ILIAD Elucidated - Book 10
10.1ἄλλοι μὲν παρὰ νηυσὶν ἀριστῆες Παναχαιῶν 10.2εὗδον παννύχιοι μαλακῷ δεδμημένοι ὕπνῳ· 10.3ἀλλ̓ οὐκ Ἀτρεΐδην Ἀγαμέμνονα ποιμένα λαῶν 10.4ὕπνος ἔχε γλυκερὸς πολλὰ φρεσὶν ὁρμαίνοντα. 10.5ὡς δ̓ ὅτ̓ ἂν ἀστράπτῃ πόσις Ἥρης ἠϋκόμοιο 10.6τεύχων ἢ πολὺν ὄμβρον ἀθέσφατον ἠὲ χάλαζαν 10.7ἢ νιφετόν, ὅτε πέρ τε χιὼν ἐπάλυνεν ἀρούρας, 10.8ἠέ ποθι πτολέμοιο μέγα στόμα πευκεδανοῖο, 10.9ὣς πυκίν̓ ἐν στήθεσσιν ἀνεστενάχιζ̓ Ἀγαμέμνων 10.10νειόθεν ἐκ κραδίης, τρομέοντο δέ οἱ φρένες ἐντός. 10.11ἤτοι ὅτ̓ ἐς πεδίον τὸ Τρωϊκὸν ἀθρήσειε, 10.12θαύμαζεν πυρὰ πολλὰ τὰ καίετο Ἰλιόθι πρὸ 10.13αὐλῶν συρίγγων τ̓ ἐνοπὴν ὅμαδόν τ̓ ἀνθρώπων. 10.14αὐτὰρ ὅτ̓ ἐς νῆάς τε ἴδοι καὶ λαὸν Ἀχαιῶν, 10.15πολλὰς ἐκ κεφαλῆς προθελύμνους ἕλκετο χαίτας 10.16ὑψόθ̓ ἐόντι Διί, μέγα δ̓ ἔστενε κυδάλιμον κῆρ. 10.17ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλὴ 10.18Νέστοῤ ἔπι πρῶτον Νηλήϊον ἐλθέμεν ἀνδρῶν, 10.19εἴ τινά οἱ σὺν μῆτιν ἀμύμονα τεκτήναιτο, 10.20ἥ τις ἀλεξίκακος πᾶσιν Δαναοῖσι γένοιτο. 10.21ὀρθωθεὶς δ̓ ἔνδυνε περὶ στήθεσσι χιτῶνα, 10.22ποσσὶ δ̓ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα, 10.23ἀμφὶ δ̓ ἔπειτα δαφοινὸν ἑέσσατο δέρμα λέοντος 10.24αἴθωνος μεγάλοιο ποδηνεκές, εἵλετο δ̓ ἔγχος. 10.25ὣς δ̓ αὔτως Μενέλαον ἔχε τρόμος· οὐ δὲ γὰρ αὐτῷ 10.26ὕπνος ἐπὶ βλεφάροισιν ἐφίζανε· μή τι πάθοιεν 10.27Ἀργεῖοι, τοὶ δὴ ἕθεν εἵνεκα πουλὺν ἐφ̓ ὑγρὴν 10.28ἤλυθον ἐς Τροίην πόλεμον θρασὺν ὁρμαίνοντες. 10.29παρδαλέῃ μὲν πρῶτα μετάφρενον εὐρὺ κάλυψε 10.30ποικίλῃ, αὐτὰρ ἐπὶ στεφάνην κεφαλῆφιν ἀείρας 10.31θήκατο χαλκείην, δόρυ δ̓ εἵλετο χειρὶ παχείῃ. 10.32βῆ δ̓ ἴμεν ἀνστήσων ὃν ἀδελφεόν, ὃς μέγα πάντων 10.33Ἀργείων ἤνασσε, θεὸς δ̓ ὣς τίετο δήμῳ. 10.34τὸν δ̓ εὗῤ ἀμφ̓ ὤμοισι τιθήμενον ἔντεα καλὰ 10.35νηῒ πάρα πρύμνῃ· τῷ δ̓ ἀσπάσιος γένετ̓ ἐλθών. 10.36τὸν πρότερος προσέειπε βοὴν ἀγαθὸς Μενέλαος· 10.37τίφθ̓ οὕτως ἠθεῖε κορύσσεαι; ἦ τιν̓ ἑταίρων 10.38ὀτρυνέεις Τρώεσσιν ἐπίσκοπον; ἀλλὰ μάλ̓ αἰνῶς 10.39δείδω μὴ οὔ τίς τοι ὑπόσχηται τόδε ἔργον 10.40ἄνδρας δυσμενέας σκοπιαζέμεν οἶος ἐπελθὼν 10.41νύκτα δἰ ἀμβροσίην· μάλα τις θρασυκάρδιος ἔσται. 10.42τὸν δ̓ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων· 10.43χρεὼ βουλῆς ἐμὲ καὶ σὲ διοτρεφὲς ὦ Μενέλαε 10.44κερδαλέης, ἥ τίς κεν ἐρύσσεται ἠδὲ σαώσει 10.45Ἀργείους καὶ νῆας, ἐπεὶ Διὸς ἐτράπετο φρήν. 10.46Ἑκτορέοις ἄρα μᾶλλον ἐπὶ φρένα θῆχ̓ ἱεροῖσιν· 10.47οὐ γάρ πω ἰδόμην, οὐ δ̓ ἔκλυον αὐδήσαντος 10.48ἄνδῤ ἕνα τοσσάδε μέρμεῤ ἐπ̓ ἤματι μητίσασθαι, 10.49ὅσσ̓ Ἕκτωρ ἔρρεξε Διῒ φίλος υἷας Ἀχαιῶν 10.50αὔτως, οὔ τε θεᾶς υἱὸς φίλος οὔ τε θεοῖο. 10.51ἔργα δ̓ ἔρεξ̓ ὅσα φημὶ μελησέμεν Ἀργείοισι 10.52δηθά τε καὶ δολιχόν· τόσα γὰρ κακὰ μήσατ̓ Ἀχαιούς. 10.53ἀλλ̓ ἴθι νῦν Αἴαντα καὶ Ἰδομενῆα κάλεσσον 10.54ῥίμφα θέων παρὰ νῆας· ἐγὼ δ̓ ἐπὶ Νέστορα δῖον 10.55εἶμι, καὶ ὀτρυνέω ἀνστήμεναι, αἴ κ̓ ἐθέλῃσιν 10.56ἐλθεῖν ἐς φυλάκων ἱερὸν τέλος ἠδ̓ ἐπιτεῖλαι. 10.57κείνῳ γάρ κε μάλιστα πιθοίατο· τοῖο γὰρ υἱὸς 10.58σημαίνει φυλάκεσσι καὶ Ἰδομενῆος ὀπάων 10.59Μηριόνης· τοῖσιν γὰρ ἐπετράπομέν γε μάλιστα. 10.60τὸν δ̓ ἠμείβετ̓ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος· 10.61πῶς γάρ μοι μύθῳ ἐπιτέλλεαι ἠδὲ κελεύεις; 10.62αὖθι μένω μετὰ τοῖσι δεδεγμένος εἰς ὅ κεν ἔλθῃς, 10.63ἦε θέω μετὰ σ̓ αὖτις, ἐπὴν εὖ τοῖς ἐπιτείλω; 10.64τὸν δ̓ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων, 10.65αὖθι μένειν, μή πως ἀβροτάξομεν ἀλλήλοιιν 10.66ἐρχομένω· πολλαὶ γὰρ ἀνὰ στρατόν εἰσι κέλευθοι. 10.67φθέγγεο δ̓ ᾗ κεν ἴῃσθα καὶ ἐγρήγορθαι ἄνωχθι 10.68πατρόθεν ἐκ γενεῆς ὀνομάζων ἄνδρα ἕκαστον 10.69πάντας κυδαίνων· μη δὲ μεγαλίζεο θυμῷ, 10.70ἀλλὰ καὶ αὐτοί περ πονεώμεθα· ὧδέ που ἄμμι 10.71Ζεὺς ἐπὶ γιγνομένοισιν ἵει κακότητα βαρεῖαν. 10.72ὣς εἰπὼν ἀπέπεμπεν ἀδελφεὸν εὖ ἐπιτείλας· 10.73αὐτὰρ ὃ βῆ ῥ̓ ἰέναι μετὰ Νέστορα ποιμένα λαῶν· 10.74τὸν δ̓ εὗρεν παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ 10.75εὐνῇ ἔνι μαλακῇ· παρὰ δ̓ ἔντεα ποικίλ̓ ἔκειτο 10.76ἀσπὶς καὶ δύο δοῦρε φαεινή τε τρυφάλεια. 10.77πὰρ δὲ ζωστὴρ κεῖτο παναίολος, ᾧ ῥ̓ ὁ γεραιὸς 10.78ζώννυθ̓ ὅτ̓ ἐς πόλεμον φθισήνορα θωρήσσοιτο 10.79λαὸν ἄγων, ἐπεὶ οὐ μὲν ἐπέτρεπε γήραϊ λυγρῷ. 10.80ὀρθωθεὶς δ̓ ἄῤ ἐπ̓ ἀγκῶνος κεφαλὴν ἐπαείρας 10.81Ἀτρεΐδην προσέειπε καὶ ἐξερεείνετο μύθῳ· 10.82τίς δ̓ οὗτος κατὰ νῆας ἀνὰ στρατὸν ἔρχεαι οἶος 10.83νύκτα δἰ ὀρφναίην, ὅτε θ̓ εὕδουσι βροτοὶ ἄλλοι, 10.84ἠέ τιν̓ οὐρήων διζήμενος, ἤ τιν̓ ἑταίρων; 10.85φθέγγεο, μη δ̓ ἀκέων ἐπ̓ ἔμ̓ ἔρχεο· τίπτε δέ σε χρεώ; 10.86τὸν δ̓ ἠμείβετ̓ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων· 10.87ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν 10.88γνώσεαι Ἀτρεΐδην Ἀγαμέμνονα, τὸν περὶ πάντων 10.89Ζεὺς ἐνέηκε πόνοισι διαμπερὲς εἰς ὅ κ̓ ἀϋτμὴ 10.90ἐν στήθεσσι μένῃ καί μοι φίλα γούνατ̓ ὀρώρῃ. 10.91πλάζομαι ὧδ̓ ἐπεὶ οὔ μοι ἐπ̓ ὄμμασι νήδυμος ὕπνος 10.92ἱζάνει, ἀλλὰ μέλει πόλεμος καὶ κήδἐ Ἀχαιῶν. 10.93αἰνῶς γὰρ Δαναῶν περιδείδια, οὐ δέ μοι ἦτορ 10.94ἔμπεδον, ἀλλ̓ ἀλαλύκτημαι, κραδίη δέ μοι ἔξω 10.95στηθέων ἐκθρῴσκει, τρομέει δ̓ ὑπὸ φαίδιμα γυῖα. 10.96ἀλλ̓ εἴ τι δραίνεις, ἐπεὶ οὐ δὲ σέ γ̓ ὕπνος ἱκάνει, 10.97δεῦῤ ἐς τοὺς φύλακας καταβήομεν, ὄφρα ἴδωμεν 10.98μὴ τοὶ μὲν καμάτῳ ἀδηκότες ἠδὲ καὶ ὕπνῳ 10.99κοιμήσωνται, ἀτὰρ φυλακῆς ἐπὶ πάγχυ λάθωνται. 10.100δυσμενέες δ̓ ἄνδρες σχεδὸν εἵαται· οὐ δέ τι ἴδμεν 10.101μή πως καὶ διὰ νύκτα μενοινήσωσι μάχεσθαι. 10.102τὸν δ̓ ἠμείβετ̓ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ· 10.103Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον 10.104οὔ θην Ἕκτορι πάντα νοήματα μητίετα Ζεὺς 10.105ἐκτελέει, ὅσα πού νυν ἐέλπεται· ἀλλά μιν οἴω 10.106κήδεσι μοχθήσειν καὶ πλείοσιν, εἴ κεν Ἀχιλλεὺς 10.107ἐκ χόλου ἀργαλέοιο μεταστρέψῃ φίλον ἦτορ. 10.108σοὶ δὲ μάλ̓ ἕψομ̓ ἐγώ· ποτὶ δ̓ αὖ καὶ ἐγείρομεν ἄλλους 10.109ἠμὲν Τυδεΐδην δουρὶ κλυτὸν ἠδ̓ Ὀδυσῆα 10.110ἠδ̓ Αἴαντα ταχὺν καὶ Φυλέος ἄλκιμον υἱόν. 10.111ἀλλ̓ εἴ τις καὶ τούσδε μετοιχόμενος καλέσειεν 10.112ἀντίθεόν τ̓ Αἴαντα καὶ Ἰδομενῆα ἄνακτα· 10.113τῶν γὰρ νῆες ἔασιν ἑκαστάτω, οὐ δὲ μάλ̓ ἐγγύς. 10.114ἀλλὰ φίλον περ ἐόντα καὶ αἰδοῖον Μενέλαον 10.115νεικέσω, εἴ πέρ μοι νεμεσήσεαι, οὐ δ̓ ἐπικεύσω 10.116ὡς εὕδει, σοὶ δ̓ οἴῳ ἐπέτρεψεν πονέεσθαι. 10.117νῦν ὄφελεν κατὰ πάντας ἀριστῆας πονέεσθαι 10.118λισσόμενος· χρειὼ γὰρ ἱκάνεται οὐκέτ̓ ἀνεκτός. 10.119τὸν δ̓ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων· 10.120ὦ γέρον ἄλλοτε μέν σε καὶ αἰτιάασθαι ἄνωγα· 10.121πολλάκι γὰρ μεθιεῖ τε καὶ οὐκ ἐθέλει πονέεσθαι 10.122οὔ τ̓ ὄκνῳ εἴκων οὔ τ̓ ἀφραδίῃσι νόοιο, 10.123ἀλλ̓ ἐμέ τ̓ εἰσορόων καὶ ἐμὴν ποτιδέγμενος ὁρμήν. 10.124νῦν δ̓ ἐμέο πρότερος μάλ̓ ἐπέγρετο καί μοι ἐπέστη· 10.125τὸν μὲν ἐγὼ προέηκα καλήμεναι οὓς σὺ μεταλλᾷς. 10.126ἀλλ̓ ἴομεν· κείνους δὲ κιχησόμεθα πρὸ πυλάων 10.127ἐν φυλάκεσσ̓, ἵνα γάρ σφιν ἐπέφραδον ἠγερέθεσθαι. 10.128τὸν δ̓ ἠμείβετ̓ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ· 10.129οὕτως οὔ τίς οἱ νεμεσήσεται οὐ δ̓ ἀπιθήσει 10.130Ἀργείων, ὅτε κέν τιν̓ ἐποτρύνῃ καὶ ἀνώγῃ. 10.131ὣς εἰπὼν ἔνδυνε περὶ στήθεσσι χιτῶνα, 10.132ποσσὶ δ̓ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα, 10.133ἀμφὶ δ̓ ἄρα χλαῖναν περονήσατο φοινικόεσσαν 10.134διπλῆν ἐκταδίην, οὔλη δ̓ ἐπενήνοθε λάχνη. 10.135εἵλετο δ̓ ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ, 10.136βῆ δ̓ ἰέναι κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων. 10.137πρῶτον ἔπειτ̓ Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον 10.138ἐξ ὕπνου ἀνέγειρε Γερήνιος ἱππότα Νέστωρ 10.139φθεγξάμενος· τὸν δ̓ αἶψα περὶ φρένας ἤλυθ̓ ἰωή, 10.140ἐκ δ̓ ἦλθε κλισίης καί σφεας πρὸς μῦθον ἔειπε· 10.141τίφθ̓ οὕτω κατὰ νῆας ἀνὰ στρατὸν οἶοι ἀλᾶσθε 10.142νύκτα δἰ ἀμβροσίην, ὅ τι δὴ χρειὼ τόσον ἵκει; 10.143τὸν δ̓ ἠμείβετ̓ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ· 10.144διογενὲς Λαερτιάδη πολυμήχαν̓ Ὀδυσσεῦ 10.145μὴ νεμέσα· τοῖον γὰρ ἄχος βεβίηκεν Ἀχαιούς. 10.146ἀλλ̓ ἕπἐ, ὄφρα καὶ ἄλλον ἐγείρομεν ὅν τ̓ ἐπέοικε 10.147βουλὰς βουλεύειν, ἢ φευγέμεν ἠὲ μάχεσθαι. 10.148ὣς φάθ̓, ὃ δὲ κλισίην δὲ κιὼν πολύμητις Ὀδυσσεὺς 10.149ποικίλον ἀμφ̓ ὤμοισι σάκος θέτο, βῆ δὲ μετ̓ αὐτούς. 10.150βὰν δ̓ ἐπὶ Τυδεΐδην Διομήδεα· τὸν δὲ κίχανον 10.151ἐκτὸς ἀπὸ κλισίης σὺν τεύχεσιν· ἀμφὶ δ̓ ἑταῖροι 10.152εὗδον, ὑπὸ κρασὶν δ̓ ἔχον ἀσπίδας· ἔγχεα δέ σφιν 10.153ὄρθ̓ ἐπὶ σαυρωτῆρος ἐλήλατο, τῆλε δὲ χαλκὸς 10.154λάμφ̓ ὥς τε στεροπὴ πατρὸς Διός· αὐτὰρ ὅ γ̓ ἥρως 10.155εὗδ̓, ὑπὸ δ̓ ἔστρωτο ῥινὸν βοὸς ἀγραύλοιο, 10.156αὐτὰρ ὑπὸ κράτεσφι τάπης τετάνυστο φαεινός. 10.157τὸν παρστὰς ἀνέγειρε Γερήνιος ἱππότα Νέστωρ, 10.158λὰξ ποδὶ κινήσας, ὄτρυνέ τε νείκεσέ τ̓ ἄντην· 10.159ἔγρεο Τυδέος υἱέ· τί πάννυχον ὕπνον ἀωτεῖς; 10.160οὐκ ἀΐεις ὡς Τρῶες ἐπὶ θρωσμῷ πεδίοιο 10.161εἵαται ἄγχι νεῶν, ὀλίγος δ̓ ἔτι χῶρος ἐρύκει; 10.162ὣς φάθ̓, ὃ δ̓ ἐξ ὕπνοιο μάλα κραιπνῶς ἀνόρουσε, 10.163καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· 10.164σχέτλιός ἐσσι γεραιέ· σὺ μὲν πόνου οὔ ποτε λήγεις. 10.165οὔ νυ καὶ ἄλλοι ἔασι νεώτεροι υἷες Ἀχαιῶν 10.166οἵ κεν ἔπειτα ἕκαστον ἐγείρειαν βασιλήων 10.167πάντῃ ἐποιχόμενοι; σὺ δ̓ ἀμήχανός ἐσσι γεραιέ. 10.168τὸν δ̓ αὖτε προσέειπε Γερήνιος ἱππότα Νέστωρ· 10.169ναὶ δὴ ταῦτά γε πάντα φίλος κατὰ μοῖραν ἔειπες. 10.170εἰσὶν μέν μοι παῖδες ἀμύμονες, εἰσὶ δὲ λαοὶ 10.171καὶ πολέες, τῶν κέν τις ἐποιχόμενος καλέσειεν· 10.172ἀλλὰ μάλα μεγάλη χρειὼ βεβίηκεν Ἀχαιούς. 10.173νῦν γὰρ δὴ πάντεσσιν ἐπὶ ξυροῦ ἵσταται ἀκμῆς 10.174ἢ μάλα λυγρὸς ὄλεθρος Ἀχαιοῖς ἠὲ βιῶναι. 10.175ἀλλ̓ ἴθι νῦν Αἴαντα ταχὺν καὶ Φυλέος υἱὸν 10.176ἄνστησον· σὺ γάρ ἐσσι νεώτερος· εἴ μ̓ ἐλεαίρεις. 10.177ὣς φάθ̓, ὃ δ̓ ἀμφ̓ ὤμοισιν ἑέσσατο δέρμα λέοντος 10.178αἴθωνος μεγάλοιο ποδηνεκές, εἵλετο δ̓ ἔγχος. 10.179βῆ δ̓ ἰέναι, τοὺς δ̓ ἔνθεν ἀναστήσας ἄγεν ἥρως. 10.180οἳ δ̓ ὅτε δὴ φυλάκεσσιν ἐν ἀγρομένοισιν ἔμιχθεν, 10.181οὐ δὲ μὲν εὕδοντας φυλάκων ἡγήτορας εὗρον, 10.182ἀλλ̓ ἐγρηγορτὶ σὺν τεύχεσιν εἵατο πάντες. 10.183ὡς δὲ κύνες περὶ μῆλα δυσωρήσωνται ἐν αὐλῇ 10.184θηρὸς ἀκούσαντες κρατερόφρονος, ὅς τε καθ̓ ὕλην 10.185ἔρχηται δἰ ὄρεσφι· πολὺς δ̓ ὀρυμαγδὸς ἐπ̓ αὐτῷ 10.186ἀνδρῶν ἠδὲ κυνῶν, ἀπό τέ σφισιν ὕπνος ὄλωλεν· 10.187ὣς τῶν νήδυμος ὕπνος ἀπὸ βλεφάροιιν ὀλώλει 10.188νύκτα φυλασσομένοισι κακήν· πεδίον δὲ γὰρ αἰεὶ 10.189τετράφαθ̓, ὁππότ̓ ἐπὶ Τρώων ἀΐοιεν ἰόντων. 10.190τοὺς δ̓ ὃ γέρων γήθησεν ἰδὼν θάρσυνέ τε μύθῳ 10.191καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα· 10.192οὕτω νῦν φίλα τέκνα φυλάσσετε· μη δέ τιν̓ ὕπνος 10.193αἱρείτω, μὴ χάρμα γενώμεθα δυσμενέεσσιν. 10.194ὣς εἰπὼν τάφροιο διέσσυτο· τοὶ δ̓ ἅμ̓ ἕποντο 10.195Ἀργείων βασιλῆες ὅσοι κεκλήατο βουλήν. 10.196τοῖς δ̓ ἅμα Μηριόνης καὶ Νέστορος ἀγλαὸς υἱὸς 10.197ἤϊσαν· αὐτοὶ γὰρ κάλεον συμμητιάασθαι. 10.198τάφρον δ̓ ἐκδιαβάντες ὀρυκτὴν ἑδριόωντο 10.199ἐν καθαρῷ, ὅθι δὴ νεκύων διεφαίνετο χῶρος 10.200πιπτόντων· ὅθεν αὖτις ἀπετράπετ̓ ὄβριμος Ἕκτωρ 10.201ὀλλὺς Ἀργείους, ὅτε δὴ περὶ νὺξ ἐκάλυψεν. 10.202ἔνθα καθεζόμενοι ἔπἐ ἀλλήλοισι πίφαυσκον· 10.203τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ· 10.204ὦ φίλοι οὐκ ἂν δή τις ἀνὴρ πεπίθοιθ̓ ἑῷ αὐτοῦ 10.205θυμῷ τολμήεντι μετὰ Τρῶας μεγαθύμους 10.206ἐλθεῖν, εἴ τινά που δηΐων ἕλοι ἐσχατόωντα, 10.207ἤ τινά που καὶ φῆμιν ἐνὶ Τρώεσσι πύθοιτο, 10.208ἅσσά τε μητιόωσι μετὰ σφίσιν, ἢ μεμάασιν 10.209αὖθι μένειν παρὰ νηυσὶν ἀπόπροθεν, ἦε πόλιν δὲ 10.210ἂψ ἀναχωρήσουσιν, ἐπεὶ δαμάσαντό γ̓ Ἀχαιούς. 10.211ταῦτά κε πάντα πύθοιτο, καὶ ἂψ εἰς ἡμέας ἔλθοι 10.212ἀσκηθής· μέγα κέν οἱ ὑπουράνιον κλέος εἴη 10.213πάντας ἐπ̓ ἀνθρώπους, καί οἱ δόσις ἔσσεται ἐσθλή· 10.214ὅσσοι γὰρ νήεσσιν ἐπικρατέουσιν ἄριστοι 10.215τῶν πάντων οἱ ἕκαστος ὄϊν δώσουσι μέλαιναν 10.216θῆλυν ὑπόρρηνον· τῇ μὲν κτέρας οὐδὲν ὁμοῖον, 10.217αἰεὶ δ̓ ἐν δαίτῃσι καὶ εἰλαπίνῃσι παρέσται. 10.218ὣς ἔφαθ̓, οἳ δ̓ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ. 10.219τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Διομήδης· 10.220Νέστορ ἔμ̓ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ 10.221ἀνδρῶν δυσμενέων δῦναι στρατὸν ἐγγὺς ἐόντων 10.222Τρώων· ἀλλ̓ εἴ τίς μοι ἀνὴρ ἅμ̓ ἕποιτο καὶ ἄλλος 10.223μᾶλλον θαλπωρὴ καὶ θαρσαλεώτερον ἔσται. 10.224σύν τε δύ̓ ἐρχομένω καί τε πρὸ ὃ τοῦ ἐνόησεν 10.225ὅππως κέρδος ἔῃ· μοῦνος δ̓ εἴ πέρ τε νοήσῃ 10.226ἀλλά τέ οἱ βράσσων τε νόος, λεπτὴ δέ τε μῆτις. 10.227ὣς ἔφαθ̓, οἳ δ̓ ἔθελον Διομήδεϊ πολλοὶ ἕπεσθαι. 10.228ἠθελέτην Αἴαντε δύω θεράποντες Ἄρηος, 10.229ἤθελε Μηριόνης, μάλα δ̓ ἤθελε Νέστορος υἱός, 10.230ἤθελε δ̓ Ἀτρεΐδης δουρικλειτὸς Μενέλαος, 10.231ἤθελε δ̓ ὁ τλήμων Ὀδυσεὺς καταδῦναι ὅμιλον 10.232Τρώων· αἰεὶ γάρ οἱ ἐνὶ φρεσὶ θυμὸς ἐτόλμα. 10.233τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων· 10.234Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ 10.235τὸν μὲν δὴ ἕταρόν γ̓ αἱρήσεαι ὅν κ̓ ἐθέλῃσθα, 10.236φαινομένων τὸν ἄριστον, ἐπεὶ μεμάασί γε πολλοί. 10.237μη δὲ σύ γ̓ αἰδόμενος σῇσι φρεσὶ τὸν μὲν ἀρείω 10.238καλλείπειν, σὺ δὲ χείρον̓ ὀπάσσεαι αἰδοῖ εἴκων 10.239ἐς γενεὴν ὁρόων, μη δ̓ εἰ βασιλεύτερός ἐστιν. 10.240ὣς ἔφατ̓, ἔδεισεν δὲ περὶ ξανθῷ Μενελάῳ. 10.241τοῖς δ̓ αὖτις μετέειπε βοὴν ἀγαθὸς Διομήδης· 10.242εἰ μὲν δὴ ἕταρόν γε κελεύετέ μ̓ αὐτὸν ἑλέσθαι, 10.243πῶς ἂν ἔπειτ̓ Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην, 10.244οὗ πέρι μὲν πρόφρων κραδίη καὶ θυμὸς ἀγήνωρ 10.245ἐν πάντεσσι πόνοισι, φιλεῖ δέ ἑ Παλλὰς Ἀθήνη. 10.246τούτου γ̓ ἑσπομένοιο καὶ ἐκ πυρὸς αἰθομένοιο 10.247ἄμφω νοστήσαιμεν, ἐπεὶ περίοιδε νοῆσαι. 10.248τὸν δ̓ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς· 10.249Τυδεΐδη μήτ̓ ἄρ με μάλ̓ αἴνεε μήτέ τι νείκει· 10.250εἰδόσι γάρ τοι ταῦτα μετ̓ Ἀργείοις ἀγορεύεις. 10.251ἀλλ̓ ἴομεν· μάλα γὰρ νὺξ ἄνεται, ἐγγύθι δ̓ ἠώς, 10.252ἄστρα δὲ δὴ προβέβηκε, παροίχωκεν δὲ πλέων νὺξ 10.253τῶν δύο μοιράων, τριτάτη δ̓ ἔτι μοῖρα λέλειπται. 10.254ὣς εἰπόνθ̓ ὅπλοισιν ἔνι δεινοῖσιν ἐδύτην. 10.255Τυδεΐδῃ μὲν δῶκε μενεπτόλεμος Θρασυμήδης 10.256φάσγανον ἄμφηκες· τὸ δ̓ ἑὸν παρὰ νηῒ λέλειπτο· 10.257καὶ σάκος· ἀμφὶ δέ οἱ κυνέην κεφαλῆφιν ἔθηκε 10.258ταυρείην, ἄφαλόν τε καὶ ἄλλοφον, ἥ τε καταῖτυξ 10.259κέκληται, ῥύεται δὲ κάρη θαλερῶν αἰζηῶν. 10.260Μηριόνης δ̓ Ὀδυσῆϊ δίδου βιὸν ἠδὲ φαρέτρην 10.261καὶ ξίφος, ἀμφὶ δέ οἱ κυνέην κεφαλῆφιν ἔθηκε 10.262ῥινοῦ ποιητήν· πολέσιν δ̓ ἔντοσθεν ἱμᾶσιν 10.263ἐντέτατο στερεῶς· ἔκτοσθε δὲ λευκοὶ ὀδόντες 10.264ἀργιόδοντος ὑὸς θαμέες ἔχον ἔνθα καὶ ἔνθα 10.265εὖ καὶ ἐπισταμένως· μέσσῃ δ̓ ἐνὶ πῖλος ἀρήρει. 10.266τήν ῥά ποτ̓ ἐξ Ἐλεῶνος Ἀμύντορος Ὀρμενίδαο 10.267ἐξέλετ̓ Αὐτόλυκος πυκινὸν δόμον ἀντιτορήσας, 10.268Σκάνδειαν δ̓ ἄρα δῶκε Κυθηρίῳ Ἀμφιδάμαντι· 10.269Ἀμφιδάμας δὲ Μόλῳ δῶκε ξεινήϊον εἶναι, 10.270αὐτὰρ ὃ Μηριόνῃ δῶκεν ᾧ παιδὶ φορῆναι· 10.271δὴ τότ̓ Ὀδυσσῆος πύκασεν κάρη ἀμφιτεθεῖσα. 10.272τὼ δ̓ ἐπεὶ οὖν ὅπλοισιν ἔνι δεινοῖσιν ἐδύτην, 10.273βάν ῥ̓ ἰέναι, λιπέτην δὲ κατ̓ αὐτόθι πάντας ἀρίστους. 10.274τοῖσι δὲ δεξιὸν ἧκεν ἐρῳδιὸν ἐγγὺς ὁδοῖο 10.275Παλλὰς Ἀθηναίη· τοὶ δ̓ οὐκ ἴδον ὀφθαλμοῖσι 10.276νύκτα δἰ ὀρφναίην, ἀλλὰ κλάγξαντος ἄκουσαν. 10.277χαῖρε δὲ τῷ ὄρνιθ̓ Ὀδυσεύς, ἠρᾶτο δ̓ Ἀθήνῃ· 10.278κλῦθί μευ αἰγιόχοιο Διὸς τέκος, ἥ τέ μοι αἰεὶ 10.279ἐν πάντεσσι πόνοισι παρίστασαι, οὐ δέ σε λήθω 10.280κινύμενος· νῦν αὖτε μάλιστά με φῖλαι Ἀθήνη, 10.281δὸς δὲ πάλιν ἐπὶ νῆας ἐϋκλεῖας ἀφικέσθαι 10.282ῥέξαντας μέγα ἔργον, ὅ κε Τρώεσσι μελήσῃ. 10.283δεύτερος αὖτ̓ ἠρᾶτο βοὴν ἀγαθὸς Διομήδης· 10.284κέκλυθι νῦν καὶ ἐμεῖο Διὸς τέκος Ἀτρυτώνη· 10.285σπεῖό μοι ὡς ὅτε πατρὶ ἅμ̓ ἕσπεο Τυδέϊ δίῳ 10.286ἐς Θήβας, ὅτε τε πρὸ Ἀχαιῶν ἄγγελος ᾔει. 10.287τοὺς δ̓ ἄῤ ἐπ̓ Ἀσωπῷ λίπε χαλκοχίτωνας Ἀχαιούς, 10.288αὐτὰρ ὃ μειλίχιον μῦθον φέρε Καδμείοισι 10.289κεῖσ̓· ἀτὰρ ἂψ ἀπιὼν μάλα μέρμερα μήσατο ἔργα 10.290σὺν σοὶ δῖα θεά, ὅτε οἱ πρόφρασσα παρέστης. 10.291ὣς νῦν μοι ἐθέλουσα παρίσταο καί με φύλασσε. 10.292σοὶ δ̓ αὖ ἐγὼ ῥέξω βοῦν ἦνιν εὐρυμέτωπον 10.293ἀδμήτην, ἣν οὔ πω ὑπὸ ζυγὸν ἤγαγεν ἀνήρ· 10.294τήν τοι ἐγὼ ῥέξω χρυσὸν κέρασιν περιχεύας. 10.295ὣς ἔφαν εὐχόμενοι, τῶν δ̓ ἔκλυε Παλλὰς Ἀθήνη. 10.296οἳ δ̓ ἐπεὶ ἠρήσαντο Διὸς κούρῃ μεγάλοιο, 10.297βάν ῥ̓ ἴμεν ὥς τε λέοντε δύω διὰ νύκτα μέλαιναν 10.298ἂμ φόνον, ἂν νέκυας, διά τ̓ ἔντεα καὶ μέλαν αἷμα. 10.299οὐ δὲ μὲν οὐ δὲ Τρῶας ἀγήνορας εἴασεν Ἕκτωρ 10.300εὕδειν, ἀλλ̓ ἄμυδις κικλήσκετο πάντας ἀρίστους, 10.301ὅσσοι ἔσαν Τρώων ἡγήτορες ἠδὲ μέδοντες· 10.302τοὺς ὅ γε συγκαλέσας πυκινὴν ἀρτύνετο βουλήν· 10.303τίς κέν μοι τόδε ἔργον ὑποσχόμενος τελέσειε 10.304δώρῳ ἔπι μεγάλῳ; μισθὸς δέ οἱ ἄρκιος ἔσται. 10.305δώσω γὰρ δίφρόν τε δύω τ̓ ἐριαύχενας ἵππους 10.306οἵ κεν ἄριστοι ἔωσι θοῇς ἐπὶ νηυσὶν Ἀχαιῶν 10.307ὅς τίς κε τλαίη, οἷ τ̓ αὐτῷ κῦδος ἄροιτο, 10.308νηῶν ὠκυπόρων σχεδὸν ἐλθέμεν, ἔκ τε πυθέσθαι 10.309ἠέ φυλάσσονται νῆες θοαὶ ὡς τὸ πάρος περ, 10.310ἦ ἤδη χείρεσσιν ὑφ̓ ἡμετέρῃσι δαμέντες 10.311φύξιν βουλεύουσι μετὰ σφίσιν, οὐ δ̓ ἐθέλουσι 10.312νύκτα φυλασσέμεναι, καμάτῳ ἀδηκότες αἰνῷ. 10.313ὣς ἔφαθ̓, οἳ δ̓ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ. 10.314ἦν δέ τις ἐν Τρώεσσι Δόλων Εὐμήδεος υἱὸς 10.315κήρυκος θείοιο πολύχρυσος πολύχαλκος, 10.316ὃς δή τοι εἶδος μὲν ἔην κακός, ἀλλὰ ποδώκης· 10.317αὐτὰρ ὃ μοῦνος ἔην μετὰ πέντε κασιγνήτῃσιν. 10.318ὅς ῥα τότε Τρωσίν τε καὶ Ἕκτορι μῦθον ἔειπεν· 10.319Ἕκτορ ἔμ̓ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ 10.320νηῶν ὠκυπόρων σχεδὸν ἐλθέμεν ἔκ τε πυθέσθαι. 10.321ἀλλ̓ ἄγε μοι τὸ σκῆπτρον ἀνάσχεο, καί μοι ὄμοσσον 10.322ἦ μὲν τοὺς ἵππους τε καὶ ἅρματα ποικίλα χαλκῷ 10.323δωσέμεν, οἳ φορέουσιν ἀμύμονα Πηλεΐωνα, 10.324σοὶ δ̓ ἐγὼ οὐχ ἅλιος σκοπὸς ἔσσομαι οὐ δ̓ ἀπὸ δόξης· 10.325τόφρα γὰρ ἐς στρατὸν εἶμι διαμπερὲς ὄφῤ ἂν ἵκωμαι 10.326νῆ̓ Ἀγαμεμνονέην, ὅθι που μέλλουσιν ἄριστοι 10.327βουλὰς βουλεύειν ἢ φευγέμεν ἠὲ μάχεσθαι. 10.328ὣς φάθ̓, ὃ δ̓ ἐν χερσὶ σκῆπτρον λάβε καί οἱ ὄμοσσεν· 10.329ἴστω νῦν Ζεὺς αὐτὸς ἐρίγδουπος πόσις Ἥρης 10.330μὴ μὲν τοῖς ἵπποισιν ἀνὴρ ἐποχήσεται ἄλλος 10.331Τρώων, ἀλλά σέ φημι διαμπερὲς ἀγλαϊεῖσθαι. 10.332ὣς φάτο καί ῥ̓ ἐπίορκον ἐπώμοσε, τὸν δ̓ ὀρόθυνεν· 10.333αὐτίκα δ̓ ἀμφ̓ ὤμοισιν ἐβάλλετο καμπύλα τόξα, 10.334ἕσσατο δ̓ ἔκτοσθεν ῥινὸν πολιοῖο λύκοιο, 10.335κρατὶ δ̓ ἐπὶ κτιδέην κυνέην, ἕλε δ̓ ὀξὺν ἄκοντα, 10.336βῆ δ̓ ἰέναι προτὶ νῆας ἀπὸ στρατοῦ· οὐ δ̓ ἄῤ ἔμελλεν 10.337ἐλθὼν ἐκ νηῶν ἂψ Ἕκτορι μῦθον ἀποίσειν. 10.338ἀλλ̓ ὅτε δή ῥ̓ ἵππων τε καὶ ἀνδρῶν κάλλιφ̓ ὅμιλον, 10.339βῆ ῥ̓ ἀν̓ ὁδὸν μεμαώς· τὸν δὲ φράσατο προσιόντα 10.340διογενὴς Ὀδυσεύς, Διομήδεα δὲ προσέειπεν· 10.341οὗτός τις Διόμηδες ἀπὸ στρατοῦ ἔρχεται ἀνήρ, 10.342οὐκ οἶδ̓ ἢ νήεσσιν ἐπίσκοπος ἡμετέρῃσιν, 10.343ἦ τινα συλήσων νεκύων κατατεθνηώτων. 10.344ἀλλ̓ ἐῶμέν μιν πρῶτα παρεξελθεῖν πεδίοιο 10.345τυτθόν· ἔπειτα δέ κ̓ αὐτὸν ἐπαΐξαντες ἕλοιμεν 10.346καρπαλίμως· εἰ δ̓ ἄμμε παραφθαίησι πόδεσσιν, 10.347αἰεί μιν ἐπὶ νῆας ἀπὸ στρατόφι προτιειλεῖν 10.348ἔγχει ἐπαΐσσων, μή πως προτὶ ἄστυ ἀλύξῃ. 10.349ὣς ἄρα φωνήσαντε παρὲξ ὁδοῦ ἐν νεκύεσσι 10.350κλινθήτην· ὃ δ̓ ἄῤ ὦκα παρέδραμεν ἀφραδίῃσιν. 10.351ἀλλ̓ ὅτε δή ῥ̓ ἀπέην ὅσσόν τ̓ ἐπὶ οὖρα πέλονται 10.352ἡμιόνων· αἱ γάρ τε βοῶν προφερέστεραί εἰσιν 10.353ἑλκέμεναι νειοῖο βαθείης πηκτὸν ἄροτρον· 10.354τὼ μὲν ἐπεδραμέτην, ὃ δ̓ ἄῤ ἔστη δοῦπον ἀκούσας. 10.355ἔλπετο γὰρ κατὰ θυμὸν ἀποστρέψοντας ἑταίρους 10.356ἐκ Τρώων ἰέναι πάλιν Ἕκτορος ὀτρύναντος. 10.357ἀλλ̓ ὅτε δή ῥ̓ ἄπεσαν δουρηνεκὲς ἢ καὶ ἔλασσον, 10.358γνῶ ῥ̓ ἄνδρας δηΐους, λαιψηρὰ δὲ γούνατ̓ ἐνώμα 10.359φευγέμεναι· τοὶ δ̓ αἶψα διώκειν ὁρμήθησαν. 10.360ὡς δ̓ ὅτε καρχαρόδοντε δύω κύνε εἰδότε θήρης 10.361ἢ κεμάδ̓ ἠὲ λαγωὸν ἐπείγετον ἐμμενὲς αἰεὶ 10.362χῶρον ἀν̓ ὑλήενθ̓, ὃ δέ τε προθέῃσι μεμηκώς, 10.363ὣς τὸν Τυδεΐδης ἠδ̓ ὃ πτολίπορθος Ὀδυσσεὺς 10.364λαοῦ ἀποτμήξαντε διώκετον ἐμμενὲς αἰεί. 10.365ἀλλ̓ ὅτε δὴ τάχ̓ ἔμελλε μιγήσεσθαι φυλάκεσσι 10.366φεύγων ἐς νῆας, τότε δὴ μένος ἔμβαλ̓ Ἀθήνη 10.367Τυδεΐδῃ, ἵνα μή τις Ἀχαιῶν χαλκοχιτώνων 10.368φθαίη ἐπευξάμενος βαλέειν, ὃ δὲ δεύτερος ἔλθοι. 10.369δουρὶ δ̓ ἐπαΐσσων προσέφη κρατερὸς Διομήδης· 10.370ἠὲ μέν̓ ἠέ σε δουρὶ κιχήσομαι, οὐ δέ σέ φημι 10.371δηρὸν ἐμῆς ἀπὸ χειρὸς ἀλύξειν αἰπὺν ὄλεθρον. 10.372ἦ ῥα καὶ ἔγχος ἀφῆκεν, ἑκὼν δ̓ ἡμάρτανε φωτός· 10.373δεξιτερὸν δ̓ ὑπὲρ ὦμον ἐΰξου δουρὸς ἀκωκὴ 10.374ἐν γαίῃ ἐπάγη· ὃ δ̓ ἄῤ ἔστη τάρβησέν τε 10.375βαμβαίνων· ἄραβος δὲ διὰ στόμα γίγνετ̓ ὀδόντων· 10.376χλωρὸς ὑπαὶ δείους· τὼ δ̓ ἀσθμαίνοντε κιχήτην, 10.377χειρῶν δ̓ ἁψάσθην· ὃ δὲ δακρύσας ἔπος ηὔδα· 10.378ζωγρεῖτ̓, αὐτὰρ ἐγὼν ἐμὲ λύσομαι· ἔστι γὰρ ἔνδον 10.379χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος, 10.380τῶν κ̓ ὔμμιν χαρίσαιτο πατὴρ ἀπερείσἰ ἄποινα 10.381εἴ κεν ἐμὲ ζωὸν πεπύθοιτ̓ ἐπὶ νηυσὶν Ἀχαιῶν. 10.382τὸν δ̓ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· 10.383θάρσει, μη δέ τί τοι θάνατος καταθύμιος ἔστω. 10.384ἀλλ̓ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον· 10.385πῇ δὴ οὕτως ἐπὶ νῆας ἀπὸ στρατοῦ ἔρχεαι οἷος 10.386νύκτα δἰ ὀρφναίην, ὅτε θ̓ εὕδουσι βροτοὶ ἄλλοι; 10.387ἤ τινα συλήσων νεκύων κατατεθνηώτων; 10.388ἦ σ̓ Ἕκτωρ προέηκε διασκοπιᾶσθαι ἕκαστα 10.389νῆας ἔπι γλαφυράς; ἦ σ̓ αὐτὸν θυμὸς ἀνῆκε; 10.390τὸν δ̓ ἠμείβετ̓ ἔπειτα Δόλων, ὑπὸ δ̓ ἔτρεμε γυῖα· 10.391πολλῇσίν μ̓ ἄτῃσι παρὲκ νόον ἤγαγεν Ἕκτωρ, 10.392ὅς μοι Πηλεΐωνος ἀγαυοῦ μώνυχας ἵππους 10.393δωσέμεναι κατένευσε καὶ ἅρματα ποικίλα χαλκῷ, 10.394ἠνώγει δέ μ̓ ἰόντα θοὴν διὰ νύκτα μέλαιναν 10.395ἀνδρῶν δυσμενέων σχεδὸν ἐλθέμεν, ἔκ τε πυθέσθαι 10.396ἠὲ φυλάσσονται νῆες θοαὶ ὡς τὸ πάρος περ, 10.397ἦ ἤδη χείρεσσιν ὑφ̓ ἡμετέρῃσι δαμέντες 10.398φύξιν βουλεύουσι μετὰ σφίσιν, οὐ δ̓ ἐθέλουσι 10.399νύκτα φυλασσέμεναι, καμάτῳ ἀδηκότες αἰνῷ. 10.400τὸν δ̓ ἐπιμειδήσας προσέφη πολύμητις Ὀδυσσεύς· 10.401ἦ ῥά νύ τοι μεγάλων δώρων ἐπεμαίετο θυμὸς 10.402ἵππων Αἰακίδαο δαΐφρονος· οἳ δ̓ ἀλεγεινοὶ 10.403ἀνδράσι γε θνητοῖσι δαμήμεναι ἠδ̓ ὀχέεσθαι 10.404ἄλλῳ γ̓ ἢ Ἀχιλῆϊ, τὸν ἀθανάτη τέκε μήτηρ. 10.405ἀλλ̓ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον· 10.406ποῦ νῦν δεῦρο κιὼν λίπες Ἕκτορα ποιμένα λαῶν; 10.407ποῦ δέ οἱ ἔντεα κεῖται ἀρήϊα, ποῦ δέ οἱ ἵπποι; 10.408πῶς δαὶ τῶν ἄλλων Τρώων φυλακαί τε καὶ εὐναί; 10.409ἅσσά τε μητιόωσι μετὰ σφίσιν, ἢ μεμάασιν 10.410αὖθι μένειν παρὰ νηυσὶν ἀπόπροθεν, ἦε πόλιν δὲ 10.411ἂψ ἀναχωρήσουσιν, ἐπεὶ δαμάσαντό γ̓ Ἀχαιούς. 10.412τὸν δ̓ αὖτε προσέειπε Δόλων Εὐμήδεος υἱός· 10.413τοὶ γὰρ ἐγώ τοι ταῦτα μάλ̓ ἀτρεκέως καταλέξω. 10.414Ἕκτωρ μὲν μετὰ τοῖσιν, ὅσοι βουληφόροι εἰσί, 10.415βουλὰς βουλεύει θείου παρὰ σήματι Ἴλου 10.416νόσφιν ἀπὸ φλοίσβου· φυλακὰς δ̓ ἃς εἴρεαι ἥρως 10.417οὔ τις κεκριμένη ῥύεται στρατὸν οὐ δὲ φυλάσσει. 10.418ὅσσαι μὲν Τρώων πυρὸς ἐσχάραι, οἷσιν ἀνάγκη 10.419οἷ δ̓ ἐγρηγόρθασι φυλασσέμεναί τε κέλονται 10.420ἀλλήλοις· ἀτὰρ αὖτε πολύκλητοι ἐπίκουροι 10.421εὕδουσι· Τρωσὶν γὰρ ἐπιτραπέουσι φυλάσσειν· 10.422οὐ γάρ σφιν παῖδες σχεδὸν εἵαται οὐ δὲ γυναῖκες. 10.423τὸν δ̓ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· 10.424πῶς γὰρ νῦν Τρώεσσι μεμιγμένοι ἱπποδάμοισιν 10.425εὕδουσ̓ ἦ ἀπάνευθε; δίειπέ μοι ὄφρα δαείω. 10.426τὸν δ̓ ἠμείβετ̓ ἔπειτα Δόλων Εὐμήδεος υἱός· 10.427τοὶ γὰρ ἐγὼ καὶ ταῦτα μάλ̓ ἀτρεκέως καταλέξω. 10.428πρὸς μὲν ἁλὸς Κᾶρες καὶ Παίονες ἀγκυλότοξοι 10.429καὶ Λέλεγες καὶ Καύκωνες δῖοί τε Πελασγοί, 10.430πρὸς Θύμβρης δ̓ ἔλαχον Λύκιοι Μυσοί τ̓ ἀγέρωχοι 10.431καὶ Φρύγες ἱππόμαχοι καὶ Μῄονες ἱπποκορυσταί. 10.432ἀλλὰ τί ἢ ἐμὲ ταῦτα διεξερέεσθε ἕκαστα; 10.433εἰ γὰρ δὴ μέματον Τρώων καταδῦναι ὅμιλον 10.434Θρήϊκες οἷδ̓ ἀπάνευθε νεήλυδες ἔσχατοι ἄλλων· 10.435ἐν δέ σφιν Ῥῆσος βασιλεὺς πάϊς Ἠϊονῆος. 10.436τοῦ δὴ καλλίστους ἵππους ἴδον ἠδὲ μεγίστους· 10.437λευκότεροι χιόνος, θείειν δ̓ ἀνέμοισιν ὁμοῖοι· 10.438ἅρμα δέ οἱ χρυσῷ τε καὶ ἀργύρῳ εὖ ἤσκηται· 10.439τεύχεα δὲ χρύσεια πελώρια θαῦμα ἰδέσθαι 10.440ἤλυθ̓ ἔχων· τὰ μὲν οὔ τι καταθνητοῖσιν ἔοικεν 10.441ἄνδρεσσιν φορέειν, ἀλλ̓ ἀθανάτοισι θεοῖσιν. 10.442ἀλλ̓ ἐμὲ μὲν νῦν νηυσὶ πελάσσετον ὠκυπόροισιν, 10.443ἠέ με δήσαντες λίπετ̓ αὐτόθι νηλέϊ δεσμῷ, 10.444ὄφρά κεν ἔλθητον καὶ πειρηθῆτον ἐμεῖο 10.445ἠὲ κατ̓ αἶσαν ἔειπον ἐν ὑμῖν, ἦε καὶ οὐκί. 10.446τὸν δ̓ ἄῤ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης· 10.447μὴ δή μοι φύξίν γε Δόλων ἐμβάλλεο θυμῷ· 10.448ἐσθλά περ ἀγγείλας, ἐπεὶ ἵκεο χεῖρας ἐς ἁμάς. 10.449εἰ μὲν γάρ κέ σε νῦν ἀπολύσομεν ἠὲ μεθῶμεν, 10.450ἦ τε καὶ ὕστερον εἶσθα θοὰς ἐπὶ νῆας Ἀχαιῶν 10.451ἠὲ διοπτεύσων ἢ ἐναντίβιον πολεμίξων· 10.452εἰ δέ κ̓ ἐμῇς ὑπὸ χερσὶ δαμεὶς ἀπὸ θυμὸν ὀλέσσῃς, 10.453οὐκέτ̓ ἔπειτα σὺ πῆμά ποτ̓ ἔσσεαι Ἀργείοισιν. 10.454ἦ, καὶ ὃ μέν μιν ἔμελλε γενείου χειρὶ παχείῃ 10.455ἁψάμενος λίσσεσθαι, ὃ δ̓ αὐχένα μέσσον ἔλασσε 10.456φασγάνῳ ἀΐξας, ἀπὸ δ̓ ἄμφω κέρσε τένοντε· 10.457φθεγγομένου δ̓ ἄρα τοῦ γε κάρη κονίῃσιν ἐμίχθη. 10.458τοῦ δ̓ ἀπὸ μὲν κτιδέην κυνέην κεφαλῆφιν ἕλοντο 10.459καὶ λυκέην καὶ τόξα παλίντονα καὶ δόρυ μακρόν· 10.460καὶ τά γ̓ Ἀθηναίῃ ληΐτιδι δῖος Ὀδυσσεὺς 10.461ὑψόσ̓ ἀνέσχεθε χειρὶ καὶ εὐχόμενος ἔπος ηὔδα· 10.462χαῖρε θεὰ τοῖσδεσσι· σὲ γὰρ πρώτην ἐν Ὀλύμπῳ 10.463πάντων ἀθανάτων ἐπιδωσόμεθ̓· ἀλλὰ καὶ αὖτις 10.464πέμψον ἐπὶ Θρῃκῶν ἀνδρῶν ἵππους τε καὶ εὐνάς. 10.465ὣς ἄῤ ἐφώνησεν, καὶ ἀπὸ ἕθεν ὑψόσ̓ ἀείρας 10.466θῆκεν ἀνὰ μυρίκην· δέελον δ̓ ἐπὶ σῆμά τ̓ ἔθηκε 10.467συμμάρψας δόνακας μυρίκης τ̓ ἐριθηλέας ὄζους, 10.468μὴ λάθοι αὖτις ἰόντε θοὴν διὰ νύκτα μέλαιναν. 10.469τὼ δὲ βάτην προτέρω διά τ̓ ἔντεα καὶ μέλαν αἷμα, 10.470αἶψα δ̓ ἐπὶ Θρῃκῶν ἀνδρῶν τέλος ἷξον ἰόντες. 10.471οἳ δ̓ εὗδον καμάτῳ ἀδηκότες, ἔντεα δέ σφιν 10.472καλὰ παῤ αὐτοῖσι χθονὶ κέκλιτο εὖ κατὰ κόσμον 10.473τριστοιχί· παρὰ δέ σφιν ἑκάστῳ δίζυγες ἵπποι. 10.474Ῥῆσος δ̓ ἐν μέσῳ εὗδε, παῤ αὐτῷ δ̓ ὠκέες ἵπποι 10.475ἐξ ἐπιδιφριάδος πυμάτης ἱμᾶσι δέδεντο. 10.476τὸν δ̓ Ὀδυσεὺς προπάροιθεν ἰδὼν Διομήδεϊ δεῖξεν· 10.477οὗτός τοι Διόμηδες ἀνήρ, οὗτοι δέ τοι ἵπποι, 10.478οὓς νῶϊν πίφαυσκε Δόλων ὃν ἐπέφνομεν ἡμεῖς. 10.479ἀλλ̓ ἄγε δὴ πρόφερε κρατερὸν μένος· οὐ δέ τί σε χρὴ 10.480ἑστάμεναι μέλεον σὺν τεύχεσιν, ἀλλὰ λύ̓ ἵππους· 10.481ἠὲ σύ γ̓ ἄνδρας ἔναιρε, μελήσουσιν δ̓ ἐμοὶ ἵπποι. 10.482ὣς φάτο, τῷ δ̓ ἔμπνευσε μένος γλαυκῶπις Ἀθήνη, 10.483κτεῖνε δ̓ ἐπιστροφάδην· τῶν δὲ στόνος ὄρνυτ̓ ἀεικὴς 10.484ἄορι θεινομένων, ἐρυθαίνετο δ̓ αἵματι γαῖα. 10.485ὡς δὲ λέων μήλοισιν ἀσημάντοισιν ἐπελθὼν 10.486αἴγεσιν ἢ ὀΐεσσι κακὰ φρονέων ἐνορούσῃ, 10.487ὣς μὲν Θρήϊκας ἄνδρας ἐπῴχετο Τυδέος υἱὸς 10.488ὄφρα δυώδεκ̓ ἔπεφνεν· ἀτὰρ πολύμητις Ὀδυσσεὺς 10.489ὅν τινα Τυδεΐδης ἄορι πλήξειε παραστὰς 10.490τὸν δ̓ Ὀδυσεὺς μετόπισθε λαβὼν ποδὸς ἐξερύσασκε, 10.491τὰ φρονέων κατὰ θυμὸν ὅπως καλλίτριχες ἵπποι 10.492ῥεῖα διέλθοιεν μη δὲ τρομεοίατο θυμῷ 10.493νεκροῖς ἀμβαίνοντες· ἀήθεσσον γὰρ ἔτ̓ αὐτῶν. 10.494ἀλλ̓ ὅτε δὴ βασιλῆα κιχήσατο Τυδέος υἱός, 10.495τὸν τρισκαιδέκατον μελιηδέα θυμὸν ἀπηύρα 10.496ἀσθμαίνοντα· κακὸν γὰρ ὄναρ κεφαλῆφιν ἐπέστη 10.497τὴν νύκτ̓ Οἰνεΐδαο πάϊς διὰ μῆτιν Ἀθήνης. 10.498τόφρα δ̓ ἄῤ ὃ τλήμων Ὀδυσεὺς λύε μώνυχας ἵππους, 10.499σὺν δ̓ ἤειρεν ἱμᾶσι καὶ ἐξήλαυνεν ὁμίλου 10.500τόξῳ ἐπιπλήσσων, ἐπεὶ οὐ μάστιγα φαεινὴν 10.501ποικίλου ἐκ δίφροιο νοήσατο χερσὶν ἑλέσθαι· 10.502ῥοίζησεν δ̓ ἄρα πιφαύσκων Διομήδεϊ δίῳ. 10.503αὐτὰρ ὃ μερμήριζε μένων ὅ τι κύντατον ἕρδοι, 10.504ἢ ὅ γε δίφρον ἑλών, ὅθι ποικίλα τεύχἐ ἔκειτο, 10.505ῥυμοῦ ἐξερύοι ἢ ἐκφέροι ὑψόσ̓ ἀείρας, 10.506ἦ ἔτι τῶν πλεόνων Θρῃκῶν ἀπὸ θυμὸν ἕλοιτο. 10.507εἷος ὃ ταῦθ̓ ὥρμαινε κατὰ φρένα, τόφρα δ̓ Ἀθήνη 10.508ἐγγύθεν ἱσταμένη προσέφη Διομήδεα δῖον· 10.509νόστου δὴ μνῆσαι μεγαθύμου Τυδέος υἱὲ 10.510νῆας ἔπι γλαφυράς, μὴ καὶ πεφοβημένος ἔλθῃς, 10.511μή πού τις καὶ Τρῶας ἐγείρῃσιν θεὸς ἄλλος. 10.512ὣς φάθ̓, ὃ δὲ ξυνέηκε θεᾶς ὄπα φωνησάσης, 10.513καρπαλίμως δ̓ ἵππων ἐπεβήσετο· κόψε δ̓ Ὀδυσσεὺς 10.514τόξῳ· τοὶ δ̓ ἐπέτοντο θοὰς ἐπὶ νῆας Ἀχαιῶν. 10.515οὐ δ̓ ἀλαοσκοπιὴν εἶχ̓ ἀργυρότοξος Ἀπόλλων 10.516ὡς ἴδ̓ Ἀθηναίην μετὰ Τυδέος υἱὸν ἕπουσαν· 10.517τῇ κοτέων Τρώων κατεδύσετο πουλὺν ὅμιλον, 10.518ὦρσεν δὲ Θρῃκῶν βουληφόρον Ἱπποκόωντα 10.519Ῥήσου ἀνεψιὸν ἐσθλόν· ὃ δ̓ ἐξ ὕπνου ἀνορούσας 10.520ὡς ἴδε χῶρον ἐρῆμον, ὅθ̓ ἕστασαν ὠκέες ἵπποι, 10.521ἄνδράς τ̓ ἀσπαίροντας ἐν ἀργαλέῃσι φονῇσιν, 10.522ᾤμωξέν τ̓ ἄῤ ἔπειτα φίλον τ̓ ὀνόμηνεν ἑταῖρον. 10.523Τρώων δὲ κλαγγή τε καὶ ἄσπετος ὦρτο κυδοιμὸς 10.524θυνόντων ἄμυδις· θηεῦντο δὲ μέρμερα ἔργα 10.525ὅσσ̓ ἄνδρες ῥέξαντες ἔβαν κοίλας ἐπὶ νῆας. 10.526οἳ δ̓ ὅτε δή ῥ̓ ἵκανον ὅθι σκοπὸν Ἕκτορος ἔκταν, 10.527ἔνθ̓ Ὀδυσεὺς μὲν ἔρυξε Διῒ φίλος ὠκέας ἵππους, 10.528Τυδεΐδης δὲ χαμᾶζε θορὼν ἔναρα βροτόεντα 10.529ἐν χείρεσσ̓ Ὀδυσῆϊ τίθει, ἐπεβήσετο δ̓ ἵππων· 10.530μάστιξεν δ̓ ἵππους, τὼ δ̓ οὐκ ἀέκοντε πετέσθην 10.531νῆας ἔπι γλαφυράς· τῇ γὰρ φίλον ἔπλετο θυμῷ. 10.532Νέστωρ δὲ πρῶτος κτύπον ἄϊε φώνησέν τε· 10.533ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες 10.534ψεύσομαι, ἦ ἔτυμον ἐρέω; κέλεται δέ με θυμός. 10.535ἵππων μ̓ ὠκυπόδων ἀμφὶ κτύπος οὔατα βάλλει. 10.536αἲ γὰρ δὴ Ὀδυσεύς τε καὶ ὃ κρατερὸς Διομήδης 10.537ὧδ̓ ἄφαρ ἐκ Τρώων ἐλασαίατο μώνυχας ἵππους· 10.538ἀλλ̓ αἰνῶς δείδοικα κατὰ φρένα μή τι πάθωσιν 10.539Ἀργείων οἳ ἄριστοι ὑπὸ Τρώων ὀρυμαγδοῦ. 10.540οὔ πω πᾶν εἴρητο ἔπος ὅτ̓ ἄῤ ἤλυθον αὐτοί. 10.541καί ῥ̓ οἳ μὲν κατέβησαν ἐπὶ χθόνα, τοὶ δὲ χαρέντες 10.542δεξιῇ ἠσπάζοντο ἔπεσσί τε μειλιχίοισι· 10.543πρῶτος δ̓ ἐξερέεινε Γερήνιος ἱππότα Νέστωρ· 10.544εἴπ̓ ἄγε μ̓ ὦ πολύαιν̓ Ὀδυσεῦ μέγα κῦδος Ἀχαιῶν 10.545ὅππως τοῦσδ̓ ἵππους λάβετον καταδύντες ὅμιλον 10.546Τρώων, ἦ τίς σφωε πόρεν θεὸς ἀντιβολήσας. 10.547αἰνῶς ἀκτίνεσσιν ἐοικότες ἠελίοιο. 10.548αἰεὶ μὲν Τρώεσσ̓ ἐπιμίσγομαι, οὐ δέ τί φημι 10.549μιμνάζειν παρὰ νηυσὶ γέρων περ ἐὼν πολεμιστής· 10.550ἀλλ̓ οὔ πω τοίους ἵππους ἴδον οὐ δὲ νόησα. 10.551ἀλλά τιν̓ ὔμμ̓ ὀΐω δόμεναι θεὸν ἀντιάσαντα· 10.552ἀμφοτέρω γὰρ σφῶϊ φιλεῖ νεφεληγερέτα Ζεὺς 10.553κούρη τ̓ αἰγιόχοιο Διὸς γλαυκῶπις Ἀθήνη. 10.554τὸν δ̓ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· 10.555ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν 10.556ῥεῖα θεός γ̓ ἐθέλων καὶ ἀμείνονας ἠέ περ οἵδε 10.557ἵππους δωρήσαιτ̓, ἐπεὶ ἢ πολὺ φέρτεροί εἰσιν. 10.558ἵπποι δ̓ οἵδε γεραιὲ νεήλυδες οὓς ἐρεείνεις 10.559Θρηΐκιοι· τὸν δέ σφιν ἄνακτ̓ ἀγαθὸς Διομήδης 10.560ἔκτανε, πὰρ δ̓ ἑτάρους δυοκαίδεκα πάντας ἀρίστους. 10.561τὸν τρισκαιδέκατον σκοπὸν εἵλομεν ἐγγύθι νηῶν, 10.562τόν ῥα διοπτῆρα στρατοῦ ἔμμεναι ἡμετέροιο 10.563Ἕκτωρ τε προέηκε καὶ ἄλλοι Τρῶες ἀγαυοί. 10.564ὣς εἰπὼν τάφροιο διήλασε μώνυχας ἵππους 10.565καγχαλόων· ἅμα δ̓ ἄλλοι ἴσαν χαίροντες Ἀχαιοί. 10.566οἳ δ̓ ὅτε Τυδεΐδεω κλισίην εὔτυκτον ἵκοντο, 10.567ἵππους μὲν κατέδησαν ἐϋτμήτοισιν ἱμᾶσι 10.568φάτνῃ ἐφ̓ ἱππείῃ, ὅθι περ Διομήδεος ἵπποι 10.569ἕστασαν ὠκύποδες μελιηδέα πυρὸν ἔδοντες· 10.570νηῒ δ̓ ἐνὶ πρυμνῇ ἔναρα βροτόεντα Δόλωνος 10.571θῆκ̓ Ὀδυσεύς, ὄφῤ ἱρὸν ἑτοιμασσαίατ̓ Ἀθήνῃ. 10.572αὐτοὶ δ̓ ἱδρῶ πολλὸν ἀπενίζοντο θαλάσσῃ 10.573ἐσβάντες κνήμας τε ἰδὲ λόφον ἀμφί τε μηρούς. 10.574αὐτὰρ ἐπεί σφιν κῦμα θαλάσσης ἱδρῶ πολλὸν 10.575νίψεν ἀπὸ χρωτὸς καὶ ἀνέψυχθεν φίλον ἦτορ, 10.576ἔς ῥ̓ ἀσαμίνθους βάντες ἐϋξέστας λούσαντο. 10.577τὼ δὲ λοεσσαμένω καὶ ἀλειψαμένω λίπ̓ ἐλαίῳ 10.578δείπνῳ ἐφιζανέτην, ἀπὸ δὲ κρητῆρος Ἀθήνῃ 10.579πλείου ἀφυσσόμενοι λεῖβον μελιηδέα οἶνον.