ILIAD Elucidated - Book 15

15.1αὐτὰρ ἐπεὶ διά τε σκόλοπας καὶ τάφρον ἔβησαν 15.2φεύγοντες, πολλοὶ δὲ δάμεν Δαναῶν ὑπὸ χερσίν, 15.3οἳ μὲν δὴ παῤ ὄχεσφιν ἐρητύοντο μένοντες 15.4χλωροὶ ὑπαὶ δείους πεφοβημένοι· ἔγρετο δὲ Ζεὺς 15.5Ἴδης ἐν κορυφῇσι παρὰ χρυσοθρόνου Ἥρης, 15.6στῆ δ̓ ἄῤ ἀναΐξας, ἴδε δὲ Τρῶας καὶ Ἀχαιοὺς 15.7τοὺς μὲν ὀρινομένους, τοὺς δὲ κλονέοντας ὄπισθεν 15.8Ἀργείους, μετὰ δέ σφι Ποσειδάωνα ἄνακτα· 15.9Ἕκτορα δ̓ ἐν πεδίῳ ἴδε κείμενον, ἀμφὶ δ̓ ἑταῖροι 15.10εἵαθ̓, δ̓ ἀργαλέῳ ἔχετ̓ ἄσθματι κῆρ ἀπινύσσων 15.11αἷμ̓ ἐμέων, ἐπεὶ οὔ μιν ἀφαυρότατος βάλ̓ Ἀχαιῶν. 15.12τὸν δὲ ἰδὼν ἐλέησε πατὴρ ἀνδρῶν τε θεῶν τε, 15.13δεινὰ δ̓ ὑπόδρα ἰδὼν Ἥρην πρὸς μῦθον ἔειπεν· 15.14ἦ μάλα δὴ κακότεχνος ἀμήχανε σὸς δόλος Ἥρη 15.15Ἕκτορα δῖον ἔπαυσε μάχης, ἐφόβησε δὲ λαούς. 15.16οὐ μὰν οἶδ̓ εἰ αὖτε κακορραφίης ἀλεγεινῆς 15.17πρώτη ἐπαύρηαι καί σε πληγῇσιν ἱμάσσω. 15.18ἦ οὐ μέμνῃ ὅτε τ̓ ἐκρέμω ὑψόθεν, ἐκ δὲ ποδοῖιν 15.19ἄκμονας ἧκα δύω, περὶ χερσὶ δὲ δεσμὸν ἴηλα 15.20χρύσεον ἄρρηκτον; σὺ δ̓ ἐν αἰθέρι καὶ νεφέλῃσιν 15.21ἐκρέμω· ἠλάστεον δὲ θεοὶ κατὰ μακρὸν Ὄλυμπον, 15.22λῦσαι δ̓ οὐκ ἐδύναντο παρασταδόν· ὃν δὲ λάβοιμι 15.23ῥίπτασκον τεταγὼν ἀπὸ βηλοῦ ὄφῤ ἂν ἵκηται 15.24γῆν ὀλιγηπελέων· ἐμὲ δ̓ οὐ δ̓ ὧς θυμὸν ἀνίει 15.25ἀζηχὴς ὀδύνη Ἡρακλῆος θείοιο, 15.26τὸν σὺ ξὺν Βορέῃ ἀνέμῳ πεπιθοῦσα θυέλλας 15.27πέμψας ἐπ̓ ἀτρύγετον πόντον κακὰ μητιόωσα, 15.28καί μιν ἔπειτα Κόων δ̓ εὖ ναιομένην ἀπένεικας. 15.29τὸν μὲν ἐγὼν ἔνθεν ῥυσάμην καὶ ἀνήγαγον αὖτις 15.30Ἄργος ἐς ἱππόβοτον καὶ πολλά περ ἀθλήσαντα. 15.31τῶν σ̓ αὖτις μνήσω ἵν̓ ἀπολλήξῃς ἀπατάων, 15.32ὄφρα ἴδῃ ἤν τοι χραίσμῃ φιλότης τε καὶ εὐνή, 15.33ἣν ἐμίγης ἐλθοῦσα θεῶν ἄπο καί μ̓ ἀπάτησας. 15.34ὣς φάτο, ῥίγησεν δὲ βοῶπις πότνια Ἥρη, 15.35καί μιν φωνήσασ̓ ἔπεα πτερόεντα προσηύδα· 15.36ἴστω νῦν τόδε Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθε 15.37καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅς τε μέγιστος 15.38ὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσι, 15.39σή θ̓ ἱερὴ κεφαλὴ καὶ νωΐτερον λέχος αὐτῶν 15.40κουρίδιον, τὸ μὲν οὐκ ἂν ἐγώ ποτε μὰψ ὀμόσαιμι· 15.41μὴ δἰ ἐμὴν ἰότητα Ποσειδάων ἐνοσίχθων 15.42πημαίνει Τρῶάς τε καὶ Ἕκτορα, τοῖσι δ̓ ἀρήγει, 15.43ἀλλά που αὐτὸν θυμὸς ἐποτρύνει καὶ ἀνώγει, 15.44τειρομένους δ̓ ἐπὶ νηυσὶν ἰδὼν ἐλέησεν Ἀχαιούς. 15.45αὐτάρ τοι καὶ κείνῳ ἐγὼ παραμυθησαίμην 15.46τῇ ἴμεν ᾗ κεν δὴ σὺ κελαινεφὲς ἡγεμονεύῃς. 15.47ὣς φάτο, μείδησεν δὲ πατὴρ ἀνδρῶν τε θεῶν τε, 15.48καί μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα· 15.49εἰ μὲν δὴ σύ γ̓ ἔπειτα βοῶπις πότνια Ἥρη 15.50ἶσον ἐμοὶ φρονέουσα μετ̓ ἀθανάτοισι καθίζοις, 15.51τώ κε Ποσειδάων γε, καὶ εἰ μάλα βούλεται ἄλλῃ, 15.52αἶψα μεταστρέψειε νόον μετὰ σὸν καὶ ἐμὸν κῆρ. 15.53ἀλλ̓ εἰ δή ῥ̓ ἐτεόν γε καὶ ἀτρεκέως ἀγορεύεις, 15.54ἔρχεο νῦν μετὰ φῦλα θεῶν, καὶ δεῦρο κάλεσσον 15.55Ἶρίν τ̓ ἐλθέμεναι καὶ Ἀπόλλωνα κλυτότοξον, 15.56ὄφῤ μὲν μετὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων 15.57ἔλθῃ, καὶ εἴπῃσι Ποσειδάωνι ἄνακτι 15.58παυσάμενον πολέμοιο τὰ πρὸς δώμαθ̓ ἱκέσθαι, 15.59Ἕκτορα δ̓ ὀτρύνῃσι μάχην ἐς Φοῖβος Ἀπόλλων, 15.60αὖτις δ̓ ἐμπνεύσῃσι μένος, λελάθῃ δ̓ ὀδυνάων 15.61αἳ νῦν μιν τείρουσι κατὰ φρένας, αὐτὰρ Ἀχαιοὺς 15.62αὖτις ἀποστρέψῃσιν ἀνάλκιδα φύζαν ἐνόρσας, 15.63φεύγοντες δ̓ ἐν νηυσὶ πολυκλήϊσι πέσωσι 15.64Πηλεΐδεω Ἀχιλῆος· δ̓ ἀνστήσει ὃν ἑταῖρον 15.65Πάτροκλον· τὸν δὲ κτενεῖ ἔγχεϊ φαίδιμος Ἕκτωρ 15.66Ἰλίου προπάροιθε πολέας ὀλέσαντ̓ αἰζηοὺς 15.67τοὺς ἄλλους, μετὰ δ̓ υἱὸν ἐμὸν Σαρπηδόνα δῖον. 15.68τοῦ δὲ χολωσάμενος κτενεῖ Ἕκτορα δῖος Ἀχιλλεύς. 15.69ἐκ τοῦ δ̓ ἄν τοι ἔπειτα παλίωξιν παρὰ νηῶν 15.70αἰὲν ἐγὼ τεύχοιμι διαμπερὲς εἰς κ̓ Ἀχαιοὶ 15.71Ἴλιον αἰπὺ ἕλοιεν Ἀθηναίης διὰ βουλάς. 15.72τὸ πρὶν δ̓ οὔ τ̓ ἄῤ ἐγὼ παύω χόλον οὔτέ τιν̓ ἄλλον 15.73ἀθανάτων Δαναοῖσιν ἀμυνέμεν ἐνθάδ̓ ἐάσω 15.74πρίν γε τὸ Πηλεΐδαο τελευτηθῆναι ἐέλδωρ, 15.75ὥς οἱ ὑπέστην πρῶτον, ἐμῷ δ̓ ἐπένευσα κάρητι, 15.76ἤματι τῷ ὅτ̓ ἐμεῖο θεὰ Θέτις ἥψατο γούνων, 15.77λισσομένη τιμῆσαι Ἀχιλλῆα πτολίπορθον. 15.78ὣς ἔφατ̓, οὐ δ̓ ἀπίθησε θεὰ λευκώλενος Ἥρη, 15.79βῆ δ̓ ἐξ Ἰδαίων ὀρέων ἐς μακρὸν Ὄλυμπον. 15.80ὡς δ̓ ὅτ̓ ἂν ἀΐξῃ νόος ἀνέρος, ὅς τ̓ ἐπὶ πολλὴν 15.81γαῖαν ἐληλουθὼς φρεσὶ πευκαλίμῃσι νοήσῃ 15.82ἔνθ̓ εἴην ἢ ἔνθα, μενοινήῃσί τε πολλά, 15.83ὣς κραιπνῶς μεμαυῖα διέπτατο πότνια Ἥρη· 15.84ἵκετο δ̓ αἰπὺν Ὄλυμπον, ὁμηγερέεσσι δ̓ ἐπῆλθεν 15.85ἀθανάτοισι θεοῖσι Διὸς δόμῳ· οἳ δὲ ἰδόντες 15.86πάντες ἀνήϊξαν καὶ δεικανόωντο δέπασσιν. 15.87 δ̓ ἄλλους μὲν ἔασε, Θέμιστι δὲ καλλιπαρῄῳ 15.88δέκτο δέπας· πρώτη γὰρ ἐναντίη ἦλθε θέουσα, 15.89καί μιν φωνήσασ̓ ἔπεα πτερόεντα προσηύδα· 15.90Ἥρη τίπτε βέβηκας; ἀτυζομένῃ δὲ ἔοικας· 15.91ἦ μάλα δή σ̓ ἐφόβησε Κρόνου πάϊς, ὅς τοι ἀκοίτης. 15.92τὴν δ̓ ἠμείβετ̓ ἔπειτα θεὰ λευκώλενος Ἥρη· 15.93μή με θεὰ Θέμι ταῦτα διείρεο· οἶσθα καὶ αὐτὴ 15.94οἷος κείνου θυμὸς ὑπερφίαλος καὶ ἀπηνής. 15.95ἀλλὰ σύ γ̓ ἄρχε θεοῖσι δόμοις ἔνι δαιτὸς ἐΐσης· 15.96ταῦτα δὲ καὶ μετὰ πᾶσιν ἀκούσεαι ἀθανάτοισιν 15.97οἷα Ζεὺς κακὰ ἔργα πιφαύσκεται· οὐ δέ τί φημι 15.98πᾶσιν ὁμῶς θυμὸν κεχαρησέμεν, οὔ τε βροτοῖσιν 15.99οὔ τε θεοῖς, εἴ πέρ τις ἔτι νῦν δαίνυται εὔφρων. 15.100 μὲν ἄῤ ὣς εἰποῦσα καθέζετο πότνια Ἥρη, 15.101ὄχθησαν δ̓ ἀνὰ δῶμα Διὸς θεοί· δ̓ ἐγέλασσε 15.102χείλεσιν, οὐ δὲ μέτωπον ἐπ̓ ὀφρύσι κυανέῃσιν 15.103ἰάνθη· πᾶσιν δὲ νεμεσσηθεῖσα μετηύδα· 15.104νήπιοι οἳ Ζηνὶ μενεαίνομεν ἀφρονέοντες· 15.105ἦ ἔτι μιν μέμαμεν καταπαυσέμεν ἆσσον ἰόντες 15.106ἔπει ἠὲ βίῃ· δ̓ ἀφήμενος οὐκ ἀλεγίζει 15.107οὐ δ̓ ὄθεται· φησὶν γὰρ ἐν ἀθανάτοισι θεοῖσι 15.108κάρτεΐ τε σθένεΐ τε διακριδὸν εἶναι ἄριστος. 15.109τὼ ἔχεθ̓ ὅττί κεν ὔμμι κακὸν πέμπῃσιν ἑκάστῳ. 15.110ἤδη γὰρ νῦν ἔλπομ̓ Ἄρηΐ γε πῆμα τετύχθαι· 15.111υἱὸς γάρ οἱ ὄλωλε μάχῃ ἔνι φίλτατος ἀνδρῶν 15.112Ἀσκάλαφος, τόν φησιν ὃν ἔμμεναι ὄβριμος Ἄρης. 15.113ὣς ἔφατ̓, αὐτὰρ Ἄρης θαλερὼ πεπλήγετο μηρὼ 15.114χερσὶ καταπρηνέσσ̓, ὀλοφυρόμενος δ̓ ἔπος ηὔδα· 15.115μὴ νῦν μοι νεμεσήσετ̓ Ὀλύμπια δώματ̓ ἔχοντες 15.116τίσασθαι φόνον υἷος ἰόντ̓ ἐπὶ νῆας Ἀχαιῶν, 15.117εἴ πέρ μοι καὶ μοῖρα Διὸς πληγέντι κεραυνῷ 15.118κεῖσθαι ὁμοῦ νεκύεσσι μεθ̓ αἵματι καὶ κονίῃσιν. 15.119ὣς φάτο, καί ῥ̓ ἵππους κέλετο Δεῖμόν τε Φόβον τε 15.120ζευγνύμεν, αὐτὸς δ̓ ἔντἐ ἐδύσετο παμφανόωντα. 15.121ἔνθά κ̓ ἔτι μείζων τε καὶ ἀργαλεώτερος ἄλλος 15.122πὰρ Διὸς ἀθανάτοισι χόλος καὶ μῆνις ἐτύχθη, 15.123εἰ μὴ Ἀθήνη πᾶσι περιδείσασα θεοῖσιν 15.124ὦρτο διὲκ προθύρου, λίπε δὲ θρόνον ἔνθα θάασσε, 15.125τοῦ δ̓ ἀπὸ μὲν κεφαλῆς κόρυθ̓ εἵλετο καὶ σάκος ὤμων, 15.126ἔγχος δ̓ ἔστησε στιβαρῆς ἀπὸ χειρὸς ἑλοῦσα 15.127χάλκεον· δ̓ ἐπέεσσι καθάπτετο θοῦρον Ἄρηα· 15.128μαινόμενε φρένας ἠλὲ διέφθορας· ἦ νύ τοι αὔτως 15.129οὔατ̓ ἀκουέμεν ἐστί, νόος δ̓ ἀπόλωλε καὶ αἰδώς. 15.130οὐκ ἀΐεις τέ φησι θεὰ λευκώλενος Ἥρη 15.131 δὴ νῦν πὰρ Ζηνὸς Ὀλυμπίου εἰλήλουθεν; 15.132ἐθέλεις αὐτὸς μὲν ἀναπλήσας κακὰ πολλὰ 15.133ἂψ ἴμεν Οὔλυμπον δὲ καὶ ἀχνύμενός περ ἀνάγκῃ, 15.134αὐτὰρ τοῖς ἄλλοισι κακὸν μέγα πᾶσι φυτεῦσαι; 15.135αὐτίκα γὰρ Τρῶας μὲν ὑπερθύμους καὶ Ἀχαιοὺς 15.136λείψει, δ̓ ἡμέας εἶσι κυδοιμήσων ἐς Ὄλυμπον, 15.137μάρψει δ̓ ἑξείης ὅς τ̓ αἴτιος ὅς τε καὶ οὐκί. 15.138τώ σ̓ αὖ νῦν κέλομαι μεθέμεν χόλον υἷος ἑῆος· 15.139ἤδη γάρ τις τοῦ γε βίην καὶ χεῖρας ἀμείνων 15.140πέφατ̓, ἢ καὶ ἔπειτα πεφήσεται· ἀργαλέον δὲ 15.141πάντων ἀνθρώπων ῥῦσθαι γενεήν τε τόκον τε. 15.142ὣς εἰποῦσ̓ ἵδρυσε θρόνῳ ἔνι θοῦρον Ἄρηα. 15.143Ἥρη δ̓ Ἀπόλλωνα καλέσσατο δώματος ἐκτὸς 15.144Ἶρίν θ̓, τε θεοῖσι μετάγγελος ἀθανάτοισι, 15.145καί σφεας φωνήσασ̓ ἔπεα πτερόεντα προσηύδα· 15.146Ζεὺς σφὼ εἰς Ἴδην κέλετ̓ ἐλθέμεν ὅττι τάχιστα· 15.147αὐτὰρ ἐπὴν ἔλθητε, Διός τ̓ εἰς ὦπα ἴδησθε, 15.148ἕρδειν ὅττί κε κεῖνος ἐποτρύνῃ καὶ ἀνώγῃ. 15.149 μὲν ἄῤ ὣς εἰποῦσα πάλιν κίε πότνια Ἥρη, 15.150ἕζετο δ̓ εἰνὶ θρόνῳ· τὼ δ̓ ἀΐξαντε πετέσθην. 15.151Ἴδην δ̓ ἵκανον πολυπίδακα μητέρα θηρῶν, 15.152εὗρον δ̓ εὐρύοπα Κρονίδην ἀνὰ Γαργάρῳ ἄκρῳ 15.153ἥμενον· ἀμφὶ δέ μιν θυόεν νέφος ἐστεφάνωτο. 15.154τὼ δὲ πάροιθ̓ ἐλθόντε Διὸς νεφεληγερέταο 15.155στήτην· οὐ δέ σφωϊν ἰδὼν ἐχολώσατο θυμῷ, 15.156ὅττί οἱ ὦκ̓ ἐπέεσσι φίλης ἀλόχοιο πιθέσθην. 15.157Ἶριν δὲ προτέρην ἔπεα πτερόεντα προσηύδα· 15.158βάσκ̓ ἴθι Ἶρι ταχεῖα, Ποσειδάωνι ἄνακτι 15.159πάντα τάδ̓ ἀγγεῖλαι, μὴ δὲ ψευδάγγελος εἶναι. 15.160παυσάμενόν μιν ἄνωχθι μάχης ἠδὲ πτολέμοιο 15.161ἔρχεσθαι μετὰ φῦλα θεῶν ἢ εἰς ἅλα δῖαν. 15.162εἰ δέ μοι οὐκ ἐπέεσσ̓ ἐπιπείσεται, ἀλλ̓ ἀλογήσει, 15.163φραζέσθω δὴ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν 15.164μή μ̓ οὐ δὲ κρατερός περ ἐὼν ἐπιόντα ταλάσσῃ 15.165μεῖναι, ἐπεί εὑ φημὶ βίῃ πολὺ φέρτερος εἶναι 15.166καὶ γενεῇ πρότερος· τοῦ δ̓ οὐκ ὄθεται φίλον ἦτορ 15.167ἶσον ἐμοὶ φάσθαι, τόν τε στυγέουσι καὶ ἄλλοι. 15.168ὣς ἔφατ̓, οὐ δ̓ ἀπίθησε ποδήνεμος ὠκέα Ἶρις, 15.169βῆ δὲ κατ̓ Ἰδαίων ὀρέων εἰς Ἴλιον ἱρήν. 15.170ὡς δ̓ ὅτ̓ ἂν ἐκ νεφέων πτῆται νιφὰς ἠὲ χάλαζα 15.171ψυχρὴ ὑπὸ ῥιπῆς αἰθρηγενέος Βορέαο, 15.172ὣς κραιπνῶς μεμαυῖα διέπτατο ὠκέα Ἶρις, 15.173ἀγχοῦ δ̓ ἱσταμένη προσέφη κλυτὸν ἐννοσίγαιον· 15.174ἀγγελίην τινά τοι γαιήοχε κυανοχαῖτα 15.175ἦλθον δεῦρο φέρουσα παραὶ Διὸς αἰγιόχοιο. 15.176παυσάμενόν σ̓ ἐκέλευσε μάχης ἠδὲ πτολέμοιο 15.177ἔρχεσθαι μετὰ φῦλα θεῶν ἢ εἰς ἅλα δῖαν. 15.178εἰ δέ οἱ οὐκ ἐπέεσσ̓ ἐπιπείσεαι, ἀλλ̓ ἀλογήσεις, 15.179ἠπείλει καὶ κεῖνος ἐναντίβιον πολεμίξων 15.180ἐνθάδ̓ ἐλεύσεσθαι· σὲ δ̓ ὑπεξαλέασθαι ἄνωγε 15.181χεῖρας, ἐπεὶ σέο φησὶ βίῃ πολὺ φέρτερος εἶναι 15.182καὶ γενεῇ πρότερος· σὸν δ̓ οὐκ ὄθεται φίλον ἦτορ 15.183ἶσόν οἱ φάσθαι, τόν τε στυγέουσι καὶ ἄλλοι. 15.184τὴν δὲ μέγ̓ ὀχθήσας προσέφη κλυτὸς ἐννοσίγαιος· 15.185ὢ πόποι ἦ ῥ̓ ἀγαθός περ ἐὼν ὑπέροπλον ἔειπεν 15.186εἴ μ̓ ὁμότιμον ἐόντα βίῃ ἀέκοντα καθέξει. 15.187τρεῖς γάρ τ̓ ἐκ Κρόνου εἰμὲν ἀδελφεοὶ οὓς τέκετο Ῥέα 15.188Ζεὺς καὶ ἐγώ, τρίτατος δ̓ Ἀΐδης ἐνέροισιν ἀνάσσων. 15.189τριχθὰ δὲ πάντα δέδασται, ἕκαστος δ̓ ἔμμορε τιμῆς· 15.190ἤτοι ἐγὼν ἔλαχον πολιὴν ἅλα ναιέμεν αἰεὶ 15.191παλλομένων, Ἀΐδης δ̓ ἔλαχε ζόφον ἠερόεντα, 15.192Ζεὺς δ̓ ἔλαχ̓ οὐρανὸν εὐρὺν ἐν αἰθέρι καὶ νεφέλῃσι· 15.193γαῖα δ̓ ἔτι ξυνὴ πάντων καὶ μακρὸς Ὄλυμπος. 15.194τώ ῥα καὶ οὔ τι Διὸς βέομαι φρεσίν, ἀλλὰ ἕκηλος 15.195καὶ κρατερός περ ἐὼν μενέτω τριτάτῃ ἐνὶ μοίρῃ. 15.196χερσὶ δὲ μή τί με πάγχυ κακὸν ὣς δειδισσέσθω· 15.197θυγατέρεσσιν γάρ τε καὶ υἱάσι βέλτερον εἴη 15.198ἐκπάγλοις ἐπέεσσιν ἐνισσέμεν οὓς τέκεν αὐτός, 15.199οἵ ἑθεν ὀτρύνοντος ἀκούσονται καὶ ἀνάγκῃ. 15.200τὸν δ̓ ἠμείβετ̓ ἔπειτα ποδήνεμος ὠκέα Ἶρις· 15.201οὕτω γὰρ δή τοι γαιήοχε κυανοχαῖτα 15.202τόνδε φέρω Διὶ μῦθον ἀπηνέα τε κρατερόν τε, 15.203τι μεταστρέψεις; στρεπταὶ μέν τε φρένες ἐσθλῶν. 15.204οἶσθ̓ ὡς πρεσβυτέροισιν Ἐρινύες αἰὲν ἕπονται. 15.205τὴν δ̓ αὖτε προσέειπε Ποσειδάων ἐνοσίχθων· 15.206Ἶρι θεὰ μάλα τοῦτο ἔπος κατὰ μοῖραν ἔειπες· 15.207ἐσθλὸν καὶ τὸ τέτυκται ὅτ̓ ἄγγελος αἴσιμα εἰδῇ. 15.208ἀλλὰ τόδ̓ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει 15.209ὁππότ̓ ἂν ἰσόμορον καὶ ὁμῇ πεπρωμένον αἴσῃ 15.210νεικείειν ἐθέλῃσι χολωτοῖσιν ἐπέεσσιν. 15.211ἀλλ̓ ἤτοι νῦν μέν κε νεμεσσηθεὶς ὑποείξω· 15.212ἄλλο δέ τοι ἐρέω, καὶ ἀπειλήσω τό γε θυμῷ· 15.213αἴ κεν ἄνευ ἐμέθεν καὶ Ἀθηναίης ἀγελείης 15.214Ἥρης Ἑρμείω τε καὶ Ἡφαίστοιο ἄνακτος 15.215Ἰλίου αἰπεινῆς πεφιδήσεται, οὐ δ̓ ἐθελήσει 15.216ἐκπέρσαι, δοῦναι δὲ μέγα κράτος Ἀργείοισιν, 15.217ἴστω τοῦθ̓ ὅτι νῶϊν ἀνήκεστος χόλος ἔσται. 15.218ὣς εἰπὼν λίπε λαὸν Ἀχαιϊκὸν ἐννοσίγαιος, 15.219δῦνε δὲ πόντον ἰών, πόθεσαν δ̓ ἥρωες Ἀχαιοί. 15.220καὶ τότ̓ Ἀπόλλωνα προσέφη νεφεληγερέτα Ζεύς· 15.221ἔρχεο νῦν φίλε Φοῖβε μεθ̓ Ἕκτορα χαλκοκορυστήν· 15.222ἤδη μὲν γάρ τοι γαιήοχος ἐννοσίγαιος 15.223οἴχεται εἰς ἅλα δῖαν ἀλευάμενος χόλον αἰπὺν 15.224ἡμέτερον· μάλα γάρ κε μάχης ἐπύθοντο καὶ ἄλλοι, 15.225οἵ περ ἐνέρτεροί εἰσι θεοὶ Κρόνον ἀμφὶς ἐόντες. 15.226ἀλλὰ τόδ̓ ἠμὲν ἐμοὶ πολὺ κέρδιον ἠδέ οἱ αὐτῷ 15.227ἔπλετο, ὅττι πάροιθε νεμεσσηθεὶς ὑπόειξε 15.228χεῖρας ἐμάς, ἐπεὶ οὔ κεν ἀνιδρωτί γ̓ ἐτελέσθη. 15.229ἀλλὰ σύ γ̓ ἐν χείρεσσι λάβ̓ αἰγίδα θυσσανόεσσαν, 15.230τῇ μάλ̓ ἐπισσείων φοβέειν ἥρωας Ἀχαιούς· 15.231σοὶ δ̓ αὐτῷ μελέτω ἑκατηβόλε φαίδιμος Ἕκτωρ· 15.232τόφρα γὰρ οὖν οἱ ἔγειρε μένος μέγα, ὄφῤ ἂν Ἀχαιοὶ 15.233φεύγοντες νῆάς τε καὶ Ἑλλήσποντον ἵκωνται. 15.234κεῖθεν δ̓ αὐτὸς ἐγὼ φράσομαι ἔργον τε ἔπος τε, 15.235ὥς κε καὶ αὖτις Ἀχαιοὶ ἀναπνεύσωσι πόνοιο. 15.236ὣς ἔφατ̓, οὐ δ̓ ἄρα πατρὸς ἀνηκούστησεν Ἀπόλλων, 15.237βῆ δὲ κατ̓ Ἰδαίων ὀρέων ἴρηκι ἐοικὼς 15.238ὠκέϊ φασσοφόνῳ, ὅς τ̓ ὤκιστος πετεηνῶν. 15.239εὗῤ υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον 15.240ἥμενον, οὐ δ̓ ἔτι κεῖτο, νέον δ̓ ἐσαγείρετο θυμόν, 15.241ἀμφὶ γιγνώσκων ἑτάρους· ἀτὰρ ἆσθμα καὶ ἱδρὼς 15.242παύετ̓, ἐπεί μιν ἔγειρε Διὸς νόος αἰγιόχοιο. 15.243ἀγχοῦ δ̓ ἱστάμενος προσέφη ἑκάεργος Ἀπόλλων· 15.244Ἕκτορ υἱὲ Πριάμοιο, τί ἢ δὲ σὺ νόσφιν ἀπ̓ ἄλλων 15.245ἧσ̓ ὀλιγηπελέων; ἦ πού τί σε κῆδος ἱκάνει; 15.246τὸν δ̓ ὀλιγοδρανέων προσέφη κορυθαίολος Ἕκτωρ· 15.247τίς δὲ σύ ἐσσι φέριστε θεῶν ὅς μ̓ εἴρεαι ἄντην; 15.248οὐκ ἀΐεις με νηυσὶν ἔπι πρυμνῇσιν Ἀχαιῶν 15.249οὓς ἑτάρους ὀλέκοντα βοὴν ἀγαθὸς βάλεν Αἴας 15.250χερμαδίῳ πρὸς στῆθος, ἔπαυσε δὲ θούριδος ἀλκῆς; 15.251καὶ δὴ ἔγωγ̓ ἐφάμην νέκυας καὶ δῶμ̓ Ἀΐδαο 15.252ἤματι τῷδ̓ ἵξεσθαι, ἐπεὶ φίλον ἄϊον ἦτορ. 15.253τὸν δ̓ αὖτε προσέειπεν ἄναξ ἑκάεργος Ἀπόλλων· 15.254θάρσει νῦν· τοῖόν τοι ἀοσσητῆρα Κρονίων 15.255ἐξ Ἴδης προέηκε παρεστάμεναι καὶ ἀμύνειν 15.256Φοῖβον Ἀπόλλωνα χρυσάορον, ὅς σε πάρος περ 15.257ῥύομ̓, ὁμῶς αὐτόν τε καὶ αἰπεινὸν πτολίεθρον. 15.258ἀλλ̓ ἄγε νῦν ἱππεῦσιν ἐπότρυνον πολέεσσι 15.259νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν ὠκέας ἵππους· 15.260αὐτὰρ ἐγὼ προπάροιθε κιὼν ἵπποισι κέλευθον 15.261πᾶσαν λειανέω, τρέψω δ̓ ἥρωας Ἀχαιούς. 15.262ὣς εἰπὼν ἔμπνευσε μένος μέγα ποιμένι λαῶν. 15.263ὡς δ̓ ὅτε τις στατὸς ἵππος ἀκοστήσας ἐπὶ φάτνῃ 15.264δεσμὸν ἀπορρήξας θείῃ πεδίοιο κροαίνων 15.265εἰωθὼς λούεσθαι ἐϋρρεῖος ποταμοῖο 15.266κυδιόων· ὑψοῦ δὲ κάρη ἔχει, ἀμφὶ δὲ χαῖται 15.267ὤμοις ἀΐσσονται· δ̓ ἀγλαΐηφι πεποιθὼς 15.268ῥίμφά γοῦνα φέρει μετά τ̓ ἤθεα καὶ νομὸν ἵππων· 15.269ὣς Ἕκτωρ λαιψηρὰ πόδας καὶ γούνατ̓ ἐνώμα 15.270ὀτρύνων ἱππῆας, ἐπεὶ θεοῦ ἔκλυεν αὐδήν. 15.271οἳ δ̓ ὥς τ̓ ἢ ἔλαφον κεραὸνἄγριον αἶγα 15.272ἐσσεύαντο κύνες τε καὶ ἀνέρες ἀγροιῶται· 15.273τὸν μέν τ̓ ἠλίβατος πέτρη καὶ δάσκιος ὕλη 15.274εἰρύσατ̓, οὐ δ̓ ἄρα τέ σφι κιχήμεναι αἴσιμον ἦεν· 15.275τῶν δέ θ̓ ὑπὸ ἰαχῆς ἐφάνη λὶς ἠϋγένειος 15.276εἰς ὁδόν, αἶψα δὲ πάντας ἀπέτραπε καὶ μεμαῶτας· 15.277ὣς Δαναοὶ εἷος μὲν ὁμιλαδὸν αἰὲν ἕποντο 15.278νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν· 15.279αὐτὰρ ἐπεὶ ἴδον Ἕκτοῤ ἐποιχόμενον στίχας ἀνδρῶν 15.280τάρβησαν, πᾶσιν δὲ παραὶ ποσὶ κάππεσε θυμός. 15.281τοῖσι δ̓ ἔπειτ̓ ἀγόρευε Θόας Ἀνδραίμονος υἱός, 15.282Αἰτωλῶν ὄχ̓ ἄριστος ἐπιστάμενος μὲν ἄκοντι 15.283ἐσθλὸς δ̓ ἐν σταδίῃ· ἀγορῇ δέ παῦροι Ἀχαιῶν 15.284νίκων, ὁππότε κοῦροι ἐρίσσειαν περὶ μύθων· 15.285 σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν· 15.286ὢ πόποι ἦ μέγα θαῦμα τόδ̓ ὀφθαλμοῖσιν ὁρῶμαι, 15.287οἷον δ̓ αὖτ̓ ἐξαῦτις ἀνέστη κῆρας ἀλύξας 15.288Ἕκτωρ· ἦ θήν μιν μάλα ἔλπετο θυμὸς ἑκάστου 15.289χερσὶν ὑπ̓ Αἴαντος θανέειν Τελαμωνιάδαο. 15.290ἀλλά τις αὖτε θεῶν ἐρρύσατο καὶ ἐσάωσεν 15.291Ἕκτοῤ, δὴ πολλῶν Δαναῶν ὑπὸ γούνατ̓ ἔλυσεν, 15.292ὡς καὶ νῦν ἔσσεσθαι ὀΐομαι· οὐ γὰρ ἄτερ γε 15.293Ζηνὸς ἐριγδούπου πρόμος ἵσταται ὧδε μενοινῶν. 15.294ἀλλ̓ ἄγεθ̓ ὡς ἂν ἐγὼν εἴπω πειθώμεθα πάντες. 15.295πληθὺν μὲν ποτὶ νῆας ἀνώξομεν ἀπονέεσθαι· 15.296αὐτοὶ δ̓, ὅσσοι ἄριστοι ἐνὶ στρατῷ εὐχόμεθ̓ εἶναι, 15.297στήομεν, εἴ κεν πρῶτον ἐρύξομεν ἀντιάσαντες 15.298δούρατ̓ ἀνασχόμενοι· τὸν δ̓ οἴω καὶ μεμαῶτα 15.299θυμῷ δείσεσθαι Δαναῶν καταδῦναι ὅμιλον. 15.300ὣς ἔφαθ̓, οἳ δ̓ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο· 15.301οἳ μὲν ἄῤ ἀμφ̓ Αἴαντα καὶ Ἰδομενῆα ἄνακτα 15.302Τεῦκρον Μηριόνην τε Μέγην τ̓ ἀτάλαντον Ἄρηϊ 15.303ὑσμίνην ἤρτυνον ἀριστῆας καλέσαντες 15.304Ἕκτορι καὶ Τρώεσσιν ἐναντίον· αὐτὰρ ὀπίσσω 15.305 πληθὺς ἐπὶ νῆας Ἀχαιῶν ἀπονέοντο. 15.306Τρῶες δὲ προὔτυψαν ἀολλέες, ἦρχε δ̓ ἄῤ Ἕκτωρ 15.307μακρὰ βιβάς· πρόσθεν δὲ κί̓ αὐτοῦ Φοῖβος Ἀπόλλων 15.308εἱμένος ὤμοιιν νεφέλην, ἔχε δ̓ αἰγίδα θοῦριν 15.309δεινὴν ἀμφιδάσειαν ἀριπρεπέ̓, ἣν ἄρα χαλκεὺς 15.310Ἥφαιστος Διὶ δῶκε φορήμεναι ἐς φόβον ἀνδρῶν· 15.311τὴν ἄῤ γ̓ ἐν χείρεσσιν ἔχων ἡγήσατο λαῶν. 15.312Ἀργεῖοι δ̓ ὑπέμειναν ἀολλέες, ὦρτο δ̓ ἀϋτὴ 15.313ὀξεῖ̓ ἀμφοτέρωθεν, ἀπὸ νευρῆφι δ̓ ὀϊστοὶ 15.314θρῷσκον· πολλὰ δὲ δοῦρα θρασειάων ἀπὸ χειρῶν 15.315ἄλλα μὲν ἐν χροῒ πήγνυτ̓ ἀρηϊθόων αἰζηῶν, 15.316πολλὰ δὲ καὶ μεσσηγὺ πάρος χρόα λευκὸν ἐπαυρεῖν 15.317ἐν γαίῃ ἵσταντο λιλαιόμενα χροὸς ἆσαι. 15.318ὄφρα μὲν αἰγίδα χερσὶν ἔχ̓ ἀτρέμα Φοῖβος Ἀπόλλων, 15.319τόφρα μάλ̓ ἀμφοτέρων βέλἐ ἥπτετο, πῖπτε δὲ λαός. 15.320αὐτὰρ ἐπεὶ κατ̓ ἐνῶπα ἰδὼν Δαναῶν ταχυπώλων 15.321σεῖσ̓, ἐπὶ δ̓ αὐτὸς ἄϋσε μάλα μέγα, τοῖσι δὲ θυμὸν 15.322ἐν στήθεσσιν ἔθελξε, λάθοντο δὲ θούριδος ἀλκῆς. 15.323οἳ δ̓ ὥς τ̓ ἠὲ βοῶν ἀγέληνπῶϋ μέγ̓ οἰῶν 15.324θῆρε δύω κλονέωσι μελαίνης νυκτὸς ἀμολγῷ 15.325ἐλθόντ̓ ἐξαπίνης σημάντορος οὐ παρεόντος, 15.326ὣς ἐφόβηθεν Ἀχαιοὶ ἀνάλκιδες· ἐν γὰρ Ἀπόλλων 15.327ἧκε φόβον, Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζεν. 15.328ἔνθα δ̓ ἀνὴρ ἕλεν ἄνδρα κεδασθείσης ὑσμίνης. 15.329Ἕκτωρ μὲν Στιχίον τε καὶ Ἀρκεσίλαον ἔπεφνε, 15.330τὸν μὲν Βοιωτῶν ἡγήτορα χαλκοχιτώνων, 15.331τὸν δὲ Μενεσθῆος μεγαθύμου πιστὸν ἑταῖρον· 15.332Αἰνείας δὲ Μέδοντα καὶ Ἴασον ἐξενάριξεν. 15.333ἤτοι μὲν νόθος υἱὸς Ὀϊλῆος θείοιο 15.334ἔσκε Μέδων Αἴαντος ἀδελφεός· αὐτὰρ ἔναιεν 15.335ἐν Φυλάκῃ γαίης ἄπο πατρίδος ἄνδρα κατακτὰς 15.336γνωτὸν μητρυιῆς Ἐριώπιδος, ἣν ἔχ̓ Ὀϊλεύς· 15.337Ἴασος αὖτ̓ ἀρχὸς μὲν Ἀθηναίων ἐτέτυκτο, 15.338υἱὸς δὲ Σφήλοιο καλέσκετο Βουκολίδαο. 15.339Μηκιστῆ δ̓ ἕλε Πουλυδάμας, Ἐχίον δὲ Πολίτης 15.340πρώτῃ ἐν ὑσμίνῃ, Κλονίον δ̓ ἕλε δῖος Ἀγήνωρ. 15.341Δηΐοχον δὲ Πάρις βάλε νείατον ὦμον ὄπισθε 15.342φεύγοντ̓ ἐν προμάχοισι, διὰ πρὸ δὲ χαλκὸν ἔλασσεν. 15.343ὄφῤ οἳ τοὺς ἐνάριζον ἀπ̓ ἔντεα, τόφρα δ̓ Ἀχαιοὶ 15.344τάφρῳ καὶ σκολόπεσσιν ἐνιπλήξαντες ὀρυκτῇ 15.345ἔνθα καὶ ἔνθα φέβοντο, δύοντο δὲ τεῖχος ἀνάγκῃ. 15.346Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας 15.347νηυσὶν ἐπισσεύεσθαι, ἐᾶν δ̓ ἔναρα βροτόεντα· 15.348ὃν δ̓ ἂν ἐγὼν ἀπάνευθε νεῶν ἑτέρωθι νοήσω, 15.349αὐτοῦ οἱ θάνατον μητίσομαι, οὐ δέ νυ τόν γε 15.350γνωτοί τε γνωταί τε πυρὸς λελάχωσι θανόντα, 15.351ἀλλὰ κύνες ἐρύουσι πρὸ ἄστεος ἡμετέροιο. 15.352ὣς εἰπὼν μάστιγι κατωμαδὸν ἤλασεν ἵππους 15.353κεκλόμενος Τρώεσσι κατὰ στίχας· οἳ δὲ σὺν αὐτῷ 15.354πάντες ὁμοκλήσαντες ἔχον ἐρυσάρματας ἵππους 15.355ἠχῇ θεσπεσίῃ· προπάροιθε δὲ Φοῖβος Ἀπόλλων 15.356ῥεῖ̓ ὄχθας καπέτοιο βαθείης ποσσὶν ἐρείπων 15.357ἐς μέσσον κατέβαλλε, γεφύρωσεν δὲ κέλευθον 15.358μακρὴν ἠδ̓ εὐρεῖαν, ὅσον τ̓ ἐπὶ δουρὸς ἐρωὴ 15.359γίγνεται, ὁππότ̓ ἀνὴρ σθένεος πειρώμενος ᾗσι. 15.360τῇ ῥ̓ οἵ γε προχέοντο φαλαγγηδόν, πρὸ δ̓ Ἀπόλλων 15.361αἰγίδ̓ ἔχων ἐρίτιμον· ἔρειπε δὲ τεῖχος Ἀχαιῶν 15.362ῥεῖα μάλ̓, ὡς ὅτε τις ψάμαθον πάϊς ἄγχι θαλάσσης, 15.363ὅς τ̓ ἐπεὶ οὖν ποιήσῃ ἀθύρματα νηπιέῃσιν 15.364ἂψ αὖτις συνέχευε ποσὶν καὶ χερσὶν ἀθύρων. 15.365ὥς ῥα σὺ ἤϊε Φοῖβε πολὺν κάματον καὶ ὀϊζὺν 15.366σύγχεας Ἀργείων, αὐτοῖσι δὲ φύζαν ἐνῶρσας. 15.367ὣς οἳ μὲν παρὰ νηυσὶν ἐρητύοντο μένοντες, 15.368ἀλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοῖσι 15.369χεῖρας ἀνίσχοντες μεγάλ̓ εὐχετόωντο ἕκαστος· 15.370Νέστωρ αὖτε μάλιστα Γερήνιος οὖρος Ἀχαιῶν 15.371εὔχετο χεῖῤ ὀρέγων εἰς οὐρανὸν ἀστερόεντα· 15.372Ζεῦ πάτερ εἴ ποτέ τίς τοι ἐν Ἄργεΐ περ πολυπύρῳ 15.373βοὸςοἰὸς κατὰ πίονα μηρία καίων 15.374εὔχετο νοστῆσαι, σὺ δ̓ ὑπέσχεο καὶ κατένευσας, 15.375τῶν μνῆσαι καὶ ἄμυνον Ὀλύμπιε νηλεὲς ἦμαρ, 15.376μη δ̓ οὕτω Τρώεσσιν ἔα δάμνασθαι Ἀχαιούς. 15.377ὣς ἔφατ̓ εὐχόμενος, μέγα δ̓ ἔκτυπε μητίετα Ζεύς, 15.378ἀράων ἀΐων Νηληϊάδαο γέροντος. 15.379Τρῶες δ̓ ὡς ἐπύθοντο Διὸς κτύπον αἰγιόχοιο, 15.380μᾶλλον ἐπ̓ Ἀργείοισι θόρον, μνήσαντο δὲ χάρμης. 15.381οἳ δ̓ ὥς τε μέγα κῦμα θαλάσσης εὐρυπόροιο 15.382νηὸς ὑπὲρ τοίχων καταβήσεται, ὁππότ̓ ἐπείγῃ 15.383ἲς ἀνέμου· γάρ τε μάλιστά γε κύματ̓ ὀφέλλει· 15.384ὣς Τρῶες μεγάλῃ ἰαχῇ κατὰ τεῖχος ἔβαινον, 15.385ἵππους δ̓ εἰσελάσαντες ἐπὶ πρύμνῃσι μάχοντο 15.386ἔγχεσιν ἀμφιγύοις αὐτοσχεδόν, οἳ μὲν ἀφ̓ ἵππων, 15.387οἳ δ̓ ἀπὸ νηῶν ὕψι μελαινάων ἐπιβάντες 15.388μακροῖσι ξυστοῖσι, τά ῥά σφ̓ ἐπὶ νηυσὶν ἔκειτο 15.389ναύμαχα κολλήεντα, κατὰ στόμα εἱμένα χαλκῷ. 15.390Πάτροκλος δ̓ εἷος μὲν Ἀχαιοί τε Τρῶές τε 15.391τείχεος ἀμφεμάχοντο θοάων ἔκτοθι νηῶν, 15.392τόφῤ γ̓ ἐνὶ κλισίῃ ἀγαπήνορος Εὐρυπύλοιο 15.393ἧστό τε καὶ τὸν ἔτερπε λόγοις, ἐπὶ δ̓ ἕλκεϊ λυγρῷ 15.394φάρμακ̓ ἀκέσματ̓ ἔπασσε μελαινάων ὀδυνάων. 15.395αὐτὰρ ἐπεὶ δὴ τεῖχος ἐπεσσυμένους ἐνόησε 15.396Τρῶας, ἀτὰρ Δαναῶν γένετο ἰαχή τε φόβος τε, 15.397ᾤμωξέν τ̓ ἄῤ ἔπειτα καὶ πεπλήγετο μηρὼ 15.398χερσὶ καταπρηνέσσ̓, ὀλοφυρόμενος δ̓ ἔπος ηὔδα· 15.399Εὐρύπυλ̓ οὐκ ἔτι τοι δύναμαι χατέοντί πεῤ ἔμπης 15.400ἐνθάδε παρμενέμεν· δὴ γὰρ μέγα νεῖκος ὄρωρεν· 15.401ἀλλὰ σὲ μὲν θεράπων ποτιτερπέτω, αὐτὰρ ἔγωγε 15.402σπεύσομαι εἰς Ἀχιλῆα, ἵν̓ ὀτρύνω πολεμίζειν. 15.403τίς δ̓ οἶδ̓ εἴ κέν οἱ σὺν δαίμονι θυμὸν ὀρίνω 15.404παρειπών; ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου. 15.405τὸν μὲν ἄῤ ὣς εἰπόντα πόδες φέρον· αὐτὰρ Ἀχαιοὶ 15.406Τρῶας ἐπερχομένους μένον ἔμπεδον, οὐ δ̓ ἐδύναντο 15.407παυροτέρους περ ἐόντας ἀπώσασθαι παρὰ νηῶν· 15.408οὐ δέ ποτε Τρῶες Δαναῶν ἐδύναντο φάλαγγας 15.409ῥηξάμενοι κλισίῃσι μιγήμεναι ἠδὲ νέεσσιν. 15.410ἀλλ̓ ὥς τε στάθμη δόρυ νήϊον ἐξιθύνει 15.411τέκτονος ἐν παλάμῃσι δαήμονος, ὅς ῥά τε πάσης 15.412εὖ εἰδῇ σοφίης ὑποθημοσύνῃσιν Ἀθήνης, 15.413ὣς μὲν τῶν ἐπὶ ἶσα μάχη τέτατο πτόλεμός τε· 15.414ἄλλοι δ̓ ἀμφ̓ ἄλλῃσι μάχην ἐμάχοντο νέεσσιν, 15.415Ἕκτωρ δ̓ ἄντ̓ Αἴαντος ἐείσατο κυδαλίμοιο. 15.416τὼ δὲ μιῆς περὶ νηὸς ἔχον πόνον, οὐ δὲ δύναντο 15.417οὔθ̓ τὸν ἐξελάσαι καὶ ἐνιπρῆσαι πυρὶ νῆα 15.418οὔθ̓ τὸν ἂψ ὤσασθαι, ἐπεί ῥ̓ ἐπέλασσέ γε δαίμων. 15.419ἔνθ̓ υἷα Κλυτίοιο Καλήτορα φαίδιμος Αἴας 15.420πῦρ ἐς νῆα φέροντα κατὰ στῆθος βάλε δουρί. 15.421δούπησεν δὲ πεσών, δαλὸς δέ οἱ ἔκπεσε χειρός. 15.422Ἕκτωρ δ̓ ὡς ἐνόησεν ἀνεψιὸν ὀφθαλμοῖσιν 15.423ἐν κονίῃσι πεσόντα νεὸς προπάροιθε μελαίνης, 15.424Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας· 15.425Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ 15.426μὴ δή πω χάζεσθε μάχης ἐν στείνεϊ τῷδε, 15.427ἀλλ̓ υἷα Κλυτίοιο σαώσατε, μή μιν Ἀχαιοὶ 15.428τεύχεα συλήσωσι νεῶν ἐν ἀγῶνι πεσόντα. 15.429ὣς εἰπὼν Αἴαντος ἀκόντισε δουρὶ φαεινῷ. 15.430τοῦ μὲν ἅμαρθ̓, δ̓ ἔπειτα Λυκόφρονα Μάστορος υἱὸν 15.431Αἴαντος θεράποντα Κυθήριον, ὅς ῥα παῤ αὐτῷ 15.432ναῖ̓, ἐπεὶ ἄνδρα κατέκτα Κυθήροισι ζαθέοισι, 15.433τόν ῥ̓ ἔβαλεν κεφαλὴν ὑπὲρ οὔατος ὀξέϊ χαλκῷ 15.434ἑσταότ̓ ἄγχ̓ Αἴαντος· δ̓ ὕπτιος ἐν κονίῃσι 15.435νηὸς ἄπο πρυμνῆς χαμάδις πέσε, λύντο δὲ γυῖα. 15.436Αἴας δ̓ ἐρρίγησε, κασίγνητον δὲ προσηύδα· 15.437Τεῦκρε πέπον δὴ νῶϊν ἀπέκτατο πιστὸς ἑταῖρος 15.438Μαστορίδης, ὃν νῶϊ Κυθηρόθεν ἔνδον ἐόντα 15.439ἶσα φίλοισι τοκεῦσιν ἐτίομεν ἐν μεγάροισι· 15.440τὸν δ̓ Ἕκτωρ μεγάθυμος ἀπέκτανε. ποῦ νύ τοι ἰοὶ 15.441ὠκύμοροι καὶ τόξον τοι πόρε Φοῖβος Ἀπόλλων; 15.442ὣς φάθ̓, δὲ ξυνέηκε, θέων δέ οἱ ἄγχι παρέστη, 15.443τόξον ἔχων ἐν χειρὶ παλίντονον ἠδὲ φαρέτρην 15.444ἰοδόκον· μάλα δ̓ ὦκα βέλεα Τρώεσσιν ἐφίει. 15.445καί ῥ̓ ἔβαλε Κλεῖτον Πεισήνορος ἀγλαὸν υἱὸν 15.446Πουλυδάμαντος ἑταῖρον ἀγαυοῦ Πανθοΐδαο 15.447ἡνία χερσὶν ἔχοντα· μὲν πεπόνητο καθ̓ ἵππους· 15.448τῇ γὰρ ἔχ̓ ᾗ ῥα πολὺ πλεῖσται κλονέοντο φάλαγγες 15.449Ἕκτορι καὶ Τρώεσσι χαριζόμενος· τάχα δ̓ αὐτῷ 15.450ἦλθε κακόν, τό οἱ οὔ τις ἐρύκακεν ἱεμένων περ. 15.451αὐχένι γάρ οἱ ὄπισθε πολύστονος ἔμπεσεν ἰός· 15.452ἤριπε δ̓ ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι 15.453κείν̓ ὄχεα κροτέοντες. ἄναξ δ̓ ἐνόησε τάχιστα 15.454Πουλυδάμας, καὶ πρῶτος ἐναντίος ἤλυθεν ἵππων. 15.455τοὺς μὲν γ̓ Ἀστυνόῳ Προτιάονος υἱέϊ δῶκε, 15.456πολλὰ δ̓ ἐπότρυνε σχεδὸν ἴσχειν εἰσορόωντα 15.457ἵππους· αὐτὸς δ̓ αὖτις ἰὼν προμάχοισιν ἐμίχθη. 15.458Τεῦκρος δ̓ ἄλλον ὀϊστὸν ἐφ̓ Ἕκτορι χαλκοκορυστῇ 15.459αἴνυτο, καί κεν ἔπαυσε μάχης ἐπὶ νηυσὶν Ἀχαιῶν, 15.460εἴ μιν ἀριστεύοντα βαλὼν ἐξείλετο θυμόν. 15.461ἀλλ̓ οὐ λῆθε Διὸς πυκινὸν νόον, ὅς ῥ̓ ἐφύλασσεν 15.462Ἕκτοῤ, ἀτὰρ Τεῦκρον Τελαμώνιον εὖχος ἀπηύρα, 15.463ὅς οἱ ἐϋστρεφέα νευρὴν ἐν ἀμύμονι τόξῳ 15.464ῥῆξ̓ ἐπὶ τῷ ἐρύοντι· παρεπλάγχθη δέ οἱ ἄλλῃ 15.465ἰὸς χαλκοβαρής, τόξον δέ οἱ ἔκπεσε χειρός. 15.466Τεῦκρος δ̓ ἐρρίγησε, κασίγνητον δὲ προσηύδα· 15.467ὢ πόποι ἦ δὴ πάγχυ μάχης ἐπὶ μήδεα κείρει 15.468δαίμων ἡμετέρης, τέ μοι βιὸν ἔκβαλε χειρός, 15.469νευρὴν δ̓ ἐξέρρηξε νεόστροφον, ἣν ἐνέδησα 15.470πρώϊον, ὄφῤ ἀνέχοιτο θαμὰ θρῴσκοντας ὀϊστούς. 15.471τὸν δ̓ ἠμείβετ̓ ἔπειτα μέγας Τελαμώνιος Αἴας· 15.472πέπον ἀλλὰ βιὸν μὲν ἔα καὶ ταρφέας ἰοὺς 15.473κεῖσθαι, ἐπεὶ συνέχευε θεὸς Δαναοῖσι μεγήρας· 15.474αὐτὰρ χερσὶν ἑλὼν δολιχὸν δόρυ καὶ σάκος ὤμῳ 15.475μάρναό τε Τρώεσσι καὶ ἄλλους ὄρνυθι λαούς. 15.476μὴ μὰν ἀσπουδί γε δαμασσάμενοί περ ἕλοιεν 15.477νῆας ἐϋσσέλμους, ἀλλὰ μνησώμεθα χάρμης. 15.478ὣς φάθ̓, δὲ τόξον μὲν ἐνὶ κλισίῃσιν ἔθηκεν, 15.479αὐτὰρ γ̓ ἀμφ̓ ὤμοισι σάκος θέτο τετραθέλυμνον, 15.480κρατὶ δ̓ ἐπ̓ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν 15.481ἵππουριν, δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν· 15.482εἵλετο δ̓ ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ, 15.483βῆ δ̓ ἰέναι, μάλα δ̓ ὦκα θέων Αἴαντι παρέστη. 15.484Ἕκτωρ δ̓ ὡς εἶδεν Τεύκρου βλαφθέντα βέλεμνα, 15.485Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας· 15.486Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ 15.487ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς 15.488νῆας ἀνὰ γλαφυράς· δὴ γὰρ ἴδον ὀφθαλμοῖσιν 15.489ἀνδρὸς ἀριστῆος Διόθεν βλαφθέντα βέλεμνα. 15.490ῥεῖα δ̓ ἀρίγνωτος Διὸς ἀνδράσι γίγνεται ἀλκή, 15.491ἠμὲν ὁτέοισιν κῦδος ὑπέρτερον ἐγγυαλίξῃ, 15.492ἠδ̓ ὅτινας μινύθῃ τε καὶ οὐκ ἐθέλῃσιν ἀμύνειν, 15.493ὡς νῦν Ἀργείων μινύθει μένος, ἄμμι δ̓ ἀρήγει. 15.494ἀλλὰ μάχεσθ̓ ἐπὶ νηυσὶν ἀολλέες· ὃς δέ κεν ὑμέων 15.495βλήμενος ἠὲ τυπεὶς θάνατον καὶ πότμον ἐπίσπῃ 15.496τεθνάτω· οὔ οἱ ἀεικὲς ἀμυνομένῳ περὶ πάτρης 15.497τεθνάμεν· ἀλλ̓ ἄλοχός τε σόη καὶ παῖδες ὀπίσσω, 15.498καὶ οἶκος καὶ κλῆρος ἀκήρατος, εἴ κεν Ἀχαιοὶ 15.499οἴχωνται σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν. 15.500ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου. 15.501Αἴας δ̓ αὖθ̓ ἑτέρωθεν ἐκέκλετο οἷς ἑτάροισιν· 15.502αἰδὼς Ἀργεῖοι· νῦν ἄρκιονἀπολέσθαι 15.503ἠὲ σαωθῆναι καὶ ἀπώσασθαι κακὰ νηῶν. 15.504ἔλπεσθ̓ ἢν νῆας ἕλῃ κορυθαίολος Ἕκτωρ 15.505ἐμβαδὸν ἵξεσθαι ἣν πατρίδα γαῖαν ἕκαστος; 15.506ἦ οὐκ ὀτρύνοντος ἀκούετε λαὸν ἅπαντα 15.507Ἕκτορος, ὃς δὴ νῆας ἐνιπρῆσαι μενεαίνει; 15.508οὐ μὰν ἔς γε χορὸν κέλετ̓ ἐλθέμεν, ἀλλὰ μάχεσθαι. 15.509ἡμῖν δ̓ οὔ τις τοῦδε νόος καὶ μῆτις ἀμείνων 15.510αὐτοσχεδίῃ μῖξαι χεῖράς τε μένος τε. 15.511βέλτερονἀπολέσθαι ἕνα χρόνον ἠὲ βιῶναι 15.512ἢ δηθὰ στρεύγεσθαι ἐν αἰνῇ δηϊοτῆτι 15.513ὧδ̓ αὔτως παρὰ νηυσὶν ὑπ̓ ἀνδράσι χειροτέροισιν. 15.514ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου. 15.515ἔνθ̓ Ἕκτωρ μὲν ἕλε Σχεδίον Περιμήδεος υἱὸν 15.516ἀρχὸν Φωκήων, Αἴας δ̓ ἕλε Λαοδάμαντα 15.517ἡγεμόνα πρυλέων Ἀντήνορος ἀγλαὸν υἱόν· 15.518Πουλυδάμας δ̓ Ὦτον Κυλλήνιον ἐξενάριξε 15.519Φυλεΐδεω ἕταρον, μεγαθύμων ἀρχὸν Ἐπειῶν. 15.520τῷ δὲ Μέγης ἐπόρουσεν ἰδών· δ̓ ὕπαιθα λιάσθη 15.521Πουλυδάμας· καὶ τοῦ μὲν ἀπήμβροτεν· οὐ γὰρ Ἀπόλλων 15.522εἴα Πάνθου υἱὸν ἐνὶ προμάχοισι δαμῆναι· 15.523αὐτὰρ γε Κροίσμου στῆθος μέσον οὔτασε δουρί. 15.524δούπησεν δὲ πεσών· δ̓ ἀπ̓ ὤμων τεύχἐ ἐσύλα. 15.525τόφρα δὲ τῷ ἐπόρουσε Δόλοψ αἰχμῆς ἐῢ εἰδὼς 15.526Λαμπετίδης, ὃν Λάμπος ἐγείνατο φέρτατον υἱὸν 15.527Λαομεδοντιάδης εὖ εἰδότα θούριδος ἀλκῆς, 15.528ὃς τότε Φυλεΐδαο μέσον σάκος οὔτασε δουρὶ 15.529ἐγγύθεν ὁρμηθείς· πυκινὸς δέ οἱ ἤρκεσε θώρηξ, 15.530τόν ῥ̓ ἐφόρει γυάλοισιν ἀρηρότα· τόν ποτε Φυλεὺς 15.531ἤγαγεν ἐξ Ἐφύρης, ποταμοῦ ἄπο Σελλήεντος. 15.532ξεῖνος γάρ οἱ ἔδωκεν ἄναξ ἀνδρῶν Εὐφήτης 15.533ἐς πόλεμον φορέειν δηΐων ἀνδρῶν ἀλεωρήν· 15.534ὅς οἱ καὶ τότε παιδὸς ἀπὸ χροὸς ἤρκεσ̓ ὄλεθρον. 15.535τοῦ δὲ Μέγης κόρυθος χαλκήρεος ἱπποδασείης 15.536κύμβαχον ἀκρότατον νύξ̓ ἔγχεϊ ὀξυόεντι, 15.537ῥῆξε δ̓ ἀφ̓ ἵππειον λόφον αὐτοῦ· πᾶς δὲ χαμᾶζε 15.538κάππεσεν ἐν κονίῃσι νέον φοίνικι φαεινός. 15.539εἷος τῷ πολέμιζε μένων, ἔτι δ̓ ἔλπετο νίκην, 15.540τόφρα δέ οἱ Μενέλαος ἀρήϊος ἦλθεν ἀμύντωρ, 15.541στῆ δ̓ εὐρὰξ σὺν δουρὶ λαθών, βάλε δ̓ ὦμον ὄπισθεν· 15.542αἰχμὴ δὲ στέρνοιο διέσσυτο μαιμώωσα 15.543πρόσσω ἱεμένη· δ̓ ἄρα πρηνὴς ἐλιάσθη. 15.544τὼ μὲν ἐεισάσθην χαλκήρεα τεύχἐ ἀπ̓ ὤμων 15.545συλήσειν· Ἕκτωρ δὲ κασιγνήτοισι κέλευσε 15.546πᾶσι μάλα, πρῶτον δ̓ Ἱκεταονίδην ἐνένιπεν 15.547ἴφθιμον Μελάνιππον. δ̓ ὄφρα μὲν εἰλίποδας βοῦς 15.548βόσκ̓ ἐν Περκώτῃ δηΐων ἀπὸ νόσφιν ἐόντων· 15.549αὐτὰρ ἐπεὶ Δαναῶν νέες ἤλυθον ἀμφιέλισσαι, 15.550ἂψ εἰς Ἴλιον ἦλθε, μετέπρεπε δὲ Τρώεσσι, 15.551ναῖε δὲ πὰρ Πριάμῳ, δέ μιν τίεν ἶσα τέκεσσι· 15.552τόν ῥ̓ Ἕκτωρ ἐνένιπεν ἔπος τ̓ ἔφατ̓ ἔκ τ̓ ὀνόμαζεν· 15.553οὕτω δὴ Μελάνιππε μεθήσομεν; οὐ δέ νυ σοί περ 15.554ἐντρέπεται φίλον ἦτορ ἀνεψιοῦ κταμένοιο; 15.555οὐχ ὁράᾳς οἷον Δόλοπος περὶ τεύχἐ ἕπουσιν; 15.556ἀλλ̓ ἕπευ· οὐ γὰρ ἔτ̓ ἔστιν ἀποσταδὸν Ἀργείοισι 15.557μάρνασθαι, πρίν γ̓ ἠὲ κατακτάμεν ἠὲ κατ̓ ἄκρης 15.558Ἴλιον αἰπεινὴν ἑλέειν κτάσθαι τε πολίτας. 15.559ὣς εἰπὼν μὲν ἦρχ̓, δ̓ ἅμ̓ ἕσπετο ἰσόθεος φώς· 15.560Ἀργείους δ̓ ὄτρυνε μέγας Τελαμώνιος Αἴας· 15.561φίλοι ἀνέρες ἔστε, καὶ αἰδῶ θέσθ̓ ἐνὶ θυμῷ, 15.562ἀλλήλους τ̓ αἰδεῖσθε κατὰ κρατερὰς ὑσμίνας. 15.563αἰδομένων δ̓ ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται· 15.564φευγόντων δ̓ οὔ τ̓ ἂρ κλέος ὄρνυται οὔτέ τις ἀλκή. 15.565ὣς ἔφαθ̓, οἳ δὲ καὶ αὐτοὶ ἀλέξασθαι μενέαινον, 15.566ἐν θυμῷ δ̓ ἐβάλοντο ἔπος, φράξαντο δὲ νῆας 15.567ἕρκεϊ χαλκείῳ· ἐπὶ δὲ Ζεὺς Τρῶας ἔγειρεν. 15.568Ἀντίλοχον δ̓ ὄτρυνε βοὴν ἀγαθὸς Μενέλαος· 15.569Ἀντίλοχ̓ οὔ τις σεῖο νεώτερος ἄλλος Ἀχαιῶν, 15.570οὔ τε ποσὶν θάσσων οὔ τ̓ ἄλκιμος ὡς σὺ μάχεσθαι· 15.571εἴ τινά που Τρώων ἐξάλμενος ἄνδρα βάλοισθα. 15.572ὣς εἰπὼν μὲν αὖτις ἀπέσσυτο, τὸν δ̓ ὀρόθυνεν· 15.573ἐκ δ̓ ἔθορε προμάχων, καὶ ἀκόντισε δουρὶ φαεινῷ 15.574ἀμφὶ παπτήνας· ὑπὸ δὲ Τρῶες κεκάδοντο 15.575ἀνδρὸς ἀκοντίσσαντος· δ̓ οὐχ ἅλιον βέλος ἧκεν, 15.576ἀλλ̓ Ἱκετάονος υἱὸν ὑπέρθυμον Μελάνιππον 15.577νισόμενον πόλεμον δὲ βάλε στῆθος παρὰ μαζόν. 15.578δούπησεν δὲ πεσών, τὸν δὲ σκότος ὄσσε κάλυψεν. 15.579Ἀντίλοχος δ̓ ἐπόρουσε κύων ὥς, ὅς τ̓ ἐπὶ νεβρῷ 15.580βλημένῳ ἀΐξῃ, τόν τ̓ ἐξ εὐνῆφι θορόντα 15.581θηρητὴρ ἐτύχησε βαλών, ὑπέλυσε δὲ γυῖα· 15.582ὣς ἐπὶ σοὶ Μελάνιππε θόῤ Ἀντίλοχος μενεχάρμης 15.583τεύχεα συλήσων· ἀλλ̓ οὐ λάθεν Ἕκτορα δῖον, 15.584ὅς ῥά οἱ ἀντίος ἦλθε θέων ἀνὰ δηϊοτῆτα. 15.585Ἀντίλοχος δ̓ οὐ μεῖνε θοός περ ἐὼν πολεμιστής, 15.586ἀλλ̓ γ̓ ἄῤ ἔτρεσε θηρὶ κακὸν ῥέξαντι ἐοικώς, 15.587ὅς τε κύνα κτείναςβουκόλον ἀμφὶ βόεσσι 15.588φεύγει πρίν περ ὅμιλον ἀολλισθήμεναι ἀνδρῶν· 15.589ὣς τρέσε Νεστορίδης, ἐπὶ δὲ Τρῶές τε καὶ Ἕκτωρ 15.590ἠχῇ θεσπεσίῃ βέλεα στονόεντα χέοντο· 15.591στῆ δὲ μεταστρεφθείς, ἐπεὶ ἵκετο ἔθνος ἑταίρων. 15.592Τρῶες δὲ λείουσιν ἐοικότες ὠμοφάγοισι 15.593νηυσὶν ἐπεσσεύοντο, Διὸς δ̓ ἐτέλειον ἐφετμάς, 15.594 σφισιν αἰὲν ἔγειρε μένος μέγα, θέλγε δὲ θυμὸν 15.595Ἀργείων καὶ κῦδος ἀπαίνυτο, τοὺς δ̓ ὀρόθυνεν. 15.596Ἕκτορι γάρ οἱ θυμὸς ἐβούλετο κῦδος ὀρέξαι 15.597Πριαμίδῃ, ἵνα νηυσὶ κορωνίσι θεσπιδαὲς πῦρ 15.598ἐμβάλοι ἀκάματον, Θέτιδος δ̓ ἐξαίσιον ἀρὴν 15.599πᾶσαν ἐπικρήνειε· τὸ γὰρ μένε μητίετα Ζεὺς 15.600νηὸς καιομένης σέλας ὀφθαλμοῖσιν ἰδέσθαι. 15.601ἐκ γὰρ δὴ τοῦ μέλλε παλίωξιν παρὰ νηῶν 15.602θησέμεναι Τρώων, Δαναοῖσι δὲ κῦδος ὀρέξειν. 15.603τὰ φρονέων νήεσσιν ἔπι γλαφυρῇσιν ἔγειρεν 15.604Ἕκτορα Πριαμίδην μάλα περ μεμαῶτα καὶ αὐτόν. 15.605μαίνετο δ̓ ὡς ὅτ̓ Ἄρης ἐγχέσπαλοςὀλοὸν πῦρ 15.606οὔρεσι μαίνηται βαθέης ἐν τάρφεσιν ὕλης· 15.607ἀφλοισμὸς δὲ περὶ στόμα γίγνετο, τὼ δέ οἱ ὄσσε 15.608λαμπέσθην βλοσυρῇσιν ὑπ̓ ὀφρύσιν, ἀμφὶ δὲ πήληξ 15.609σμερδαλέον κροτάφοισι τινάσσετο μαρναμένοιο 15.610Ἕκτορος· αὐτὸς γάρ οἱ ἀπ̓ αἰθέρος ἦεν ἀμύντωρ 15.611Ζεύς, ὅς μιν πλεόνεσσι μετ̓ ἀνδράσι μοῦνον ἐόντα 15.612τίμα καὶ κύδαινε. μινυνθάδιος γὰρ ἔμελλεν 15.613ἔσσεσθ̓· ἤδη γάρ οἱ ἐπόρνυε μόρσιμον ἦμαρ 15.614Παλλὰς Ἀθηναίη ὑπὸ Πηλεΐδαο βίηφιν. 15.615καί ῥ̓ ἔθελεν ῥῆξαι στίχας ἀνδρῶν πειρητίζων, 15.616ᾗ δὴ πλεῖστον ὅμιλον ὅρα καὶ τεύχἐ ἄριστα· 15.617ἀλλ̓ οὐ δ̓ ὧς δύνατο ῥῆξαι μάλα περ μενεαίνων· 15.618ἴσχον γὰρ πυργηδὸν ἀρηρότες, ἠΰτε πέτρη 15.619ἠλίβατος μεγάλη πολιῆς ἁλὸς ἐγγὺς ἐοῦσα, 15.620 τε μένει λιγέων ἀνέμων λαιψηρὰ κέλευθα 15.621κύματά τε τροφόεντα, τά τε προσερεύγεται αὐτήν· 15.622ὣς Δαναοὶ Τρῶας μένον ἔμπεδον οὐ δὲ φέβοντο. 15.623αὐτὰρ λαμπόμενος πυρὶ πάντοθεν ἔνθοῤ ὁμίλῳ, 15.624ἐν δ̓ ἔπεσ̓ ὡς ὅτε κῦμα θοῇ ἐν νηῒ πέσῃσι 15.625λάβρον ὑπαὶ νεφέων ἀνεμοτρεφές· δέ τε πᾶσα 15.626ἄχνῃ ὑπεκρύφθη, ἀνέμοιο δὲ δεινὸς ἀήτη 15.627ἱστίῳ ἐμβρέμεται, τρομέουσι δέ τε φρένα ναῦται 15.628δειδιότες· τυτθὸν γὰρ ὑπ̓ ἐκ θανάτοιο φέρονται· 15.629ὣς ἐδαΐζετο θυμὸς ἐνὶ στήθεσσιν Ἀχαιῶν. 15.630αὐτὰρ γ̓ ὥς τε λέων ὀλοόφρων βουσὶν ἐπελθών, 15.631αἵ ῥά τ̓ ἐν εἱαμενῇ ἕλεος μεγάλοιο νέμονται 15.632μυρίαι, ἐν δέ τε τῇσι νομεὺς οὔ πω σάφα εἰδὼς 15.633θηρὶ μαχέσσασθαι ἕλικος βοὸς ἀμφὶ φονῇσιν· 15.634ἤτοι μὲν πρώτῃσι καὶ ὑστατίῃσι βόεσσιν 15.635αἰὲν ὁμοστιχάει, δέ τ̓ ἐν μέσσῃσιν ὀρούσας 15.636βοῦν ἔδει, αἳ δέ τε πᾶσαι ὑπέτρεσαν· ὣς τότ̓ Ἀχαιοὶ 15.637θεσπεσίως ἐφόβηθεν ὑφ̓ Ἕκτορι καὶ Διὶ πατρὶ 15.638πάντες, δ̓ οἶον ἔπεφνε Μυκηναῖον Περιφήτην, 15.639Κοπρῆος φίλον υἱόν, ὃς Εὐρυσθῆος ἄνακτος 15.640ἀγγελίης οἴχνεσκε βίῃ Ἡρακληείῃ. 15.641τοῦ γένετ̓ ἐκ πατρὸς πολὺ χείρονος υἱὸς ἀμείνων 15.642παντοίας ἀρετάς, ἠμὲν πόδας ἠδὲ μάχεσθαι, 15.643καὶ νόον ἐν πρώτοισι Μυκηναίων ἐτέτυκτο· 15.644ὅς ῥα τόθ̓ Ἕκτορι κῦδος ὑπέρτερον ἐγγυάλιξε. 15.645στρεφθεὶς γὰρ μετόπισθεν ἐν ἀσπίδος ἄντυγι πάλτο, 15.646τὴν αὐτὸς φορέεσκε ποδηνεκέ̓ ἕρκος ἀκόντων· 15.647τῇ γ̓ ἐνὶ βλαφθεὶς πέσεν ὕπτιος, ἀμφὶ δὲ πήληξ 15.648σμερδαλέον κονάβησε περὶ κροτάφοισι πεσόντος. 15.649Ἕκτωρ δ̓ ὀξὺ νόησε, θέων δέ οἱ ἄγχι παρέστη, 15.650στήθεϊ δ̓ ἐν δόρυ πῆξε, φίλων δέ μιν ἐγγὺς ἑταίρων 15.651κτεῖν̓· οἳ δ̓ οὐκ ἐδύναντο καὶ ἀχνύμενοί περ ἑταίρου 15.652χραισμεῖν· αὐτοὶ γὰρ μάλα δείδισαν Ἕκτορα δῖον. 15.653εἰσωποὶ δ̓ ἐγένοντο νεῶν, περὶ δ̓ ἔσχεθον ἄκραι 15.654νῆες ὅσαι πρῶται εἰρύατο· τοὶ δ̓ ἐπέχυντο. 15.655Ἀργεῖοι δὲ νεῶν μὲν ἐχώρησαν καὶ ἀνάγκῃ 15.656τῶν πρωτέων, αὐτοῦ δὲ παρὰ κλισίῃσιν ἔμειναν 15.657ἁθρόοι, οὐ δὲ κέδασθεν ἀνὰ στρατόν· ἴσχε γὰρ αἰδὼς 15.658καὶ δέος· ἀζηχὲς γὰρ ὁμόκλεον ἀλλήλοισι. 15.659Νέστωρ αὖτε μάλιστα Γερήνιος οὖρος Ἀχαιῶν 15.660λίσσεθ̓ ὑπὲρ τοκέων γουνούμενος ἄνδρα ἕκαστον· 15.661φίλοι ἀνέρες ἔστε καὶ αἰδῶ θέσθ̓ ἐνὶ θυμῷ 15.662ἄλλων ἀνθρώπων, ἐπὶ δὲ μνήσασθε ἕκαστος 15.663παίδων ἠδ̓ ἀλόχων καὶ κτήσιος ἠδὲ τοκήων, 15.664ἠμὲν ὅτεῳ ζώουσι καὶ κατατεθνήκασι· 15.665τῶν ὕπερ ἐνθάδ̓ ἐγὼ γουνάζομαι οὐ παρεόντων 15.666ἑστάμεναι κρατερῶς, μὴ δὲ τρωπᾶσθε φόβον δέ. 15.667ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου. 15.668τοῖσι δ̓ ἀπ̓ ὀφθαλμῶν νέφος ἀχλύος ὦσεν Ἀθήνη 15.669θεσπέσιον· μάλα δέ σφι φόως γένετ̓ ἀμφοτέρωθεν 15.670ἠμὲν πρὸς νηῶν καὶ ὁμοιΐου πολέμοιο. 15.671Ἕκτορα δὲ φράσσαντο βοὴν ἀγαθὸν καὶ ἑταίρους, 15.672ἠμὲν ὅσοι μετόπισθεν ἀφέστασαν οὐ δὲ μάχοντο, 15.673ἠδ̓ ὅσσοι παρὰ νηυσὶ μάχην ἐμάχοντο θοῇσιν. 15.674οὐ δ̓ ἄῤ ἔτ̓ Αἴαντι μεγαλήτορι ἥνδανε θυμῷ 15.675ἑστάμεν ἔνθά περ ἄλλοι ἀφέστασαν υἷες Ἀχαιῶν· 15.676ἀλλ̓ γε νηῶν ἴκρἰ ἐπῴχετο μακρὰ βιβάσθων, 15.677νώμα δὲ ξυστὸν μέγα ναύμαχον ἐν παλάμῃσι 15.678κολλητὸν βλήτροισι δυωκαιεικοσίπηχυ. 15.679ὡς δ̓ ὅτ̓ ἀνὴρ ἵπποισι κελητίζειν ἐῢ εἰδώς, 15.680ὅς τ̓ ἐπεὶ ἐκ πολέων πίσυρας συναείρεται ἵππους, 15.681σεύας ἐκ πεδίοιο μέγα προτὶ ἄστυ δίηται 15.682λαοφόρον καθ̓ ὁδόν· πολέες τέ θηήσαντο 15.683ἀνέρες ἠδὲ γυναῖκες· δ̓ ἔμπεδον ἀσφαλὲς αἰεὶ 15.684θρῴσκων ἄλλοτ̓ ἐπ̓ ἄλλον ἀμείβεται, οἳ δὲ πέτονται· 15.685ὣς Αἴας ἐπὶ πολλὰ θοάων ἴκρια νηῶν 15.686φοίτα μακρὰ βιβάς, φωνὴ δέ οἱ αἰθέῤ ἵκανεν, 15.687αἰεὶ δὲ σμερδνὸν βοόων Δαναοῖσι κέλευε 15.688νηυσί τε καὶ κλισίῃσιν ἀμυνέμεν. οὐ δὲ μὲν Ἕκτωρ 15.689μίμνεν ἐνὶ Τρώων ὁμάδῳ πύκα θωρηκτάων· 15.690ἀλλ̓ ὥς τ̓ ὀρνίθων πετεηνῶν αἰετὸς αἴθων 15.691ἔθνος ἐφορμᾶται ποταμὸν πάρα βοσκομενάων 15.692χηνῶνγεράνωνκύκνων δουλιχοδείρων, 15.693ὣς Ἕκτωρ ἴθυσε νεὸς κυανοπρῴροιο 15.694ἀντίος ἀΐξας· τὸν δὲ Ζεὺς ὦσεν ὄπισθε 15.695χειρὶ μάλα μεγάλῃ, ὄτρυνε δὲ λαὸν ἅμ̓ αὐτῷ. 15.696αὖτις δὲ δριμεῖα μάχη παρὰ νηυσὶν ἐτύχθη· 15.697φαίης κ̓ ἀκμῆτας καὶ ἀτειρέας ἀλλήλοισιν 15.698ἄντεσθ̓ ἐν πολέμῳ, ὡς ἐσσυμένως ἐμάχοντο. 15.699τοῖσι δὲ μαρναμένοισιν ὅδ̓ ἦν νόος· ἤτοι Ἀχαιοὶ 15.700οὐκ ἔφασαν φεύξεσθαι ὑπ̓ ἐκ κακοῦ, ἀλλ̓ ὀλέεσθαι, 15.701Τρωσὶν δ̓ ἔλπετο θυμὸς ἐνὶ στήθεσσιν ἑκάστου 15.702νῆας ἐνιπρήσειν κτενέειν θ̓ ἥρωας Ἀχαιούς. 15.703οἳ μὲν τὰ φρονέοντες ἐφέστασαν ἀλλήλοισιν· 15.704Ἕκτωρ δὲ πρυμνῆς νεὸς ἥψατο ποντοπόροιο 15.705καλῆς ὠκυάλου, Πρωτεσίλαον ἔνεικεν 15.706ἐς Τροίην, οὐ δ̓ αὖτις ἀπήγαγε πατρίδα γαῖαν. 15.707τοῦ περ δὴ περὶ νηὸς Ἀχαιοί τε Τρῶές τε 15.708δῄουν ἀλλήλους αὐτοσχεδόν· οὐ δ̓ ἄρα τοί γε 15.709τόξων ἀϊκὰς ἀμφὶς μένον οὐ δ̓ ἔτ̓ ἀκόντων, 15.710ἀλλ̓ οἵ γ̓ ἐγγύθεν ἱστάμενοι ἕνα θυμὸν ἔχοντες 15.711ὀξέσι δὴ πελέκεσσι καὶ ἀξίνῃσι μάχοντο 15.712καὶ ξίφεσιν μεγάλοισι καὶ ἔγχεσιν ἀμφιγύοισι. 15.713πολλὰ δὲ φάσγανα καλὰ μελάνδετα κωπήεντα 15.714ἄλλα μὲν ἐκ χειρῶν χαμάδις πέσον, ἄλλα δ̓ ἀπ̓ ὤμων 15.715ἀνδρῶν μαρναμένων· ῥέε δ̓ αἵματι γαῖα μέλαινα. 15.716Ἕκτωρ δὲ πρύμνηθεν ἐπεὶ λάβεν οὐχὶ μεθίει 15.717ἄφλαστον μετὰ χερσὶν ἔχων, Τρωσὶν δὲ κέλευεν· 15.718οἴσετε πῦρ, ἅμα δ̓ αὐτοὶ ἀολλέες ὄρνυτ̓ ἀϋτήν· 15.719νῦν ἡμῖν πάντων Ζεὺς ἄξιον ἦμαρ ἔδωκε 15.720νῆας ἑλεῖν, αἳ δεῦρο θεῶν ἀέκητι μολοῦσαι 15.721ἡμῖν πήματα πολλὰ θέσαν, κακότητι γερόντων, 15.722οἵ μ̓ ἐθέλοντα μάχεσθαι ἐπὶ πρυμνῇσι νέεσσιν 15.723αὐτόν τ̓ ἰσχανάασκον ἐρητύοντό τε λαόν· 15.724ἀλλ̓ εἰ δή ῥα τότε βλάπτε φρένας εὐρύοπα Ζεὺς 15.725ἡμετέρας, νῦν αὐτὸς ἐποτρύνει καὶ ἀνώγει. 15.726ὣς ἔφαθ̓, οἳ δ̓ ἄρα μᾶλλον ἐπ̓ Ἀργείοισιν ὄρουσαν. 15.727Αἴας δ̓ οὐκέτ̓ ἔμιμνε· βιάζετο γὰρ βελέεσσιν· 15.728ἀλλ̓ ἀνεχάζετο τυτθόν, ὀϊόμενος θανέεσθαι 15.729θρῆνυν ἐφ̓ ἑπταπόδην, λίπε δ̓ ἴκρια νηὸς ἐΐσης. 15.730ἔνθ̓ ἄῤ γ̓ ἑστήκει δεδοκημένος, ἔγχεϊ δ̓ αἰεὶ 15.731Τρῶας ἄμυνε νεῶν, ὅς τις φέροι ἀκάματον πῦρ· 15.732αἰεὶ δὲ σμερδνὸν βοόων Δαναοῖσι κέλευε· 15.733φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος 15.734ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς. 15.735ἠέ τινάς φαμεν εἶναι ἀοσσητῆρας ὀπίσσω, 15.736ἦέ τι τεῖχος ἄρειον, κ̓ ἀνδράσι λοιγὸν ἀμύναι; 15.737οὐ μέν τι σχεδόν ἐστι πόλις πύργοις ἀραρυῖα, 15.738 κ̓ ἀπαμυναίμεσθ̓ ἑτεραλκέα δῆμον ἔχοντες· 15.739ἀλλ̓ ἐν γὰρ Τρώων πεδίῳ πύκα θωρηκτάων 15.740πόντῳ κεκλιμένοι ἑκὰς ἥμεθα πατρίδος αἴης· 15.741τὼ ἐν χερσὶ φόως, οὐ μειλιχίῃ πολέμοιο. 15.742, καὶ μαιμώων ἔφεπ̓ ἔγχεϊ ὀξυόεντι. 15.743ὅς τις δὲ Τρώων κοίλῃς ἐπὶ νηυσὶ φέροιτο 15.744σὺν πυρὶ κηλείῳ, χάριν Ἕκτορος ὀτρύναντος, 15.745τὸν δ̓ Αἴας οὔτασκε δεδεγμένος ἔγχεϊ μακρῷ· 15.746δώδεκα δὲ προπάροιθε νεῶν αὐτοσχεδὸν οὖτα.