ILIAD Elucidated - Book 8
8.1Ἠὼς μὲν κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπ̓ αἶαν, 8.2Ζεὺς δὲ θεῶν ἀγορὴν ποιήσατο τερπικέραυνος 8.3ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο· 8.4αὐτὸς δέ σφ̓ ἀγόρευε, θεοὶ δ̓ ὑπὸ πάντες ἄκουον· 8.5κέκλυτέ μευ πάντές τε θεοὶ πᾶσαί τε θέαιναι, 8.6ὄφῤ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει. 8.7μήτέ τις οὖν θήλεια θεὸς τό γε μήτέ τις ἄρσην 8.8πειράτω διακέρσαι ἐμὸν ἔπος, ἀλλ̓ ἅμα πάντες 8.9αἰνεῖτ̓, ὄφρα τάχιστα τελευτήσω τάδε ἔργα. 8.10ὃν δ̓ ἂν ἐγὼν ἀπάνευθε θεῶν ἐθέλοντα νοήσω 8.11ἐλθόντ̓ ἢ Τρώεσσιν ἀρηγέμεν ἢ Δαναοῖσι 8.12πληγεὶς οὐ κατὰ κόσμον ἐλεύσεται Οὔλυμπον δέ· 8.13ἤ μιν ἑλὼν ῥίψω ἐς Τάρταρον ἠερόεντα 8.14τῆλε μάλ̓, ἧχι βάθιστον ὑπὸ χθονός ἐστι βέρεθρον, 8.15ἔνθα σιδήρειαί τε πύλαι καὶ χάλκεος οὐδός, 8.16τόσσον ἔνερθ̓ Ἀΐδεω ὅσον οὐρανός ἐστ̓ ἀπὸ γαίης· 8.17γνώσετ̓ ἔπειθ̓ ὅσον εἰμὶ θεῶν κάρτιστος ἁπάντων. 8.18εἰ δ̓ ἄγε πειρήσασθε θεοὶ ἵνα εἴδετε πάντες· 8.19σειρὴν χρυσείην ἐξ οὐρανόθεν κρεμάσαντες 8.20πάντές τ̓ ἐξάπτεσθε θεοὶ πᾶσαί τε θέαιναι· 8.21ἀλλ̓ οὐκ ἂν ἐρύσαιτ̓ ἐξ οὐρανόθεν πεδίον δὲ 8.22Ζῆν̓ ὕπατον μήστωῤ, οὐ δ̓ εἰ μάλα πολλὰ κάμοιτε. 8.23ἀλλ̓ ὅτε δὴ καὶ ἐγὼ πρόφρων ἐθέλοιμι ἐρύσσαι, 8.24αὐτῇ κεν γαίῃ ἐρύσαιμ̓ αὐτῇ τε θαλάσσῃ· 8.25σειρὴν μέν κεν ἔπειτα περὶ ῥίον Οὐλύμποιο 8.26δησαίμην, τὰ δέ κ̓ αὖτε μετήορα πάντα γένοιτο. 8.27τόσσον ἐγὼ περί τ̓ εἰμὶ θεῶν περί τ̓ εἴμ̓ ἀνθρώπων. 8.28ὣς ἔφαθ̓, οἱ δ̓ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ 8.29μῦθον ἀγασσάμενοι· μάλα γὰρ κρατερῶς ἀγόρευσεν. 8.30ὀψὲ δὲ δὴ μετέειπε θεὰ γλαυκῶπις Ἀθήνη· 8.31ὦ πάτερ ἡμέτερε Κρονίδη ὕπατε κρειόντων 8.32εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι σθένος οὐκ ἐπιεικτόν· 8.33ἀλλ̓ ἔμπης Δαναῶν ὀλοφυρόμεθ̓ αἰχμητάων, 8.34οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται. 8.35ἀλλ̓ ἤτοι πολέμου μὲν ἀφεξόμεθ̓ ὡς σὺ κελεύεις· 8.36βουλὴν δ̓ Ἀργείοις ὑποθησόμεθ̓ ἥ τις ὀνήσει, 8.37ὡς μὴ πάντες ὄλωνται ὀδυσσαμένοιο τεοῖο. 8.38τὴν δ̓ ἐπιμειδήσας προσέφη νεφεληγερέτα Ζεύς· 8.39θάρσει Τριτογένεια φίλον τέκος· οὔ νύ τι θυμῷ 8.40πρόφρονι μυθέομαι, ἐθέλω δέ τοι ἤπιος εἶναι. 8.41ὣς εἰπὼν ὑπ̓ ὄχεσφι τιτύσκετο χαλκόποδ̓ ἵππω 8.42ὠκυπέτα χρυσέῃσιν ἐθείρῃσιν κομόωντε, 8.43χρυσὸν δ̓ αὐτὸς ἔδυνε περὶ χροΐ, γέντο δ̓ ἱμάσθλην 8.44χρυσείην εὔτυκτον, ἑοῦ δ̓ ἐπεβήσετο δίφρου, 8.45μάστιξεν δ̓ ἐλάαν· τὼ δ̓ οὐκ ἀέκοντε πετέσθην 8.46μεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος. 8.47Ἴδην δ̓ ἵκανεν πολυπίδακα μητέρα θηρῶν 8.48Γάργαρον, ἔνθά τέ οἱ τέμενος βωμός τε θυήεις. 8.49ἔνθ̓ ἵππους ἔστησε πατὴρ ἀνδρῶν τε θεῶν τε 8.50λύσας ἐξ ὀχέων, κατὰ δ̓ ἠέρα πουλὺν ἔχευεν. 8.51αὐτὸς δ̓ ἐν κορυφῇσι καθέζετο κύδεϊ γαίων 8.52εἰσορόων Τρώων τε πόλιν καὶ νῆας Ἀχαιῶν. 8.53οἳ δ̓ ἄρα δεῖπνον ἕλοντο κάρη κομόωντες Ἀχαιοὶ 8.54ῥίμφα κατὰ κλισίας, ἀπὸ δ̓ αὐτοῦ θωρήσσοντο. 8.55Τρῶες δ̓ αὖθ̓ ἑτέρωθεν ἀνὰ πτόλιν ὁπλίζοντο 8.56παυρότεροι· μέμασαν δὲ καὶ ὧς ὑσμῖνι μάχεσθαι 8.57χρειοῖ ἀναγκαίῃ, πρό τε παίδων καὶ πρὸ γυναικῶν. 8.58πᾶσαι δ̓ ὠΐγνυντο πύλαι, ἐκ δ̓ ἔσσυτο λαός, 8.59πεζοί θ̓ ἱππῆές τε· πολὺς δ̓ ὀρυμαγδὸς ὀρώρει. 8.60οἳ δ̓ ὅτε δή ῥ̓ ἐς χῶρον ἕνα ξυνιόντες ἵκοντο 8.61σύν ῥ̓ ἔβαλον ῥινούς, σὺν δ̓ ἔγχεα καὶ μένἐ ἀνδρῶν 8.62χαλκεοθωρήκων· ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι 8.63ἔπληντ̓ ἀλλήλῃσι, πολὺς δ̓ ὀρυμαγδὸς ὀρώρει. 8.64ἔνθα δ̓ ἅμ̓ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν 8.65ὀλλύντων τε καὶ ὀλλυμένων, ῥέε δ̓ αἵματι γαῖα. 8.66ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ, 8.67τόφρα μάλ̓ ἀμφοτέρων βέλἐ ἥπτετο, πῖπτε δὲ λαός. 8.68ἦμος δ̓ Ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκει, 8.69καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα· 8.70ἐν δ̓ ἐτίθει δύο κῆρε τανηλεγέος θανάτοιο 8.71Τρώων θ̓ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων, 8.72ἕλκε δὲ μέσσα λαβών· ῥέπε δ̓ αἴσιμον ἦμαρ Ἀχαιῶν. 8.73αἳ μὲν Ἀχαιῶν κῆρες ἐπὶ χθονὶ πουλυβοτείρῃ 8.74ἑζέσθην, Τρώων δὲ πρὸς οὐρανὸν εὐρὺν ἄερθεν· 8.75αὐτὸς δ̓ ἐξ Ἴδης μεγάλ̓ ἔκτυπε, δαιόμενον δὲ 8.76ἧκε σέλας μετὰ λαὸν Ἀχαιῶν· οἳ δὲ ἰδόντες 8.77θάμβησαν, καὶ πάντας ὑπὸ χλωρὸν δέος εἷλεν. 8.78ἔνθ̓ οὔ τ̓ Ἰδομενεὺς τλῆ μίμνειν οὔ τ̓ Ἀγαμέμνων, 8.79οὔ τε δύ̓ Αἴαντες μενέτην θεράποντες Ἄρηος· 8.80Νέστωρ οἶος ἔμιμνε Γερήνιος οὖρος Ἀχαιῶν 8.81οὔ τι ἑκών, ἀλλ̓ ἵππος ἐτείρετο, τὸν βάλεν ἰῷ 8.82δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο 8.83ἄκρην κὰκ κορυφήν, ὅθι τε πρῶται τρίχες ἵππων 8.84κρανίῳ ἐμπεφύασι, μάλιστα δὲ καίριόν ἐστιν. 8.85ἀλγήσας δ̓ ἀνέπαλτο, βέλος δ̓ εἰς ἐγκέφαλον δῦ, 8.86σὺν δ̓ ἵππους ἐτάραξε κυλινδόμενος περὶ χαλκῷ. 8.87ὄφῤ ὁ γέρων ἵπποιο παρηορίας ἀπέταμνε 8.88φασγάνῳ ἀΐσσων, τόφῤ Ἕκτορος ὠκέες ἵπποι 8.89ἦλθον ἀν̓ ἰωχμὸν θρασὺν ἡνίοχον φορέοντες 8.90Ἕκτορα· καί νύ κεν ἔνθ̓ ὁ γέρων ἀπὸ θυμὸν ὄλεσσεν 8.91εἰ μὴ ἄῤ ὀξὺ νόησε βοὴν ἀγαθὸς Διομήδης· 8.92σμερδαλέον δ̓ ἐβόησεν ἐποτρύνων Ὀδυσῆα· 8.93διογενὲς Λαερτιάδη πολυμήχαν̓ Ὀδυσσεῦ 8.94πῇ φεύγεις μετὰ νῶτα βαλὼν κακὸς ὣς ἐν ὁμίλῳ; 8.95μή τίς τοι φεύγοντι μεταφρένῳ ἐν δόρυ πήξῃ· 8.96ἀλλὰ μέν̓ ὄφρα γέροντος ἀπώσομεν ἄγριον ἄνδρα. 8.97ὣς ἔφατ̓, οὐ δ̓ ἐσάκουσε πολύτλας δῖος Ὀδυσσεύς, 8.98ἀλλὰ παρήϊξεν κοίλας ἐπὶ νῆας Ἀχαιῶν. 8.99Τυδεΐδης δ̓ αὐτός περ ἐὼν προμάχοισιν ἐμίχθη, 8.100στῆ δὲ πρόσθ̓ ἵππων Νηληϊάδαο γέροντος, 8.101καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· 8.102ὦ γέρον ἦ μάλα δή σε νέοι τείρουσι μαχηταί, 8.103σὴ δὲ βίη λέλυται, χαλεπὸν δέ σε γῆρας ὀπάζει, 8.104ἠπεδανὸς δέ νύ τοι θεράπων, βραδέες δέ τοι ἵπποι. 8.105ἀλλ̓ ἄγ̓ ἐμῶν ὀχέων ἐπιβήσεο, ὄφρα ἴδηαι 8.106οἷοι Τρώϊοι ἵπποι ἐπιστάμενοι πεδίοιο 8.107κραιπνὰ μάλ̓ ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι, 8.108οὕς ποτ̓ ἀπ̓ Αἰνείαν ἑλόμην μήστωρε φόβοιο. 8.109τούτω μὲν θεράποντε κομείτων, τώδε δὲ νῶϊ 8.110Τρωσὶν ἐφ̓ ἱπποδάμοις ἰθύνομεν, ὄφρα καὶ Ἕκτωρ 8.111εἴσεται εἰ καὶ ἐμὸν δόρυ μαίνεται ἐν παλάμῃσιν. 8.112ὣς ἔφατ̓, οὐ δ̓ ἀπίθησε Γερήνιος ἱππότα Νέστωρ. 8.113Νεστορέας μὲν ἔπειθ̓ ἵππους θεράποντε κομείτην 8.114ἴφθιμοι Σθένελός τε καὶ Εὐρυμέδων ἀγαπήνωρ. 8.115τὼ δ̓ εἰς ἀμφοτέρω Διομήδεος ἅρματα βήτην· 8.116Νέστωρ δ̓ ἐν χείρεσσι λάβ̓ ἡνία σιγαλόεντα, 8.117μάστιξεν δ̓ ἵππους· τάχα δ̓ Ἕκτορος ἄγχι γένοντο. 8.118τοῦ δ̓ ἰθὺς μεμαῶτος ἀκόντισε Τυδέος υἱός· 8.119καὶ τοῦ μέν ῥ̓ ἀφάμαρτεν, ὃ δ̓ ἡνίοχον θεράποντα 8.120υἱὸν ὑπερθύμου Θηβαίου Ἠνιοπῆα 8.121ἵππων ἡνί̓ ἔχοντα βάλε στῆθος παρὰ μαζόν. 8.122ἤριπε δ̓ ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι 8.123ὠκύποδες· τοῦ δ̓ αὖθι λύθη ψυχή τε μένος τε. 8.124Ἕκτορα δ̓ αἰνὸν ἄχος πύκασε φρένας ἡνιόχοιο· 8.125τὸν μὲν ἔπειτ̓ εἴασε καὶ ἀχνύμενός περ ἑταίρου 8.126κεῖσθαι, ὃ δ̓ ἡνίοχον μέθεπε θρασύν· οὐ δ̓ ἄῤ ἔτι δὴν 8.127ἵππω δευέσθην σημάντορος· αἶψα γὰρ εὗρεν 8.128Ἰφιτίδην Ἀρχεπτόλεμον θρασύν, ὅν ῥα τόθ̓ ἵππων 8.129ὠκυπόδων ἐπέβησε, δίδου δέ οἱ ἡνία χερσίν. 8.130ἔνθά κε λοιγὸς ἔην καὶ ἀμήχανα ἔργα γένοντο, 8.131καί νύ κε σήκασθεν κατὰ Ἴλιον ἠΰτε ἄρνες, 8.132εἰ μὴ ἄῤ ὀξὺ νόησε πατὴρ ἀνδρῶν τε θεῶν τε· 8.133βροντήσας δ̓ ἄρα δεινὸν ἀφῆκ̓ ἀργῆτα κεραυνόν, 8.134κὰδ δὲ πρόσθ̓ ἵππων Διομήδεος ἧκε χαμᾶζε· 8.135δεινὴ δὲ φλὸξ ὦρτο θεείου καιομένοιο, 8.136τὼ δ̓ ἵππω δείσαντε καταπτήτην ὑπ̓ ὄχεσφι· 8.137Νέστορα δ̓ ἐκ χειρῶν φύγον ἡνία σιγαλόεντα, 8.138δεῖσε δ̓ ὅ γ̓ ἐν θυμῷ, Διομήδεα δὲ προσέειπε· 8.139Τυδεΐδη ἄγε δ̓ αὖτε φόβον δ̓ ἔχε μώνυχας ἵππους. 8.140ἦ οὐ γιγνώσκεις ὅ τοι ἐκ Διὸς οὐχ ἕπετ̓ ἀλκή; 8.141νῦν μὲν γὰρ τούτῳ Κρονίδης Ζεὺς κῦδος ὀπάζει 8.142σήμερον· ὕστερον αὖτε καὶ ἡμῖν, αἴ κ̓ ἐθέλῃσι, 8.143δώσει· ἀνὴρ δέ κεν οὔ τι Διὸς νόον εἰρύσσαιτο 8.144οὐ δὲ μάλ̓ ἴφθιμος, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστι. 8.145τὸν δ̓ ἠμείβετ̓ ἔπειτα βοὴν ἀγαθὸς Διομήδης· 8.146ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες· 8.147ἀλλὰ τόδ̓ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει· 8.148Ἕκτωρ γάρ ποτε φήσει ἐνὶ Τρώεσσ̓ ἀγορεύων· 8.149Τυδεΐδης ὑπ̓ ἐμεῖο φοβεύμενος ἵκετο νῆας. 8.150ὥς ποτ̓ ἀπειλήσει· τότε μοι χάνοι εὐρεῖα χθών. 8.151τὸν δ̓ ἠμείβετ̓ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ· 8.152ὤ μοι Τυδέος υἱὲ δαΐφρονος, οἷον ἔειπες. 8.153εἴ περ γάρ σ̓ Ἕκτωρ γε κακὸν καὶ ἀνάλκιδα φήσει, 8.154ἀλλ̓ οὐ πείσονται Τρῶες καὶ Δαρδανίωνες 8.155καὶ Τρώων ἄλοχοι μεγαθύμων ἀσπιστάων, 8.156τάων ἐν κονίῃσι βάλες θαλεροὺς παρακοίτας. 8.157ὣς ἄρα φωνήσας φύγαδε τράπε μώνυχας ἵππους 8.158αὖτις ἀν̓ ἰωχμόν· ἐπὶ δὲ Τρῶές τε καὶ Ἕκτωρ 8.159ἠχῇ θεσπεσίῃ βέλεα στονόεντα χέοντο. 8.160τῷ δ̓ ἐπὶ μακρὸν ἄϋσε μέγας κορυθαίολος Ἕκτωρ· 8.161Τυδεΐδη περὶ μέν σε τίον Δαναοὶ ταχύπωλοι 8.162ἕδρῃ τε κρέασίν τε ἰδὲ πλείοις δεπάεσσι· 8.163νῦν δέ σ̓ ἀτιμήσουσι· γυναικὸς ἄῤ ἀντὶ τέτυξο. 8.164ἔρρε κακὴ γλήνη, ἐπεὶ οὐκ εἴξαντος ἐμεῖο 8.165πύργων ἡμετέρων ἐπιβήσεαι, οὐ δὲ γυναῖκας 8.166ἄξεις ἐν νήεσσι· πάρος τοι δαίμονα δώσω. 8.167ὣς φάτο, Τυδεΐδης δὲ διάνδιχα μερμήριξεν 8.168ἵππους τε στρέψαι καὶ ἐναντίβιον μαχέσασθαι. 8.169τρὶς μὲν μερμήριξε κατὰ φρένα καὶ κατὰ θυμόν, 8.170τρὶς δ̓ ἄῤ ἀπ̓ Ἰδαίων ὀρέων κτύπε μητίετα Ζεὺς 8.171σῆμα τιθεὶς Τρώεσσι μάχης ἑτεραλκέα νίκην. 8.172Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας· 8.173Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ 8.174ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς. 8.175γιγνώσκω δ̓ ὅτι μοι πρόφρων κατένευσε Κρονίων 8.176νίκην καὶ μέγα κῦδος, ἀτὰρ Δαναοῖσί γε πῆμα· 8.177νήπιοι οἳ ἄρα δὴ τάδε τείχεα μηχανόωντο 8.178ἀβλήχῤ οὐδενόσωρα· τὰ δ̓ οὐ μένος ἁμὸν ἐρύξει· 8.179ἵπποι δὲ ῥέα τάφρον ὑπερθορέονται ὀρυκτήν. 8.180ἀλλ̓ ὅτε κεν δὴ νηυσὶν ἔπι γλαφυρῇσι γένωμαι, 8.181μνημοσύνη τις ἔπειτα πυρὸς δηΐοιο γενέσθω, 8.182ὡς πυρὶ νῆας ἐνιπρήσω, κτείνω δὲ καὶ αὐτοὺς 8.183Ἀργείους παρὰ νηυσὶν ἀτυζομένους ὑπὸ καπνοῦ. 8.184ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο φώνησέν τε· 8.185Ξάνθέ τε καὶ σὺ Πόδαργε καὶ Αἴθων Λάμπέ τε δῖε 8.186νῦν μοι τὴν κομιδὴν ἀποτίνετον, ἣν μάλα πολλὴν 8.187Ἀνδρομάχη θυγάτηρ μεγαλήτορος Ἠετίωνος 8.188ὑμῖν πὰρ προτέροισι μελίφρονα πυρὸν ἔθηκεν 8.189οἶνόν τ̓ ἐγκεράσασα πιεῖν, ὅτε θυμὸς ἀνώγοι, 8.190ἢ ἐμοί, ὅς πέρ οἱ θαλερὸς πόσις εὔχομαι εἶναι. 8.191ἀλλ̓ ἐφομαρτεῖτον καὶ σπεύδετον ὄφρα λάβωμεν 8.192ἀσπίδα Νεστορέην, τῆς νῦν κλέος οὐρανὸν ἵκει 8.193πᾶσαν χρυσείην ἔμεναι, κανόνας τε καὶ αὐτήν, 8.194αὐτὰρ ἀπ̓ ὤμοιιν Διομήδεος ἱπποδάμοιο 8.195δαιδάλεον θώρηκα, τὸν Ἥφαιστος κάμε τεύχων. 8.196εἰ τούτω κε λάβοιμεν, ἐελποίμην κεν Ἀχαιοὺς 8.197αὐτονυχὶ νηῶν ἐπιβησέμεν ὠκειάων. 8.198ὣς ἔφατ̓ εὐχόμενος, νεμέσησε δὲ πότνια Ἥρη, 8.199σείσατο δ̓ εἰνὶ θρόνῳ, ἐλέλιξε δὲ μακρὸν Ὄλυμπον, 8.200καί ῥα Ποσειδάωνα μέγαν θεὸν ἀντίον ηὔδα· 8.201ὢ πόποι ἐννοσίγαἰ εὐρυσθενές, οὐ δέ νυ σοί περ 8.202ὀλλυμένων Δαναῶν ὀλοφύρεται ἐν φρεσὶ θυμός. 8.203οἳ δέ τοι εἰς Ἑλίκην τε καὶ Αἰγὰς δῶῤ ἀνάγουσι 8.204πολλά τε καὶ χαρίεντα· σὺ δέ σφισι βούλεο νίκην. 8.205εἴ περ γάρ κ̓ ἐθέλοιμεν, ὅσοι Δαναοῖσιν ἀρωγοί, 8.206Τρῶας ἀπώσασθαι καὶ ἐρυκέμεν εὐρύοπα Ζῆν, 8.207αὐτοῦ κ̓ ἔνθ̓ ἀκάχοιτο καθήμενος οἶος ἐν Ἴδῃ. 8.208τὴν δὲ μέγ̓ ὀχθήσας προσέφη κρείων ἐνοσίχθων· 8.209Ἥρη ἀπτοεπὲς ποῖον τὸν μῦθον ἔειπες. 8.210οὐκ ἂν ἔγωγ̓ ἐθέλοιμι Διὶ Κρονίωνι μάχεσθαι 8.211ἡμέας τοὺς ἄλλους, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστιν. 8.212ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον· 8.213τῶν δ̓ ὅσον ἐκ νηῶν ἀπὸ πύργου τάφρος ἔεργε 8.214πλῆθεν ὁμῶς ἵππων τε καὶ ἀνδρῶν ἀσπιστάων 8.215εἰλομένων· εἴλει δὲ θοῷ ἀτάλαντος Ἄρηϊ 8.216Ἕκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκε. 8.217καί νύ κ̓ ἐνέπρησεν πυρὶ κηλέῳ νῆας ἐΐσας, 8.218εἰ μὴ ἐπὶ φρεσὶ θῆκ̓ Ἀγαμέμνονι πότνια Ἥρη 8.219αὐτῷ ποιπνύσαντι θοῶς ὀτρῦναι Ἀχαιούς. 8.220βῆ δ̓ ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν 8.221πορφύρεον μέγα φᾶρος ἔχων ἐν χειρὶ παχείῃ, 8.222στῆ δ̓ ἐπ̓ Ὀδυσσῆος μεγακήτεϊ νηῒ μελαίνῃ, 8.223ἥ ῥ̓ ἐν μεσσάτῳ ἔσκε γεγωνέμεν ἀμφοτέρωσε, 8.224ἠμὲν ἐπ̓ Αἴαντος κλισίας Τελαμωνιάδαο 8.225ἠδ̓ ἐπ̓ Ἀχιλλῆος, τοί ῥ̓ ἔσχατα νῆας ἐΐσας 8.226εἴρυσαν, ἠνορέῃ πίσυνοι καὶ κάρτεϊ χειρῶν· 8.227ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς· 8.228αἰδὼς Ἀργεῖοι, κάκ̓ ἐλέγχεα, εἶδος ἀγητοί· 8.229πῇ ἔβαν εὐχωλαί, ὅτε δὴ φάμεν εἶναι ἄριστοι, 8.230ἃς ὁπότ̓ ἐν Λήμνῳ κενεαυχέες ἠγοράασθε, 8.231ἔσθοντες κρέα πολλὰ βοῶν ὀρθοκραιράων 8.232πίνοντες κρητῆρας ἐπιστεφέας οἴνοιο, 8.233Τρώων ἄνθ̓ ἑκατόν τε διηκοσίων τε ἕκαστος 8.234στήσεσθ̓ ἐν πολέμῳ· νῦν δ̓ οὐ δ̓ ἑνὸς ἄξιοί εἰμεν 8.235Ἕκτορος, ὃς τάχα νῆας ἐνιπρήσει πυρὶ κηλέῳ. 8.236Ζεῦ πάτερ, ἦ ῥά τιν̓ ἤδη ὑπερμενέων βασιλήων 8.237τῇδ̓ ἄτῃ ἄασας καί μιν μέγα κῦδος ἀπηύρας; 8.238οὐ μὲν δή ποτέ φημι τεὸν περικαλλέα βωμὸν 8.239νηῒ πολυκλήϊδι παρελθέμεν ἐνθάδε ἔρρων, 8.240ἀλλ̓ ἐπὶ πᾶσι βοῶν δημὸν καὶ μηρί̓ ἔκηα 8.241ἱέμενος Τροίην εὐτείχεον ἐξαλαπάξαι. 8.242ἀλλὰ Ζεῦ τόδε πέρ μοι ἐπικρήηνον ἐέλδωρ· 8.243αὐτοὺς δή περ ἔασον ὑπεκφυγέειν καὶ ἀλύξαι, 8.244μη δ̓ οὕτω Τρώεσσιν ἔα δάμνασθαι Ἀχαιούς. 8.245ὣς φάτο, τὸν δὲ πατὴρ ὀλοφύρατο δάκρυ χέοντα, 8.246νεῦσε δέ οἱ λαὸν σόον ἔμμεναι οὐ δ̓ ἀπολέσθαι. 8.247αὐτίκα δ̓ αἰετὸν ἧκε τελειότατον πετεηνῶν, 8.248νεβρὸν ἔχοντ̓ ὀνύχεσσι τέκος ἐλάφοιο ταχείης· 8.249πὰρ δὲ Διὸς βωμῷ περικαλλέϊ κάββαλε νεβρόν, 8.250ἔνθα πανομφαίῳ Ζηνὶ ῥέζεσκον Ἀχαιοί. 8.251οἳ δ̓ ὡς οὖν εἴδονθ̓ ὅ τ̓ ἄῤ ἐκ Διὸς ἤλυθεν ὄρνις, 8.252μᾶλλον ἐπὶ Τρώεσσι θόρον, μνήσαντο δὲ χάρμης. 8.253ἔνθ̓ οὔ τις πρότερος Δαναῶν πολλῶν περ ἐόντων 8.254εὔξατο Τυδεΐδαο πάρος σχέμεν ὠκέας ἵππους 8.255τάφρου τ̓ ἐξελάσαι καὶ ἐναντίβιον μαχέσασθαι, 8.256ἀλλὰ πολὺ πρῶτος Τρώων ἕλεν ἄνδρα κορυστὴν 8.257Φραδμονίδην Ἀγέλαον· ὃ μὲν φύγαδ̓ ἔτραπεν ἵππους· 8.258τῷ δὲ μεταστρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν 8.259ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν· 8.260ἤριπε δ̓ ἐξ ὀχέων, ἀράβησε δὲ τεύχἐ ἐπ̓ αὐτῷ. 8.261τὸν δὲ μετ̓ Ἀτρεΐδαι Ἀγαμέμνων καὶ Μενέλαος, 8.262τοῖσι δ̓ ἐπ̓ Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκήν, 8.263τοῖσι δ̓ ἐπ̓ Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος 8.264Μηριόνης ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ, 8.265τοῖσι δ̓ ἐπ̓ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός· 8.266Τεῦκρος δ̓ εἴνατος ἦλθε παλίντονα τόξα τιταίνων, 8.267στῆ δ̓ ἄῤ ὑπ̓ Αἴαντος σάκεϊ Τελαμωνιάδαο. 8.268ἔνθ̓ Αἴας μὲν ὑπεξέφερεν σάκος· αὐτὰρ ὅ γ̓ ἥρως 8.269παπτήνας, ἐπεὶ ἄρ τιν̓ ὀϊστεύσας ἐν ὁμίλῳ 8.270βεβλήκοι, ὃ μὲν αὖθι πεσὼν ἀπὸ θυμὸν ὄλεσσεν, 8.271αὐτὰρ ὃ αὖτις ἰὼν πάϊς ὣς ὑπὸ μητέρα δύσκεν 8.272εἰς Αἴανθ̓· ὃ δέ μιν σάκεϊ κρύπτασκε φαεινῷ. 8.273ἔνθα τίνα πρῶτον Τρώων ἕλε Τεῦκρος ἀμύμων; 8.274Ὀρσίλοχον μὲν πρῶτα καὶ Ὄρμενον ἠδ̓ Ὀφελέστην 8.275Δαίτορά τε Χρομίον τε καὶ ἀντίθεον Λυκοφόντην 8.276καὶ Πολυαιμονίδην Ἀμοπάονα καὶ Μελάνιππον, 8.277πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ. 8.278τὸν δὲ ἰδὼν γήθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων 8.279τόξου ἄπο κρατεροῦ Τρώων ὀλέκοντα φάλαγγας· 8.280στῆ δὲ παῤ αὐτὸν ἰὼν καί μιν πρὸς μῦθον ἔειπε· 8.281Τεῦκρε φίλη κεφαλή, Τελαμώνιε κοίρανε λαῶν 8.282βάλλ̓ οὕτως, αἴ κέν τι φόως Δαναοῖσι γένηαι 8.283πατρί τε σῷ Τελαμῶνι, ὅ σ̓ ἔτρεφε τυτθὸν ἐόντα, 8.284καί σε νόθον περ ἐόντα κομίσσατο ᾧ ἐνὶ οἴκῳ· 8.285τὸν καὶ τηλόθ̓ ἐόντα ἐϋκλείης ἐπίβησον. 8.286σοὶ δ̓ ἐγὼ ἐξερέω ὡς καὶ τετελεσμένον ἔσται· 8.287αἴ κέν μοι δώῃ Ζεύς τ̓ αἰγίοχος καὶ Ἀθήνη 8.288Ἰλίου ἐξαλαπάξαι ἐϋκτίμενον πτολίεθρον, 8.289πρώτῳ τοι μετ̓ ἐμὲ πρεσβήϊον ἐν χερὶ θήσω, 8.290ἢ τρίποδ̓ ἠὲ δύω ἵππους αὐτοῖσιν ὄχεσφιν 8.291ἠὲ γυναῖχ̓, ἥ κέν τοι ὁμὸν λέχος εἰσαναβαίνοι. 8.292τὸν δ̓ ἀπαμειβόμενος προσεφώνεε Τεῦκρος ἀμύμων· 8.293Ἀτρεΐδη κύδιστε τί με σπεύδοντα καὶ αὐτὸν 8.294ὀτρύνεις; οὐ μέν τοι ὅση δύναμίς γε πάρεστι 8.295παύομαι, ἀλλ̓ ἐξ οὗ προτὶ Ἴλιον ὠσάμεθ̓ αὐτοὺς 8.296ἐκ τοῦ δὴ τόξοισι δεδεγμένος ἄνδρας ἐναίρω. 8.297ὀκτὼ δὴ προέηκα τανυγλώχινας ὀϊστούς, 8.298πάντες δ̓ ἐν χροῒ πῆχθεν ἀρηϊθόων αἰζηῶν· 8.299τοῦτον δ̓ οὐ δύναμαι βαλέειν κύνα λυσσητῆρα. 8.300ἦ ῥα καὶ ἄλλον ὀϊστὸν ἀπὸ νευρῆφιν ἴαλλεν 8.301Ἕκτορος ἀντικρύ, βαλέειν δέ ἑ ἵετο θυμός· 8.302καὶ τοῦ μέν ῥ̓ ἀφάμαρθ̓, ὃ δ̓ ἀμύμονα Γοργυθίωνα 8.303υἱὸν ἐῢν Πριάμοιο κατὰ στῆθος βάλεν ἰῷ, 8.304τόν ῥ̓ ἐξ Αἰσύμηθεν ὀπυιομένη τέκε μήτηρ 8.305καλὴ Καστιάνειρα δέμας ἐϊκυῖα θεῇσι. 8.306μήκων δ̓ ὡς ἑτέρωσε κάρη βάλεν, ἥ τ̓ ἐνὶ κήπῳ 8.307καρπῷ βριθομένη νοτίῃσί τε εἰαρινῇσιν, 8.308ὣς ἑτέρωσ̓ ἤμυσε κάρη πήληκι βαρυνθέν. 8.309Τεῦκρος δ̓ ἄλλον ὀϊστὸν ἀπὸ νευρῆφιν ἴαλλεν 8.310Ἕκτορος ἀντικρύ, βαλέειν δέ ἑ ἵετο θυμός. 8.311ἀλλ̓ ὅ γε καὶ τόθ̓ ἅμαρτε· παρέσφηλεν γὰρ Ἀπόλλων· 8.312ἀλλ̓ Ἀρχεπτόλεμον θρασὺν Ἕκτορος ἡνιοχῆα 8.313ἱέμενον πόλεμον δὲ βάλε στῆθος παρὰ μαζόν· 8.314ἤριπε δ̓ ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι 8.315ὠκύποδες· τοῦ δ̓ αὖθι λύθη ψυχή τε μένος τε. 8.316Ἕκτορα δ̓ αἰνὸν ἄχος πύκασε φρένας ἡνιόχοιο· 8.317τὸν μὲν ἔπειτ̓ εἴασε καὶ ἀχνύμενός περ ἑταίρου, 8.318Κεβριόνην δ̓ ἐκέλευσεν ἀδελφεὸν ἐγγὺς ἐόντα 8.319ἵππων ἡνί̓ ἑλεῖν· ὃ δ̓ ἄῤ οὐκ ἀπίθησεν ἀκούσας. 8.320αὐτὸς δ̓ ἐκ δίφροιο χαμαὶ θόρε παμφανόωντος 8.321σμερδαλέα ἰάχων· ὃ δὲ χερμάδιον λάβε χειρί, 8.322βῆ δ̓ ἰθὺς Τεύκρου, βαλέειν δέ ἑ θυμὸς ἀνώγει. 8.323ἤτοι ὃ μὲν φαρέτρης ἐξείλετο πικρὸν ὀϊστόν, 8.324θῆκε δ̓ ἐπὶ νευρῇ· τὸν δ̓ αὖ κορυθαίολος Ἕκτωρ 8.325αὐερύοντα παῤ ὦμον, ὅθι κληῒς ἀποέργει 8.326αὐχένα τε στῆθός τε, μάλιστα δὲ καίριόν ἐστι, 8.327τῇ ῥ̓ ἐπὶ οἷ μεμαῶτα βάλεν λίθῳ ὀκριόεντι, 8.328ῥῆξε δέ οἱ νευρήν· νάρκησε δὲ χεὶρ ἐπὶ καρπῷ, 8.329στῆ δὲ γνὺξ ἐριπών, τόξον δέ οἱ ἔκπεσε χειρός. 8.330Αἴας δ̓ οὐκ ἀμέλησε κασιγνήτοιο πεσόντος, 8.331ἀλλὰ θέων περίβη καί οἱ σάκος ἀμφεκάλυψε. 8.332τὸν μὲν ἔπειθ̓ ὑποδύντε δύω ἐρίηρες ἑταῖροι 8.333Μηκιστεὺς Ἐχίοιο πάϊς καὶ δῖος Ἀλάστωρ 8.334νῆας ἔπι γλαφυρὰς φερέτην βαρέα στενάχοντα. 8.335ἂψ δ̓ αὖτις Τρώεσσιν Ὀλύμπιος ἐν μένος ὦρσεν· 8.336οἳ δ̓ ἰθὺς τάφροιο βαθείης ὦσαν Ἀχαιούς· 8.337Ἕκτωρ δ̓ ἐν πρώτοισι κίε σθένεϊ βλεμεαίνων. 8.338ὡς δ̓ ὅτε τίς τε κύων συὸς ἀγρίου ἠὲ λέοντος 8.339ἅπτηται κατόπισθε ποσὶν ταχέεσσι διώκων 8.340ἰσχία τε γλουτούς τε, ἑλισσόμενόν τε δοκεύει, 8.341ὣς Ἕκτωρ ὤπαζε κάρη κομόωντας Ἀχαιούς, 8.342αἰὲν ἀποκτείνων τὸν ὀπίστατον· οἳ δὲ φέβοντο. 8.343αὐτὰρ ἐπεὶ διά τε σκόλοπας καὶ τάφρον ἔβησαν 8.344φεύγοντες, πολλοὶ δὲ δάμεν Τρώων ὑπὸ χερσίν, 8.345οἳ μὲν δὴ παρὰ νηυσὶν ἐρητύοντο μένοντες, 8.346ἀλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοῖσι 8.347χεῖρας ἀνίσχοντες μεγάλ̓ εὐχετόωντο ἕκαστος· 8.348Ἕκτωρ δ̓ ἀμφιπεριστρώφα καλλίτριχας ἵππους 8.349Γοργοῦς ὄμματ̓ ἔχων ἠδὲ βροτολοιγοῦ Ἄρηος. 8.350τοὺς δὲ ἰδοῦσ̓ ἐλέησε θεὰ λευκώλενος Ἥρη, 8.351αἶψα δ̓ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα· 8.352ὢ πόποι αἰγιόχοιο Διὸς τέκος οὐκέτι νῶϊ 8.353ὀλλυμένων Δαναῶν κεκαδησόμεθ̓ ὑστάτιόν περ; 8.354οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται 8.355ἀνδρὸς ἑνὸς ῥιπῇ, ὃ δὲ μαίνεται οὐκέτ̓ ἀνεκτῶς 8.356Ἕκτωρ Πριαμίδης, καὶ δὴ κακὰ πολλὰ ἔοργε. 8.357τὴν δ̓ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη· 8.358καὶ λίην οὗτός γε μένος θυμόν τ̓ ὀλέσειε 8.359χερσὶν ὑπ̓ Ἀργείων φθίμενος ἐν πατρίδι γαίῃ· 8.360ἀλλὰ πατὴρ οὑμὸς φρεσὶ μαίνεται οὐκ ἀγαθῇσι 8.361σχέτλιος, αἰὲν ἀλιτρός, ἐμῶν μενέων ἀπερωεύς· 8.362οὐ δέ τι τῶν μέμνηται, ὅ οἱ μάλα πολλάκις υἱὸν 8.363τειρόμενον σώεσκον ὑπ̓ Εὐρυσθῆος ἀέθλων. 8.364ἤτοι ὃ μὲν κλαίεσκε πρὸς οὐρανόν, αὐτὰρ ἐμὲ Ζεὺς 8.365τῷ ἐπαλεξήσουσαν ἀπ̓ οὐρανόθεν προΐαλλεν. 8.366εἰ γὰρ ἐγὼ τάδε ᾔδἐ ἐνὶ φρεσὶ πευκαλίμῃσιν 8.367εὖτέ μιν εἰς Ἀΐδαο πυλάρταο προὔπεμψεν 8.368ἐξ Ἐρέβευς ἄξοντα κύνα στυγεροῦ Ἀΐδαο, 8.369οὐκ ἂν ὑπεξέφυγε Στυγὸς ὕδατος αἰπὰ ῥέεθρα. 8.370νῦν δ̓ ἐμὲ μὲν στυγέει, Θέτιδος δ̓ ἐξήνυσε βουλάς, 8.371ἥ οἱ γούνατ̓ ἔκυσσε καὶ ἔλλαβε χειρὶ γενείου, 8.372λισσομένη τιμῆσαι Ἀχιλλῆα πτολίπορθον. 8.373ἔσται μὰν ὅτ̓ ἂν αὖτε φίλην γλαυκώπιδα εἴπῃ. 8.374ἀλλὰ σὰ μὲν νῦν νῶϊν ἐπέντυε μώνυχας ἵππους, 8.375ὄφῤ ἂν ἐγὼ καταδῦσα Διὸς δόμον αἰγιόχοιο 8.376τεύχεσιν ἐς πόλεμον θωρήξομαι, ὄφρα ἴδωμαι 8.377ἢ νῶϊ Πριάμοιο πάϊς κορυθαίολος Ἕκτωρ 8.378γηθήσει προφανέντε ἀνὰ πτολέμοιο γεφύρας, 8.379ἦ τις καὶ Τρώων κορέει κύνας ἠδ̓ οἰωνοὺς 8.380δημῷ καὶ σάρκεσσι, πεσὼν ἐπὶ νηυσὶν Ἀχαιῶν. 8.381ὣς ἔφατ̓, οὐ δ̓ ἀπίθησε θεὰ λευκώλενος Ἥρη. 8.382ἣ μὲν ἐποιχομένη χρυσάμπυκας ἔντυεν ἵππους 8.383Ἥρη πρέσβα θεὰ θυγάτηρ μεγάλοιο Κρόνοιο· 8.384αὐτὰρ Ἀθηναίη κούρη Διὸς αἰγιόχοιο 8.385πέπλον μὲν κατέχευεν ἑανὸν πατρὸς ἐπ̓ οὔδει 8.386ποικίλον, ὅν ῥ̓ αὐτὴ ποιήσατο καὶ κάμε χερσίν, 8.387ἣ δὲ χιτῶν̓ ἐνδῦσα Διὸς νεφεληγερέταο 8.388τεύχεσιν ἐς πόλεμον θωρήσσετο δακρυόεντα. 8.389ἐς δ̓ ὄχεα φλόγεα ποσὶ βήσετο, λάζετο δ̓ ἔγχος 8.390βριθὺ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶν 8.391ἡρώων, τοῖσίν τε κοτέσσεται ὀβριμοπάτρη. 8.392Ἥρη δὲ μάστιγι θοῶς ἐπεμαίετ̓ ἄῤ ἵππους· 8.393αὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ ἃς ἔχον Ὧραι, 8.394τῇς ἐπιτέτραπται μέγας οὐρανὸς Οὔλυμπός τε 8.395ἠμὲν ἀνακλῖναι πυκινὸν νέφος ἠδ̓ ἐπιθεῖναι. 8.396τῇ ῥα δἰ αὐτάων κεντρηνεκέας ἔχον ἵππους. 8.397Ζεὺς δὲ πατὴρ Ἴδηθεν ἐπεὶ ἴδε χώσατ̓ ἄῤ αἰνῶς, 8.398Ἶριν δ̓ ὄτρυνε χρυσόπτερον ἀγγελέουσαν· 8.399βάσκ̓ ἴθι Ἶρι ταχεῖα, πάλιν τρέπε μη δ̓ ἔα ἄντην 8.400ἔρχεσθ̓· οὐ γὰρ καλὰ συνοισόμεθα πτόλεμον δέ. 8.401ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται· 8.402γυιώσω μέν σφωϊν ὑφ̓ ἅρμασιν ὠκέας ἵππους, 8.403αὐτὰς δ̓ ἐκ δίφρου βαλέω κατά θ̓ ἅρματα ἄξω· 8.404οὐ δέ κεν ἐς δεκάτους περιτελλομένους ἐνιαυτοὺς 8.405ἕλκἐ ἀπαλθήσεσθον, ἅ κεν μάρπτῃσι κεραυνός· 8.406ὄφρα ἰδῇ γλαυκῶπις ὅτ̓ ἂν ᾧ πατρὶ μάχηται. 8.407Ἥρῃ δ̓ οὔ τι τόσον νεμεσίζομαι οὐ δὲ χολοῦμαι· 8.408αἰεὶ γάρ μοι ἔωθεν ἐνικλᾶν ὅττί κεν εἴπω. 8.409ὣς ἔφατ̓, ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα, 8.410βῆ δ̓ ἐξ Ἰδαίων ὀρέων ἐς μακρὸν Ὄλυμπον. 8.411πρώτῃσιν δὲ πύλῃσι πολυπτύχου Οὐλύμποιο 8.412ἀντομένη κατέρυκε, Διὸς δέ σφ̓ ἔννεπε μῦθον· 8.413πῇ μέματον; τί σφῶϊν ἐνὶ φρεσὶ μαίνεται ἦτορ; 8.414οὐκ ἐάᾳ Κρονίδης ἐπαμυνέμεν Ἀργείοισιν. 8.415ὧδε γὰρ ἠπείλησε Κρόνου πάϊς, ᾗ τελέει περ, 8.416γυιώσειν μὲν σφῶϊν ὑφ̓ ἅρμασιν ὠκέας ἵππους, 8.417αὐτὰς δ̓ ἐκ δίφρου βαλέειν κατά θ̓ ἅρματα ἄξειν· 8.418οὐ δέ κεν ἐς δεκάτους περιτελλομένους ἐνιαυτοὺς 8.419ἕλκἐ ἀπαλθήσεσθον, ἅ κεν μάρπτῃσι κεραυνός· 8.420ὄφρα ἰδῇς γλαυκῶπι ὅτ̓ ἂν σῷ πατρὶ μάχηαι. 8.421Ἥρῃ δ̓ οὔ τι τόσον νεμεσίζεται οὐ δὲ χολοῦται· 8.422αἰεὶ γάρ οἱ ἔωθεν ἐνικλᾶν ὅττι κεν εἴπῃ· 8.423ἀλλὰ σύ γ̓ αἰνοτάτη κύον ἀδεὲς εἰ ἐτεόν γε 8.424τολμήσεις Διὸς ἄντα πελώριον ἔγχος ἀεῖραι. 8.425ἣ μὲν ἄῤ ὣς εἰποῦσ̓ ἀπέβη πόδας ὠκέα Ἶρις, 8.426αὐτὰρ Ἀθηναίην Ἥρη πρὸς μῦθον ἔειπεν· 8.427ὢ πόποι αἰγιόχοιο Διὸς τέκος, οὐκέτ̓ ἔγωγε 8.428νῶϊ ἐῶ Διὸς ἄντα βροτῶν ἕνεκα πτολεμίζειν· 8.429τῶν ἄλλος μὲν ἀποφθίσθω, ἄλλος δὲ βιώτω, 8.430ὅς κε τύχῃ· κεῖνος δὲ τὰ ἃ φρονέων ἐνὶ θυμῷ 8.431Τρωσί τε καὶ Δαναοῖσι δικαζέτω, ὡς ἐπιεικές. 8.432ὣς ἄρα φωνήσασα πάλιν τρέπε μώνυχας ἵππους· 8.433τῇσιν δ̓ Ὧραι μὲν λῦσαν καλλίτριχας ἵππους, 8.434καὶ τοὺς μὲν κατέδησαν ἐπ̓ ἀμβροσίῃσι κάπῃσιν, 8.435ἅρματα δ̓ ἔκλιναν πρὸς ἐνώπια παμφανόωντα· 8.436αὐταὶ δὲ χρυσέοισιν ἐπὶ κλισμοῖσι κάθιζον 8.437μίγδ̓ ἄλλοισι θεοῖσι, φίλον τετιημέναι ἦτορ. 8.438Ζεὺς δὲ πατὴρ Ἴδηθεν ἐΰτροχον ἅρμα καὶ ἵππους 8.439Οὔλυμπον δὲ δίωκε, θεῶν δ̓ ἐξίκετο θώκους. 8.440τῷ δὲ καὶ ἵππους μὲν λῦσε κλυτὸς ἐννοσίγαιος, 8.441ἅρματα δ̓ ἂμ βωμοῖσι τίθει κατὰ λῖτα πετάσσας· 8.442αὐτὸς δὲ χρύσειον ἐπὶ θρόνον εὐρύοπα Ζεὺς 8.443ἕζετο, τῷ δ̓ ὑπὸ ποσσὶ μέγας πελεμίζετ̓ Ὄλυμπος. 8.444αἳ δ̓ οἶαι Διὸς ἀμφὶς Ἀθηναίη τε καὶ Ἥρη 8.445ἥσθην, οὐ δέ τί μιν προσεφώνεον οὐ δ̓ ἐρέοντο· 8.446αὐτὰρ ὃ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε· 8.447τίφθ̓ οὕτω τετίησθον Ἀθηναίη τε καὶ Ἥρη; 8.448οὐ μέν θην κάμετόν γε μάχῃ ἔνι κυδιανείρῃ 8.449ὀλλῦσαι Τρῶας, τοῖσιν κότον αἰνὸν ἔθεσθε. 8.450πάντως, οἷον ἐμόν γε μένος καὶ χεῖρες ἄαπτοι, 8.451οὐκ ἄν με τρέψειαν ὅσοι θεοί εἰσ̓ ἐν Ὀλύμπῳ. 8.452σφῶϊν δὲ πρίν περ τρόμος ἔλλαβε φαίδιμα γυῖα 8.453πρὶν πόλεμόν τε ἰδεῖν πολέμοιό τε μέρμερα ἔργα. 8.454ὧδε γὰρ ἐξερέω, τὸ δέ κεν τετελεσμένον ἦεν· 8.455οὐκ ἂν ἐφ̓ ὑμετέρων ὀχέων πληγέντε κεραυνῷ 8.456ἂψ ἐς Ὄλυμπον ἵκεσθον, ἵν̓ ἀθανάτων ἕδος ἐστίν. 8.457ὣς ἔφαθ̓, αἳ δ̓ ἐπέμυξαν Ἀθηναίη τε καὶ Ἥρη· 8.458πλησίαι αἵ γ̓ ἥσθην, κακὰ δὲ Τρώεσσι μεδέσθην. 8.459ἤτοι Ἀθηναίη ἀκέων ἦν οὐ δέ τι εἶπε 8.460σκυζομένη Διὶ πατρί, χόλος δέ μιν ἄγριος ᾕρει· 8.461Ἥρῃ δ̓ οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα· 8.462αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες. 8.463εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι σθένος οὐκ ἀλαπαδνόν· 8.464ἀλλ̓ ἔμπης Δαναῶν ὀλοφυρόμεθ̓ αἰχμητάων, 8.465οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται. 8.466ἀλλ̓ ἤτοι πολέμου μὲν ἀφεξόμεθ̓, εἰ σὺ κελεύεις· 8.467βουλὴν δ̓ Ἀργείοις ὑποθησόμεθ̓ ἥ τις ὀνήσει, 8.468ὡς μὴ πάντες ὄλωνται ὀδυσσαμένοιο τεοῖο. 8.469τὴν δ̓ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· 8.470ἠοῦς δὴ καὶ μᾶλλον ὑπερμενέα Κρονίωνα 8.471ὄψεαι, αἴ κ̓ ἐθέλῃσθα, βοῶπις πότνια Ἥρη 8.472ὀλλύντ̓ Ἀργείων πουλὺν στρατὸν αἰχμητάων· 8.473οὐ γὰρ πρὶν πολέμου ἀποπαύσεται ὄβριμος Ἕκτωρ 8.474πρὶν ὄρθαι παρὰ ναῦφι ποδώκεα Πηλεΐωνα, 8.475ἤματι τῷ ὅτ̓ ἂν οἳ μὲν ἐπὶ πρύμνῃσι μάχωνται 8.476στείνει ἐν αἰνοτάτῳ περὶ Πατρόκλοιο θανόντος· 8.477ὣς γὰρ θέσφατόν ἐστι· σέθεν δ̓ ἐγὼ οὐκ ἀλεγίζω 8.478χωομένης, οὐ δ̓ εἴ κε τὰ νείατα πείραθ̓ ἵκηαι 8.479γαίης καὶ πόντοιο, ἵν̓ Ἰάπετός τε Κρόνος τε 8.480ἥμενοι οὔ τ̓ αὐγῇς Ὑπερίονος Ἠελίοιο 8.481τέρποντ̓ οὔ τ̓ ἀνέμοισι, βαθὺς δέ τε Τάρταρος ἀμφίς· 8.482οὐ δ̓ ἢν ἔνθ̓ ἀφίκηαι ἀλωμένη, οὔ σευ ἔγωγε 8.483σκυζομένης ἀλέγω, ἐπεὶ οὐ σέο κύντερον ἄλλο. 8.484ὣς φάτο, τὸν δ̓ οὔ τι προσέφη λευκώλενος Ἥρη. 8.485ἐν δ̓ ἔπεσ̓ Ὠκεανῷ λαμπρὸν φάος ἠελίοιο 8.486ἕλκον νύκτα μέλαιναν ἐπὶ ζείδωρον ἄρουραν. 8.487Τρωσὶν μέν ῥ̓ ἀέκουσιν ἔδυ φάος, αὐτὰρ Ἀχαιοῖς 8.488ἀσπασίη τρίλλιστος ἐπήλυθε νὺξ ἐρεβεννή. 8.489Τρώων αὖτ̓ ἀγορὴν ποιήσατο φαίδιμος Ἕκτωρ 8.490νόσφι νεῶν ἀγαγὼν ποταμῷ ἔπι δινήεντι, 8.491ἐν καθαρῷ ὅθι δὴ νεκύων διεφαίνετο χῶρος. 8.492ἐξ ἵππων δ̓ ἀποβάντες ἐπὶ χθόνα μῦθον ἄκουον 8.493τόν ῥ̓ Ἕκτωρ ἀγόρευε Διῒ φίλος· ἐν δ̓ ἄρα χειρὶ 8.494ἔγχος ἔχ̓ ἑνδεκάπηχυ· πάροιθε δὲ λάμπετο δουρὸς 8.495αἰχμὴ χαλκείη, περὶ δὲ χρύσεος θέε πόρκης, 8.496τῷ ὅ γ̓ ἐρεισάμενος ἔπεα Τρώεσσι μετηύδα· 8.497κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδ̓ ἐπίκουροι· 8.498νῦν ἐφάμην νῆάς τ̓ ὀλέσας καὶ πάντας Ἀχαιοὺς 8.499ἂψ ἀπονοστήσειν προτὶ Ἴλιον ἠνεμόεσσαν· 8.500ἀλλὰ πρὶν κνέφας ἦλθε, τὸ νῦν ἐσάωσε μάλιστα 8.501Ἀργείους καὶ νῆας ἐπὶ ῥηγμῖνι θαλάσσης. 8.502ἀλλ̓ ἤτοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ 8.503δόρπά τ̓ ἐφοπλισόμεσθα· ἀτὰρ καλλίτριχας ἵππους 8.504λύσαθ̓ ὑπὲξ ὀχέων, παρὰ δέ σφισι βάλλετ̓ ἐδωδήν· 8.505ἐκ πόλιος δ̓ ἄξεσθε βόας καὶ ἴφια μῆλα 8.506καρπαλίμως, οἶνον δὲ μελίφρονα οἰνίζεσθε 8.507σῖτόν τ̓ ἐκ μεγάρων, ἐπὶ δὲ ξύλα πολλὰ λέγεσθε, 8.508ὥς κεν παννύχιοι μέσφ̓ ἠοῦς ἠριγενείης 8.509καίωμεν πυρὰ πολλά, σέλας δ̓ εἰς οὐρανὸν ἵκῃ, 8.510μή πως καὶ διὰ νύκτα κάρη κομόωντες Ἀχαιοὶ 8.511φεύγειν ὁρμήσωνται ἐπ̓ εὐρέα νῶτα θαλάσσης. 8.512μὴ μὰν ἀσπουδί γε νεῶν ἐπιβαῖεν ἕκηλοι, 8.513ἀλλ̓ ὥς τις τούτων γε βέλος καὶ οἴκοθι πέσσῃ 8.514βλήμενος ἢ ἰῷ ἢ ἔγχεϊ ὀξυόεντι 8.515νηὸς ἐπιθρῴσκων, ἵνα τις στυγέῃσι καὶ ἄλλος 8.516Τρωσὶν ἐφ̓ ἱπποδάμοισι φέρειν πολύδακρυν Ἄρηα. 8.517κήρυκες δ̓ ἀνὰ ἄστυ Διῒ φίλοι ἀγγελλόντων 8.518παῖδας πρωθήβας πολιοκροτάφους τε γέροντας 8.519λέξασθαι περὶ ἄστυ θεοδμήτων ἐπὶ πύργων· 8.520θηλύτεραι δὲ γυναῖκες ἐνὶ μεγάροισιν ἑκάστη 8.521πῦρ μέγα καιόντων· φυλακὴ δέ τις ἔμπεδος ἔστω 8.522μὴ λόχος εἰσέλθῃσι πόλιν λαῶν ἀπεόντων. 8.523ὧδ̓ ἔστω Τρῶες μεγαλήτορες ὡς ἀγορεύω· 8.524μῦθος δ̓ ὃς μὲν νῦν ὑγιὴς εἰρημένος ἔστω, 8.525τὸν δ̓ ἠοῦς Τρώεσσι μεθ̓ ἱπποδάμοις ἀγορεύσω. 8.526ἔλπομαι εὐχόμενος Διί τ̓ ἄλλοισίν τε θεοῖσιν 8.527ἐξελάαν ἐνθένδε κύνας κηρεσσιφορήτους, 8.528οὓς κῆρες φορέουσι μελαινάων ἐπὶ νηῶν. 8.529ἀλλ̓ ἤτοι ἐπὶ νυκτὶ φυλάξομεν ἡμέας αὐτούς, 8.530πρῶϊ δ̓ ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες 8.531νηυσὶν ἔπι γλαφυρῇσιν ἐγείρομεν ὀξὺν Ἄρηα. 8.532εἴσομαι εἴ κέ μ̓ ὁ Τυδεΐδης κρατερὸς Διομήδης 8.533πὰρ νηῶν πρὸς τεῖχος ἀπώσεται, ἤ κεν ἐγὼ τὸν 8.534χαλκῷ δῃώσας ἔναρα βροτόεντα φέρωμαι. 8.535αὔριον ἣν ἀρετὴν διαείσεται, εἴ κ̓ ἐμὸν ἔγχος 8.536μείνῃ ἐπερχόμενον· ἀλλ̓ ἐν πρώτοισιν ὀΐω 8.537κείσεται οὐτηθείς, πολέες δ̓ ἀμφ̓ αὐτὸν ἑταῖροι 8.538ἠελίου ἀνιόντος ἐς αὔριον· εἰ γὰρ ἐγὼν ὣς 8.539εἴην ἀθάνατος καὶ ἀγήρως ἤματα πάντα, 8.540τιοίμην δ̓ ὡς τίετ̓ Ἀθηναίη καὶ Ἀπόλλων, 8.541ὡς νῦν ἡμέρη ἥδε κακὸν φέρει Ἀργείοισιν. 8.542ὣς Ἕκτωρ ἀγόρεὐ, ἐπὶ δὲ Τρῶες κελάδησαν. 8.543οἳ δ̓ ἵππους μὲν λῦσαν ὑπὸ ζυγοῦ ἱδρώοντας, 8.544δῆσαν δ̓ ἱμάντεσσι παῤ ἅρμασιν οἷσιν ἕκαστος· 8.545ἐκ πόλιος δ̓ ἄξοντο βόας καὶ ἴφια μῆλα 8.546καρπαλίμως, οἶνον δὲ μελίφρονα οἰνίζοντο, 8.547σῖτόν τ̓ ἐκ μεγάρων, ἐπὶ δὲ ξύλα πολλὰ λέγοντο. 8.549κνίσην δ̓ ἐκ πεδίου ἄνεμοι φέρον οὐρανὸν εἴσω. 8.553οἳ δὲ μέγα φρονέοντες ἐπὶ πτολέμοιο γεφύρας 8.554εἴατο παννύχιοι, πυρὰ δέ σφισι καίετο πολλά. 8.555ὡς δ̓ ὅτ̓ ἐν οὐρανῷ ἄστρα φαεινὴν ἀμφὶ σελήνην 8.556φαίνετ̓ ἀριπρεπέα, ὅτε τ̓ ἔπλετο νήνεμος αἰθήρ· 8.557ἔκ τ̓ ἔφανεν πᾶσαι σκοπιαὶ καὶ πρώονες ἄκροι 8.558καὶ νάπαι· οὐρανόθεν δ̓ ἄῤ ὑπερράγη ἄσπετος αἰθήρ, 8.559πάντα δὲ εἴδεται ἄστρα, γέγηθε δέ τε φρένα ποιμήν· 8.560τόσσα μεσηγὺ νεῶν ἠδὲ Ξάνθοιο ῥοάων 8.561Τρώων καιόντων πυρὰ φαίνετο Ἰλιόθι πρό. 8.562χίλἰ ἄῤ ἐν πεδίῳ πυρὰ καίετο, πὰρ δὲ ἑκάστῳ 8.563εἴατο πεντήκοντα σέλᾳ πυρὸς αἰθομένοιο. 8.564ἵπποι δὲ κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας 8.565ἑσταότες παῤ ὄχεσφιν ἐΰθρονον Ἠῶ μίμνον.