ILIAD Elucidated - Book 17

17.1οὐ δ̓ ἔλαθ̓ Ἀτρέος υἱὸν ἀρηΐφιλον Μενέλαον 17.2Πάτροκλος Τρώεσσι δαμεὶς ἐν δηϊοτῆτι. 17.3βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ, 17.4ἀμφὶ δ̓ ἄῤ αὐτῷ βαῖν̓ ὥς τις περὶ πόρτακι μήτηρ 17.5πρωτοτόκος κινυρὴ οὐ πρὶν εἰδυῖα τόκοιο· 17.6ὣς περὶ Πατρόκλῳ βαῖνε ξανθὸς Μενέλαος. 17.7πρόσθε δέ οἱ δόρυ τ̓ ἔσχε καὶ ἀσπίδα πάντοσ̓ ἐΐσην, 17.8τὸν κτάμεναι μεμαὼς ὅς τις τοῦ γ̓ ἀντίος ἔλθοι. 17.9οὐ δ̓ ἄρα Πάνθου υἱὸς ἐϋμμελίης ἀμέλησε 17.10Πατρόκλοιο πεσόντος ἀμύμονος· ἄγχι δ̓ ἄῤ αὐτοῦ 17.11ἔστη, καὶ προσέειπεν ἀρηΐφιλον Μενέλαον· 17.12Ἀτρεΐδη Μενέλαε διοτρεφὲς ὄρχαμε λαῶν 17.13χάζεο, λεῖπε δὲ νεκρόν, ἔα δ̓ ἔναρα βροτόεντα· 17.14οὐ γάρ τις πρότερος Τρώων κλειτῶν τ̓ ἐπικούρων 17.15Πάτροκλον βάλε δουρὶ κατὰ κρατερὴν ὑσμίνην· 17.16τώ με ἔα κλέος ἐσθλὸν ἐνὶ Τρώεσσιν ἀρέσθαι, 17.17μή σε βάλω, ἀπὸ δὲ μελιηδέα θυμὸν ἕλωμαι. 17.18τὸν δὲ μέγ̓ ὀχθήσας προσέφη ξανθὸς Μενέλαος· 17.19Ζεῦ πάτερ οὐ μὲν καλὸν ὑπέρβιον εὐχετάασθαι. 17.20οὔ τ̓ οὖν παρδάλιος τόσσον μένος οὔ τε λέοντος 17.21οὔ τε συὸς κάπρου ὀλοόφρονος, οὗ τε μέγιστος 17.22θυμὸς ἐνὶ στήθεσσι περὶ σθένεϊ βλεμεαίνει, 17.23ὅσσον Πάνθου υἷες ἐϋμμελίαι φρονέουσιν. 17.24οὐ δὲ μὲν οὐ δὲ βίη Ὑπερήνορος ἱπποδάμοιο 17.25ἧς ἥβης ἀπόνηθ̓, ὅτε μ̓ ὤνατο καί μ̓ ὑπέμεινε 17.26καί μ̓ ἔφατ̓ ἐν Δαναοῖσιν ἐλέγχιστον πολεμιστὴν 17.27ἔμμεναι· οὐ δέ φημι πόδεσσί γε οἷσι κιόντα 17.28εὐφρῆναι ἄλοχόν τε φίλην κεδνούς τε τοκῆας. 17.29ὥς θην καὶ σὸν ἐγὼ λύσω μένος εἴ κέ μευ ἄντα 17.30στήῃς· ἀλλά σ̓ ἔγωγ̓ ἀναχωρήσαντα κελεύω 17.31ἐς πληθὺν ἰέναι, μη δ̓ ἀντίος ἵστασ̓ ἐμεῖο 17.32πρίν τι κακὸν παθέειν· ῥεχθὲν δέ τε νήπιος ἔγνω. 17.33ὣς φάτο, τὸν δ̓ οὐ πεῖθεν· ἀμειβόμενος δὲ προσηύδα· 17.34νῦν μὲν δὴ Μενέλαε διοτρεφὲς ἦ μάλα τείσεις 17.35γνωτὸν ἐμὸν τὸν ἔπεφνες, ἐπευχόμενος δ̓ ἀγορεύεις, 17.36χήρωσας δὲ γυναῖκα μυχῷ θαλάμοιο νέοιο, 17.37ἀρητὸν δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκας. 17.38ἦ κέ σφιν δειλοῖσι γόου κατάπαυμα γενοίμην 17.39εἴ κεν ἐγὼ κεφαλήν τε τεὴν καὶ τεύχἐ ἐνείκας 17.40Πάνθῳ ἐν χείρεσσι βάλω καὶ Φρόντιδι δίῃ. 17.41ἀλλ̓ οὐ μὰν ἔτι δηρὸν ἀπείρητος πόνος ἔσται 17.42οὐ δ̓ ἔτ̓ ἀδήριτος ἤτ̓ ἀλκῆς ἤτε φόβοιο. 17.43ὣς εἰπὼν οὔτησε κατ̓ ἀσπίδα πάντοσ̓ ἐΐσην· 17.44οὐ δ̓ ἔρρηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμὴ 17.45ἀσπίδ̓ ἐνὶ κρατερῇ· δὲ δεύτερος ὄρνυτο χαλκῷ 17.46Ἀτρεΐδης Μενέλαος ἐπευξάμενος Διὶ πατρί· 17.47ἂψ δ̓ ἀναχαζομένοιο κατὰ στομάχοιο θέμεθλα 17.48νύξ̓, ἐπὶ δ̓ αὐτὸς ἔρεισε βαρείῃ χειρὶ πιθήσας· 17.49ἀντικρὺ δ̓ ἁπαλοῖο δἰ αὐχένος ἤλυθ̓ ἀκωκή, 17.50δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχἐ ἐπ̓ αὐτῷ. 17.51αἵματί οἱ δεύοντο κόμαι Χαρίτεσσιν ὁμοῖαι 17.52πλοχμοί θ̓, οἳ χρυσῷ τε καὶ ἀργύρῳ ἐσφήκωντο. 17.53οἷον δὲ τρέφει ἔρνος ἀνὴρ ἐριθηλὲς ἐλαίης 17.54χώρῳ ἐν οἰοπόλῳ, ὅθ̓ ἅλις ἀναβέβροχεν ὕδωρ, 17.55καλὸν τηλεθάον· τὸ δέ τε πνοιαὶ δονέουσι 17.56παντοίων ἀνέμων, καί τε βρύει ἄνθεϊ λευκῷ· 17.57ἐλθὼν δ̓ ἐξαπίνης ἄνεμος σὺν λαίλαπι πολλῇ 17.58βόθρου τ̓ ἐξέστρεψε καὶ ἐξετάνυσσ̓ ἐπὶ γαίῃ· 17.59τοῖον Πάνθου υἱὸν ἐϋμμελίην Εὔφορβον 17.60Ἀτρεΐδης Μενέλαος ἐπεὶ κτάνε τεύχἐ ἐσύλα. 17.61ὡς δ̓ ὅτε τίς τε λέων ὀρεσίτροφος ἀλκὶ πεποιθὼς 17.62βοσκομένης ἀγέλης βοῦν ἁρπάσῃ τις ἀρίστη· 17.63τῆς δ̓ ἐξ αὐχέν̓ ἔαξε λαβὼν κρατεροῖσιν ὀδοῦσι 17.64πρῶτον, ἔπειτα δέ θ̓ αἷμα καὶ ἔγκατα πάντα λαφύσσει 17.65δῃῶν· ἀμφὶ δὲ τόν γε κύνες τ̓ ἄνδρές τε νομῆες 17.66πολλὰ μάλ̓ ἰύζουσιν ἀπόπροθεν οὐ δ̓ ἐθέλουσιν 17.67ἀντίον ἐλθέμεναι· μάλα γὰρ χλωρὸν δέος αἱρεῖ· 17.68ὣς τῶν οὔ τινι θυμὸς ἐνὶ στήθεσσιν ἐτόλμα 17.69ἀντίον ἐλθέμεναι Μενελάου κυδαλίμοιο. 17.70ἔνθά κε ῥεῖα φέροι κλυτὰ τεύχεα Πανθοΐδαο 17.71Ἀτρεΐδης, εἰ μή οἱ ἀγάσσατο Φοῖβος Ἀπόλλων, 17.72ὅς ῥά οἱ Ἕκτοῤ ἐπῶρσε θοῷ ἀτάλαντον Ἄρηϊ 17.73ἀνέρι εἰσάμενος Κικόνων ἡγήτορι Μέντῃ· 17.74καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· 17.75Ἕκτορ νῦν σὺ μὲν ὧδε θέεις ἀκίχητα διώκων 17.76ἵππους Αἰακίδαο δαΐφρονος· οἳ δ̓ ἀλεγεινοὶ 17.77ἀνδράσι γε θνητοῖσι δαμήμεναι ἠδ̓ ὀχέεσθαι 17.78ἄλλῳ γ̓ ἢ Ἀχιλῆϊ, τὸν ἀθανάτη τέκε μήτηρ. 17.79τόφρα δέ τοι Μενέλαος ἀρήϊος Ἀτρέος υἱὸς 17.80Πατρόκλῳ περιβὰς Τρώων τὸν ἄριστον ἔπεφνε 17.81Πανθοΐδην Εὔφορβον, ἔπαυσε δὲ θούριδος ἀλκῆς. 17.82ὣς εἰπὼν μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν, 17.83Ἕκτορα δ̓ αἰνὸν ἄχος πύκασε φρένας ἀμφὶ μελαίνας· 17.84πάπτηνεν δ̓ ἄῤ ἔπειτα κατὰ στίχας, αὐτίκα δ̓ ἔγνω 17.85τὸν μὲν ἀπαινύμενον κλυτὰ τεύχεα, τὸν δ̓ ἐπὶ γαίῃ 17.86κείμενον· ἔρρει δ̓ αἷμα κατ̓ οὐταμένην ὠτειλήν. 17.87βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ 17.88ὀξέα κεκλήγων φλογὶ εἴκελος Ἡφαίστοιο 17.89ἀσβέστῳ· οὐ δ̓ υἱὸν λάθεν Ἀτρέος ὀξὺ βοήσας· 17.90ὀχθήσας δ̓ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν· 17.91μοι ἐγὼν εἰ μέν κε λίπω κάτα τεύχεα καλὰ 17.92Πάτροκλόν θ̓, ὃς κεῖται ἐμῆς ἕνεκ̓ ἐνθάδε τιμῆς, 17.93μή τίς μοι Δαναῶν νεμεσήσεται ὅς κεν ἴδηται. 17.94εἰ δέ κεν Ἕκτορι μοῦνος ἐὼν καὶ Τρωσὶ μάχωμαι 17.95αἰδεσθείς, μή πώς με περιστήωσ̓ ἕνα πολλοί· 17.96Τρῶας δ̓ ἐνθάδε πάντας ἄγει κορυθαίολος Ἕκτωρ. 17.97ἀλλὰ τίμοι ταῦτα φίλος διελέξατο θυμός; 17.98ὁππότ̓ ἀνὴρ ἐθέλῃ πρὸς δαίμονα φωτὶ μάχεσθαι 17.99ὅν κε θεὸς τιμᾷ, τάχα οἱ μέγα πῆμα κυλίσθη. 17.100τώ μ̓ οὔ τις Δαναῶν νεμεσήσεται ὅς κεν ἴδηται 17.101Ἕκτορι χωρήσαντ̓, ἐπεὶ ἐκ θεόφιν πολεμίζει. 17.102εἰ δέ που Αἴαντός γε βοὴν ἀγαθοῖο πυθοίμην, 17.103ἄμφω κ̓ αὖτις ἰόντες ἐπιμνησαίμεθα χάρμης 17.104καὶ πρὸς δαίμονά περ, εἴ πως ἐρυσαίμεθα νεκρὸν 17.105Πηλεΐδῃ Ἀχιλῆϊ· κακῶν δέ κε φέρτατον εἴη. 17.106εἷος ταῦθ̓ ὅρμαινε κατὰ φρένα καὶ κατὰ θυμὸν 17.107τόφρα δ̓ ἐπὶ Τρώων στίχες ἤλυθον· ἦρχε δ̓ ἄῤ Ἕκτωρ. 17.108αὐτὰρ γ̓ ἐξοπίσω ἀνεχάζετο, λεῖπε δὲ νεκρὸν 17.109ἐντροπαλιζόμενος ὥς τε λὶς ἠϋγένειος, 17.110ὅν ῥα κύνες τε καὶ ἄνδρες ἀπὸ σταθμοῖο δίωνται 17.111ἔγχεσι καὶ φωνῇ· τοῦ δ̓ ἐν φρεσὶν ἄλκιμον ἦτορ 17.112παχνοῦται, ἀέκων δέ τ̓ ἔβη ἀπὸ μεσσαύλοιο· 17.113ὣς ἀπὸ Πατρόκλοιο κίε ξανθὸς Μενέλαος. 17.114στῆ δὲ μεταστρεφθεὶς ἐπεὶ ἵκετο ἔθνος ἑταίρων 17.115παπταίνων Αἴαντα μέγαν Τελαμώνιον υἱόν. 17.116τὸν δὲ μάλ̓ αἶψ̓ ἐνόησε μάχης ἐπ̓ ἀριστερὰ πάσης 17.117θαρσύνονθ̓ ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι· 17.118θεσπέσιον γάρ σφιν φόβον ἔμβαλε Φοῖβος Ἀπόλλων· 17.119βῆ δὲ θέειν, εἶθαρ δὲ παριστάμενος ἔπος ηὔδα. 17.120Αἶαν δεῦρο πέπον, περὶ Πατρόκλοιο θανόντος 17.121σπεύσομεν, αἴ κε νέκυν περ Ἀχιλλῆϊ προφέρωμεν 17.122γυμνόν· ἀτὰρ τά γε τεύχἐ ἔχει κορυθαίολος Ἕκτωρ. 17.123ὣς ἔφατ̓, Αἴαντι δὲ δαΐφρονι θυμὸν ὄρινε· 17.124βῆ δὲ διὰ προμάχων, ἅμα δὲ ξανθὸς Μενέλαος. 17.125Ἕκτωρ μὲν Πάτροκλον ἐπεὶ κλυτὰ τεύχἐ ἀπηύρα, 17.126ἕλχ̓ ἵν̓ ἀπ̓ ὤμοιιν κεφαλὴν τάμοι ὀξέϊ χαλκῷ, 17.127τὸν δὲ νέκυν Τρῳῇσιν ἐρυσσάμενος κυσὶ δοίη. 17.128Αἴας δ̓ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον· 17.129Ἕκτωρ δ̓ ἂψ ἐς ὅμιλον ἰὼν ἀνεχάζεθ̓ ἑταίρων, 17.130ἐς δίφρον δ̓ ἀνόρουσε· δίδου δ̓ γε τεύχεα καλὰ 17.131Τρωσὶ φέρειν προτὶ ἄστυ, μέγα κλέος ἔμμεναι αὐτῷ. 17.132Αἴας δ̓ ἀμφὶ Μενοιτιάδῃ σάκος εὐρὺ καλύψας 17.133ἑστήκει ὥς τίς τε λέων περὶ οἷσι τέκεσσιν, 17.134 ῥά τε νήπἰ ἄγοντι συναντήσωνται ἐν ὕλῃ 17.135ἄνδρες ἐπακτῆρες· δέ τε σθένεϊ βλεμεαίνει, 17.136πᾶν δέ τ̓ ἐπισκύνιον κάτω ἕλκεται ὄσσε καλύπτων· 17.137ὣς Αἴας περὶ Πατρόκλῳ ἥρωϊ βεβήκει. 17.138Ἀτρεΐδης δ̓ ἑτέρωθεν ἀρηΐφιλος Μενέλαος 17.139ἑστήκει, μέγα πένθος ἐνὶ στήθεσσιν ἀέξων. 17.140Γλαῦκος δ̓ Ἱππολόχοιο πάϊς Λυκίων ἀγὸς ἀνδρῶν 17.141Ἕκτοῤ ὑπόδρα ἰδὼν χαλεπῷ ἠνίπαπε μύθῳ· 17.142Ἕκτορ εἶδος ἄριστε μάχης ἄρα πολλὸν ἐδεύεο. 17.143σ̓ αὔτως κλέος ἐσθλὸν ἔχει φύξηλιν ἐόντα. 17.144φράζεο νῦν ὅππως κε πόλιν καὶ ἄστυ σαώσῃς 17.145οἶος σὺν λαοῖς τοὶ Ἰλίῳ ἐγγεγάασιν· 17.146οὐ γάρ τις Λυκίων γε μαχησόμενος Δαναοῖσιν 17.147εἶσι περὶ πτόλιος, ἐπεὶ οὐκ ἄρα τις χάρις ἦεν 17.148μάρνασθαι δηΐοισιν ἐπ̓ ἀνδράσι νωλεμὲς αἰεί. 17.149πῶς κε σὺ χείρονα φῶτα σαώσειας μεθ̓ ὅμιλον 17.150σχέτλἰ, ἐπεὶ Σαρπηδόν̓ ἅμα ξεῖνον καὶ ἑταῖρον 17.151κάλλιπες Ἀργείοισιν ἕλωρ καὶ κύρμα γενέσθαι, 17.152ὅς τοι πόλλ̓ ὄφελος γένετο πτόλεΐ τε καὶ αὐτῷ 17.153ζωὸς ἐών· νῦν δ̓ οὔ οἱ ἀλαλκέμεναι κύνας ἔτλης. 17.154τὼ νῦν εἴ τις ἐμοὶ Λυκίων ἐπιπείσεται ἀνδρῶν 17.155οἴκαδ̓ ἴμεν, Τροίῃ δὲ πεφήσεται αἰπὺς ὄλεθρος. 17.156εἰ γὰρ νῦν Τρώεσσι μένος πολυθαρσὲς ἐνείη 17.157ἄτρομον, οἷόν τ̓ ἄνδρας ἐσέρχεται οἳ περὶ πάτρης 17.158ἀνδράσι δυσμενέεσσι πόνον καὶ δῆριν ἔθεντο, 17.159αἶψά κε Πάτροκλον ἐρυσαίμεθα Ἴλιον εἴσω. 17.160εἰ δ̓ οὗτος προτὶ ἄστυ μέγα Πριάμοιο ἄνακτος 17.161ἔλθοι τεθνηὼς καί μιν ἐρυσαίμεθα χάρμης, 17.162αἶψά κεν Ἀργεῖοι Σαρπηδόνος ἔντεα καλὰ 17.163λύσειαν, καί κ̓ αὐτὸν ἀγοίμεθα Ἴλιον εἴσω· 17.164τοίου γὰρ θεράπων πέφατ̓ ἀνέρος, ὃς μέγ̓ ἄριστος 17.165Ἀργείων παρὰ νηυσὶ καὶ ἀγχέμαχοι θεράποντες. 17.166ἀλλὰ σύ γ̓ Αἴαντος μεγαλήτορος οὐκ ἐτάλασσας 17.167στήμεναι ἄντα κατ̓ ὄσσε ἰδὼν δηΐων ἐν ἀϋτῇ, 17.168οὐ δ̓ ἰθὺς μαχέσασθαι, ἐπεὶ σέο φέρτερός ἐστι. 17.169τὸν δ̓ ἄῤ ὑπόδρα ἰδὼν προσέφη κορυθαίολος Ἕκτωρ· 17.170Γλαῦκε τί ἢ δὲ σὺ τοῖος ἐὼν ὑπέροπλον ἔειπες; 17.171ὢ πόποι ἦ τ̓ ἐφάμην σὲ περὶ φρένας ἔμμεναι ἄλλων 17.172τῶν ὅσσοι Λυκίην ἐριβώλακα ναιετάουσι· 17.173νῦν δέ σευ ὠνοσάμην πάγχυ φρένας οἷον ἔειπες, 17.174ὅς τέ με φῂς Αἴαντα πελώριον οὐχ ὑπομεῖναι. 17.175οὔ τοι ἐγὼν ἔρριγα μάχην οὐ δὲ κτύπον ἵππων· 17.176ἀλλ̓ αἰεί τε Διὸς κρείσσων νόος αἰγιόχοιο, 17.177ὅς τε καὶ ἄλκιμον ἄνδρα φοβεῖ καὶ ἀφείλετο νίκην 17.178ῥηϊδίως, ὁτὲ δ̓ αὐτὸς ἐποτρύνει μαχέσασθαι. 17.179ἀλλ̓ ἄγε δεῦρο πέπον, παῤ ἔμ̓ ἵστασο καὶ ἴδε ἔργον, 17.180ἠὲ πανημέριος κακὸς ἔσσομαι, ὡς ἀγορεύεις, 17.181τινα καὶ Δαναῶν ἀλκῆς μάλα περ μεμαῶτα 17.182σχήσω ἀμυνέμεναι περὶ Πατρόκλοιο θανόντος. 17.183ὣς εἰπὼν Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας· 17.184Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταί, 17.185ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς, 17.186ὄφῤ ἂν ἐγὼν Ἀχιλῆος ἀμύμονος ἔντεα δύω 17.187καλά, τὰ Πατρόκλοιο βίην ἐνάριξα κατακτάς. 17.188ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ 17.189δηΐου ἐκ πολέμοιο· θέων δ̓ ἐκίχανεν ἑταίρους 17.190ὦκα μάλ̓ οὔ πω τῆλε ποσὶ κραιπνοῖσι μετασπών, 17.191οἳ προτὶ ἄστυ φέρον κλυτὰ τεύχεα Πηλεΐωνος. 17.192στὰς δ̓ ἀπάνευθε μάχης πολυδακρύου ἔντἐ ἄμειβεν· 17.193ἤτοι μὲν τὰ δῶκε φέρειν προτὶ Ἴλιον ἱρὴν 17.194Τρωσὶ φιλοπτολέμοισιν, δ̓ ἄμβροτα τεύχεα δῦνε 17.195Πηλεΐδεω Ἀχιλῆος οἱ θεοὶ Οὐρανίωνες 17.196πατρὶ φίλῳ ἔπορον· δ̓ ἄρα παιδὶ ὄπασσε 17.197γηράς· ἀλλ̓ οὐχ υἱὸς ἐν ἔντεσι πατρὸς ἐγήρα. 17.198τὸν δ̓ ὡς οὖν ἀπάνευθεν ἴδεν νεφεληγερέτα Ζεὺς 17.199τεύχεσι Πηλεΐδαο κορυσσόμενον θείοιο, 17.200κινήσας ῥα κάρη προτὶ ὃν μυθήσατο θυμόν· 17.201δείλ̓ οὐ δέ τί τοι θάνατος καταθύμιός ἐστιν 17.202ὃς δή τοι σχεδὸν εἶσι· σὺ δ̓ ἄμβροτα τεύχεα δύνεις 17.203ἀνδρὸς ἀριστῆος, τόν τε τρομέουσι καὶ ἄλλοι· 17.204τοῦ δὴ ἑταῖρον ἔπεφνες ἐνηέα τε κρατερόν τε, 17.205τεύχεα δ̓ οὐ κατὰ κόσμον ἀπὸ κρατός τε καὶ ὤμων 17.206εἵλευ· ἀτάρ τοι νῦν γε μέγα κράτος ἐγγυαλίξω, 17.207τῶν ποινὴν τοι οὔ τι μάχης ἐκνοστήσαντι 17.208δέξεται Ἀνδρομάχη κλυτὰ τεύχεα Πηλεΐωνος. 17.209 καὶ κυανέῃσιν ἐπ̓ ὀφρύσι νεῦσε Κρονίων. 17.210Ἕκτορι δ̓ ἥρμοσε τεύχἐ ἐπὶ χροΐ, δῦ δέ μιν Ἄρης 17.211δεινὸς ἐνυάλιος, πλῆσθεν δ̓ ἄρα οἱ μέλἐ ἐντὸς 17.212ἀλκῆς καὶ σθένεος· μετὰ δὲ κλειτοὺς ἐπικούρους 17.213βῆ ῥα μέγα ἰάχων· ἰνδάλλετο δέ σφισι πᾶσι 17.214τεύχεσι λαμπόμενος μεγαθύμου Πηλεΐωνος. 17.215ὄτρυνεν δὲ ἕκαστον ἐποιχόμενος ἐπέεσσι 17.216Μέσθλην τε Γλαῦκόν τε Μέδοντά τε Θερσίλοχόν τε 17.217Ἀστεροπαῖόν τε Δεισήνορά θ̓ Ἱππόθοόν τε 17.218Φόρκυν τε Χρομίον τε καὶ Ἔννομον οἰωνιστήν· 17.219τοὺς γ̓ ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα· 17.220κέκλυτε μυρία φῦλα περικτιόνων ἐπικούρων· 17.221οὐ γὰρ ἐγὼ πληθὺν διζήμενος οὐ δὲ χατίζων 17.222ἐνθάδ̓ ἀφ̓ ὑμετέρων πολίων ἤγειρα ἕκαστον, 17.223ἀλλ̓ ἵνα μοι Τρώων ἀλόχους καὶ νήπια τέκνα 17.224προφρονέως ῥύοισθε φιλοπτολέμων ὑπ̓ Ἀχαιῶν. 17.225τὰ φρονέων δώροισι κατατρύχω καὶ ἐδωδῇ 17.226λαούς, ὑμέτερον δὲ ἑκάστου θυμὸν ἀέξω. 17.227τώ τις νῦν ἰθὺς τετραμμένοςἀπολέσθω 17.228ἠὲ σαωθήτω· γὰρ πολέμου ὀαριστύς. 17.229ὃς δέ κε Πάτροκλον καὶ τεθνηῶτά περ ἔμπης 17.230Τρῶας ἐς ἱπποδάμους ἐρύσῃ, εἴξῃ δέ οἱ Αἴας, 17.231ἥμισυ τῷ ἐνάρων ἀποδάσσομαι, ἥμισυ δ̓ αὐτὸς 17.232ἕξω ἐγώ· τὸ δέ οἱ κλέος ἔσσεται ὅσσον ἐμοί περ. 17.233ὣς ἔφαθ̓, οἳ δ̓ ἰθὺς Δαναῶν βρίσαντες ἔβησαν 17.234δούρατ̓ ἀνασχόμενοι· μάλα δέ σφισιν ἔλπετο θυμὸς 17.235νεκρὸν ὑπ̓ Αἴαντος ἐρύειν Τελαμωνιάδαο 17.236νήπιοι· ἦ τε πολέσσιν ἐπ̓ αὐτῷ θυμὸν ἀπηύρα. 17.237καὶ τότ̓ ἄῤ Αἴας εἶπε βοὴν ἀγαθὸν Μενέλαον· 17.238πέπονΜενέλαε διοτρεφὲς οὐκέτι νῶϊ 17.239ἔλπομαι αὐτώ περ νοστησέμεν ἐκ πολέμοιο. 17.240οὔ τι τόσον νέκυος περιδείδια Πατρόκλοιο, 17.241ὅς κε τάχα Τρώων κορέει κύνας ἠδ̓ οἰωνούς, 17.242ὅσσον ἐμῇ κεφαλῇ περιδείδια μή τι πάθῃσι, 17.243καὶ σῇ, ἐπεὶ πολέμοιο νέφος περὶ πάντα καλύπτει 17.244Ἕκτωρ, ἡμῖν δ̓ αὖτ̓ ἀναφαίνεται αἰπὺς ὄλεθρος. 17.245ἀλλ̓ ἄγ̓ ἀριστῆας Δαναῶν κάλει, ἤν τις ἀκούσῃ. 17.246ὣς ἔφατ̓, οὐ δ̓ ἀπίθησε βοὴν ἀγαθὸς Μενέλαος, 17.247ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς· 17.248φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες 17.249οἵ τε παῤ Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ 17.250δήμια πίνουσιν καὶ σημαίνουσιν ἕκαστος 17.251λαοῖς· ἐκ δὲ Διὸς τιμὴ καὶ κῦδος ὀπηδεῖ. 17.252ἀργαλέον δέ μοί ἐστι διασκοπιᾶσθαι ἕκαστον 17.253ἡγεμόνων· τόσση γὰρ ἔρις πολέμοιο δέδηεν· 17.254ἀλλά τις αὐτὸς ἴτω, νεμεσιζέσθω δ̓ ἐνὶ θυμῷ 17.255Πάτροκλον Τρῳῇσι κυσὶν μέλπηθρα γενέσθαι. 17.256ὣς ἔφατ̓, ὀξὺ δ̓ ἄκουσεν Ὀϊλῆος ταχὺς Αἴας· 17.257πρῶτος δ̓ ἀντίος ἦλθε θέων ἀνὰ δηϊοτῆτα, 17.258τὸν δὲ μετ̓ Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος 17.259Μηριόνης ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ. 17.260τῶν δ̓ ἄλλων τίς κεν ᾗσι φρεσὶν οὐνόματ̓ εἴποι, 17.261ὅσσοι δὴ μετόπισθε μάχην ἤγειραν Ἀχαιῶν; 17.262Τρῶες δὲ προὔτυψαν ἀολλέες· ἦρχε δ̓ ἄῤ Ἕκτωρ. 17.263ὡς δ̓ ὅτ̓ ἐπὶ προχοῇσι διιπετέος ποταμοῖο 17.264βέβρυχεν μέγα κῦμα ποτὶ ῥόον, ἀμφὶ δέ τ̓ ἄκραι 17.265ἠϊόνες βοόωσιν ἐρευγομένης ἁλὸς ἔξω, 17.266τόσσῃ ἄρα Τρῶες ἰαχῇ ἴσαν. αὐτὰρ Ἀχαιοὶ 17.267ἕστασαν ἀμφὶ Μενοιτιάδῃ ἕνα θυμὸν ἔχοντες 17.268φραχθέντες σάκεσιν χαλκήρεσιν· ἀμφὶ δ̓ ἄρά σφι 17.269λαμπρῇσιν κορύθεσσι Κρονίων ἠέρα πολλὴν 17.270χεῦ̓, ἐπεὶ οὐ δὲ Μενοιτιάδην ἔχθαιρε πάρος γε, 17.271ὄφρα ζωὸς ἐὼν θεράπων ἦν Αἰακίδαο· 17.272μίσησεν δ̓ ἄρα μιν δηΐων κυσὶ κύρμα γενέσθαι 17.273Τρῳῇσιν· τὼ καί οἱ ἀμυνέμεν ὦρσεν ἑταίρους. 17.274ὦσαν δὲ πρότεροι Τρῶες ἑλίκωπας Ἀχαιούς· 17.275νεκρὸν δὲ προλιπόντες ὑπέτρεσαν, οὐ δέ τιν̓ αὐτῶν 17.276Τρῶες ὑπέρθυμοι ἕλον ἔγχεσιν ἱέμενοί περ, 17.277ἀλλὰ νέκυν ἐρύοντο· μίνυνθα δὲ καὶ τοῦ Ἀχαιοὶ 17.278μέλλον ἀπέσσεσθαι· μάλα γάρ σφεας ὦκ̓ ἐλέλιξεν 17.279Αἴας, ὃς περὶ μὲν εἶδος, περὶ δ̓ ἔργα τέτυκτο 17.280τῶν ἄλλων Δαναῶν μετ̓ ἀμύμονα Πηλεΐωνα. 17.281ἴθυσεν δὲ διὰ προμάχων συῒ εἴκελος ἀλκὴν 17.282καπρίῳ, ὅς τ̓ ἐν ὄρεσσι κύνας θαλερούς τ̓ αἰζηοὺς 17.283ῥηϊδίως ἐκέδασσεν, ἑλιξάμενος διὰ βήσσας· 17.284ὣς υἱὸς Τελαμῶνος ἀγαυοῦ φαίδιμος Αἴας 17.285ῥεῖα μετεισάμενος Τρώων ἐκέδασσε φάλαγγας 17.286οἳ περὶ Πατρόκλῳ βέβασαν, φρόνεον δὲ μάλιστα 17.287ἄστυ πότι σφέτερον ἐρύειν καὶ κῦδος ἀρέσθαι. 17.288ἤτοι τὸν Λήθοιο Πελασγοῦ φαίδιμος υἱὸς 17.289Ἱππόθοος ποδὸς ἕλκε κατὰ κρατερὴν ὑσμίνην 17.290δησάμενος τελαμῶνι παρὰ σφυρὸν ἀμφὶ τένοντας 17.291Ἕκτορι καὶ Τρώεσσι χαριζόμενος· τάχα δ̓ αὐτῷ 17.292ἦλθε κακόν, τό οἱ οὔ τις ἐρύκακεν ἱεμένων περ. 17.293τὸν δ̓ υἱὸς Τελαμῶνος ἐπαΐξας δἰ ὁμίλου 17.294πλῆξ̓ αὐτοσχεδίην κυνέης διὰ χαλκοπαρῄου· 17.295ἤρικε δ̓ ἱπποδάσεια κόρυς περὶ δουρὸς ἀκωκῇ 17.296πληγεῖσ̓ ἔγχεΐ τε μεγάλῳ καὶ χειρὶ παχείῃ, 17.297ἐγκέφαλος δὲ παῤ αὐλὸν ἀνέδραμεν ἐξ ὠτειλῆς 17.298αἱματόεις· τοῦ δ̓ αὖθι λύθη μένος, ἐκ δ̓ ἄρα χειρῶν 17.299Πατρόκλοιο πόδα μεγαλήτορος ἧκε χαμᾶζε 17.300κεῖσθαι· δ̓ ἄγχ̓ αὐτοῖο πέσε πρηνὴς ἐπὶ νεκρῷ 17.301τῆλ̓ ἀπὸ Λαρίσης ἐριβώλακος, οὐ δὲ τοκεῦσι 17.302θρέπτρα φίλοις ἀπέδωκε, μινυνθάδιος δέ οἱ αἰὼν 17.303ἔπλεθ̓ ὑπ̓ Αἴαντος μεγαθύμου δουρὶ δαμέντι. 17.304Ἕκτωρ δ̓ αὖτ̓ Αἴαντος ἀκόντισε δουρὶ φαεινῷ· 17.305ἀλλ̓ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος 17.306τυτθόν· δὲ Σχεδίον μεγαθύμου Ἰφίτου υἱὸν 17.307Φωκήων ὄχ̓ ἄριστον, ὃς ἐν κλειτῷ Πανοπῆϊ 17.308οἰκία ναιετάασκε πολέσσ̓ ἄνδρεσσιν ἀνάσσων, 17.309τὸν βάλ̓ ὑπὸ κληῗδα μέσην· διὰ δ̓ ἀμπερὲς ἄκρη 17.310αἰχμὴ χαλκείη παρὰ νείατον ὦμον ἀνέσχε· 17.311δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχἐ ἐπ̓ αὐτῷ. 17.312Αἴας δ̓ αὖ Φόρκυνα δαΐφρονα Φαίνοπος υἱὸν 17.313Ἱπποθόῳ περιβάντα μέσην κατὰ γαστέρα τύψε· 17.314ῥῆξε δὲ θώρηκος γύαλον, διὰ δ̓ ἔντερα χαλκὸς 17.315ἤφυσ̓· δ̓ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ. 17.316χώρησαν δ̓ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ· 17.317Ἀργεῖοι δὲ μέγα ἴαχον, ἐρύσαντο δὲ νεκροὺς 17.318Φόρκυν θ̓ Ἱππόθοόν τε, λύοντο δὲ τεύχἐ ἀπ̓ ὤμων. 17.319ἔνθά κεν αὖτε Τρῶες ἀρηϊφίλων ὑπ̓ Ἀχαιῶν 17.320Ἴλιον εἰσανέβησαν ἀναλκείῃσι δαμέντες, 17.321Ἀργεῖοι δέ κε κῦδος ἕλον καὶ ὑπὲρ Διὸς αἶσαν 17.322κάρτεϊ καὶ σθένεϊ σφετέρῳ· ἀλλ̓ αὐτὸς Ἀπόλλων 17.323Αἰνείαν ὄτρυνε δέμας Περίφαντι ἐοικὼς 17.324κήρυκι Ἠπυτίδῃ, ὅς οἱ παρὰ πατρὶ γέροντι 17.325κηρύσσων γήρασκε φίλα φρεσὶ μήδεα εἰδώς· 17.326τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων· 17.327Αἰνεία πῶς ἂν καὶ ὑπὲρ θεὸν εἰρύσσαισθε 17.328Ἴλιον αἰπεινήν; ὡς δὴ ἴδον ἀνέρας ἄλλους 17.329κάρτεΐ τε σθένεΐ τε πεποιθότας ἠνορέῃ τε 17.330πλήθεΐ τε σφετέρῳ καὶ ὑπερδέα δῆμον ἔχοντας· 17.331ἡμῖν δὲ Ζεὺς μὲν πολὺ βούλεταιΔαναοῖσι 17.332νίκην· ἀλλ̓ αὐτοὶ τρεῖτ̓ ἄσπετον οὐ δὲ μάχεσθε. 17.333ὣς ἔφατ̓, Αἰνείας δ̓ ἑκατηβόλον Ἀπόλλωνα 17.334ἔγνω ἐς ἄντα ἰδών, μέγα δ̓ Ἕκτορα εἶπε βοήσας· 17.335Ἕκτόρ τ̓ ἠδ̓ ἄλλοι Τρώων ἀγοὶ ἠδ̓ ἐπικούρων 17.336αἰδὼς μὲν νῦν ἥδε γ̓ ἀρηϊφίλων ὑπ̓ Ἀχαιῶν 17.337Ἴλιον εἰσαναβῆναι ἀναλκείῃσι δαμέντας. 17.338ἀλλ̓ ἔτι γάρ τίς φησι θεῶν ἐμοὶ ἄγχι παραστὰς 17.339Ζῆν̓ ὕπατον μήστωρα μάχης ἐπιτάρροθον εἶναι· 17.340τώ ῥ̓ ἰθὺς Δαναῶν ἴομεν, μη δ̓ οἵ γε ἕκηλοι 17.341Πάτροκλον νηυσὶν πελασαίατο τεθνηῶτα. 17.342ὣς φάτο, καί ῥα πολὺ προμάχων ἐξάλμενος ἔστη· 17.343οἳ δ̓ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν. 17.344ἔνθ̓ αὖτ̓ Αἰνείας Λειώκριτον οὔτασε δουρὶ 17.345υἱὸν Ἀρίσβαντος Λυκομήδεος ἐσθλὸν ἑταῖρον. 17.346τὸν δὲ πεσόντ̓ ἐλέησεν ἀρηΐφιλος Λυκομήδης, 17.347στῆ δὲ μάλ̓ ἐγγὺς ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ, 17.348καὶ βάλεν Ἱππασίδην Ἀπισάονα ποιμένα λαῶν 17.349ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δ̓ ὑπὸ γούνατ̓ ἔλυσεν, 17.350ὅς ῥ̓ ἐκ Παιονίης ἐριβώλακος εἰληλούθει, 17.351καὶ δὲ μετ̓ Ἀστεροπαῖον ἀριστεύεσκε μάχεσθαι. 17.352τὸν δὲ πεσόντ̓ ἐλέησεν ἀρήϊος Ἀστεροπαῖος, 17.353ἴθυσεν δὲ καὶ πρόφρων Δαναοῖσι μάχεσθαι· 17.354ἀλλ̓ οὔ πως ἔτι εἶχε· σάκεσσι γὰρ ἔρχατο πάντῃ 17.355ἑσταότες περὶ Πατρόκλῳ, πρὸ δὲ δούρατ̓ ἔχοντο. 17.356Αἴας γὰρ μάλα πάντας ἐπῴχετο πολλὰ κελεύων· 17.357οὔτέ τιν̓ ἐξοπίσω νεκροῦ χάζεσθαι ἀνώγει 17.358οὔτέ τινα προμάχεσθαι Ἀχαιῶν ἔξοχον ἄλλων, 17.359ἀλλὰ μάλ̓ ἀμφ̓ αὐτῷ βεβάμεν, σχεδόθεν δὲ μάχεσθαι. 17.360ὣς Αἴας ἐπέτελλε πελώριος, αἵματι δὲ χθὼν 17.361δεύετο πορφυρέῳ, τοὶ δ̓ ἀγχιστῖνοι ἔπιπτον 17.362νεκροὶ ὁμοῦ Τρώων καὶ ὑπερμενέων ἐπικούρων 17.363καὶ Δαναῶν· οὐ δ̓ οἳ γὰρ ἀναιμωτί γε μάχοντο, 17.364παυρότεροι δὲ πολὺ φθίνυθον· μέμνηντο γὰρ αἰεὶ 17.365ἀλλήλοις ἀν̓ ὅμιλον ἀλεξέμεναι φόνον αἰπύν. 17.366ὣς οἳ μὲν μάρναντο δέμας πυρός, οὐ δέ κε φαίης 17.367οὔτέ ποτ̓ ἠέλιον σῶν ἔμμεναι οὔ τε σελήνην· 17.368ἠέρι γὰρ κατέχοντο μάχης ἐπί θ̓ ὅσσον ἄριστοι 17.369ἕστασαν ἀμφὶ Μενοιτιάδῃ κατατεθνηῶτι. 17.370οἳ δ̓ ἄλλοι Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ 17.371εὔκηλοι πολέμιζον ὑπ̓ αἰθέρι, πέπτατο δ̓ αὐγὴ 17.372ἠελίου ὀξεῖα, νέφος δ̓ οὐ φαίνετο πάσης 17.373γαίης οὐ δ̓ ὀρέων· μεταπαυόμενοι δὲ μάχοντο 17.374ἀλλήλων ἀλεείνοντες βέλεα στονόεντα 17.375πολλὸν ἀφεσταότες. τοὶ δ̓ ἐν μέσῳ ἄλγἐ ἔπασχον 17.376ἠέρι καὶ πολέμῳ, τείροντο δὲ νηλέϊ χαλκῷ 17.377ὅσσοι ἄριστοι ἔσαν· δύο δ̓ οὔ πω φῶτε πεπύσθην 17.378ἀνέρε κυδαλίμω Θρασυμήδης Ἀντίλοχός τε 17.379Πατρόκλοιο θανόντος ἀμύμονος, ἀλλ̓ ἔτ̓ ἔφαντο 17.380ζωὸν ἐνὶ πρώτῳ ὁμάδῳ Τρώεσσι μάχεσθαι. 17.381τὼ δ̓ ἐπιοσσομένω θάνατον καὶ φύζαν ἑταίρων 17.382νόσφιν ἐμαρνάσθην, ἐπεὶ ὣς ἐπετέλλετο Νέστωρ 17.383ὀτρύνων πόλεμον δὲ μελαινάων ἀπὸ νηῶν. 17.384τοῖς δὲ πανημερίοις ἔριδος μέγα νεῖκος ὀρώρει 17.385ἀργαλέης· καμάτῳ δὲ καὶ ἱδρῷ νωλεμὲς αἰεὶ 17.386γούνατά τε κνῆμαί τε πόδες θ̓ ὑπένερθεν ἑκάστου 17.387χεῖρές τ̓ ὀφθαλμοί τε παλάσσετο μαρναμένοιιν 17.388ἀμφ̓ ἀγαθὸν θεράποντα ποδώκεος Αἰακίδαο. 17.389ὡς δ̓ ὅτ̓ ἀνὴρ ταύροιο βοὸς μεγάλοιο βοείην 17.390λαοῖσιν δώῃ τανύειν μεθύουσαν ἀλοιφῇ· 17.391δεξάμενοι δ̓ ἄρα τοί γε διαστάντες τανύουσι 17.392κυκλόσ̓, ἄφαρ δέ τε ἰκμὰς ἔβη, δύνει δέ τ̓ ἀλοιφὴ 17.393πολλῶν ἑλκόντων, τάνυται δέ τε πᾶσα διὰ πρό· 17.394ὣς οἵ γ̓ ἔνθα καὶ ἔνθα νέκυν ὀλίγῃ ἐνὶ χώρῃ 17.395εἵλκεον ἀμφότεροι· μάλα δέ σφισιν ἔλπετο θυμὸς 17.396Τρωσὶν μὲν ἐρύειν προτὶ Ἴλιον, αὐτὰρ Ἀχαιοῖς 17.397νῆας ἔπι γλαφυράς· περὶ δ̓ αὐτοῦ μῶλος ὀρώρει 17.398ἄγριος· οὐ δέ κ̓ Ἄρης λαοσσόος οὐ δέ κ̓ Ἀθήνη 17.399τόν γε ἰδοῦσ̓ ὀνόσαιτ̓, οὐ δ̓ εἰ μάλα μιν χόλος ἵκοι· 17.400τοῖον Ζεὺς ἐπὶ Πατρόκλῳ ἀνδρῶν τε καὶ ἵππων 17.401ἤματι τῷ ἐτάνυσσε κακὸν πόνον· οὐ δ̓ ἄρα πώ τι 17.402ᾔδεε Πάτροκλον τεθνηότα δῖος Ἀχιλλεύς· 17.403πολλὸν γὰρ ῥ̓ ἀπάνευθε νεῶν μάρναντο θοάων 17.404τείχει ὕπο Τρώων· τό μιν οὔ ποτε ἔλπετο θυμῷ 17.405τεθνάμεν, ἀλλὰ ζωὸν ἐνιχριμφθέντα πύλῃσιν 17.406ἂψ ἀπονοστήσειν, ἐπεὶ οὐ δὲ τὸ ἔλπετο πάμπαν 17.407ἐκπέρσειν πτολίεθρον ἄνευ ἕθεν, οὐ δὲ σὺν αὐτῷ· 17.408πολλάκι γὰρ τό γε μητρὸς ἐπεύθετο νόσφιν ἀκούων, 17.409 οἱ ἀπαγγέλλεσκε Διὸς μεγάλοιο νόημα. 17.410δὴ τότε γ̓ οὔ οἱ ἔειπε κακὸν τόσον ὅσσον ἐτύχθη 17.411μήτηρ, ὅττί ῥά οἱ πολὺ φίλτατος ὤλεθ̓ ἑταῖρος. 17.412οἳ δ̓ αἰεὶ περὶ νεκρὸν ἀκαχμένα δούρατ̓ ἔχοντες 17.413νωλεμὲς ἐγχρίμπτοντο καὶ ἀλλήλους ἐνάριζον· 17.414ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν χαλκοχιτώνων· 17.415φίλοι οὐ μὰν ἧμιν ἐϋκλεὲς ἀπονέεσθαι 17.416νῆας ἔπι γλαφυράς, ἀλλ̓ αὐτοῦ γαῖα μέλαινα 17.417πᾶσι χάνοι· τό κεν ἧμιν ἄφαρ πολὺ κέρδιον εἴη 17.418εἰ τοῦτον Τρώεσσι μεθήσομεν ἱπποδάμοισιν 17.419ἄστυ πότι σφέτερον ἐρύσαι καὶ κῦδος ἀρέσθαι. 17.420ὣς δέ τις αὖ Τρώων μεγαθύμων αὐδήσασκεν· 17.421φίλοι, εἰ καὶ μοῖρα παῤ ἀνέρι τῷδε δαμῆναι 17.422πάντας ὁμῶς, μή πώ τις ἐρωείτω πολέμοιο. 17.423ὣς ἄρα τις εἴπεσκε, μένος δ̓ ὄρσασκεν ἑκάστου. 17.424ὣς οἳ μὲν μάρναντο, σιδήρειος δ̓ ὀρυμαγδὸς 17.425χάλκεον οὐρανὸν ἷκε δἰ αἰθέρος ἀτρυγέτοιο· 17.426ἵπποι δ̓ Αἰακίδαο μάχης ἀπάνευθεν ἐόντες 17.427κλαῖον, ἐπεὶ δὴ πρῶτα πυθέσθην ἡνιόχοιο 17.428ἐν κονίῃσι πεσόντος ὑφ̓ Ἕκτορος ἀνδροφόνοιο. 17.429ἦ μὰν Αὐτομέδων Διώρεος ἄλκιμος υἱὸς 17.430πολλὰ μὲν ἂρ μάστιγι θοῇ ἐπεμαίετο θείνων, 17.431πολλὰ δὲ μειλιχίοισι προσηύδα, πολλὰ δ̓ ἀρειῇ· 17.432τὼ δ̓ οὔ τ̓ ἂψ ἐπὶ νῆας ἐπὶ πλατὺν Ἑλλήσποντον 17.433ἠθελέτην ἰέναι οὔ τ̓ ἐς πόλεμον μετ̓ Ἀχαιούς, 17.434ἀλλ̓ ὥς τε στήλη μένει ἔμπεδον, τ̓ ἐπὶ τύμβῳ 17.435ἀνέρος ἑστήκῃ τεθνηότος ἠὲ γυναικός, 17.436ὣς μένον ἀσφαλέως περικαλλέα δίφρον ἔχοντες 17.437οὔδει ἐνισκίμψαντε καρήατα· δάκρυα δέ σφι 17.438θερμὰ κατὰ βλεφάρων χαμάδις ῥέε μυρομένοισιν 17.439ἡνιόχοιο πόθῳ· θαλερὴ δ̓ ἐμιαίνετο χαίτη 17.440ζεύγλης ἐξεριποῦσα παρὰ ζυγὸν ἀμφοτέρωθεν. 17.441μυρομένω δ̓ ἄρα τώ γε ἰδὼν ἐλέησε Κρονίων, 17.442κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν· 17.443δειλώ, τί σφῶϊ δόμεν Πηλῆϊ ἄνακτι 17.444θνητῷ, ὑμεῖς δ̓ ἐστὸν ἀγήρω τ̓ ἀθανάτω τε; 17.445ἦ ἵνα δυστήνοισι μετ̓ ἀνδράσιν ἄλγἐ ἔχητον; 17.446οὐ μὲν γάρ τί πού ἐστιν ὀϊζυρώτερον ἀνδρὸς 17.447πάντων, ὅσσά τε γαῖαν ἔπι πνείει τε καὶ ἕρπει. 17.448ἀλλ̓ οὐ μὰν ὑμῖν γε καὶ ἅρμασι δαιδαλέοισιν 17.449Ἕκτωρ Πριαμίδης ἐποχήσεται· οὐ γὰρ ἐάσω. 17.450ἦ οὐχ ἅλις ὡς καὶ τεύχἐ ἔχει καὶ ἐπεύχεται αὔτως; 17.451σφῶϊν δ̓ ἐν γούνεσσι βαλῶ μένος ἠδ̓ ἐνὶ θυμῷ, 17.452ὄφρα καὶ Αὐτομέδοντα σαώσετον ἐκ πολέμοιο 17.453νῆας ἔπι γλαφυράς· ἔτι γάρ σφισι κῦδος ὀρέξω 17.454κτείνειν, εἰς κε νῆας ἐϋσσέλμους ἀφίκωνται 17.455δύῃ τ̓ ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ· 17.456ὣς εἰπὼν ἵπποισιν ἐνέπνευσεν μένος ἠΰ. 17.457τὼ δ̓ ἀπὸ χαιτάων κονίην οὖδας δὲ βαλόντε 17.458ῥίμφα φέρον θοὸν ἅρμα μετὰ Τρῶας καὶ Ἀχαιούς. 17.459τοῖσι δ̓ ἐπ̓ Αὐτομέδων μάχετ̓ ἀχνύμενός περ ἑταίρου 17.460ἵπποις ἀΐσσων ὥς τ̓ αἰγυπιὸς μετὰ χῆνας· 17.461ῥέα μὲν γὰρ φεύγεσκεν ὑπ̓ ἐκ Τρώων ὀρυμαγδοῦ, 17.462ῥεῖα δ̓ ἐπαΐξασκε πολὺν καθ̓ ὅμιλον ὀπάζων. 17.463ἀλλ̓ οὐχ ᾕρει φῶτας ὅτε σεύαιτο διώκειν· 17.464οὐ γάρ πως ἦν οἶον ἐόνθ̓ ἱερῷ ἐνὶ δίφρῳ 17.465ἔγχει ἐφορμᾶσθαι καὶ ἐπίσχειν ὠκέας ἵππους. 17.466ὀψὲ δὲ δή μιν ἑταῖρος ἀνὴρ ἴδεν ὀφθαλμοῖσιν 17.467Ἀλκιμέδων υἱὸς Λαέρκεος Αἱμονίδαο· 17.468στῆ δ̓ ὄπιθεν δίφροιο καὶ Αὐτομέδοντα προσηύδα· 17.469Αὐτόμεδον, τίς τοί νυ θεῶν νηκερδέα βουλὴν 17.470ἐν στήθεσσιν ἔθηκε, καὶ ἐξέλετο φρένας ἐσθλάς; 17.471οἷον πρὸς Τρῶας μάχεαι πρώτῳ ἐν ὁμίλῳ 17.472μοῦνος· ἀτάρ τοι ἑταῖρος ἀπέκτατο, τεύχεα δ̓ Ἕκτωρ 17.473αὐτὸς ἔχων ὤμοισιν ἀγάλλεται Αἰακίδαο. 17.474τὸν δ̓ αὖτ̓ Αὐτομέδων προσέφη Διώρεος υἱός· 17.475Ἀλκίμεδον τίς γάρ τοι Ἀχαιῶν ἄλλος ὁμοῖος 17.476ἵππων ἀθανάτων ἐχέμεν δμῆσίν τε μένος τε, 17.477εἰ μὴ Πάτροκλος θεόφιν μήστωρ ἀτάλαντος 17.478ζωὸς ἐών; νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει. 17.479ἀλλὰ σὺ μὲν μάστιγα καὶ ἡνία σιγαλόεντα 17.480δέξαι, ἐγὼ δ̓ ἵππων ἀποβήσομαι, ὄφρα μάχωμαι. 17.481ὣς ἔφατ̓, Ἀλκιμέδων δὲ βοηθόον ἅρμ̓ ἐπορούσας 17.482καρπαλίμως μάστιγα καὶ ἡνία λάζετο χερσίν, 17.483Αὐτομέδων δ̓ ἀπόρουσε· νόησε δὲ φαίδιμος Ἕκτωρ, 17.484αὐτίκα δ̓ Αἰνείαν προσεφώνεεν ἐγγὺς ἐόντα· 17.485Αἰνεία Τρώων βουληφόρε χαλκοχιτώνων 17.486ἵππω τώδ̓ ἐνόησα ποδώκεος Αἰακίδαο 17.487ἐς πόλεμον προφανέντε σὺν ἡνιόχοισι κακοῖσι· 17.488τώ κεν ἐελποίμην αἱρησέμεν, εἰ σύ γε θυμῷ 17.489σῷ ἐθέλεις, ἐπεὶ οὐκ ἂν ἐφορμηθέντε γε νῶϊ 17.490τλαῖεν ἐναντίβιον στάντες μαχέσασθαι Ἄρηϊ. 17.491ὣς ἔφατ̓, οὐ δ̓ ἀπίθησεν ἐῢς πάϊς Ἀγχίσαο. 17.492τὼ δ̓ ἰθὺς βήτην βοέῃς εἰλυμένω ὤμους 17.493αὔῃσι στερεῇσι· πολὺς δ̓ ἐπελήλατο χαλκός. 17.494τοῖσι δ̓ ἅμα Χρομίος τε καὶ Ἄρητος θεοειδὴς 17.495ἤϊσαν ἀμφότεροι· μάλα δέ σφισιν ἔλπετο θυμὸς 17.496αὐτώ τε κτενέειν ἐλάαν τ̓ ἐριαύχενας ἵππους 17.497νήπιοι, οὐ δ̓ ἄῤ ἔμελλον ἀναιμωτί γε νέεσθαι 17.498αὖτις ἀπ̓ Αὐτομέδοντος. δ̓ εὐξάμενος Διὶ πατρὶ 17.499ἀλκῆς καὶ σθένεος πλῆτο φρένας ἀμφὶ μελαίνας· 17.500αὐτίκα δ̓ Ἀλκιμέδοντα προσηύδα πιστὸν ἑταῖρον· 17.501Ἀλκίμεδον μὴ δή μοι ἀπόπροθεν ἰσχέμεν ἵππους, 17.502ἀλλὰ μάλ̓ ἐμπνείοντε μεταφρένῳ· οὐ γὰρ ἔγωγε 17.503Ἕκτορα Πριαμίδην μένεος σχήσεσθαι ὀΐω, 17.504πρίν γ̓ ἐπ̓ Ἀχιλλῆος καλλίτριχε βήμεναι ἵππω 17.505νῶϊ κατακτείναντα, φοβῆσαί τε στίχας ἀνδρῶν 17.506Ἀργείων, ἤ κ̓ αὐτὸς ἐνὶ πρώτοισιν ἁλοίη. 17.507ὣς εἰπὼν Αἴαντε καλέσσατο καὶ Μενέλαον· 17.508Αἴαντ̓ Ἀργείων ἡγήτορε καὶ Μενέλαε 17.509ἤτοι μὲν τὸν νεκρὸν ἐπιτράπεθ̓ οἵ περ ἄριστοι 17.510ἀμφ̓ αὐτῷ βεβάμεν καὶ ἀμύνεσθαι στίχας ἀνδρῶν, 17.511νῶϊν δὲ ζωοῖσιν ἀμύνετε νηλεὲς ἦμαρ· 17.512τῇδε γὰρ ἔβρισαν πόλεμον κάτα δακρυόεντα 17.513Ἕκτωρ Αἰνείας θ̓, οἳ Τρώων εἰσὶν ἄριστοι. 17.514ἀλλ̓ ἤτοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται· 17.515ἥσω γὰρ καὶ ἐγώ, τὰ δέ κεν Διὶ πάντα μελήσει. 17.516 ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος, 17.517καὶ βάλεν Ἀρήτοιο κατ̓ ἀσπίδα πάντοσ̓ ἐΐσην· 17.518 δ̓ οὐκ ἔγχος ἔρυτο, διὰ πρὸ δὲ εἴσατο χαλκός, 17.519νειαίρῃ δ̓ ἐν γαστρὶ διὰ ζωστῆρος ἔλασσεν. 17.520ὡς δ̓ ὅτ̓ ἂν ὀξὺν ἔχων πέλεκυν αἰζήϊος ἀνὴρ 17.521κόψας ἐξόπιθεν κεράων βοὸς ἀγραύλοιο 17.522ἶνα τάμῃ διὰ πᾶσαν, δὲ προθορὼν ἐρίπῃσιν, 17.523ὣς ἄῤ γε προθορὼν πέσεν ὕπτιος· ἐν δέ οἱ ἔγχος 17.524νηδυίοισι μάλ̓ ὀξὺ κραδαινόμενον λύε γυῖα. 17.525Ἕκτωρ δ̓ Αὐτομέδοντος ἀκόντισε δουρὶ φαεινῷ· 17.526ἀλλ̓ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος· 17.527πρόσσω γὰρ κατέκυψε, τὸ δ̓ ἐξόπιθεν δόρυ μακρὸν 17.528οὔδει ἐνισκίμφθη, ἐπὶ δ̓ οὐρίαχος πελεμίχθη 17.529ἔγχεος· ἔνθα δ̓ ἔπειτ̓ ἀφίει μένος ὄβριμος Ἄρης. 17.530καί νύ κε δὴ ξιφέεσσ̓ αὐτοσχεδὸν ὁρμηθήτην 17.531εἰ μή σφὠ Αἴαντε διέκριναν μεμαῶτε, 17.532οἵ ῥ̓ ἦλθον καθ̓ ὅμιλον ἑταίρου κικλήσκοντος· 17.533τοὺς ὑποταρβήσαντες ἐχώρησαν πάλιν αὖτις 17.534Ἕκτωρ Αἰνείας τ̓ ἠδὲ Χρομίος θεοειδής, 17.535Ἄρητον δὲ κατ̓ αὖθι λίπον δεδαϊγμένον ἦτορ 17.536κείμενον· Αὐτομέδων δὲ θοῷ ἀτάλαντος Ἄρηϊ 17.537τεύχεά τ̓ ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα· 17.538ἦ δὴ μὰν ὀλίγον γε Μενοιτιάδαο θανόντος 17.539κῆρ ἄχεος μεθέηκα χερείονά περ καταπέφνων. 17.540ὣς εἰπὼν ἐς δίφρον ἑλὼν ἔναρα βροτόεντα 17.541θῆκ̓, ἂν δ̓ αὐτὸς ἔβαινε πόδας καὶ χεῖρας ὕπερθεν 17.542αἱματόεις ὥς τίς τε λέων κατὰ ταῦρον ἐδηδώς. 17.543ἂψ δ̓ ἐπὶ Πατρόκλῳ τέτατο κρατερὴ ὑσμίνη 17.544ἀργαλέη πολύδακρυς, ἔγειρε δὲ νεῖκος Ἀθήνη 17.545οὐρανόθεν καταβᾶσα· προῆκε γὰρ εὐρύοπα Ζεὺς 17.546ὀρνύμεναι Δαναούς· δὴ γὰρ νόος ἐτράπετ̓ αὐτοῦ. 17.547ἠΰτε πορφυρέην ἶριν θνητοῖσι τανύσσῃ 17.548Ζεὺς ἐξ οὐρανόθεν τέρας ἔμμεναιπολέμοιο 17.549ἢ καὶ χειμῶνος δυσθαλπέος, ὅς ῥά τε ἔργων 17.550ἀνθρώπους ἀνέπαυσεν ἐπὶ χθονί, μῆλα δὲ κήδει, 17.551ὣς πορφυρέῃ νεφέλῃ πυκάσασα αὐτὴν 17.552δύσετ̓ Ἀχαιῶν ἔθνος, ἔγειρε δὲ φῶτα ἕκαστον. 17.553πρῶτον δ̓ Ἀτρέος υἱὸν ἐποτρύνουσα προσηύδα 17.554ἴφθιμον Μενέλαον· γάρ ῥά οἱ ἐγγύθεν ἦεν· 17.555εἰσαμένη Φοίνικι δέμας καὶ ἀτειρέα φωνήν· 17.556σοὶ μὲν δὴ Μενέλαε κατηφείη καὶ ὄνειδος 17.557ἔσσεται εἴ κ̓ Ἀχιλῆος ἀγαυοῦ πιστὸν ἑταῖρον 17.558τείχει ὕπο Τρώων ταχέες κύνες ἑλκήσουσιν. 17.559ἀλλ̓ ἔχεο κρατερῶς, ὄτρυνε δὲ λαὸν ἅπαντα. 17.560τὴν δ̓ αὖτε προσέειπε βοὴν ἀγαθὸς Μενέλαος· 17.561Φοῖνιξ ἄττα γεραιὲ παλαιγενές, εἰ γὰρ Ἀθήνη 17.562δοίη κάρτος ἐμοί, βελέων δ̓ ἀπερύκοι ἐρωήν· 17.563τώ κεν ἔγωγ̓ ἐθέλοιμι παρεστάμεναι καὶ ἀμύνειν 17.564Πατρόκλῳ· μάλα γάρ με θανὼν ἐσεμάσσατο θυμόν. 17.565ἀλλ̓ Ἕκτωρ πυρὸς αἰνὸν ἔχει μένος, οὐ δ̓ ἀπολήγει 17.566χαλκῷ δηϊόων· τῷ γὰρ Ζεὺς κῦδος ὀπάζει. 17.567ὣς φάτο, γήθησεν δὲ θεὰ γλαυκῶπις Ἀθήνη, 17.568ὅττί ῥά οἱ πάμπρωτα θεῶν ἠρήσατο πάντων. 17.569ἐν δὲ βίην ὤμοισι καὶ ἐν γούνεσσιν ἔθηκε, 17.570καί οἱ μυίης θάρσος ἐνὶ στήθεσσιν ἐνῆκεν, 17.571 τε καὶ ἐργομένη μάλα περ χροὸς ἀνδρομέοιο 17.572ἰσχανάᾳ δακέειν, λαρόν τέ οἱ αἷμ̓ ἀνθρώπου· 17.573τοίου μιν θάρσευς πλῆσε φρένας ἀμφὶ μελαίνας, 17.574βῆ δ̓ ἐπὶ Πατρόκλῳ, καὶ ἀκόντισε δουρὶ φαεινῷ. 17.575ἔσκε δ̓ ἐνὶ Τρώεσσι Ποδῆς υἱὸς Ἠετίωνος 17.576ἀφνειός τ̓ ἀγαθός τε· μάλιστα δέ μιν τίεν Ἕκτωρ 17.577δήμου, ἐπεί οἱ ἑταῖρος ἔην φίλος εἰλαπιναστής· 17.578τόν ῥα κατὰ ζωστῆρα βάλε ξανθὸς Μενέλαος 17.579ἀΐξαντα φόβον δέ, διὰ πρὸ δὲ χαλκὸν ἔλασσε· 17.580δούπησεν δὲ πεσών· ἀτὰρ Ἀτρεΐδης Μενέλαος 17.581νεκρὸν ὑπ̓ ἐκ Τρώων ἔρυσεν μετὰ ἔθνος ἑταίρων. 17.582Ἕκτορα δ̓ ἐγγύθεν ἱστάμενος ὄτρυνεν Ἀπόλλων 17.583Φαίνοπι Ἀσιάδῃ ἐναλίγκιος, ὅς οἱ ἁπάντων 17.584ξείνων φίλτατος ἔσκεν Ἀβυδόθι οἰκία ναίων· 17.585τῷ μιν ἐεισάμενος προσέφη ἑκάεργος Ἀπόλλων· 17.586Ἕκτορ τίς κέ σ̓ ἔτ̓ ἄλλος Ἀχαιῶν ταρβήσειεν; 17.587οἷον δὴ Μενέλαον ὑπέτρεσας, ὃς τὸ πάρος γε 17.588μαλθακὸς αἰχμητής· νῦν δ̓ οἴχεται οἶος ἀείρας 17.589νεκρὸν ὑπ̓ ἐκ Τρώων, σὸν δ̓ ἔκτανε πιστὸν ἑταῖρον 17.590ἐσθλὸν ἐνὶ προμάχοισι Ποδῆν υἱὸν Ἠετίωνος. 17.591ὣς φάτο, τὸν δ̓ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα, 17.592βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ. 17.593καὶ τότ̓ ἄρα Κρονίδης ἕλετ̓ αἰγίδα θυσσανόεσσαν 17.594μαρμαρέην, Ἴδην δὲ κατὰ νεφέεσσι κάλυψεν, 17.595ἀστράψας δὲ μάλα μεγάλ̓ ἔκτυπε, τὴν δὲ τίναξε, 17.596νίκην δὲ Τρώεσσι δίδου, ἐφόβησε δ̓ Ἀχαιούς. 17.597πρῶτος Πηνέλεως Βοιώτιος ἦρχε φόβοιο. 17.598βλῆτο γὰρ ὦμον δουρὶ πρόσω τετραμμένος αἰεὶ 17.599ἄκρον ἐπιλίγδην· γράψεν δέ οἱ ὀστέον ἄχρις 17.600αἰχμὴ Πουλυδάμαντος· γάρ ῥ̓ ἔβαλε σχεδὸν ἐλθών. 17.601Λήϊτον αὖθ̓ Ἕκτωρ σχεδὸν οὔτασε χεῖῤ ἐπὶ καρπῷ 17.602υἱὸν Ἀλεκτρυόνος μεγαθύμου, παῦσε δὲ χάρμης· 17.603τρέσσε δὲ παπτήνας, ἐπεὶ οὐκέτι ἔλπετο θυμῷ 17.604ἔγχος ἔχων ἐν χειρὶ μαχήσεσθαι Τρώεσσιν. 17.605Ἕκτορα δ̓ Ἰδομενεὺς μετὰ Λήϊτον ὁρμηθέντα 17.606βεβλήκει θώρηκα κατὰ στῆθος παρὰ μαζόν· 17.607ἐν καυλῷ δ̓ ἐάγη δολιχὸν δόρυ, τοὶ δὲ βόησαν 17.608Τρῶες· δ̓ Ἰδομενῆος ἀκόντισε Δευκαλίδαο 17.609δίφρῳ ἐφεσταότος· τοῦ μέν ῥ̓ ἀπὸ τυτθὸν ἅμαρτεν· 17.610αὐτὰρ Μηριόναο ὀπάονά θ̓ ἡνίοχόν τε 17.611Κοίρανον, ὅς ῥ̓ ἐκ Λύκτου ἐϋκτιμένης ἕπετ̓ αὐτῷ· 17.612πεζὸς γὰρ τὰ πρῶτα λιπὼν νέας ἀμφιελίσσας 17.613ἤλυθε, καί κε Τρωσὶ μέγα κράτος ἐγγυάλιξεν, 17.614εἰ μὴ Κοίρανος ὦκα ποδώκεας ἤλασεν ἵππους· 17.615καὶ τῷ μὲν φάος ἦλθεν, ἄμυνε δὲ νηλεὲς ἦμαρ, 17.616αὐτὸς δ̓ ὤλεσε θυμὸν ὑφ̓ Ἕκτορος ἀνδροφόνοιο· 17.617τὸν βάλ̓ ὑπὸ γναθμοῖο καὶ οὔατος, ἐκ δ̓ ἄῤ ὀδόντας 17.618ὦσε δόρυ πρυμνόν, διὰ δὲ γλῶσσαν τάμε μέσσην. 17.619ἤριπε δ̓ ἐξ ὀχέων, κατὰ δ̓ ἡνία χεῦεν ἔραζε. 17.620καὶ τά γε Μηριόνης ἔλαβεν χείρεσσι φίλῃσι 17.621κύψας ἐκ πεδίοιο, καὶ Ἰδομενῆα προσηύδα· 17.622μάστιε νῦν εἷός κε θοὰς ἐπὶ νῆας ἵκηαι· 17.623γιγνώσκεις δὲ καὶ αὐτὸς τ̓ οὐκέτι κάρτος Ἀχαιῶν. 17.624ὣς ἔφατ̓, Ἰδομενεὺς δ̓ ἵμασεν καλλίτριχας ἵππους 17.625νῆας ἔπι γλαφυράς· δὴ γὰρ δέος ἔμπεσε θυμῷ. 17.626οὐ δ̓ ἔλαθ̓ Αἴαντα μεγαλήτορα καὶ Μενέλαον 17.627Ζεύς, ὅτε δὴ Τρώεσσι δίδου ἑτεραλκέα νίκην. 17.628τοῖσι δὲ μύθων ἦρχε μέγας Τελαμώνιος Αἴας· 17.629ὢ πόποι ἤδη μέν κε καὶ ὃς μάλα νήπιός ἐστι 17.630γνοίη ὅτι Τρώεσσι πατὴρ Ζεὺς αὐτὸς ἀρήγει. 17.631τῶν μὲν γὰρ πάντων βέλἐ ἅπτεται ὅς τις ἀφήῃ 17.632κακὸςἀγαθός· Ζεὺς δ̓ ἔμπης πάντ̓ ἰθύνει· 17.633ἡμῖν δ̓ αὔτως πᾶσιν ἐτώσια πίπτει ἔραζε. 17.634ἀλλ̓ ἄγετ̓ αὐτοί περ φραζώμεθα μῆτιν ἀρίστην, 17.635ἠμὲν ὅπως τὸν νεκρὸν ἐρύσσομεν, ἠδὲ καὶ αὐτοὶ 17.636χάρμα φίλοις ἑτάροισι γενώμεθα νοστήσαντες, 17.637οἵ που δεῦῤ ὁρόωντες ἀκηχέδατ̓, οὐ δ̓ ἔτι φασὶν 17.638Ἕκτορος ἀνδροφόνοιο μένος καὶ χεῖρας ἀάπτους 17.639σχήσεσθ̓, ἀλλ̓ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι. 17.640εἴη δ̓ ὅς τις ἑταῖρος ἀπαγγείλειε τάχιστα 17.641Πηλεΐδῃ, ἐπεὶ οὔ μιν ὀΐομαι οὐ δὲ πεπύσθαι 17.642λυγρῆς ἀγγελίης, ὅτι οἱ φίλος ὤλεθ̓ ἑταῖρος. 17.643ἀλλ̓ οὔ πῃ δύναμαι ἰδέειν τοιοῦτον Ἀχαιῶν· 17.644ἠέρι γὰρ κατέχονται ὁμῶς αὐτοί τε καὶ ἵπποι. 17.645Ζεῦ πάτερ ἀλλὰ σὺ ῥῦσαι ὑπ̓ ἠέρος υἷας Ἀχαιῶν, 17.646ποίησον δ̓ αἴθρην, δὸς δ̓ ὀφθαλμοῖσιν ἰδέσθαι· 17.647ἐν δὲ φάει καὶ ὄλεσσον, ἐπεί νύ τοι εὔαδεν οὕτως. 17.648ὣς φάτο, τὸν δὲ πατὴρ ὀλοφύρατο δάκρυ χέοντα· 17.649αὐτίκα δ̓ ἠέρα μὲν σκέδασεν καὶ ἀπῶσεν ὀμίχλην, 17.650ἠέλιος δ̓ ἐπέλαμψε, μάχη δ̓ ἐπὶ πᾶσα φαάνθη· 17.651καὶ τότ̓ ἄῤ Αἴας εἶπε βοὴν ἀγαθὸν Μενέλαον· 17.652σκέπτεο νῦν Μενέλαε διοτρεφὲς αἴ κεν ἴδηαι 17.653ζωὸν ἔτ̓ Ἀντίλοχον μεγαθύμου Νέστορος υἱόν, 17.654ὄτρυνον δ̓ Ἀχιλῆϊ δαΐφρονι θᾶσσον ἰόντα 17.655εἰπεῖν ὅττι ῥά οἱ πολὺ φίλτατος ὤλεθ̓ ἑταῖρος. 17.656ὣς ἔφατ̓, οὐ δ̓ ἀπίθησε βοὴν ἀγαθὸς Μενέλαος, 17.657βῆ δ̓ ἰέναι ὥς τίς τε λέων ἀπὸ μεσσαύλοιο, 17.658ὅς τ̓ ἐπεὶ ἄρ κε κάμῃσι κύνας τ̓ ἄνδρας τ̓ ἐρεθίζων, 17.659οἵ τέ μιν οὐκ εἰῶσι βοῶν ἐκ πῖαρ ἑλέσθαι 17.660πάννυχοι ἐγρήσσοντες· δὲ κρειῶν ἐρατίζων 17.661ἰθύει, ἀλλ̓ οὔ τι πρήσσει· θαμέες γὰρ ἄκοντες 17.662ἀντίον ἀΐσσουσι θρασειάων ἀπὸ χειρῶν, 17.663καιόμεναί τε δεταί, τάς τε τρεῖ ἐσσύμενός περ· 17.664ἠῶθεν δ̓ ἀπονόσφιν ἔβη τετιηότι θυμῷ· 17.665ὣς ἀπὸ Πατρόκλοιο βοὴν ἀγαθὸς Μενέλαος 17.666ἤϊε πόλλ̓ ἀέκων· περὶ γὰρ δίε μή μιν Ἀχαιοὶ 17.667ἀργαλέου πρὸ φόβοιο ἕλωρ δηΐοισι λίποιεν. 17.668πολλὰ δὲ Μηριόνῃ τε καὶ Αἰάντεσσ̓ ἐπέτελλεν· 17.669Αἴαντ̓ Ἀργείων ἡγήτορε Μηριόνη τε 17.670νῦν τις ἐνηείης Πατροκλῆος δειλοῖο 17.671μνησάσθω· πᾶσιν γὰρ ἐπίστατο μείλιχος εἶναι 17.672ζωὸς ἐών· νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει. 17.673ὣς ἄρα φωνήσας ἀπέβη ξανθὸς Μενέλαος, 17.674πάντοσε παπταίνων ὥς τ̓ αἰετός, ὅν ῥά τέ φασιν 17.675ὀξύτατον δέρκεσθαι ὑπουρανίων πετεηνῶν, 17.676ὅν τε καὶ ὑψόθ̓ ἐόντα πόδας ταχὺς οὐκ ἔλαθε πτὼξ 17.677θάμνῳ ὑπ̓ ἀμφικόμῳ κατακείμενος, ἀλλά τ̓ ἐπ̓ αὐτῷ 17.678ἔσσυτο, καί τέ μιν ὦκα λαβὼν ἐξείλετο θυμόν. 17.679ὣς τότε σοὶ Μενέλαε διοτρεφὲς ὄσσε φαεινὼ 17.680πάντοσε δινείσθην πολέων κατὰ ἔθνος ἑταίρων, 17.681εἴ που Νέστορος υἱὸν ἔτι ζώοντα ἴδοιτο. 17.682τὸν δὲ μάλ̓ αἶψ̓ ἐνόησε μάχης ἐπ̓ ἀριστερὰ πάσης 17.683θαρσύνονθ̓ ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι, 17.684ἀγχοῦ δ̓ ἱστάμενος προσέφη ξανθὸς Μενέλαος· 17.685Ἀντίλοχ̓ εἰ δ̓ ἄγε δεῦρο διοτρεφὲς ὄφρα πύθηαι 17.686λυγρῆς ἀγγελίης, μὴ ὤφελλε γενέσθαι. 17.687ἤδη μὲν σὲ καὶ αὐτὸν ὀΐομαι εἰσορόωντα 17.688γιγνώσκειν ὅτι πῆμα θεὸς Δαναοῖσι κυλίνδει, 17.689νίκη δὲ Τρώων· πέφαται δ̓ ὤριστος Ἀχαιῶν 17.690Πάτροκλος, μεγάλη δὲ ποθὴ Δαναοῖσι τέτυκται. 17.691ἀλλὰ σύ γ̓ αἶψ̓ Ἀχιλῆϊ θέων ἐπὶ νῆας Ἀχαιῶν 17.692εἰπεῖν, αἴ κε τάχιστα νέκυν ἐπὶ νῆα σαώσῃ 17.693γυμνόν· ἀτὰρ τά γε τεύχἐ ἔχει κορυθαίολος Ἕκτωρ. 17.694ὣς ἔφατ̓, Ἀντίλοχος δὲ κατέστυγε μῦθον ἀκούσας· 17.695δὴν δέ μιν ἀμφασίη ἐπέων λάβε, τὼ δέ οἱ ὄσσε 17.696δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή. 17.697ἀλλ̓ οὐ δ̓ ὧς Μενελάου ἐφημοσύνης ἀμέλησε, 17.698βῆ δὲ θέειν, τὰ δὲ τεύχἐ ἀμύμονι δῶκεν ἑταίρῳ 17.699Λαοδόκῳ, ὅς οἱ σχεδὸν ἔστρεφε μώνυχας ἵππους. 17.700τὸν μὲν δάκρυ χέοντα πόδες φέρον ἐκ πολέμοιο 17.701Πηλεΐδῃ Ἀχιλῆϊ κακὸν ἔπος ἀγγελέοντα. 17.702οὐ δ̓ ἄρα σοὶ Μενέλαε διοτρεφὲς ἤθελε θυμὸς 17.703τειρομένοις ἑτάροισιν ἀμυνέμεν, ἔνθεν ἀπῆλθεν 17.704Ἀντίλοχος, μεγάλη δὲ ποθὴ Πυλίοισιν ἐτύχθη· 17.705ἀλλ̓ γε τοῖσιν μὲν Θρασυμήδεα δῖον ἀνῆκεν, 17.706αὐτὸς δ̓ αὖτ̓ ἐπὶ Πατρόκλῳ ἥρωϊ βεβήκει, 17.707στῆ δὲ παῤ Αἰάντεσσι θέων, εἶθαρ δὲ προσηύδα· 17.708κεῖνον μὲν δὴ νηυσὶν ἐπιπροέηκα θοῇσιν 17.709ἐλθεῖν εἰς Ἀχιλῆα πόδας ταχύν· οὐ δέ μιν οἴω 17.710νῦν ἰέναι μάλα περ κεχολωμένον Ἕκτορι δίῳ· 17.711οὐ γάρ πως ἂν γυμνὸς ἐὼν Τρώεσσι μάχοιτο. 17.712ἡμεῖς δ̓ αὐτοί περ φραζώμεθα μῆτιν ἀρίστην, 17.713ἠμὲν ὅπως τὸν νεκρὸν ἐρύσσομεν, ἠδὲ καὶ αὐτοὶ 17.714Τρώων ἐξ ἐνοπῆς θάνατον καὶ κῆρα φύγωμεν. 17.715τὸν δ̓ ἠμείβετ̓ ἔπειτα μέγας Τελαμώνιος Αἴας· 17.716πάντα κατ̓ αἶσαν ἔειπες ἀγακλεὲςΜενέλαε· 17.717ἀλλὰ σὺ μὲν καὶ Μηριόνης ὑποδύντε μάλ̓ ὦκα 17.718νεκρὸν ἀείραντες φέρετ̓ ἐκ πόνου· αὐτὰρ ὄπισθε 17.719νῶϊ μαχησόμεθα Τρωσίν τε καὶ Ἕκτορι δίῳ 17.720ἶσον θυμὸν ἔχοντες ὁμώνυμοι, οἳ τὸ πάρος περ 17.721μίμνομεν ὀξὺν Ἄρηα παῤ ἀλλήλοισι μένοντες. 17.722ὣς ἔφαθ̓, οἳ δ̓ ἄρα νεκρὸν ἀπὸ χθονὸς ἀγκάζοντο 17.723ὕψι μάλα μεγάλως· ἐπὶ δ̓ ἴαχε λαὸς ὄπισθε 17.724Τρωϊκός, ὡς εἴδοντο νέκυν αἴροντας Ἀχαιούς. 17.725ἴθυσαν δὲ κύνεσσιν ἐοικότες, οἵ τ̓ ἐπὶ κάπρῳ 17.726βλημένῳ ἀΐξωσι πρὸ κούρων θηρητήρων· 17.727ἕως μὲν γάρ τε θέουσι διαρραῖσαι μεμαῶτες, 17.728ἀλλ̓ ὅτε δή ῥ̓ ἐν τοῖσιν ἑλίξεται ἀλκὶ πεποιθώς, 17.729ἄψ τ̓ ἀνεχώρησαν διά τ̓ ἔτρεσαν ἄλλυδις ἄλλος. 17.730ὣς Τρῶες εἷος μὲν ὁμιλαδὸν αἰὲν ἕποντο 17.731νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν· 17.732ἀλλ̓ ὅτε δή ῥ̓ Αἴαντε μεταστρεφθέντε κατ̓ αὐτοὺς 17.733σταίησαν, τῶν δὲ τράπετο χρώς, οὐ δέ τις ἔτλη 17.734πρόσσω ἀΐξας περὶ νεκροῦ δηριάασθαι. 17.735ὣς οἵ γ̓ ἐμμεμαῶτε νέκυν φέρον ἐκ πολέμοιο 17.736νῆας ἔπι γλαφυράς· ἐπὶ δὲ πτόλεμος τέτατό σφιν 17.737ἄγριος ἠΰτε πῦρ, τό τ̓ ἐπεσσύμενον πόλιν ἀνδρῶν 17.738ὄρμενον ἐξαίφνης φλεγέθει, μινύθουσι δὲ οἶκοι 17.739ἐν σέλαϊ μεγάλῳ· τὸ δ̓ ἐπιβρέμει ἲς ἀνέμοιο. 17.740ὣς μὲν τοῖς ἵππων τε καὶ ἀνδρῶν αἰχμητάων 17.741ἀζηχὴς ὀρυμαγδὸς ἐπήϊεν ἐρχομένοισιν· 17.742οἳ δ̓ ὥς θ̓ ἡμίονοι κρατερὸν μένος ἀμφιβαλόντες 17.743ἕλκωσ̓ ἐξ ὄρεος κατὰ παιπαλόεσσαν ἀταρπὸν 17.744δοκὸν ἠὲ δόρυ μέγα νήϊον· ἐν δέ τε θυμὸς 17.745τείρεθ̓ ὁμοῦ καμάτῳ τε καὶ ἱδρῷ σπευδόντεσσιν· 17.746ὣς οἵ γ̓ ἐμμεμαῶτε νέκυν φέρον. αὐτὰρ ὄπισθεν 17.747Αἴαντ̓ ἰσχανέτην, ὥς τε πρὼν ἰσχάνει ὕδωρ 17.748ὑλήεις πεδίοιο διαπρύσιον τετυχηκώς, 17.749ὅς τε καὶ ἰφθίμων ποταμῶν ἀλεγεινὰ ῥέεθρα 17.750ἴσχει, ἄφαρ δέ τε πᾶσι ῥόον πεδίον δὲ τίθησι 17.751πλάζων· οὐ δέ τί μιν σθένεϊ ῥηγνῦσι ῥέοντες· 17.752ὣς αἰεὶ Αἴαντε μάχην ἀνέεργον ὀπίσσω 17.753Τρώων· οἳ δ̓ ἅμ̓ ἕποντο, δύω δ̓ ἐν τοῖσι μάλιστα 17.754Αἰνείας τ̓ Ἀγχισιάδης καὶ φαίδιμος Ἕκτωρ. 17.755τῶν δ̓ ὥς τε ψαρῶν νέφος ἔρχεται ἠὲ κολοιῶν 17.756οὖλον κεκλήγοντες, ὅτε προΐδωσιν ἰόντα 17.757κίρκον, τε σμικρῇσι φόνον φέρει ὀρνίθεσσιν, 17.758ὣς ἄῤ ὑπ̓ Αἰνείᾳ τε καὶ Ἕκτορι κοῦροι Ἀχαιῶν 17.759οὖλον κεκλήγοντες ἴσαν, λήθοντο δὲ χάρμης. 17.760πολλὰ δὲ τεύχεα καλὰ πέσον περί τ̓ ἀμφί τε τάφρον 17.761φευγόντων Δαναῶν· πολέμου δ̓ οὐ γίγνετ̓ ἐρωή.