶ δ̓ ἐγδούπησαν Ἀθηναίη τε καὶ Ἥρη 11.46τιμῶσαι βασιλῆα πολυχρύσοιο Μυκήνης. 11.47ἡνιόχῳ μὲν ἔπειτα ἑῷ ἐπέτελλεν ἕκαστος 11.48ἵππους εὖ κατὰ κόσμον ἐρυκέμεν αὖθ̓ ἐπὶ τάφρῳ, 11.49αὐτοὶ δὲ πρυλέες σὺν τεύχεσι θωρηχθέντες 11.50ῥώοντ̓· ἄσβεστος δὲ βοὴ γένετ̓ ἠῶθι πρό. 11.51φθὰν δὲ μέγ̓ ἱππήων ἐπὶ τάφρῳ κοσμηθέντες, 11.52ἱππῆες δ̓ ὀλίγον μετεκίαθον· ἐν δὲ κυδοιμὸν 11.53ὦρσε κακὸν Κρονίδης, κατὰ δ̓ ὑψόθεν ἧκεν ἐέρσας 11.54αἵματι μυδαλέας ἐξ αἰθέρος, οὕνεκ̓ ἔμελλε 11.55πολλὰς ἰφθίμους κεφαλὰς Ἄϊδι προϊάψειν. 11.56Τρῶες δ̓ αὖθ̓ ἑτέρωθεν ἐπὶ θρωσμῷ πεδίοιο 11.57Ἕκτορά τ̓ ἀμφὶ μέγαν καὶ ἀμύμονα Πουλυδάμαντα 11.58Αἰνείαν θ̓, ὃς Τρωσὶ θεὸς ὣς τίετο δήμῳ, 11.59τρεῖς τ̓ Ἀντηνορίδας Πόλυβον καὶ Ἀγήνορα δῖον 11.60ἠΐθεόν τ̓ Ἀκάμαντ̓ ἐπιείκελον ἀθανάτοισιν. 11.61Ἕκτωρ δ̓ ἐν πρώτοισι φέῤ ἀσπίδα πάντοσ̓ ἐΐσην, 11.62οἷος δ̓ ἐκ νεφέων ἀναφαίνεται οὔλιος ἀστὴρ 11.63παμφαίνων, τοτὲ δ̓ αὖτις ἔδυ νέφεα σκιόεντα, 11.64ὣς Ἕκτωρ ὁτὲ μέν τε μετὰ πρώτοισι φάνεσκεν, 11.65ἄλλοτε δ̓ ἐν πυμάτοισι κελεύων· πᾶς δ̓ ἄρα χαλκῷ 11.66λάμφ̓ ὥς τε στεροπὴ πατρὸς Διὸς αἰγιόχοιο. 11.67οἳ δ̓, ὥς τ̓ ἀμητῆρες ἐναντίοι ἀλλήλοισιν 11.68ὄγμον ἐλαύνωσιν ἀνδρὸς μάκαρος κατ̓ ἄρουραν 11.69πυρῶνκριθῶν· τὰ δὲ δράγματα ταρφέα πίπτει· 11.70ὣς Τρῶες καὶ Ἀχαιοὶ ἐπ̓ ἀλλήλοισι θορόντες 11.71δῄουν, οὐ δ̓ ἕτεροι μνώοντ̓ ὀλοοῖο φόβοιο. 11.72ἴσας δ̓ ὑσμίνη κεφαλὰς ἔχεν, οἳ δὲ λύκοι ὣς 11.73θῦνον· Ἔρις δ̓ ἄῤ ἔχαιρε πολύστονος εἰσορόωσα· 11.74οἴη γάρ ῥα θεῶν παρετύγχανε μαρναμένοισιν, 11.75οἳ δ̓ ἄλλοι οὔ σφιν πάρεσαν θεοί, ἀλλὰ ἕκηλοι 11.76σφοῖσιν ἐνὶ μεγάροισι καθήατο, ἧχι ἑκάστῳ 11.77δώματα καλὰ τέτυκτο κατὰ πτύχας Οὐλύμποιο. 11.78πάντες δ̓ ᾐτιόωντο κελαινεφέα Κρονίωνα 11.79οὕνεκ̓ ἄρα Τρώεσσιν ἐβούλετο κῦδος ὀρέξαι. 11.80τῶν μὲν ἄῤ οὐκ ἀλέγιζε πατήρ· δὲ νόσφι λιασθεὶς 11.81τῶν ἄλλων ἀπάνευθε καθέζετο κύδεϊ γαίων 11.82εἰσορόων Τρώων τε πόλιν καὶ νῆας Ἀχαιῶν 11.83χαλκοῦ τε στεροπήν, ὀλλύντάς τ̓ ὀλλυμένους τε. 11.84ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ, 11.85τόφρα μάλ̓ ἀμφοτέρων βέλἐ ἥπτετο, πῖπτε δὲ λαός· 11.86ἦμος δὲ δρυτόμος περ ἀνὴρ ὁπλίσσατο δεῖπνον 11.87οὔρεος ἐν βήσσῃσιν, ἐπεί τ̓ ἐκορέσσατο χεῖρας 11.88τάμνων δένδρεα μακρά, ἅδος τέ μιν ἵκετο θυμόν, 11.89σίτου τε γλυκεροῖο περὶ φρένας ἵμερος αἱρεῖ, 11.90τῆμος σφῇ ἀρετῇ Δαναοὶ ῥήξαντο φάλαγγας 11.91κεκλόμενοι ἑτάροισι κατὰ στίχας· ἐν δ̓ Ἀγαμέμνων 11.92πρῶτος ὄρουσ̓, ἕλε δ̓ ἄνδρα Βιάνορα ποιμένα λαῶν 11.93αὐτόν, ἔπειτα δ̓ ἑταῖρον Ὀϊλῆα πλήξιππον. 11.94ἤτοι γ̓ ἐξ ἵππων κατεπάλμενος ἀντίος ἔστη· 11.95τὸν δ̓ ἰθὺς μεμαῶτα μετώπιον ὀξέϊ δουρὶ 11.96νύξ̓, οὐ δὲ στεφάνη δόρυ οἱ σχέθε χαλκοβάρεια, 11.97ἀλλὰ δἰ αὐτῆς ἦλθε καὶ ὀστέου, ἐγκέφαλος δὲ 11.98ἔνδον ἅπας πεπάλακτο· δάμασσε δέ μιν μεμαῶτα. 11.99καὶ τοὺς μὲν λίπεν αὖθι ἄναξ ἀνδρῶν Ἀγαμέμνων 11.100στήθεσι παμφαίνοντας, ἐπεὶ περίδυσε χιτῶνας· 11.101αὐτὰρ βῆ Ἶσόν τε καὶ Ἄντιφον ἐξεναρίξων 11.102υἷε δύω Πριάμοιο νόθον καὶ γνήσιον ἄμφω 11.103εἰν ἑνὶ δίφρῳ ἐόντας· μὲν νόθος ἡνιόχευεν, 11.104Ἄντιφος αὖ παρέβασκε περικλυτός· ποτ̓ Ἀχιλλεὺς 11.105Ἴδης ἐν κνημοῖσι δίδη μόσχοισι λύγοισι, 11.106ποιμαίνοντ̓ ἐπ̓ ὄεσσι λαβών, καὶ ἔλυσεν ἀποίνων. 11.107δὴ τότε γ̓ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων 11.108τὸν μὲν ὑπὲρ μαζοῖο κατὰ στῆθος βάλε δουρί, 11.109Ἄντιφον αὖ παρὰ οὖς ἔλασε ξίφει, ἐκ δ̓ ἔβαλ̓ ἵππων. 11.110σπερχόμενος δ̓ ἀπὸ τοῖιν ἐσύλα τεύχεα καλὰ 11.111γιγνώσκων· καὶ γάρ σφε πάρος παρὰ νηυσὶ θοῇσιν 11.112εἶδεν, ὅτ̓ ἐξ Ἴδης ἄγαγεν πόδας ὠκὺς Ἀχιλλεύς. 11.113ὡς δὲ λέων ἐλάφοιο ταχείης νήπια τέκνα 11.114ῥηϊδίως συνέαξε λαβὼν κρατεροῖσιν ὀδοῦσιν 11.115ἐλθὼν εἰς εὐνήν, ἁπαλόν τέ σφ̓ ἦτορ ἀπηύρα· 11.116 δ̓ εἴ πέρ τε τύχῃσι μάλα σχεδόν, οὐ δύναταί σφι 11.117χραισμεῖν· αὐτὴν γάρ μιν ὑπὸ τρόμος αἰνὸς ἱκάνει· 11.118καρπαλίμως δ̓ ἤϊξε διὰ δρυμὰ πυκνὰ καὶ ὕλην 11.119σπεύδουσ̓ ἱδρώουσα κραταιοῦ θηρὸς ὑφ̓ ὁρμῆς· 11.120ὣς ἄρα τοῖς οὔ τις δύνατο χραισμῆσαι ὄλεθρον 11.121Τρώων, ἀλλὰ καὶ αὐτοὶ ὑπ̓ Ἀργείοισι φέβοντο. 11.122αὐτὰρ Πείσανδρόν τε καὶ Ἱππόλοχον μενεχάρμην 11.123υἱέας Ἀντιμάχοιο δαΐφρονος, ὅς ῥα μάλιστα 11.124χρυσὸν Ἀλεξάνδροιο δεδεγμένος ἀγλαὰ δῶρα 11.125οὐκ εἴασχ̓ Ἑλένην δόμεναι ξανθῷ Μενελάῳ, 11.126τοῦ περ δὴ δύο παῖδε λάβε κρείων Ἀγαμέμνων 11.127εἰν ἑνὶ δίφρῳ ἐόντας, ὁμοῦ δ̓ ἔχον ὠκέας ἵππους· 11.128ἐκ γάρ σφεας χειρῶν φύγον ἡνία σιγαλόεντα, 11.129τὼ δὲ κυκηθήτην· δ̓ ἐναντίον ὦρτο λέων ὣς 11.130Ἀτρεΐδης· τὼ δ̓ αὖτ̓ ἐκ δίφρου γουναζέσθην· 11.131ζώγρει Ἀτρέος υἱέ, σὺ δ̓ ἄξια δέξαι ἄποινα· 11.132πολλὰ δ̓ ἐν Ἀντιμάχοιο δόμοις κειμήλια κεῖται 11.133χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος, 11.134τῶν κέν τοι χαρίσαιτο πατὴρ ἀπερείσἰ ἄποινα, 11.135εἰ νῶϊ ζωοὺς πεπύθοιτ̓ ἐπὶ νηυσὶν Ἀχαιῶν. 11.136ὣς τώ γε κλαίοντε προσαυδήτην βασιλῆα 11.137μειλιχίοις ἐπέεσσιν· ἀμείλικτον δ̓ ὄπ̓ ἄκουσαν· 11.138εἰ μὲν δὴ Ἀντιμάχοιο δαΐφρονος υἱέες ἐστόν, 11.139ὅς ποτ̓ ἐνὶ Τρώων ἀγορῇ Μενέλαον ἄνωγεν 11.140ἀγγελίην ἐλθόντα σὺν ἀντιθέῳ Ὀδυσῆϊ 11.141αὖθι κατακτεῖναι μη δ̓ ἐξέμεν ἂψ ἐς Ἀχαιούς, 11.142νῦν μὲν δὴ τοῦ πατρὸς ἀεικέα τίσετε λώβην. 11.143, καὶ Πείσανδρον μὲν ἀφ̓ ἵππων ὦσε χαμᾶζε 11.144δουρὶ βαλὼν πρὸς στῆθος· δ̓ ὕπτιος οὔδει ἐρείσθη. 11.145Ἱππόλοχος δ̓ ἀπόρουσε, τὸν αὖ χαμαὶ ἐξενάριξε 11.146χεῖρας ἀπὸ ξίφεϊ τμήξας ἀπό τ̓ αὐχένα κόψας, 11.147ὅλμον δ̓ ὣς ἔσσευε κυλίνδεσθαι δἰ ὁμίλου. 11.148τοὺς μὲν ἔασ̓· δ̓ ὅθι πλεῖσται κλονέοντο φάλαγγες, 11.149τῇ ῥ̓ ἐνόρουσ̓, ἅμα δ̓ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί. 11.150πεζοὶ μὲν πεζοὺς ὄλεκον φεύγοντας ἀνάγκῃ, 11.151ἱππεῖς δ̓ ἱππῆας· ὑπὸ δέ σφισιν ὦρτο κονίη 11.152ἐκ πεδίου, τὴν ὦρσαν ἐρίγδουποι πόδες ἵππων 11.153χαλκῷ δηϊόωντες· ἀτὰρ κρείων Ἀγαμέμνων 11.154αἰὲν ἀποκτείνων ἕπετ̓ Ἀργείοισι κελεύων. 11.155ὡς δ̓ ὅτε πῦρ ἀΐδηλον ἐν ἀξύλῳ ἐμπέσῃ ὕλῃ, 11.156πάντῃ τ̓ εἰλυφόων ἄνεμος φέρει, οἳ δέ τε θάμνοι 11.157πρόρριζοι πίπτουσιν ἐπειγόμενοι πυρὸς ὁρμῇ· 11.158ὣς ἄῤ ὑπ̓ Ἀτρεΐδῃ Ἀγαμέμνονι πῖπτε κάρηνα 11.159Τρώων φευγόντων, πολλοὶ δ̓ ἐριαύχενες ἵπποι 11.160κείν̓ ὄχεα κροτάλιζον ἀνὰ πτολέμοιο γεφύρας 11.161ἡνιόχους ποθέοντες ἀμύμονας· οἳ δ̓ ἐπὶ γαίῃ 11.162κείατο, γύπεσσιν πολὺ φίλτεροιἀλόχοισιν. 11.163Ἕκτορα δ̓ ἐκ βελέων ὕπαγε Ζεὺς ἔκ τε κονίης 11.164ἔκ τ̓ ἀνδροκτασίης ἔκ θ̓ αἵματος ἔκ τε κυδοιμοῦ· 11.165Ἀτρεΐδης δ̓ ἕπετο σφεδανὸν Δαναοῖσι κελεύων. 11.166οἳ δὲ παῤ Ἴλου σῆμα παλαιοῦ Δαρδανίδαο 11.167μέσσον κὰπ πεδίον παῤ ἐρινεὸν ἐσσεύοντο 11.168ἱέμενοι πόλιος· δὲ κεκλήγων ἕπετ̓ αἰεὶ 11.169Ἀτρεΐδης, λύθρῳ δὲ παλάσσετο χεῖρας ἀάπτους. 11.170ἀλλ̓ ὅτε δὴ Σκαιάς τε πύλας καὶ φηγὸν ἵκοντο, 11.171ἔνθ̓ ἄρα δὴ ἵσταντο καὶ ἀλλήλους ἀνέμιμνον. 11.172οἳ δ̓ ἔτι κὰμ μέσσον πεδίον φοβέοντο βόες ὥς, 11.173ἅς τε λέων ἐφόβησε μολὼν ἐν νυκτὸς ἀμολγῷ 11.174πάσας· τῇ δέ τ̓ ἰῇ ἀναφαίνεται αἰπὺς ὄλεθρος· 11.175τῆς δ̓ ἐξ αὐχέν̓ ἔαξε λαβὼν κρατεροῖσιν ὀδοῦσι 11.176πρῶτον, ἔπειτα δέ θ̓ αἷμα καὶ ἔγκατα πάντα λαφύσσει· 11.177ὣς τοὺς Ἀτρεΐδης ἔφεπε κρείων Ἀγαμέμνων 11.178αἰὲν ἀποκτείνων τὸν ὀπίστατον· οἳ δ̓ ἐφέβοντο. 11.179πολλοὶ δὲ πρηνεῖς τε καὶ ὕπτιοι ἔκπεσον ἵππων 11.180Ἀτρεΐδεω ὑπὸ χερσί· περὶ πρὸ γὰρ ἔγχεϊ θῦεν. 11.181ἀλλ̓ ὅτε δὴ τάχ̓ ἔμελλεν ὑπὸ πτόλιν αἰπύ τε τεῖχος 11.182ἵξεσθαι, τότε δή ῥα πατὴρ ἀνδρῶν τε θεῶν τε 11.183Ἴδης ἐν κορυφῇσι καθέζετο πιδηέσσης 11.184οὐρανόθεν καταβάς· ἔχε δ̓ ἀστεροπὴν μετὰ χερσίν. 11.185Ἶριν δ̓ ὄτρυνε χρυσόπτερον ἀγγελέουσαν· 11.186βάσκ̓ ἴθι Ἶρι ταχεῖα, τὸν Ἕκτορι μῦθον ἐνίσπες· 11.187ὄφῤ ἂν μέν κεν ὁρᾷ Ἀγαμέμνονα ποιμένα λαῶν 11.188θύνοντ̓ ἐν προμάχοισιν ἐναίροντα στίχας ἀνδρῶν, 11.189τόφῤ ἀναχωρείτω, τὸν δ̓ ἄλλον λαὸν ἀνώχθω 11.190μάρνασθαι δηΐοισι κατὰ κρατερὴν ὑσμίνην. 11.191αὐτὰρ ἐπεί κ̓ ἢ δουρὶ τυπεὶςβλήμενος ἰῷ 11.192εἰς ἵππους ἅλεται, τότε οἱ κράτος ἐγγυαλίξω 11.193κτείνειν εἰς κε νῆας ἐϋσσέλμους ἀφίκηται 11.194δύῃ τ̓ ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ. 11.195ὣς ἔφατ̓, οὐ δ̓ ἀπίθησε ποδήνεμος ὠκέα Ἶρις, 11.196βῆ δὲ κατ̓ Ἰδαίων ὀρέων εἰς Ἴλιον ἱρήν. 11.197εὗῤ υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον 11.198ἑσταότ̓ ἔν θ̓ ἵπποισι καὶ ἅρμασι κολλητοῖσιν· 11.199ἀγχοῦ δ̓ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις· 11.200Ἕκτορ υἱὲ Πριάμοιο Διὶ μῆτιν ἀτάλαντε 11.201Ζεύς με πατὴρ προέηκε τεῒν τάδε μυθήσασθαι. 11.202ὄφῤ ἂν μέν κεν ὁρᾷς Ἀγαμέμνονα ποιμένα λαῶν 11.203θύνοντ̓ ἐν προμάχοισιν, ἐναίροντα στίχας ἀνδρῶν, 11.204τόφῤ ὑπόεικε μάχης, τὸν δ̓ ἄλλον λαὸν ἄνωχθι 11.205μάρνασθαι δηΐοισι κατὰ κρατερὴν ὑσμίνην. 11.206αὐτὰρ ἐπεί κ̓ ἢ δουρὶ τυπεὶςβλήμενος ἰῷ 11.207εἰς ἵππους ἅλεται, τότε τοι κράτος ἐγγυαλίξει 11.208κτείνειν, εἰς κε νῆας ἐϋσσέλμους ἀφίκηαι 11.209δύῃ τ̓ ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ. 11.210 μὲν ἄῤ ὣς εἰποῦσ̓ ἀπέβη πόδας ὠκέα Ἶρις, 11.211Ἕκτωρ δ̓ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε, 11.212πάλλων δ̓ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ 11.213ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν. 11.214οἳ δ̓ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν, 11.215Ἀργεῖοι δ̓ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας. 11.216ἀρτύνθη δὲ μάχη, στὰν δ̓ ἀντίοι· ἐν δ̓ Ἀγαμέμνων 11.217πρῶτος ὄρουσ̓, ἔθελεν δὲ πολὺ προμάχεσθαι ἁπάντων. 11.218ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματ̓ ἔχουσαι 11.219ὅς τις δὴ πρῶτος Ἀγαμέμνονος ἀντίον ἦλθεν 11.220αὐτῶν Τρώων ἠὲ κλειτῶν ἐπικούρων. 11.221Ἰφιδάμας Ἀντηνορίδης ἠΰς τε μέγας τε 11.222ὃς τράφη ἐν Θρῄκῃ ἐριβώλακι μητέρι μήλων· 11.223Κισσῆς τόν γ̓ ἔθρεψε δόμοις ἔνι τυτθὸν ἐόντα 11.224μητροπάτωρ, ὃς τίκτε Θεανὼ καλλιπάρῃον· 11.225αὐτὰρ ἐπεί ῥ̓ ἥβης ἐρικυδέος ἵκετο μέτρον, 11.226αὐτοῦ μιν κατέρυκε, δίδου δ̓ γε θυγατέρα ἥν· 11.227γήμας δ̓ ἐκ θαλάμοιο μετὰ κλέος ἵκετ̓ Ἀχαιῶν 11.228σὺν δυοκαίδεκα νηυσὶ κορωνίσιν, αἵ οἱ ἕποντο. 11.229τὰς μὲν ἔπειτ̓ ἐν Περκώτῃ λίπε νῆας ἐΐσας, 11.230αὐτὰρ πεζὸς ἐὼν ἐς Ἴλιον εἰληλούθει· 11.231ὅς ῥα τότ̓ Ἀτρεΐδεω Ἀγαμέμνονος ἀντίον ἦλθεν. 11.232οἳ δ̓ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ̓ ἀλλήλοισιν ἰόντες, 11.233Ἀτρεΐδης μὲν ἅμαρτε, παραὶ δέ οἱ ἐτράπετ̓ ἔγχος, 11.234Ἰφιδάμας δὲ κατὰ ζώνην θώρηκος ἔνερθε 11.235νύξ̓, ἐπὶ δ̓ αὐτὸς ἔρεισε βαρείῃ χειρὶ πιθήσας· 11.236οὐ δ̓ ἔτορε ζωστῆρα παναίολον, ἀλλὰ πολὺ πρὶν 11.237ἀργύρῳ ἀντομένη μόλιβος ὣς ἐτράπετ̓ αἰχμή. 11.238καὶ τό γε χειρὶ λαβὼν εὐρὺ κρείων Ἀγαμέμνων 11.239ἕλκ̓ ἐπὶ οἷ μεμαὼς ὥς τε λίς, ἐκ δ̓ ἄρα χειρὸς 11.240σπάσσατο· τὸν δ̓ ἄορι πλῆξ̓ αὐχένα, λῦσε δὲ γυῖα. 11.241ὣς μὲν αὖθι πεσὼν κοιμήσατο χάλκεον ὕπνον 11.242οἰκτρὸς ἀπὸ μνηστῆς ἀλόχου, ἀστοῖσιν ἀρήγων, 11.243κουριδίης, ἧς οὔ τι χάριν ἴδε, πολλὰ δ̓ ἔδωκε· 11.244πρῶθ̓ ἑκατὸν βοῦς δῶκεν, ἔπειτα δὲ χίλἰ ὑπέστη 11.245αἶγας ὁμοῦ καὶ ὄϊς, τά οἱ ἄσπετα ποιμαίνοντο. 11.246δὴ τότε γ̓ Ἀτρεΐδης Ἀγαμέμνων ἐξενάριξε, 11.247βῆ δὲ φέρων ἀν̓ ὅμιλον Ἀχαιῶν τεύχεα καλά. 11.248τὸν δ̓ ὡς οὖν ἐνόησε Κόων ἀριδείκετος ἀνδρῶν 11.249πρεσβυγενὴς Ἀντηνορίδης, κρατερόν ῥά πένθος 11.250ὀφθαλμοὺς ἐκάλυψε κασιγνήτοιο πεσόντος. 11.251στῆ δ̓ εὐρὰξ σὺν δουρὶ λαθὼν Ἀγαμέμνονα δῖον, 11.252νύξε δέ μιν κατὰ χεῖρα μέσην ἀγκῶνος ἔνερθε, 11.253ἀντικρὺ δὲ διέσχε φαεινοῦ δουρὸς ἀκωκή. 11.254ῥίγησέν τ̓ ἄῤ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων· 11.255ἀλλ̓ οὐ δ̓ ὧς ἀπέληγε μάχης ἠδὲ πτολέμοιο, 11.256ἀλλ̓ ἐπόρουσε Κόωνι ἔχων ἀνεμοτρεφὲς ἔγχος. 11.257ἤτοι Ἰφιδάμαντα κασίγνητον καὶ ὄπατρον 11.258ἕλκε ποδὸς μεμαώς, καὶ ἀΰτει πάντας ἀρίστους· 11.259τὸν δ̓ ἕλκοντ̓ ἀν̓ ὅμιλον ὑπ̓ ἀσπίδος ὀμφαλοέσσης 11.260οὔτησε ξυστῷ χαλκήρεϊ, λῦσε δὲ γυῖα· 11.261τοῖο δ̓ ἐπ̓ Ἰφιδάμαντι κάρη ἀπέκοψε παραστάς. 11.262ἔνθ̓ Ἀντήνορος υἷες ὑπ̓ Ἀτρεΐδῃ βασιλῆϊ 11.263πότμον ἀναπλήσαντες ἔδυν δόμον Ἄϊδος εἴσω. 11.264αὐτὰρ τῶν ἄλλων ἐπεπωλεῖτο στίχας ἀνδρῶν 11.265ἔγχεΐ τ̓ ἄορί τε μεγάλοισί τε χερμαδίοισιν, 11.266ὄφρά οἱ αἷμ̓ ἔτι θερμὸν ἀνήνοθεν ἐξ ὠτειλῆς. 11.267αὐτὰρ ἐπεὶ τὸ μὲν ἕλκος ἐτέρσετο, παύσατο δ̓ αἷμα, 11.268ὀξεῖαι δ̓ ὀδύναι δῦνον μένος Ἀτρεΐδαο. 11.269ὡς δ̓ ὅτ̓ ἂν ὠδίνουσαν ἔχῃ βέλος ὀξὺ γυναῖκα 11.270δριμύ, τό τε προϊεῖσι μογοστόκοι Εἰλείθυιαι 11.271Ἥρης θυγατέρες πικρὰς ὠδῖνας ἔχουσαι, 11.272ὣς ὀξεῖ̓ ὀδύναι δῦνον μένος Ἀτρεΐδαο. 11.273ἐς δίφρον δ̓ ἀνόρουσε, καὶ ἡνιόχῳ ἐπέτελλε 11.274νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν· ἤχθετο γὰρ κῆρ. 11.275ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς· 11.276φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες 11.277ὑμεῖς μὲν νῦν νηυσὶν ἀμύνετε ποντοπόροισι 11.278φύλοπιν ἀργαλέην, ἐπεὶ οὐκ ἐμὲ μητίετα Ζεὺς 11.279εἴασε Τρώεσσι πανημέριον πολεμίζειν. 11.280ὣς ἔφαθ̓, ἡνίοχος δ̓ ἵμασεν καλλίτριχας ἵππους 11.281νῆας ἔπι γλαφυράς· τὼ δ̓ οὐκ ἀέκοντε πετέσθην· 11.282ἄφρεον δὲ στήθεα, ῥαίνοντο δὲ νέρθε κονίῃ 11.283τειρόμενον βασιλῆα μάχης ἀπάνευθε φέροντες. 11.284Ἕκτωρ δ̓ ὡς ἐνόησ̓ Ἀγαμέμνονα νόσφι κιόντα 11.285Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας· 11.286Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ 11.287ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς. 11.288οἴχετ̓ ἀνὴρ ὤριστος, ἐμοὶ δὲ μέγ̓ εὖχος ἔδωκε 11.289Ζεὺς Κρονίδης· ἀλλ̓ ἰθὺς ἐλαύνετε μώνυχας ἵππους 11.290ἰφθίμων Δαναῶν, ἵν̓ ὑπέρτερον εὖχος ἄρησθε. 11.291ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου. 11.292ὡς δ̓ ὅτε πού τις θηρητὴρ κύνας ἀργιόδοντας 11.293σεύῃ ἐπ̓ ἀγροτέρῳ συῒ καπρίῳ ἠὲ λέοντι, 11.294ὣς ἐπ̓ Ἀχαιοῖσιν σεῦε Τρῶας μεγαθύμους 11.295Ἕκτωρ Πριαμίδης βροτολοιγῷ ἶσος Ἄρηϊ. 11.296αὐτὸς δ̓ ἐν πρώτοισι μέγα φρονέων ἐβεβήκει, 11.297ἐν δ̓ ἔπεσ̓ ὑσμίνῃ ὑπεραέϊ ἶσος ἀέλλῃ, 11.298 τε καθαλλομένη ἰοειδέα πόντον ὀρίνει. 11.299ἔνθα τίνα πρῶτον, τίνα δ̓ ὕστατον ἐξενάριξεν 11.300Ἕκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκεν; 11.301Ἀσαῖον μὲν πρῶτα καὶ Αὐτόνοον καὶ Ὀπίτην 11.302καὶ Δόλοπα Κλυτίδην καὶ Ὀφέλτιον ἠδ̓ Ἀγέλαον 11.303Αἴσυμνόν τ̓ Ὦρόν τε καὶ Ἱππόνοον μενεχάρμην. 11.304τοὺς ἄῤ γ̓ ἡγεμόνας Δαναῶν ἕλεν, αὐτὰρ ἔπειτα 11.305πληθύν, ὡς ὁπότε νέφεα Ζέφυρος στυφελίξῃ 11.306ἀργεστᾶο Νότοιο βαθείῃ λαίλαπι τύπτων· 11.307πολλὸν δὲ τρόφι κῦμα κυλίνδεται, ὑψόσε δ̓ ἄχνη 11.308σκίδναται ἐξ ἀνέμοιο πολυπλάγκτοιο ἰωῆς· 11.309ὣς ἄρα πυκνὰ καρήαθ̓ ὑφ̓ Ἕκτορι δάμνατο λαῶν. 11.310ἔνθά κε λοιγὸς ἔην καὶ ἀμήχανα ἔργα γένοντο, 11.311καί νύ κεν ἐν νήεσσι πέσον φεύγοντες Ἀχαιοί, 11.312εἰ μὴ Τυδεΐδῃ Διομήδεϊ κέκλετ̓ Ὀδυσσεύς· 11.313Τυδεΐδη τί παθόντε λελάσμεθα θούριδος ἀλκῆς; 11.314ἀλλ̓ ἄγε δεῦρο πέπον, παῤ ἔμ̓ ἵσταο· δὴ γὰρ ἔλεγχος 11.315ἔσσεται εἴ κεν νῆας ἕλῃ κορυθαίολος Ἕκτωρ. 11.316τὸν δ̓ ἀπαμειβόμενος προσέφη κρατερὸς Διομήδης· 11.317ἤτοι ἐγὼ μενέω καὶ τλήσομαι· ἀλλὰ μίνυνθα 11.318ἡμέων ἔσσεται ἦδος, ἐπεὶ νεφεληγερέτα Ζεὺς 11.319Τρωσὶν δὴ βόλεται δοῦναι κράτος ἠέ περ ἡμῖν. 11.320 καὶ Θυμβραῖον μὲν ἀφ̓ ἵππων ὦσε χαμᾶζε 11.321δουρὶ βαλὼν κατὰ μαζὸν ἀριστερόν· αὐτὰρ Ὀδυσσεὺς 11.322ἀντίθεον θεράποντα Μολίονα τοῖο ἄνακτος. 11.323τοὺς μὲν ἔπειτ̓ εἴασαν, ἐπεὶ πολέμου ἀπέπαυσαν· 11.324τὼ δ̓ ἀν̓ ὅμιλον ἰόντε κυδοίμεον, ὡς ὅτε κάπρω 11.325ἐν κυσὶ θηρευτῇσι μέγα φρονέοντε πέσητον· 11.326ὣς ὄλεκον Τρῶας πάλιν ὀρμένω· αὐτὰρ Ἀχαιοὶ 11.327ἀσπασίως φεύγοντες ἀνέπνεον Ἕκτορα δῖον. 11.328ἔνθ̓ ἑλέτην δίφρόν τε καὶ ἀνέρε δήμου ἀρίστω 11.329υἷε δύω Μέροπος Περκωσίου, ὃς περὶ πάντων 11.330ᾔδεε μαντοσύνας, οὐ δὲ οὓς παῖδας ἔασκε 11.331στείχειν ἐς πόλεμον φθισήνορα· τὼ δέ οἱ οὔ τι 11.332πειθέσθην· κῆρες γὰρ ἄγον μέλανος θανάτοιο. 11.333τοὺς μὲν Τυδεΐδης δουρικλειτὸς Διομήδης 11.334θυμοῦ καὶ ψυχῆς κεκαδὼν κλυτὰ τεύχἐ ἀπηύρα· 11.335Ἱππόδαμον δ̓ Ὀδυσεὺς καὶ Ὑπείροχον ἐξενάριξεν. 11.336ἔνθά σφιν κατὰ ἶσα μάχην ἐτάνυσσε Κρονίων 11.337ἐξ Ἴδης καθορῶν· τοὶ δ̓ ἀλλήλους ἐνάριζον. 11.338ἤτοι Τυδέος υἱὸς Ἀγάστροφον οὔτασε δουρὶ 11.339Παιονίδην ἥρωα κατ̓ ἰσχίον· οὐ δέ οἱ ἵπποι 11.340ἐγγὺς ἔσαν προφυγεῖν, ἀάσατο δὲ μέγα θυμῷ. 11.341τοὺς μὲν γὰρ θεράπων ἀπάνευθ̓ ἔχεν, αὐτὰρ πεζὸς 11.342θῦνε διὰ προμάχων, εἷος φίλον ὤλεσε θυμόν. 11.343Ἕκτωρ δ̓ ὀξὺ νόησε κατὰ στίχας, ὦρτο δ̓ ἐπ̓ αὐτοὺς 11.344κεκλήγων· ἅμα δὲ Τρώων εἵποντο φάλαγγες. 11.345τὸν δὲ ἰδὼν ῥίγησε βοὴν ἀγαθὸς Διομήδης, 11.346αἶψα δ̓ Ὀδυσσῆα προσεφώνεεν ἐγγὺς ἐόντα· 11.347νῶϊν δὴ τόδε πῆμα κυλίνδεται ὄβριμος Ἕκτωρ· 11.348ἀλλ̓ ἄγε δὴ στέωμεν καὶ ἀλεξώμεσθα μένοντες. 11.349 ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος 11.350καὶ βάλεν, οὐ δ̓ ἀφάμαρτε τιτυσκόμενος κεφαλῆφιν, 11.351ἄκρην κὰκ κόρυθα· πλάγχθη δ̓ ἀπὸ χαλκόφι χαλκός, 11.352οὐ δ̓ ἵκετο χρόα καλόν· ἐρύκακε γὰρ τρυφάλεια 11.353τρίπτυχος αὐλῶπις, τήν οἱ πόρε Φοῖβος Ἀπόλλων. 11.354Ἕκτωρ δ̓ ὦκ̓ ἀπέλεθρον ἀνέδραμε, μίκτο δ̓ ὁμίλῳ, 11.355στῆ δὲ γνὺξ ἐριπὼν καὶ ἐρείσατο χειρὶ παχείῃ 11.356γαίης· ἀμφὶ δὲ ὄσσε κελαινὴ νὺξ ἐκάλυψεν. 11.357ὄφρα δὲ Τυδεΐδης μετὰ δούρατος ᾤχετ̓ ἐρωὴν 11.358τῆλε διὰ προμάχων, ὅθι οἱ καταείσατο γαίης 11.359τόφῤ Ἕκτωρ ἔμπνυτο, καὶ ἂψ ἐς δίφρον ὀρούσας 11.360ἐξέλασ̓ ἐς πληθύν, καὶ ἀλεύατο κῆρα μέλαιναν. 11.361δουρὶ δ̓ ἐπαΐσσων προσέφη κρατερὸς Διομήδης· 11.362ἐξ αὖ νῦν ἔφυγες θάνατον κύον· ἦ τέ τοι ἄγχι 11.363ἦλθε κακόν· νῦν αὖτέ σ̓ ἐρύσατο Φοῖβος Ἀπόλλων 11.364 μέλλεις εὔχεσθαι ἰὼν ἐς δοῦπον ἀκόντων. 11.365ἦ θήν σ̓ ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσας, 11.366εἴ πού τις καὶ ἔμοιγε θεῶν ἐπιτάρροθός ἐστι. 11.367νῦν αὖ τοὺς ἄλλους ἐπιείσομαι, ὅν κε κιχείω. 11.368, καὶ Παιονίδην δουρὶ κλυτὸν ἐξενάριζεν. 11.369αὐτὰρ Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο 11.370Τυδεΐδῃ ἔπι τόξα τιταίνετο ποιμένι λαῶν, 11.371στήλῃ κεκλιμένος ἀνδροκμήτῳ ἐπὶ τύμβῳ 11.372Ἴλου Δαρδανίδαο, παλαιοῦ δημογέροντος. 11.373ἤτοι μὲν θώρηκα Ἀγαστρόφου ἰφθίμοιο 11.374αἴνυτ̓ ἀπὸ στήθεσφι παναίολον ἀσπίδα τ̓ ὤμων 11.375καὶ κόρυθα βριαρήν· δὲ τόξου πῆχυν ἄνελκε 11.376καὶ βάλεν, οὐ δ̓ ἄρα μιν ἅλιον βέλος ἔκφυγε χειρός, 11.377ταρσὸν δεξιτεροῖο ποδός· διὰ δ̓ ἀμπερὲς ἰὸς 11.378ἐν γαίῃ κατέπηκτο· δὲ μάλα ἡδὺ γελάσσας 11.379ἐκ λόχου ἀμπήδησε καὶ εὐχόμενος ἔπος ηὔδα· 11.380βέβληαι οὐ δ̓ ἅλιον βέλος ἔκφυγεν· ὡς ὄφελόν τοι 11.381νείατον ἐς κενεῶνα βαλὼν ἐκ θυμὸν ἑλέσθαι. 11.382οὕτω κεν καὶ Τρῶες ἀνέπνευσαν κακότητος, 11.383οἵ τέ σε πεφρίκασι λέονθ̓ ὡς μηκάδες αἶγες. 11.384τὸν δ̓ οὐ ταρβήσας προσέφη κρατερὸς Διομήδης· 11.385τοξότα λωβητὴρ κέρᾳ ἀγλαὲ παρθενοπῖπα 11.386εἰ μὲν δὴ ἀντίβιον σὺν τεύχεσι πειρηθείης, 11.387οὐκ ἄν τοι χραίσμῃσι βιὸς καὶ ταρφέες ἰοί· 11.388νῦν δέ μ̓ ἐπιγράψας ταρσὸν ποδὸς εὔχεαι αὔτως. 11.389οὐκ ἀλέγω, ὡς εἴ με γυνὴ βάλοιπάϊς ἄφρων· 11.390κωφὸν γὰρ βέλος ἀνδρὸς ἀνάλκιδος οὐτιδανοῖο. 11.391ἦ τ̓ ἄλλως ὑπ̓ ἐμεῖο, καὶ εἴ κ̓ ὀλίγον περ ἐπαύρῃ, 11.392ὀξὺ βέλος πέλεται, καὶ ἀκήριον αἶψα τίθησι. 11.393τοῦ δὲ γυναικὸς μέν τ̓ ἀμφίδρυφοί εἰσι παρειαί, 11.394παῖδες δ̓ ὀρφανικοί· δέ θ̓ αἵματι γαῖαν ἐρεύθων 11.395πύθεται, οἰωνοὶ δὲ περὶ πλέες ἠὲ γυναῖκες. 11.396ὣς φάτο, τοῦ δ̓ Ὀδυσεὺς δουρικλυτὸς ἐγγύθεν ἐλθὼν 11.397ἔστη πρόσθ̓· δ̓ ὄπισθε καθεζόμενος βέλος ὠκὺ 11.398ἐκ ποδὸς ἕλκ̓, ὀδύνη δὲ διὰ χροὸς ἦλθ̓ ἀλεγεινή. 11.399ἐς δίφρον δ̓ ἀνόρουσε, καὶ ἡνιόχῳ ἐπέτελλε 11.400νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν· ἤχθετο γὰρ κῆρ. 11.401οἰώθη δ̓ Ὀδυσεὺς δουρὶ κλυτός, οὐ δέ τις αὐτῷ 11.402Ἀργείων παρέμεινεν, ἐπεὶ φόβος ἔλλαβε πάντας· 11.403ὀχθήσας δ̓ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν· 11.404μοι ἐγὼ τί πάθω; μέγα μὲν κακὸν αἴ κε φέβωμαι 11.405πληθὺν ταρβήσας· τὸ δὲ ῥίγιον αἴ κεν ἁλώω 11.406μοῦνος· τοὺς δ̓ ἄλλους Δαναοὺς ἐφόβησε Κρονίων. 11.407ἀλλὰ τίμοι ταῦτα φίλος διελέξατο θυμός; 11.408οἶδα γὰρ ὅττι κακοὶ μὲν ἀποίχονται πολέμοιο, 11.409ὃς δέ κ̓ ἀριστεύῃσι μάχῃ ἔνι τὸν δὲ μάλα χρεὼ 11.410ἑστάμεναι κρατερῶς, ἤ τ̓ ἔβλητ̓ ἤ τ̓ ἔβαλ̓ ἄλλον. 11.411εἷος ταῦθ̓ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν, 11.412τόφρα δ̓ ἐπὶ Τρώων στίχες ἤλυθον ἀσπιστάων, 11.413ἔλσαν δ̓ ἐν μέσσοισι, μετὰ σφίσι πῆμα τιθέντες. 11.414ὡς δ̓ ὅτε κάπριον ἀμφὶ κύνες θαλεροί τ̓ αἰζηοὶ 11.415σεύωνται, δέ τ̓ εἶσι βαθείης ἐκ ξυλόχοιο 11.416θήγων λευκὸν ὀδόντα μετὰ γναμπτῇσι γένυσσιν, 11.417ἀμφὶ δέ τ̓ ἀΐσσονται, ὑπαὶ δέ τε κόμπος ὀδόντων 11.418γίγνεται, οἳ δὲ μένουσιν ἄφαρ δεινόν περ ἐόντα, 11.419ὥς ῥα τότ̓ ἀμφ̓ Ὀδυσῆα Διῒ φίλον ἐσσεύοντο 11.420Τρῶες· δὲ πρῶτον μὲν ἀμύμονα Δηϊοπίτην 11.421οὔτασεν ὦμον ὕπερθεν ἐπάλμενος ὀξέϊ δουρί, 11.422αὐτὰρ ἔπειτα Θόωνα καὶ Ἔννομον ἐξενάριξε. 11.423Χερσιδάμαντα δ̓ ἔπειτα καθ̓ ἵππων ἀΐξαντα 11.424δουρὶ κατὰ πρότμησιν ὑπ̓ ἀσπίδος ὀμφαλοέσσης 11.425νύξεν· δ̓ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ. 11.426τοὺς μὲν ἔασ̓, δ̓ ἄῤ Ἱππασίδην Χάροπ̓ οὔτασε δουρὶ 11.427αὐτοκασίγνητον εὐηφενέος Σώκοιο. 11.428τῷ δ̓ ἐπαλεξήσων Σῶκος κίεν ἰσόθεος φώς, 11.429στῆ δὲ μάλ̓ ἐγγὺς ἰὼν καί μιν πρὸς μῦθον ἔειπεν 11.430Ὀδυσεῦ πολύαινε δόλων ἆτ̓ ἠδὲ πόνοιο 11.431σήμερον ἢ δοιοῖσιν ἐπεύξεαι Ἱππασίδῃσι 11.432τοιώδ̓ ἄνδρε κατακτείνας καὶ τεύχἐ ἀπούρας, 11.433ἤ κεν ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσῃς. 11.434ὣς εἰπὼν οὔτησε κατ̓ ἀσπίδα πάντοσ̓ ἐΐσην. 11.435διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος, 11.436καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο, 11.437πάντα δ̓ ἀπὸ πλευρῶν χρόα ἔργαθεν, οὐ δ̓ ἔτ̓ ἔασε 11.438Παλλὰς Ἀθηναίη μιχθήμεναι ἔγκασι φωτός. 11.439γνῶ δ̓ Ὀδυσεὺςοἱ οὔ τι τέλος κατακαίριον ἦλθεν, 11.440ἂψ δ̓ ἀναχωρήσας Σῶκον πρὸς μῦθον ἔειπεν· 11.441δείλ̓ ἦ μάλα δή σε κιχάνεται αἰπὺς ὄλεθρος. 11.442ἤτοι μέν ῥ̓ ἔμ̓ ἔπαυσας ἐπὶ Τρώεσσι μάχεσθαι· 11.443σοὶ δ̓ ἐγὼ ἐνθάδε φημὶ φόνον καὶ κῆρα μέλαιναν 11.444ἤματι τῷδ̓ ἔσσεσθαι, ἐμῷ δ̓ ὑπὸ δουρὶ δαμέντα 11.445εὖχος ἐμοὶ δώσειν, ψυχὴν δ̓ Ἄϊδι κλυτοπώλῳ. 11.446, καὶ μὲν φύγαδ̓ αὖτις ὑποστρέψας ἐβεβήκει, 11.447τῷ δὲ μεταστρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν 11.448ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσε, 11.449δούπησεν δὲ πεσών· δ̓ ἐπεύξατο δῖος Ὀδυσσεύς· 11.450Σῶχ̓ Ἱππάσου υἱὲ δαΐφρονος ἱπποδάμοιο 11.451φθῆ σε τέλος θανάτοιο κιχήμενον, οὐ δ̓ ὑπάλυξας. 11.452δείλ̓ οὐ μὲν σοί γε πατὴρ καὶ πότνια μήτηρ 11.453ὄσσε καθαιρήσουσι θανόντι περ, ἀλλ̓ οἰωνοὶ 11.454ὠμησταὶ ἐρύουσι, περὶ πτερὰ πυκνὰ βαλόντες. 11.455αὐτὰρ ἔμ̓, εἴ κε θάνω, κτεριοῦσί γε δῖοι Ἀχαιοί. 11.456ὣς εἰπὼν Σώκοιο δαΐφρονος ὄβριμον ἔγχος 11.457ἔξω τε χροὸς ἕλκε καὶ ἀσπίδος ὀμφαλοέσσης· 11.458αἷμα δέ οἱ σπασθέντος ἀνέσσυτο, κῆδε δὲ θυμόν. 11.459Τρῶες δὲ μεγάθυμοι ὅπως ἴδον αἷμ̓ Ὀδυσῆος 11.460κεκλόμενοι καθ̓ ὅμιλον ἐπ̓ αὐτῷ πάντες ἔβησαν. 11.461αὐτὰρ γ̓ ἐξοπίσω ἀνεχάζετο, αὖε δ̓ ἑταίρους. 11.462τρὶς μὲν ἔπειτ̓ ἤϋσεν ὅσον κεφαλὴ χάδε φωτός, 11.463τρὶς δ̓ ἄϊεν ἰάχοντος ἄρηι φίλος Μενέλαος. 11.464αἶψα δ̓ ἄῤ Αἴαντα προσεφώνεεν ἐγγὺς ἐόντα· 11.465Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν 11.466ἀμφί μ̓ Ὀδυσσῆος ταλασίφρονος ἵκετ̓ ἀϋτὴ 11.467τῷ ἰκέλη ὡς εἴ βιῴατο μοῦνον ἐόντα 11.468Τρῶες ἀποτμήξαντες ἐνὶ κρατερῇ ὑσμίνῃ. 11.469ἀλλ̓ ἴομεν καθ̓ ὅμιλον· ἀλεξέμεναι γὰρ ἄμεινον. 11.470δείδω μή τι πάθῃσιν ἐνὶ Τρώεσσι μονωθεὶς 11.471ἐσθλὸς ἐών, μεγάλη δὲ ποθὴ Δαναοῖσι γένηται. 11.472ὣς εἰπὼν μὲν ἦρχ̓, δ̓ ἅμ̓ ἕσπετο ἰσόθεος φώς. 11.473εὗρον ἔπειτ̓ Ὀδυσῆα Διῒ φίλον· ἀμφὶ δ̓ ἄῤ αὐτὸν 11.474Τρῶες ἕπονθ̓ ὡς εἴ τε δαφοινοὶ θῶες ὄρεσφιν 11.475ἀμφ̓ ἔλαφον κεραὸν βεβλημένον, ὅν τ̓ ἔβαλ̓ ἀνὴρ 11.476ἰῷ ἀπὸ νευρῆς· τὸν μέν τ̓ ἤλυξε πόδεσσι 11.477φεύγων, ὄφῤ αἷμα λιαρὸν καὶ γούνατ̓ ὀρώρῃ· 11.478αὐτὰρ ἐπεὶ δὴ τόν γε δαμάσσεται ὠκὺς ὀϊστός, 11.479ὠμοφάγοι μιν θῶες ἐν οὔρεσι δαρδάπτουσιν 11.480ἐν νέμεϊ σκιερῷ· ἐπί τε λῖν ἤγαγε δαίμων 11.481σίντην· θῶες μέν τε διέτρεσαν, αὐτὰρ δάπτει· 11.482ὥς ῥα τότ̓ ἀμφ̓ Ὀδυσῆα δαΐφρονα ποικιλομήτην 11.483Τρῶες ἕπον πολλοί τε καὶ ἄλκιμοι, αὐτὰρ γ̓ ἥρως 11.484ἀΐσσων ἔγχει ἀμύνετο νηλεὲς ἦμαρ. 11.485Αἴας δ̓ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον, 11.486στῆ δὲ παρέξ· Τρῶες δὲ διέτρεσαν ἄλλυδις ἄλλος. 11.487ἤτοι τὸν Μενέλαος ἀρήϊος ἔξαγ̓ ὁμίλου 11.488χειρὸς ἔχων, εἷος θεράπων σχεδὸν ἤλασεν ἵππους. 11.489Αἴας δὲ Τρώεσσιν ἐπάλμενος εἷλε Δόρυκλον 11.490Πριαμίδην νόθον υἱόν, ἔπειτα δὲ Πάνδοκον οὖτα, 11.491οὖτα δὲ Λύσανδρον καὶ Πύρασον ἠδὲ Πυλάρτην. 11.492ὡς δ̓ ὁπότε πλήθων ποταμὸς πεδίον δὲ κάτεισι 11.493χειμάρρους κατ̓ ὄρεσφιν ὀπαζόμενος Διὸς ὄμβρῳ, 11.494πολλὰς δὲ δρῦς ἀζαλέας, πολλὰς δέ τε πεύκας 11.495ἐσφέρεται, πολλὸν δέ τ̓ ἀφυσγετὸν εἰς ἅλα βάλλει, 11.496ὣς ἔφεπε κλονέων πεδίον τότε φαίδιμος Αἴας, 11.497δαΐζων ἵππους τε καὶ ἀνέρας· οὐ δέ πω Ἕκτωρ 11.498πεύθετ̓, ἐπεί ῥα μάχης ἐπ̓ ἀριστερὰ μάρνατο πάσης 11.499ὄχθας πὰρ ποταμοῖο Σκαμάνδρου, τῇ ῥα μάλιστα 11.500ἀνδρῶν πῖπτε κάρηνα, βοὴ δ̓ ἄσβεστος ὀρώρει 11.501Νέστορά τ̓ ἀμφὶ μέγαν καὶ ἀρήϊον Ἰδομενῆα