ILIAD Elucidated - Book 24

24.1λῦτο δ̓ ἀγών, λαοὶ δὲ θοὰς ἐπὶ νῆας ἕκαστοι 24.2ἐσκίδναντ̓ ἰέναι. τοὶ μὲν δόρποιο μέδοντο 24.3ὕπνου τε γλυκεροῦ ταρπήμεναι· αὐτὰρ Ἀχιλλεὺς 24.4κλαῖε φίλου ἑτάρου μεμνημένος, οὐ δέ μιν ὕπνος 24.5ᾕρει πανδαμάτωρ, ἀλλ̓ ἐστρέφετ̓ ἔνθα καὶ ἔνθα 24.6Πατρόκλου ποθέων ἀνδροτῆτά τε καὶ μένος ἠΰ, 24.7ἠδ̓ ὁπόσα τολύπευσε σὺν αὐτῷ καὶ πάθεν ἄλγεα 24.8ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων· 24.9τῶν μιμνησκόμενος θαλερὸν κατὰ δάκρυον εἶβεν, 24.10ἄλλοτ̓ ἐπὶ πλευρὰς κατακείμενος, ἄλλοτε δ̓ αὖτε 24.11ὕπτιος, ἄλλοτε δὲ πρηνής· τοτὲ δ̓ ὀρθὸς ἀναστὰς 24.12δινεύεσκ̓ ἀλύων παρὰ θῖν̓ ἁλός· οὐ δέ μιν ἠὼς 24.13φαινομένη λήθεσκεν ὑπεὶρ ἅλα τ̓ ἠϊόνας τε. 24.14ἀλλ̓ γ̓ ἐπεὶ ζεύξειεν ὑφ̓ ἅρμασιν ὠκέας ἵππους, 24.15Ἕκτορα δ̓ ἕλκεσθαι δησάσκετο δίφρου ὄπισθεν, 24.16τρὶς δ̓ ἐρύσας περὶ σῆμα Μενοιτιάδαο θανόντος 24.17αὖτις ἐνὶ κλισίῃ παυέσκετο, τὸν δέ τ̓ ἔασκεν 24.18ἐν κόνι ἐκτανύσας προπρηνέα· τοῖο δ̓ Ἀπόλλων 24.19πᾶσαν ἀεικείην ἄπεχε χροῒ φῶτ̓ ἐλεαίρων 24.20καὶ τεθνηότα περ· περὶ δ̓ αἰγίδι πάντα κάλυπτε 24.21χρυσείῃ, ἵνα μή μιν ἀποδρύφοι ἑλκυστάζων. 24.22ὣς μὲν Ἕκτορα δῖον ἀείκιζεν μενεαίνων· 24.23τὸν δ̓ ἐλεαίρεσκον μάκαρες θεοὶ εἰσορόωντες, 24.24κλέψαι δ̓ ὀτρύνεσκον ἐΰσκοπον ἀργεϊφόντην. 24.25ἔνθ̓ ἄλλοις μὲν πᾶσιν ἑήνδανεν, οὐ δέ ποθ̓ Ἥρῃ 24.26οὐ δὲ Ποσειδάων̓ οὐ δὲ γλαυκώπιδι κούρῃ, 24.27ἀλλ̓ ἔχον ὥς σφιν πρῶτον ἀπήχθετο Ἴλιος ἱρὴ 24.28καὶ Πρίαμος καὶ λαὸς Ἀλεξάνδρου ἕνεκ̓ ἄτης, 24.29ὃς νείκεσσε θεὰς ὅτε οἱ μέσσαυλον ἵκοντο, 24.30τὴν δ̓ ᾔνησ̓ οἱ πόρε μαχλοσύνην ἀλεγεινήν. 24.31ἀλλ̓ ὅτε δή ῥ̓ ἐκ τοῖο δυωδεκάτη γένετ̓ ἠώς, 24.32καὶ τότ̓ ἄῤ ἀθανάτοισι μετηύδα Φοῖβος Ἀπόλλων· 24.33σχέτλιοί ἐστε θεοί, δηλήμονες· οὔ νύ ποθ̓ ὑμῖν 24.34Ἕκτωρ μηρί̓ ἔκηε βοῶν αἰγῶν τε τελείων; 24.35τὸν νῦν οὐκ ἔτλητε νέκυν περ ἐόντα σαῶσαι 24.36 τ̓ ἀλόχῳ ἰδέειν καὶ μητέρι καὶ τέκεϊ 24.37καὶ πατέρι Πριάμῳ λαοῖσί τε, τοί κέ μιν ὦκα 24.38ἐν πυρὶ κήαιεν καὶ ἐπὶ κτέρεα κτερίσαιεν. 24.39ἀλλ̓ ὀλοῷ Ἀχιλῆϊ θεοὶ βούλεσθ̓ ἐπαρήγειν, 24.40 οὔ τ̓ ἂρ φρένες εἰσὶν ἐναίσιμοι οὔ τε νόημα 24.41γναμπτὸν ἐνὶ στήθεσσι, λέων δ̓ ὣς ἄγρια οἶδεν, 24.42ὅς τ̓ ἐπεὶ ἂρ μεγάλῃ τε βίῃ καὶ ἀγήνορι θυμῷ 24.43εἴξας εἶσ̓ ἐπὶ μῆλα βροτῶν ἵνα δαῖτα λάβῃσιν· 24.44ὣς Ἀχιλεὺς ἔλεον μὲν ἀπώλεσεν, οὐ δέ οἱ αἰδὼς 24.45γίγνεται, τ̓ ἄνδρας μέγα σίνεται ἠδ̓ ὀνίνησι. 24.46μέλλει μέν πού τις καὶ φίλτερον ἄλλον ὀλέσσαι 24.47ἠὲ κασίγνητον ὁμογάστριον ἠὲ καὶ υἱόν· 24.48ἀλλ̓ ἤτοι κλαύσας καὶ ὀδυράμενος μεθέηκε· 24.49τλητὸν γὰρ Μοῖραι θυμὸν θέσαν ἀνθρώποισιν. 24.50αὐτὰρ γ̓ Ἕκτορα δῖον, ἐπεὶ φίλον ἦτορ ἀπηύρα, 24.51ἵππων ἐξάπτων περὶ σῆμ̓ ἑτάροιο φίλοιο 24.52ἕλκει· οὐ μήν οἱ τό γε κάλλιον οὐ δέ τ̓ ἄμεινον. 24.53μὴ ἀγαθῷ περ ἐόντι νεμεσσηθέωμέν οἱ ἡμεῖς· 24.54κωφὴν γὰρ δὴ γαῖαν ἀεικίζει μενεαίνων. 24.55τὸν δὲ χολωσαμένη προσέφη λευκώλενος Ἥρη· 24.56εἴη κεν καὶ τοῦτο τεὸν ἔπος ἀργυρότοξε 24.57εἰ δὴ ὁμὴν Ἀχιλῆϊ καὶ Ἕκτορι θήσετε τιμήν. 24.58Ἕκτωρ μὲν θνητός τε γυναῖκά τε θήσατο μαζόν· 24.59αὐτὰρ Ἀχιλλεύς ἐστι θεᾶς γόνος, ἣν ἐγὼ αὐτὴ 24.60θρέψά τε καὶ ἀτίτηλα καὶ ἀνδρὶ πόρον παράκοιτιν 24.61Πηλέϊ, ὃς περὶ κῆρι φίλος γένετ̓ ἀθανάτοισι. 24.62πάντες δ̓ ἀντιάασθε θεοὶ γάμου· ἐν δὲ σὺ τοῖσι 24.63δαίνὐ ἔχων φόρμιγγα κακῶν ἕταῤ, αἰὲν ἄπιστε. 24.64τὴν δ̓ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· 24.65Ἥρη μὴ δὴ πάμπαν ἀποσκύδμαινε θεοῖσιν· 24.66οὐ μὲν γὰρ τιμή γε μί̓ ἔσσεται· ἀλλὰ καὶ Ἕκτωρ 24.67φίλτατος ἔσκε θεοῖσι βροτῶν οἳ ἐν Ἰλίῳ εἰσίν· 24.68ὣς γὰρ ἔμοιγ̓, ἐπεὶ οὔ τι φίλων ἡμάρτανε δώρων. 24.69οὐ γάρ μοί ποτε βωμὸς ἐδεύετο δαιτὸς ἐΐσης 24.70λοιβῆς τε κνίσης τε· τὸ γὰρ λάχομεν γέρας ἡμεῖς. 24.71ἀλλ̓ ἤτοι κλέψαι μὲν ἐάσομεν, οὐ δέ πῃ ἔστι, 24.72λάθρῃ Ἀχιλλῆος θρασὺν Ἕκτορα· ἦ γάρ οἱ αἰεὶ 24.73μήτηρ παρμέμβλωκεν ὁμῶς νύκτάς τε καὶ ἦμαρ. 24.74ἀλλ̓ εἴ τις καλέσειε θεῶν Θέτιν ἆσσον ἐμεῖο, 24.75ὄφρά τί οἱ εἴπω πυκινὸν ἔπος, ὥς κεν Ἀχιλλεὺς 24.76δώρων ἐκ Πριάμοιο λάχῃ ἀπό θ̓ Ἕκτορα λύσῃ. 24.77ὣς ἔφατ̓, ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα, 24.78μεσσηγὺς δὲ Σάμου τε καὶ Ἴμβρου παιπαλοέσσης 24.79ἔνθορε μείλανι πόντῳ· ἐπεστονάχησε δὲ λίμνη. 24.80 δὲ μολυβδαίνῃ ἰκέλη ἐς βυσσὸν ὄρουσεν, 24.81 τε κατ̓ ἀγραύλοιο βοὸς κέρας ἐμβεβαυῖα 24.82ἔρχεται ὠμηστῇσιν ἐπ̓ ἰχθύσι κῆρα φέρουσα. 24.83εὗρε δ̓ ἐνὶ σπῆϊ γλαφυρῷ Θέτιν, ἀμφὶ δ̓ ἄῤ ἄλλαι 24.84εἵαθ̓ ὁμηγερέες ἅλιαι θεαί· δ̓ ἐνὶ μέσσῃς 24.85κλαῖε μόρον οὗ παιδὸς ἀμύμονος, ὅς οἱ ἔμελλε 24.86φθίσεσθ̓ ἐν Τροίῃ ἐριβώλακι τηλόθι πάτρης. 24.87ἀγχοῦ δ̓ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις· 24.88ὄρσο Θέτι· καλέει Ζεὺς ἄφθιτα μήδεα εἰδώς. 24.89τὴν δ̓ ἠμείβετ̓ ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα· 24.90τίπτέ με κεῖνος ἄνωγε μέγας θεός; αἰδέομαι δὲ 24.91μίσγεσθ̓ ἀθανάτοισιν, ἔχω δ̓ ἄχἐ ἄκριτα θυμῷ. 24.92εἶμι μέν, οὐ δ̓ ἅλιον ἔπος ἔσσεται ὅττί κεν εἴπῃ. 24.93ὣς ἄρα φωνήσασα κάλυμμ̓ ἕλε δῖα θεάων 24.94κυάνεον, τοῦ δ̓ οὔ τι μελάντερον ἔπλετο ἔσθος. 24.95βῆ δ̓ ἰέναι, πρόσθεν δὲ ποδήνεμος ὠκέα Ἶρις 24.96ἡγεῖτ̓· ἀμφὶ δ̓ ἄρα σφι λιάζετο κῦμα θαλάσσης. 24.97ἀκτὴν δ̓ ἐξαναβᾶσαι ἐς οὐρανὸν ἀϊχθήτην, 24.98εὗρον δ̓ εὐρύοπα Κρονίδην, περὶ δ̓ ἄλλοι ἅπαντες 24.99εἵαθ̓ ὁμηγερέες μάκαρες θεοὶ αἰὲν ἐόντες. 24.100 δ̓ ἄρα πὰρ Διὶ πατρὶ καθέζετο, εἶξε δ̓ Ἀθήνη. 24.101Ἥρη δὲ χρύσεον καλὸν δέπας ἐν χερὶ θῆκε 24.102καί ῥ̓ εὔφρην̓ ἐπέεσσι· Θέτις δ̓ ὤρεξε πιοῦσα. 24.103τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε· 24.104ἤλυθες Οὔλυμπον δὲ θεὰ Θέτι κηδομένη περ, 24.105πένθος ἄλαστον ἔχουσα μετὰ φρεσίν· οἶδα καὶ αὐτός· 24.106ἀλλὰ καὶ ὧς ἐρέω τοῦ σ̓ εἵνεκα δεῦρο κάλεσσα. 24.107ἐννῆμαρ δὴ νεῖκος ἐν ἀθανάτοισιν ὄρωρεν 24.108Ἕκτορος ἀμφὶ νέκυι καὶ Ἀχιλλῆϊ πτολιπόρθῳ· 24.109κλέψαι δ̓ ὀτρύνουσιν ἐΰσκοπον ἀργεϊφόντην· 24.110αὐτὰρ ἐγὼ τόδε κῦδος Ἀχιλλῆϊ προτιάπτω 24.111αἰδῶ καὶ φιλότητα τεὴν μετόπισθε φυλάσσων. 24.112αἶψα μάλ̓ ἐς στρατὸν ἐλθὲ καὶ υἱέϊ σῷ ἐπίτειλον· 24.113σκύζεσθαί οἱ εἰπὲ θεούς, ἐμὲ δ̓ ἔξοχα πάντων 24.114ἀθανάτων κεχολῶσθαι, ὅτι φρεσὶ μαινομένῃσιν 24.115Ἕκτοῤ ἔχει παρὰ νηυσὶ κορωνίσιν οὐ δ̓ ἀπέλυσεν, 24.116αἴ κέν πως ἐμέ τε δείσῃ ἀπό θ̓ Ἕκτορα λύσῃ. 24.117αὐτὰρ ἐγὼ Πριάμῳ μεγαλήτορι Ἶριν ἐφήσω 24.118λύσασθαι φίλον υἱὸν ἰόντ̓ ἐπὶ νῆας Ἀχαιῶν, 24.119δῶρα δ̓ Ἀχιλλῆϊ φερέμεν, τά κε θυμὸν ἰήνῃ. 24.120ὣς ἔφατ̓, οὐ δ̓ ἀπίθησε θεὰ Θέτις ἀργυρόπεζα, 24.121βῆ δὲ κατ̓ Οὐλύμποιο καρήνων ἀΐξασα, 24.122ἷξεν δ̓ ἐς κλισίην οὗ υἱέος· ἔνθ̓ ἄρα τόν γε 24.123εὗῤ ἁδινὰ στενάχοντα· φίλοι δ̓ ἀμφ̓ αὐτὸν ἑταῖροι 24.124ἐσσυμένως ἐπένοντο καὶ ἐντύνοντο ἄριστον· 24.125τοῖσι δ̓ ὄϊς λάσιος μέγας ἐν κλισίῃ ἱέρευτο. 24.126 δὲ μάλ̓ ἄγχ̓ αὐτοῖο καθέζετο πότνια μήτηρ, 24.127χειρί τέ μιν κατέρεξεν ἔπος τ̓ ἔφατ̓ ἔκ τ̓ ὀνόμαζε· 24.128τέκνον ἐμὸν τέο μέχρις ὀδυρόμενος καὶ ἀχεύων 24.129σὴν ἔδεαι κραδίην μεμνημένος οὔτέ τι σίτου 24.130οὔ τ̓ εὐνῆς; ἀγαθὸν δὲ γυναικί περ ἐν φιλότητι 24.131μίσγεσθ̓· οὐ γάρ μοι δηρὸν βέῃ, ἀλλά τοι ἤδη 24.132ἄγχι παρέστηκεν θάνατος καὶ μοῖρα κραταιή. 24.133ἀλλ̓ ἐμέθεν ξύνες ὦκα, Διὸς δέ τοι ἄγγελός εἰμι· 24.134σκύζεσθαι σοί φησι θεούς, ἑὲ δ̓ ἔξοχα πάντων 24.135ἀθανάτων κεχολῶσθαι, ὅτι φρεσὶ μαινομένῃσιν 24.136Ἕκτοῤ ἔχεις παρὰ νηυσὶ κορωνίσιν οὐ δ̓ ἀπέλυσας. 24.137ἀλλ̓ ἄγε δὴ λῦσον, νεκροῖο δὲ δέξαι ἄποινα. 24.138τὴν δ̓ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· 24.139τῇδ̓ εἴη· ὃς ἄποινα φέροι καὶ νεκρὸν ἄγοιτο, 24.140εἰ δὴ πρόφρονι θυμῷ Ὀλύμπιος αὐτὸς ἀνώγει. 24.141ὣς οἵ γ̓ ἐν νηῶν ἀγύρει μήτηρ τε καὶ υἱὸς 24.142πολλὰ πρὸς ἀλλήλους ἔπεα πτερόεντ̓ ἀγόρευον. 24.143Ἶριν δ̓ ὄτρυνε Κρονίδης εἰς Ἴλιον ἱρήν· 24.144βάσκ̓ ἴθι Ἶρι ταχεῖα λιποῦσ̓ ἕδος Οὐλύμποιο 24.145ἄγγειλον Πριάμῳ μεγαλήτορι Ἴλιον εἴσω 24.146λύσασθαι φίλον υἱὸν ἰόντ̓ ἐπὶ νῆας Ἀχαιῶν, 24.147δῶρα δ̓ Ἀχιλλῆϊ φερέμεν τά κε θυμὸν ἰήνῃ 24.148οἶον, μὴ δέ τις ἄλλος ἅμα Τρώων ἴτω ἀνήρ. 24.149κῆρύξ τίς οἱ ἕποιτο γεραίτερος, ὅς κ̓ ἰθύνοι 24.150ἡμιόνους καὶ ἄμαξαν ἐΰτροχον, ἠδὲ καὶ αὖτις 24.151νεκρὸν ἄγοι προτὶ ἄστυ, τὸν ἔκτανε δῖος Ἀχιλλεύς. 24.152μὴ δέ τί οἱ θάνατος μελέτω φρεσὶ μὴ δέ τι τάρβος· 24.153τοῖον γάρ οἱ πομπὸν ὀπάσσομεν ἀργεϊφόντην, 24.154ὃς ἄξει εἷός κεν ἄγων Ἀχιλῆϊ πελάσσῃ. 24.155αὐτὰρ ἐπὴν ἀγάγῃσιν ἔσω κλισίην Ἀχιλῆος, 24.156οὔ τ̓ αὐτὸς κτενέει ἀπό τ̓ ἄλλους πάντας ἐρύξει· 24.157οὔ τε γάρ ἐστ̓ ἄφρων οὔ τ̓ ἄσκοπος οὔ τ̓ ἀλιτήμων, 24.158ἀλλὰ μάλ̓ ἐνδυκέως ἱκέτεω πεφιδήσεται ἀνδρός. 24.159ὣς ἔφατ̓, ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα. 24.160ἷξεν δ̓ ἐς Πριάμοιο, κίχεν δ̓ ἐνοπήν τε γόον τε. 24.161παῖδες μὲν πατέῤ ἀμφὶ καθήμενοι ἔνδοθεν αὐλῆς 24.162δάκρυσιν εἵματ̓ ἔφυρον, δ̓ ἐν μέσσοισι γεραιὸς 24.163ἐντυπὰς ἐν χλαίνῃ κεκαλυμμένος· ἀμφὶ δὲ πολλὴ 24.164κόπρος ἔην κεφαλῇ τε καὶ αὐχένι τοῖο γέροντος 24.165τήν ῥα κυλινδόμενος καταμήσατο χερσὶν ἑῇσι. 24.166θυγατέρες δ̓ ἀνὰ δώματ̓ ἰδὲ νυοὶ ὠδύροντο 24.167τῶν μιμνησκόμεναι οἳ δὴ πολέες τε καὶ ἐσθλοὶ 24.168χερσὶν ὑπ̓ Ἀργείων κέατο ψυχὰς ὀλέσαντες. 24.169στῆ δὲ παρὰ Πρίαμον Διὸς ἄγγελος, ἠδὲ προσηύδα 24.170τυτθὸν φθεγξαμένη· τὸν δὲ τρόμος ἔλλαβε γυῖα· 24.171θάρσει Δαρδανίδη Πρίαμε φρεσί, μὴ δέ τι τάρβει· 24.172οὐ μὲν γάρ τοι ἐγὼ κακὸν ὀσσομένη τόδ̓ ἱκάνω 24.173ἀλλ̓ ἀγαθὰ φρονέουσα· Διὸς δέ τοι ἄγγελός εἰμι, 24.174ὅς σευ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδ̓ ἐλεαίρει. 24.175λύσασθαί σ̓ ἐκέλευσεν Ὀλύμπιος Ἕκτορα δῖον, 24.176δῶρα δ̓ Ἀχιλλῆϊ φερέμεν τά κε θυμὸν ἰήνῃ 24.177οἶον, μὴ δέ τις ἄλλος ἅμα Τρώων ἴτω ἀνήρ. 24.178κῆρύξ τίς τοι ἕποιτο γεραίτερος, ὅς κ̓ ἰθύνοι 24.179ἡμιόνους καὶ ἄμαξαν ἐΰτροχον, ἠδὲ καὶ αὖτις 24.180νεκρὸν ἄγοι προτὶ ἄστυ, τὸν ἔκτανε δῖος Ἀχιλλεύς. 24.181μὴ δέ τί τοι θάνατος μελέτω φρεσὶ μη δέ τι τάρβος· 24.182τοῖος γάρ τοι πομπὸς ἅμ̓ ἕψεται ἀργεϊφόντης, 24.183ὅς σ̓ ἄξει εἷός κεν ἄγων Ἀχιλῆϊ πελάσσῃ. 24.184αὐτὰρ ἐπὴν ἀγάγῃσιν ἔσω κλισίην Ἀχιλῆος, 24.185οὔ τ̓ αὐτὸς κτενέει ἀπό τ̓ ἄλλους πάντας ἐρύξει· 24.186οὔ τε γάρ ἔστ̓ ἄφρων οὔ τ̓ ἄσκοπος οὔ τ̓ ἀλιτήμων, 24.187ἀλλὰ μάλ̓ ἐνδυκέως ἱκέτεω πεφιδήσεται ἀνδρός. 24.188 μὲν ἄῤ ὣς εἰποῦσ̓ ἀπέβη πόδας ὠκέα Ἶρις, 24.189αὐτὰρ γ̓ υἷας ἄμαξαν ἐΰτροχον ἡμιονείην 24.190ὁπλίσαι ἠνώγει, πείρινθα δὲ δῆσαι ἐπ̓ αὐτῆς. 24.191αὐτὸς δ̓ ἐς θάλαμον κατεβήσετο κηώεντα 24.192κέδρινον ὑψόροφον, ὃς γλήνεα πολλὰ κεχάνδει· 24.193ἐς δ̓ ἄλοχον Ἑκάβην ἐκαλέσσατο φώνησέν τε· 24.194δαιμονίη Διόθεν μοι Ὀλύμπιος ἄγγελος ἦλθε 24.195λύσασθαι φίλον υἱὸν ἰόντ̓ ἐπὶ νῆας Ἀχαιῶν, 24.196δῶρα δ̓ Ἀχιλλῆϊ φερέμεν τά κε θυμὸν ἰήνῃ. 24.197ἀλλ̓ ἄγε μοι τόδε εἰπὲ τί τοι φρεσὶν εἴδεται εἶναι; 24.198αἰνῶς γάρ μ̓ αὐτόν γε μένος καὶ θυμὸς ἄνωγε 24.199κεῖσ̓ ἰέναι ἐπὶ νῆας ἔσω στρατὸν εὐρὺν Ἀχαιῶν. 24.200ὣς φάτο, κώκυσεν δὲ γυνὴ καὶ ἀμείβετο μύθῳ· 24.201μοι πῇ δή τοι φρένες οἴχονθ̓, ᾗς τὸ πάρος περ 24.202ἔκλἐ ἐπ̓ ἀνθρώπους ξείνους ἠδ̓ οἷσιν ἀνάσσεις; 24.203πῶς ἐθέλεις ἐπὶ νῆας Ἀχαιῶν ἐλθέμεν οἶος 24.204ἀνδρὸς ἐς ὀφθαλμοὺς ὅς τοι πολέας τε καὶ ἐσθλοὺς 24.205υἱέας ἐξενάριξε· σιδήρειόν νύ τοι ἦτορ. 24.206εἰ γάρ σ̓ αἱρήσει καὶ ἐσόψεται ὀφθαλμοῖσιν 24.207ὠμηστὴς καὶ ἄπιστος ἀνὴρ γε οὔ σ̓ ἐλεήσει, 24.208οὐ δέ τί σ̓ αἰδέσεται. νῦν δὲ κλαίωμεν ἄνευθεν 24.209ἥμενοι ἐν μεγάρῳ· τῷ δ̓ ὥς ποθι Μοῖρα κραταιὴ 24.210γιγνομένῳ ἐπένησε λίνῳ, ὅτε μιν τέκον αὐτή, 24.211ἀργίποδας κύνας ἆσαι ἑῶν ἀπάνευθε τοκήων 24.212ἀνδρὶ πάρα κρατερῷ, τοῦ ἐγὼ μέσον ἧπαρ ἔχοιμι 24.213ἐσθέμεναι προσφῦσα· τότ̓ ἄντιτα ἔργα γένοιτο 24.214παιδὸς ἐμοῦ, ἐπεὶ οὔ κακιζόμενόν γε κατέκτα, 24.215ἀλλὰ πρὸ Τρώων καὶ Τρωϊάδων βαθυκόλπων 24.216ἑσταότ̓ οὔ τε φόβου μεμνημένον οὔ τ̓ ἀλεωρῆς. 24.217τὴν δ̓ αὖτε προσέειπε γέρων Πρίαμος θεοειδής· 24.218μή μ̓ ἐθέλοντ̓ ἰέναι κατερύκανε, μὴ δέ μοι αὐτὴ 24.219ὄρνις ἐνὶ μεγάροισι κακὸς πέλευ· οὐ δέ με πείσεις. 24.220εἰ μὲν γάρ τίς μ̓ ἄλλος ἐπιχθονίων ἐκέλευεν, 24.221οἳ μάντιές εἰσι θυοσκόοιἱερῆες, 24.222ψεῦδός κεν φαῖμεν καὶ νοσφιζοίμεθα μᾶλλον· 24.223νῦν δ̓, αὐτὸς γὰρ ἄκουσα θεοῦ καὶ ἐσέδρακον ἄντην, 24.224εἶμι καὶ οὐχ ἅλιον ἔπος ἔσσεται. εἰ δέ μοι αἶσα 24.225τεθνάμεναι παρὰ νηυσὶν Ἀχαιῶν χαλκοχιτώνων 24.226βούλομαι· αὐτίκα γάρ με κατακτείνειεν Ἀχιλλεὺς 24.227ἀγκὰς ἑλόντ̓ ἐμὸν υἱόν, ἐπὴν γόου ἐξ ἔρον εἵην. 24.228 καὶ φωριαμῶν ἐπιθήματα κάλ̓ ἀνέῳγεν· 24.229ἔνθεν δώδεκα μὲν περικαλλέας ἔξελε πέπλους, 24.230δώδεκα δ̓ ἁπλοΐδας χλαίνας, τόσσους δὲ τάπητας, 24.231τόσσα δὲ φάρεα λευκά, τόσους δ̓ ἐπὶ τοῖσι χιτῶνας. 24.232χρυσοῦ δὲ στήσας ἔφερεν δέκα πάντα τάλαντα, 24.233ἐκ δὲ δύ̓ αἴθωνας τρίποδας, πίσυρας δὲ λέβητας, 24.234ἐκ δὲ δέπας περικαλλές, οἱ Θρῇκες πόρον ἄνδρες 24.235ἐξεσίην ἐλθόντι μέγα κτέρας· οὐ δέ νυ τοῦ περ 24.236φείσατ̓ ἐνὶ μεγάροις γέρων, περὶ δ̓ ἤθελε θυμῷ 24.237λύσασθαι φίλον υἱόν. δὲ Τρῶας μὲν ἅπαντας 24.238αἰθούσης ἀπέεργεν ἔπεσσ̓ αἰσχροῖσιν ἐνίσσων· 24.239ἔρρετε λωβητῆρες ἐλεγχέες· οὔ νυ καὶ ὑμῖν 24.240οἴκοι ἔνεστι γόος, ὅτι μ̓ ἤλθετε κηδήσοντες; 24.241ὀνόσασθ̓ ὅτι μοι Κρονίδης Ζεὺς ἄλγἐ ἔδωκε 24.242παῖδ̓ ὀλέσαι τὸν ἄριστον; ἀτὰρ γνώσεσθε καὶ ὔμμες· 24.243ῥηΐτεροι γὰρ μᾶλλον Ἀχαιοῖσιν δὴ ἔσεσθε 24.244κείνου τεθνηῶτος ἐναιρέμεν. αὐτὰρ ἔγωγε 24.245πρὶν ἀλαπαζομένην τε πόλιν κεραϊζομένην τε 24.246ὀφθαλμοῖσιν ἰδεῖν βαίην δόμον Ἄϊδος εἴσω. 24.247 καὶ σκηπανίῳ δίεπ̓ ἀνέρας· οἳ δ̓ ἴσαν ἔξω 24.248σπερχομένοιο γέροντος· δ̓ υἱάσιν οἷσιν ὁμόκλα 24.249νεικείων Ἕλενόν τε Πάριν τ̓ Ἀγάθωνά τε δῖον 24.250Πάμμονά τ̓ Ἀντίφονόν τε βοὴν ἀγαθόν τε Πολίτην 24.251Δηΐφοβόν τε καὶ Ἱππόθοον καὶ δῖον Ἀγαυόν· 24.252ἐννέα τοῖς γεραιὸς ὁμοκλήσας ἐκέλευε· 24.253σπεύσατέ μοι κακὰ τέκνα κατηφόνες· αἴθ̓ ἅμα πάντες 24.254Ἕκτορος ὠφέλετ̓ ἀντὶ θοῇς ἐπὶ νηυσὶ πεφάσθαι. 24.255μοι ἐγὼ πανάποτμος, ἐπεὶ τέκον υἷας ἀρίστους 24.256Τροίῃ ἐν εὐρείῃ, τῶν δ̓ οὔ τινά φημι λελεῖφθαι, 24.257Μήστορά τ̓ ἀντίθεον καὶ Τρωΐλον ἱππιοχάρμην 24.258Ἕκτορά θ̓, ὃς θεὸς ἔσκε μετ̓ ἀνδράσιν, οὐ δὲ ἐῴκει 24.259ἀνδρός γε θνητοῦ πάϊς ἔμμεναι ἀλλὰ θεοῖο. 24.260τοὺς μὲν ἀπώλεσ̓ Ἄρης, τὰ δ̓ ἐλέγχεα πάντα λέλειπται 24.261ψεῦσταί τ̓ ὀρχησταί τε χοροιτυπίῃσιν ἄριστοι 24.262ἀρνῶν ἠδ̓ ἐρίφων ἐπιδήμιοι ἁρπακτῆρες. 24.263οὐκ ἂν δή μοι ἄμαξαν ἐφοπλίσσαιτε τάχιστα, 24.264ταῦτά τε πάντ̓ ἐπιθεῖτε, ἵνα πρήσσωμεν ὁδοῖο; 24.265ὣς ἔφαθ̓, οἳ δ̓ ἄρα πατρὸς ὑποδείσαντες ὁμοκλὴν 24.266ἐκ μὲν ἄμαξαν ἄειραν ἐΰτροχον ἡμιονείην 24.267καλὴν πρωτοπαγέα, πείρινθα δὲ δῆσαν ἐπ̓ αὐτῆς, 24.268κὰδ δ̓ ἀπὸ πασσαλόφι ζυγὸν ᾕρεον ἡμιόνειον 24.269πύξινον ὀμφαλόεν εὖ οἰήκεσσιν ἀρηρός· 24.270ἐκ δ̓ ἔφερον ζυγόδεσμον ἅμα ζυγῷ ἐννεάπηχυ. 24.271καὶ τὸ μὲν εὖ κατέθηκαν ἐϋξέστῳ ἐπὶ ῥυμῷ 24.272πέζῃ ἔπι πρώτῃ, ἐπὶ δὲ κρίκον ἕστορι βάλλον, 24.273τρὶς δ̓ ἑκάτερθεν ἔδησαν ἐπ̓ ὀμφαλόν, αὐτὰρ ἔπειτα 24.274ἑξείης κατέδησαν, ὑπὸ γλωχῖνα δ̓ ἔκαμψαν. 24.275ἐκ θαλάμου δὲ φέροντες ἐϋξέστης ἐπ̓ ἀπήνης 24.276νήεον Ἑκτορέης κεφαλῆς ἀπερείσἰ ἄποινα, 24.277ζεῦξαν δ̓ ἡμιόνους κρατερώνυχας ἐντεσιεργούς, 24.278τούς ῥά ποτε Πριάμῳ Μυσοὶ δόσαν ἀγλαὰ δῶρα. 24.279ἵππους δὲ Πριάμῳ ὕπαγον ζυγόν, οὓς γεραιὸς 24.280αὐτὸς ἔχων ἀτίταλλεν ἐϋξέστῃ ἐπὶ φάτνῃ. 24.281τὼ μὲν ζευγνύσθην ἐν δώμασιν ὑψηλοῖσι 24.282κῆρυξ καὶ Πρίαμος πυκινὰ φρεσὶ μήδἐ ἔχοντες· 24.283ἀγχίμολον δέ σφ̓ ἦλθ̓ Ἑκάβη τετιηότι θυμῷ 24.284οἶνον ἔχουσ̓ ἐν χειρὶ μελίφρονα δεξιτερῆφι 24.285χρυσέῳ ἐν δέπαϊ, ὄφρα λείψαντε κιοίτην· 24.286στῆ δ̓ ἵππων προπάροιθεν ἔπος τ̓ ἔφατ̓ ἔκ τ̓ ὀνόμαζε· 24.287τῆ σπεῖσον Διὶ πατρί, καὶ εὔχεο οἴκαδ̓ ἱκέσθαι 24.288ἂψ ἐκ δυσμενέων ἀνδρῶν, ἐπεὶ ἂρ σέ γε θυμὸς 24.289ὀτρύνει ἐπὶ νῆας ἐμεῖο μὲν οὐκ ἐθελούσης. 24.290ἀλλ̓ εὔχεο σύ γ̓ ἔπειτα κελαινεφέϊ Κρονίωνι 24.291Ἰδαίῳ, ὅς τε Τροίην κατὰ πᾶσαν ὁρᾶται, 24.292αἴτει δ̓ οἰωνὸν ταχὺν ἄγγελον, ὅς τέ οἱ αὐτῷ 24.293φίλτατος οἰωνῶν, καί εὑ κράτος ἐστὶ μέγιστον, 24.294δεξιόν, ὄφρά μιν αὐτὸς ἐν ὀφθαλμοῖσι νοήσας 24.295τῷ πίσυνος ἐπὶ νῆας ἴῃς Δαναῶν ταχυπώλων. 24.296εἰ δέ τοι οὐ δώσει ἑὸν ἄγγελον εὐρύοπα Ζεύς, 24.297οὐκ ἂν ἔγωγέ σ̓ ἔπειτα ἐποτρύνουσα κελοίμην 24.298νῆας ἐπ̓ Ἀργείων ἰέναι μάλα περ μεμαῶτα. 24.299τὴν δ̓ ἀπαμειβόμενος προσέφη Πρίαμος θεοειδής· 24.300γύναι οὐ μέν τοι τόδ̓ ἐφιεμένῃ ἀπιθήσω. 24.301ἐσθλὸν γὰρ Διὶ χεῖρας ἀνασχέμεν αἴ κ̓ ἐλεήσῃ. 24.302 ῥα καὶ ἀμφίπολον ταμίην ὄτρυν̓ γεραιὸς 24.303χερσὶν ὕδωρ ἐπιχεῦαι ἀκήρατον· δὲ παρέστη 24.304χέρνιβον ἀμφίπολος πρόχοόν θ̓ ἅμα χερσὶν ἔχουσα. 24.305νιψάμενος δὲ κύπελλον ἐδέξατο ἧς ἀλόχοιο· 24.306εὔχετ̓ ἔπειτα στὰς μέσῳ ἕρκεϊ, λεῖβε δὲ οἶνον 24.307οὐρανὸν εἰσανιδών, καὶ φωνήσας ἔπος ηὔδα· 24.308Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε 24.309δός μ̓ ἐς Ἀχιλλῆος φίλον ἐλθεῖν ἠδ̓ ἐλεεινόν, 24.310πέμψον δ̓ οἰωνὸν ταχὺν ἄγγελον, ὅς τε σοὶ αὐτῷ 24.311φίλτατος οἰωνῶν, καί εὑ κράτος ἐστὶ μέγιστον, 24.312δεξιόν, ὄφρά μιν αὐτὸς ἐν ὀφθαλμοῖσι νοήσας 24.313τῷ πίσυνος ἐπὶ νῆας ἴω Δαναῶν ταχυπώλων. 24.314ὣς ἔφατ̓ εὐχόμενος, τοῦ δ̓ ἔκλυε μητίετα Ζεὺς 24.315αὐτίκα δ̓ αἰετὸν ἧκε τελειότατον πετεηνῶν 24.316μόρφνον θηρητῆῤ ὃν καὶ περκνὸν καλέουσιν. 24.317ὅσση δ̓ ὑψορόφοιο θύρη θαλάμοιο τέτυκται 24.318ἀνέρος ἀφνειοῖο ἐῢ κληῗσ̓ ἀραρυῖα, 24.319τόσσ̓ ἄρα τοῦ ἑκάτερθεν ἔσαν πτερά· εἴσατο δέ σφι 24.320δεξιὸς ἀΐξας διὰ ἄστεος· οἳ δὲ ἰδόντες 24.321γήθησαν, καὶ πᾶσιν ἐνὶ φρεσὶ θυμὸς ἰάνθη. 24.322σπερχόμενος δ̓ γεραιὸς ἑοῦ ἐπεβήσετο δίφρου, 24.323ἐκ δ̓ ἔλασε προθύροιο καὶ αἰθούσης ἐριδούπου. 24.324πρόσθε μὲν ἡμίονοι ἕλκον τετράκυκλον ἀπήνην, 24.325τὰς Ἰδαῖος ἔλαυνε δαΐφρων· αὐτὰρ ὄπισθεν 24.326ἵπποι, τοὺς γέρων ἐφέπων μάστιγι κέλευε 24.327καρπαλίμως κατὰ ἄστυ· φίλοι δ̓ ἅμα πάντες ἕποντο 24.328πόλλ̓ ὀλοφυρόμενοι ὡς εἰ θάνατον δὲ κιόντα. 24.329οἳ δ̓ ἐπεὶ οὖν πόλιος κατέβαν, πεδίον δ̓ ἀφίκοντο, 24.330οἳ μὲν ἄῤ ἄψορροι προτὶ Ἴλιον ἀπονέοντο 24.331παῖδες καὶ γαμβροί, τὼ δ̓ οὐ λάθον εὐρύοπα Ζῆν 24.332ἐς πεδίον προφανέντε· ἰδὼν δ̓ ἐλέησε γέροντα, 24.333αἶψα δ̓ ἄῤ Ἑρμείαν υἱὸν φίλον ἀντίον ηὔδα· 24.334Ἑρμεία, σοὶ γάρ τε μάλιστά γε φίλτατόν ἐστιν 24.335ἀνδρὶ ἑταιρίσσαι, καί τ̓ ἔκλυες κ̓ ἐθέλῃσθα, 24.336βάσκ̓ ἴθι καὶ Πρίαμον κοίλας ἐπὶ νῆας Ἀχαιῶν 24.337ὣς ἄγαγ̓, ὡς μήτ̓ ἄρ τις ἴδῃ μήτ̓ ἄρ τε νοήσῃ 24.338τῶν ἄλλων Δαναῶν, πρὶν Πηλεΐωνα δ̓ ἱκέσθαι. 24.339ὣς ἔφατ̓, οὐ δ̓ ἀπίθησε διάκτορος ἀργεϊφόντης. 24.340αὐτίκ̓ ἔπειθ̓ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα 24.341ἀμβρόσια χρύσεια, τά μιν φέρον ἠμὲν ἐφ̓ ὑγρὴν 24.342ἠδ̓ ἐπ̓ ἀπείρονα γαῖαν ἅμα πνοιῇς ἀνέμοιο· 24.343εἵλετο δὲ ῥάβδον, τῇ τ̓ ἀνδρῶν ὄμματα θέλγει 24.344ὧν ἐθέλει, τοὺς δ̓ αὖτε καὶ ὑπνώοντας ἐγείρει· 24.345τὴν μετὰ χερσὶν ἔχων πέτετο κρατὺς ἀργεϊφόντης. 24.346αἶψα δ̓ ἄρα Τροίην τε καὶ Ἑλλήσποντον ἵκανε, 24.347βῆ δ̓ ἰέναι κούρῳ αἰσυμνητῆρι ἐοικὼς 24.348πρῶτον ὑπηνήτῃ, τοῦ περ χαριεστάτη ἥβη. 24.349οἳ δ̓ ἐπεὶ οὖν μέγα σῆμα παρὲξ Ἴλοιο ἔλασσαν, 24.350στῆσαν ἄῤ ἡμιόνους τε καὶ ἵππους ὄφρα πίοιεν 24.351ἐν ποταμῷ· δὴ γὰρ καὶ ἐπὶ κνέφας ἤλυθε γαῖαν. 24.352τὸν δ̓ ἐξ ἀγχιμόλοιο ἰδὼν ἐφράσσατο κῆρυξ 24.353Ἑρμείαν, ποτὶ δὲ Πρίαμον φάτο φώνησέν τε· 24.354φράζεο Δαρδανίδη· φραδέος νόου ἔργα τέτυκται. 24.355ἄνδῤ ὁρόω, τάχα δ̓ ἄμμε διαρραίσεσθαι ὀΐω. 24.356ἀλλ̓ ἄγε δὴ φεύγωμεν ἐφ̓ ἵππων, ἤ μιν ἔπειτα 24.357γούνων ἁψάμενοι λιτανεύσομεν αἴ κ̓ ἐλεήσῃ. 24.358ὣς φάτο, σὺν δὲ γέροντι νόος χύτο, δείδιε δ̓ αἰνῶς, 24.359ὀρθαὶ δὲ τρίχες ἔσταν ἐνὶ γναμπτοῖσι μέλεσσι, 24.360στῆ δὲ ταφών· αὐτὸς δ̓ ἐριούνιος ἐγγύθεν ἐλθὼν 24.361χεῖρα γέροντος ἑλὼν ἐξείρετο καὶ προσέειπε· 24.362πῇ πάτερ ὧδ̓ ἵππους τε καὶ ἡμιόνους ἰθύνεις 24.363νύκτα δἰ ἀμβροσίην, ὅτε θ̓ εὕδουσι βροτοὶ ἄλλοι; 24.364οὐ δὲ σύ γ̓ ἔδεισας μένεα πνείοντας Ἀχαιούς, 24.365οἵ τοι δυσμενέες καὶ ἀνάρσιοι ἐγγὺς ἔασι; 24.366τῶν εἴ τίς σε ἴδοιτο θοὴν διὰ νύκτα μέλαιναν 24.367τοσσάδ̓ ὀνείατ̓ ἄγοντα, τίς ἂν δή τοι νόος εἴη; 24.368οὔ τ̓ αὐτὸς νέος ἐσσί, γέρων δέ τοι οὗτος ὀπηδεῖ, 24.369ἄνδῤ ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ. 24.370ἀλλ̓ ἐγὼ οὐδέν σε ῥέξω κακά, καὶ δέ κεν ἄλλον 24.371σεῦ ἀπαλεξήσαιμι· φίλῳ δέ σε πατρὶ ἐΐσκω. 24.372τὸν δ̓ ἠμείβετ̓ ἔπειτα γέρων Πρίαμος θεοειδής· 24.373οὕτω πῃ τάδε γ̓ ἐστὶ φίλον τέκος ὡς ἀγορεύεις. 24.374ἀλλ̓ ἔτι τις καὶ ἐμεῖο θεῶν ὑπερέσχεθε χεῖρα, 24.375ὅς μοι τοιόνδ̓ ἧκεν ὁδοιπόρον ἀντιβολῆσαι 24.376αἴσιον, οἷος δὴ σὺ δέμας καὶ εἶδος ἀγητός, 24.377πέπνυσαί τε νόῳ, μακάρων δ̓ ἔξεσσι τοκήων. 24.378τὸν δ̓ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης· 24.379ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες. 24.380ἀλλ̓ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον, 24.381ἠέ πῃ ἐκπέμπεις κειμήλια πολλὰ καὶ ἐσθλὰ 24.382ἄνδρας ἐς ἀλλοδαποὺς ἵνα περ τάδε τοι σόα μίμνῃ, 24.383ἦ ἤδη πάντες καταλείπετε Ἴλιον ἱρὴν 24.384δειδιότες· τοῖος γὰρ ἀνὴρ ὤριστος ὄλωλε 24.385σὸς πάϊς· οὐ μὲν γάρ τι μάχης ἐπιδεύετ̓ Ἀχαιῶν. 24.386τὸν δ̓ ἠμείβετ̓ ἔπειτα γέρων Πρίαμος θεοειδής· 24.387τίς δὲ σύ ἐσσι φέριστε τέων δ̓ ἔξεσσι τοκήων; 24.388ὥς μοι καλὰ τὸν οἶτον ἀπότμου παιδὸς ἔνισπες. 24.389τὸν δ̓ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης· 24.390πειρᾷ ἐμεῖο γεραιὲ καὶ εἴρεαι Ἕκτορα δῖον. 24.391τὸν μὲν ἐγὼ μάλα πολλὰ μάχῃ ἔνι κυδιανείρῃ 24.392ὀφθαλμοῖσιν ὄπωπα, καὶ εὖτ̓ ἐπὶ νηυσὶν ἐλάσσας 24.393Ἀργείους κτείνεσκε δαΐζων ὀξέϊ χαλκῷ· 24.394ἡμεῖς δ̓ ἑσταότες θαυμάζομεν· οὐ γὰρ Ἀχιλλεὺς 24.395εἴα μάρνασθαι κεχολωμένος Ἀτρεΐωνι. 24.396τοῦ γὰρ ἐγὼ θεράπων, μία δ̓ ἤγαγε νηῦς εὐεργής· 24.397Μυρμιδόνων δ̓ ἔξειμι, πατὴρ δέ μοί ἐστι Πολύκτωρ. 24.398ἀφνειὸς μὲν γ̓ ἐστί, γέρων δὲ δὴ ὡς σύ περ ὧδε, 24.399ἓξ δέ οἱ υἷες ἔασιν, ἐγὼ δέ οἱ ἕβδομός εἰμι· 24.400τῶν μέτα παλλόμενος κλήρῳ λάχον ἐνθάδ̓ ἕπεσθαι. 24.401νῦν δ̓ ἦλθον πεδίον δ̓ ἀπὸ νηῶν· ἠῶθεν γὰρ 24.402θήσονται περὶ ἄστυ μάχην ἑλίκωπες Ἀχαιοί. 24.403ἀσχαλόωσι γὰρ οἵδε καθήμενοι, οὐ δὲ δύνανται 24.404ἴσχειν ἐσσυμένους πολέμου βασιλῆες Ἀχαιῶν. 24.405τὸν δ̓ ἠμείβετ̓ ἔπειτα γέρων Πρίαμος θεοειδής· 24.406εἰ μὲν δὴ θεράπων Πηληϊάδεω Ἀχιλῆος 24.407εἴς, ἄγε δή μοι πᾶσαν ἀληθείην κατάλεξον, 24.408ἢ ἔτι πὰρ νήεσσιν ἐμὸς πάϊς, ἦέ μιν ἤδη 24.409ᾗσι κυσὶν μελεϊστὶ ταμὼν προύθηκεν Ἀχιλλεύς. 24.410τὸν δ̓ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης· 24.411γέρον οὔ πω τόν γε κύνες φάγον οὐ δ̓ οἰωνοί, 24.412ἀλλ̓ ἔτι κεῖνος κεῖται Ἀχιλλῆος παρὰ νηῒ 24.413αὔτως ἐν κλισίῃσι· δυωδεκάτη δέ οἱ ἠὼς 24.414κειμένῳ, οὐ δέ τί οἱ χρὼς σήπεται, οὐ δέ μιν εὐλαὶ 24.415ἔσθουσ̓, αἵ ῥά τε φῶτας ἀρηϊφάτους κατέδουσιν. 24.416ἦ μέν μιν περὶ σῆμα ἑοῦ ἑτάροιο φίλοιο 24.417ἕλκει ἀκηδέστως ἠὼς ὅτε δῖα φανήῃ, 24.418οὐ δέ μιν αἰσχύνει· θηοῖό κεν αὐτὸς ἐπελθὼν 24.419οἷον ἐερσήεις κεῖται, περὶ δ̓ αἷμα νένιπται, 24.420οὐ δέ ποθι μιαρός· σὺν δ̓ ἕλκεα πάντα μέμυκεν 24.421ὅσσ̓ ἐτύπη· πολέες γὰρ ἐν αὐτῷ χαλκὸν ἔλασσαν. 24.422ὥς τοι κήδονται μάκαρες θεοὶ υἷος ἑῆος 24.423καὶ νέκυός περ ἐόντος, ἐπεί σφι φίλος περὶ κῆρι. 24.424ὣς φάτο, γήθησεν δ̓ γέρων, καὶ ἀμείβετο μύθῳ· 24.425τέκος, ἦ ῥ̓ ἀγαθὸν καὶ ἐναίσιμα δῶρα διδοῦναι 24.426ἀθανάτοις, ἐπεὶ οὔ ποτ̓ ἐμὸς πάϊς, εἴ ποτ̓ ἔην γε, 24.427λήθετ̓ ἐνὶ μεγάροισι θεῶν οἳ Ὄλυμπον ἔχουσι· 24.428τώ οἱ ἀπεμνήσαντο καὶ ἐν θανάτοιό περ αἴσῃ. 24.429ἀλλ̓ ἄγε δὴ τόδε δέξαι ἐμεῦ πάρα καλὸν ἄλεισον, 24.430αὐτόν τε ῥῦσαι, πέμψον δέ με σύν γε θεοῖσιν, 24.431ὄφρά κεν ἐς κλισίην Πηληϊάδεω ἀφίκωμαι. 24.432τὸν δ̓ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης· 24.433πειρᾷ ἐμεῖο γεραιὲ νεωτέρου, οὐ δέ με πείσεις, 24.434ὅς με κέλῃ σέο δῶρα παρὲξ Ἀχιλῆα δέχεσθαι. 24.435τὸν μὲν ἐγὼ δείδοικα καὶ αἰδέομαι περὶ κῆρι 24.436συλεύειν, μή μοί τι κακὸν μετόπισθε γένηται. 24.437σοὶ δ̓ ἂν ἐγὼ πομπὸς καί κε κλυτὸν Ἄργος ἱκοίμην, 24.438ἐνδυκέως ἐν νηῒ θοῇπεζὸς ὁμαρτέων· 24.439οὐκ ἄν τίς τοι πομπὸν ὀνοσσάμενος μαχέσαιτο. 24.440 καὶ ἀναΐξας ἐριούνιος ἅρμα καὶ ἵππους 24.441καρπαλίμως μάστιγα καὶ ἡνία λάζετο χερσίν, 24.442ἐν δ̓ ἔπνευσ̓ ἵπποισι καὶ ἡμιόνοις μένος ἠΰ. 24.443ἀλλ̓ ὅτε δὴ πύργους τε νεῶν καὶ τάφρον ἵκοντο, 24.444οἳ δὲ νέον περὶ δόρπα φυλακτῆρες πονέοντο, 24.445τοῖσι δ̓ ἐφ̓ ὕπνον ἔχευε διάκτορος ἀργεϊφόντης 24.446πᾶσιν, ἄφαρ δ̓ ὤϊξε πύλας καὶ ἀπῶσεν ὀχῆας, 24.447ἐς δ̓ ἄγαγε Πρίαμόν τε καὶ ἀγλαὰ δῶῤ ἐπ̓ ἀπήνης. 24.448ἀλλ̓ ὅτε δὴ κλισίην Πηληϊάδεω ἀφίκοντο 24.449ὑψηλήν, τὴν Μυρμιδόνες ποίησαν ἄνακτι 24.450δοῦῤ ἐλάτης κέρσαντες· ἀτὰρ καθύπερθεν ἔρεψαν 24.451λαχνήεντ̓ ὄροφον λειμωνόθεν ἀμήσαντες· 24.452ἀμφὶ δέ οἱ μεγάλην αὐλὴν ποίησαν ἄνακτι 24.453σταυροῖσιν πυκινοῖσι· θύρην δ̓ ἔχε μοῦνος ἐπιβλὴς 24.454εἰλάτινος, τὸν τρεῖς μὲν ἐπιρρήσσεσκον Ἀχαιοί, 24.455τρεῖς δ̓ ἀναοίγεσκον μεγάλην κληῗδα θυράων 24.456τῶν ἄλλων· Ἀχιλεὺς δ̓ ἄῤ ἐπιρρήσσεσκε καὶ οἶος· 24.457δή ῥα τόθ̓ Ἑρμείας ἐριούνιος ᾦξε γέροντι, 24.458ἐς δ̓ ἄγαγε κλυτὰ δῶρα ποδώκεϊ Πηλεΐωνι, 24.459ἐξ ἵππων δ̓ ἀπέβαινεν ἐπὶ χθόνα φώνησέν τε· 24.460γέρον ἤτοι ἐγὼ θεὸς ἄμβροτος εἰλήλουθα 24.461Ἑρμείας· σοὶ γάρ με πατὴρ ἅμα πομπὸν ὄπασσεν. 24.462ἀλλ̓ ἤτοι μὲν ἐγὼ πάλιν εἴσομαι, οὐ δ̓ Ἀχιλῆος 24.463ὀφθαλμοὺς εἴσειμι· νεμεσσητὸν δέ κεν εἴη 24.464ἀθάνατον θεὸν ὧδε βροτοὺς ἀγαπαζέμεν ἄντην· 24.465τύνη δ̓ εἰσελθὼν λαβὲ γούνατα Πηλεΐωνος, 24.466καί μιν ὑπὲρ πατρὸς καὶ μητέρος ἠϋκόμοιο 24.467λίσσεο καὶ τέκεος, ἵνα οἱ σὺν θυμὸν ὀρίνῃς. 24.468ὣς ἄρα φωνήσας ἀπέβη πρὸς μακρὸν Ὄλυμπον 24.469Ἑρμείας· Πρίαμος δ̓ ἐξ ἵππων ἆλτο χαμᾶζε, 24.470Ἰδαῖον δὲ κατ̓ αὖθι λίπεν· δὲ μίμνεν ἐρύκων 24.471ἵππους ἡμιόνους τε· γέρων δ̓ ἰθὺς κίεν οἴκου, 24.472τῇ ῥ̓ Ἀχιλεὺς ἵζεσκε Διῒ φίλος· ἐν δέ μιν αὐτὸν 24.473εὗῤ, ἕταροι δ̓ ἀπάνευθε καθήατο· τὼ δὲ δύ̓ οἴω 24.474ἥρως Αὐτομέδων τε καὶ Ἄλκιμος ὄζος Ἄρηος 24.475ποίπνυον παρεόντε· νέον δ̓ ἀπέληγεν ἐδωδῆς 24.476ἔσθων καὶ πίνων· ἔτι καὶ παρέκειτο τράπεζα. 24.477τοὺς δ̓ ἔλαθ̓ εἰσελθὼν Πρίαμος μέγας, ἄγχι δ̓ ἄρα στὰς 24.478χερσὶν Ἀχιλλῆος λάβε γούνατα καὶ κύσε χεῖρας 24.479δεινὰς ἀνδροφόνους, αἵ οἱ πολέας κτάνον υἷας. 24.480ὡς δ̓ ὅτ̓ ἂν ἄνδῤ ἄτη πυκινὴ λάβῃ, ὅς τ̓ ἐνὶ πάτρῃ 24.481φῶτα κατακτείνας ἄλλων ἐξίκετο δῆμον 24.482ἀνδρὸς ἐς ἀφνειοῦ, θάμβος δ̓ ἔχει εἰσορόωντας, 24.483ὣς Ἀχιλεὺς θάμβησεν ἰδὼν Πρίαμον θεοειδέα· 24.484θάμβησαν δὲ καὶ ἄλλοι, ἐς ἀλλήλους δὲ ἴδοντο. 24.485τὸν καὶ λισσόμενος Πρίαμος πρὸς μῦθον ἔειπε· 24.486μνῆσαι πατρὸς σοῖο θεοῖς ἐπιείκελ̓ Ἀχιλλεῦ, 24.487τηλίκου ὥς περ ἐγών, ὀλοῷ ἐπὶ γήραος οὐδῷ· 24.488καὶ μέν που κεῖνον περιναιέται ἀμφὶς ἐόντες 24.489τείρουσ̓, οὐ δέ τίς ἐστιν ἀρὴν καὶ λοιγὸν ἀμῦναι. 24.490ἀλλ̓ ἤτοι κεῖνός γε σέθεν ζώοντος ἀκούων 24.491χαίρει τ̓ ἐν θυμῷ, ἐπί τ̓ ἔλπεται ἤματα πάντα 24.492ὄψεσθαι φίλον υἱὸν ἀπὸ Τροίηθεν ἰόντα· 24.493αὐτὰρ ἐγὼ πανάποτμος, ἐπεὶ τέκον υἷας ἀρίστους 24.494Τροίῃ ἐν εὐρείῃ, τῶν δ̓ οὔ τινά φημι λελεῖφθαι. 24.495πεντήκοντά μοι ἦσαν ὅτ̓ ἤλυθον υἷες Ἀχαιῶν· 24.496ἐννεακαίδεκα μέν μοι ἰῆς ἐκ νηδύος ἦσαν, 24.497τοὺς δ̓ ἄλλους μοι ἔτικτον ἐνὶ μεγάροισι γυναῖκες. 24.498τῶν μὲν πολλῶν θοῦρος Ἄρης ὑπὸ γούνατ̓ ἔλυσεν· 24.499ὃς δέ μοι οἶος ἔην, εἴρυτο δὲ ἄστυ καὶ αὐτούς, 24.500τὸν σὺ πρῴην κτεῖνας ἀμυνόμενον περὶ πάτρης 24.501Ἕκτορα· τοῦ νῦν εἵνεχ̓ ἱκάνω νῆας Ἀχαιῶν 24.502λυσόμενος παρὰ σεῖο, φέρω δ̓ ἀπερείσἰ ἄποινα. 24.503ἀλλ̓ αἰδεῖο θεοὺς Ἀχιλεῦ, αὐτόν τ̓ ἐλέησον 24.504μνησάμενος σοῦ πατρός· ἐγὼ δ̓ ἐλεεινότερός περ, 24.505ἔτλην δ̓ οἷ̓ οὔ πώ τις ἐπιχθόνιος βροτὸς ἄλλος, 24.506ἀνδρὸς παιδοφόνοιο ποτὶ στόμα χεῖῤ ὀρέγεσθαι. 24.507ὣς φάτο, τῷ δ̓ ἄρα πατρὸς ὑφ̓ ἵμερον ὦρσε γόοιο· 24.508ἁψάμενος δ̓ ἄρα χειρὸς