ILIAD Elucidated - Book 21

21.1ἀλλ̓ ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο 21.2Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς, 21.3ἔνθα διατμήξας τοὺς μὲν πεδίον δὲ δίωκε 21.4πρὸς πόλιν, ᾗ περ Ἀχαιοὶ ἀτυζόμενοι φοβέοντο 21.5ἤματι τῷ προτέρῳ, ὅτε μαίνετο φαίδιμος Ἕκτωρ· 21.6τῇ ῥ̓ οἵ γε προχέοντο πεφυζότες, ἠέρα δ̓ Ἥρη 21.7πίτνα πρόσθε βαθεῖαν ἐρυκέμεν· ἡμίσεες δὲ 21.8ἐς ποταμὸν εἰλεῦντο βαθύρροον ἀργυροδίνην, 21.9ἐν δ̓ ἔπεσον μεγάλῳ πατάγῳ, βράχε δ̓ αἰπὰ ῥέεθρα, 21.10ὄχθαι δ̓ ἀμφὶ περὶ μεγάλ̓ ἴαχον· οἳ δ̓ ἀλαλητῷ 21.11ἔννεον ἔνθα καὶ ἔνθα ἑλισσόμενοι περὶ δίνας. 21.12ὡς δ̓ ὅθ̓ ὑπὸ ῥιπῆς πυρὸς ἀκρίδες ἠερέθονται 21.13φευγέμεναι ποταμὸν δέ· τὸ δὲ φλέγει ἀκάματον πῦρ 21.14ὄρμενον ἐξαίφνης, ταὶ δὲ πτώσσουσι καθ̓ ὕδωρ· 21.15ὣς ὑπ̓ Ἀχιλλῆος Ξάνθου βαθυδινήεντος 21.16πλῆτο ῥόος κελάδων ἐπιμὶξ ἵππων τε καὶ ἀνδρῶν. 21.17αὐτὰρ διογενὴς δόρυ μὲν λίπεν αὐτοῦ ἐπ̓ ὄχθῃ 21.18κεκλιμένον μυρίκῃσιν, δ̓ ἔσθορε δαίμονι ἶσος 21.19φάσγανον οἶον ἔχων, κακὰ δὲ φρεσὶ μήδετο ἔργα, 21.20τύπτε δ̓ ἐπιστροφάδην· τῶν δὲ στόνος ὄρνυτ̓ ἀεικὴς 21.21ἄορι θεινομένων, ἐρυθαίνετο δ̓ αἵματι ὕδωρ. 21.22ὡς δ̓ ὑπὸ δελφῖνος μεγακήτεος ἰχθύες ἄλλοι 21.23φεύγοντες πιμπλᾶσι μυχοὺς λιμένος εὐόρμου 21.24δειδιότες· μάλα γάρ τε κατεσθίει ὅν κε λάβῃσιν· 21.25ὣς Τρῶες ποταμοῖο κατὰ δεινοῖο ῥέεθρα 21.26πτῶσσον ὑπὸ κρημνούς. δ̓ ἐπεὶ κάμε χεῖρας ἐναίρων, 21.27ζωοὺς ἐκ ποταμοῖο δυώδεκα λέξατο κούρους 21.28ποινὴν Πατρόκλοιο Μενοιτιάδαο θανόντος· 21.29τοὺς ἐξῆγε θύραζε τεθηπότας ἠΰτε νεβρούς, 21.30δῆσε δ̓ ὀπίσσω χεῖρας ἐϋτμήτοισιν ἱμᾶσι, 21.31τοὺς αὐτοὶ φορέεσκον ἐπὶ στρεπτοῖσι χιτῶσι, 21.32δῶκε δ̓ ἑταίροισιν κατάγειν κοίλας ἐπὶ νῆας. 21.33αὐτὰρ ἂψ ἐπόρουσε δαϊζέμεναι μενεαίνων. 21.34ἔνθ̓ υἷι Πριάμοιο συνήντετο Δαρδανίδαο 21.35ἐκ ποταμοῦ φεύγοντι Λυκάονι, τόν ῥά ποτ̓ αὐτὸς 21.36ἦγε λαβὼν ἐκ πατρὸς ἀλωῆς οὐκ ἐθέλοντα 21.37ἐννύχιος προμολών· δ̓ ἐρινεὸν ὀξέϊ χαλκῷ 21.38τάμνε νέους ὄρπηκας, ἵν̓ ἅρματος ἄντυγες εἶεν· 21.39τῷ δ̓ ἄῤ ἀνώϊστον κακὸν ἤλυθε δῖος Ἀχιλλεύς. 21.40καὶ τότε μέν μιν Λῆμνον ἐϋκτιμένην ἐπέρασσε 21.41νηυσὶν ἄγων, ἀτὰρ υἱὸς Ἰήσονος ὦνον ἔδωκε· 21.42κεῖθεν δὲ ξεῖνός μιν ἐλύσατο πολλὰ δ̓ ἔδωκεν 21.43Ἴμβριος Ἠετίων, πέμψεν δ̓ ἐς δῖαν Ἀρίσβην· 21.44ἔνθεν ὑπεκπροφυγὼν πατρώϊον ἵκετο δῶμα. 21.45ἕνδεκα δ̓ ἤματα θυμὸν ἐτέρπετο οἷσι φίλοισιν 21.46ἐλθὼν ἐκ Λήμνοιο· δυωδεκάτῃ δέ μιν αὖτις 21.47χερσὶν Ἀχιλλῆος θεὸς ἔμβαλεν, ὅς μιν ἔμελλε 21.48πέμψειν εἰς Ἀΐδαο καὶ οὐκ ἐθέλοντα νέεσθαι. 21.49τὸν δ̓ ὡς οὖν ἐνόησε ποδάρκης δῖος Ἀχιλλεὺς 21.50γυμνὸν ἄτερ κόρυθός τε καὶ ἀσπίδος, οὐ δ̓ ἔχεν ἔγχος, 21.51ἀλλὰ τὰ μέν ῥ̓ ἀπὸ πάντα χαμαὶ βάλε· τεῖρε γὰρ ἱδρὼς 21.52φεύγοντ̓ ἐκ ποταμοῦ, κάματος δ̓ ὑπὸ γούνατ̓ ἐδάμνα· 21.53ὀχθήσας δ̓ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν· 21.54ὢ πόποι ἦ μέγα θαῦμα τόδ̓ ὀφθαλμοῖσιν ὁρῶμαι· 21.55ἦ μάλα δὴ Τρῶες μεγαλήτορες οὕς περ ἔπεφνον 21.56αὖτις ἀναστήσονται ὑπὸ ζόφου ἠερόεντος, 21.57οἷον δὴ καὶ ὅδ̓ ἦλθε φυγὼν ὕπο νηλεὲς ἦμαρ 21.58Λῆμνον ἐς ἠγαθέην πεπερημένος· οὐ δέ μιν ἔσχε 21.59πόντος ἁλὸς πολιῆς, πολέας ἀέκοντας ἐρύκει. 21.60ἀλλ̓ ἄγε δὴ καὶ δουρὸς ἀκωκῆς ἡμετέροιο 21.61γεύσεται, ὄφρα ἴδωμαι ἐνὶ φρεσὶν ἠδὲ δαείω 21.62ἢ ἄῤ ὁμῶς καὶ κεῖθεν ἐλεύσεται, ἦ μιν ἐρύξει 21.63γῆ φυσίζοος, τε κατὰ κρατερόν περ ἐρύκει. 21.64ὣς ὅρμαινε μένων· δέ οἱ σχεδὸν ἦλθε τεθηπὼς 21.65γούνων ἅψασθαι μεμαώς, περὶ δ̓ ἤθελε θυμῷ 21.66ἐκφυγέειν θάνατόν τε κακὸν καὶ κῆρα μέλαιναν. 21.67ἤτοι μὲν δόρυ μακρὸν ἀνέσχετο δῖος Ἀχιλλεὺς 21.68οὐτάμεναι μεμαώς, δ̓ ὑπέδραμε καὶ λάβε γούνων 21.69κύψας· ἐγχείη δ̓ ἄῤ ὑπὲρ νώτου ἐνὶ γαίῃ 21.70ἔστη ἱεμένη χροὸς ἄμεναι ἀνδρομέοιο. 21.71αὐτὰρ τῇ ἑτέρῃ μὲν ἑλὼν ἐλλίσσετο γούνων, 21.72τῇ δ̓ ἑτέρῃ ἔχεν ἔγχος ἀκαχμένον οὐ δὲ μεθίει· 21.73καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· 21.74γουνοῦμαι σ̓ Ἀχιλεῦ· σὺ δέ μ̓ αἴδεο καί μ̓ ἐλέησον· 21.75ἀντί τοί εἰμ̓ ἱκέταο διοτρεφὲς αἰδοίοιο· 21.76πὰρ γὰρ σοὶ πρώτῳ πασάμην Δημήτερος ἀκτὴν 21.77ἤματι τῷ ὅτε μ̓ εἷλες ἐϋκτιμένῃ ἐν ἀλωῇ, 21.78καί μ̓ ἐπέρασσας ἄνευθεν ἄγων πατρός τε φίλων τε 21.79Λῆμνον ἐς ἠγαθέην, ἑκατόμβοιον δέ τοι ἦλφον. 21.80νῦν δὲ λύμην τρὶς τόσσα πορών· ἠὼς δέ μοί ἐστιν 21.81ἥδε δυωδεκάτη, ὅτ̓ ἐς Ἴλιον εἰλήλουθα 21.82πολλὰ παθών· νῦν αὖ με τεῇς ἐν χερσὶν ἔθηκε 21.83μοῖῤ ὀλοή· μέλλω που ἀπεχθέσθαι Διὶ πατρί, 21.84ὅς με σοὶ αὖτις δῶκε· μινυνθάδιον δέ με μήτηρ 21.85γείνατο Λαοθόη θυγάτηρ Ἄλταο γέροντος 21.86Ἄλτεω, ὃς Λελέγεσσι φιλοπτολέμοισιν ἀνάσσει 21.87Πήδασον αἰπήεσσαν ἔχων ἐπὶ Σατνιόεντι. 21.88τοῦ δ̓ ἔχε θυγατέρα Πρίαμος, πολλὰς δὲ καὶ ἄλλας· 21.89τῆς δὲ δύω γενόμεσθα, σὺ δ̓ ἄμφω δειροτομήσεις, 21.90ἤτοι τὸν πρώτοισι μετὰ πρυλέεσσι δάμασσας 21.91ἀντίθεον Πολύδωρον, ἐπεὶ βάλες ὀξέϊ δουρί· 21.92νῦν δὲ δὴ ἐνθάδ̓ ἐμοὶ κακὸν ἔσσεται· οὐ γὰρ ὀΐω 21.93σὰς χεῖρας φεύξεσθαι, ἐπεί ῥ̓ ἐπέλασσέ γε δαίμων. 21.94ἄλλο δέ τοι ἐρέω, σὺ δ̓ ἐνὶ φρεσὶ βάλλεο σῇσι· 21.95μή με κτεῖν̓, ἐπεὶ οὐχ ὁμογάστριος Ἕκτορός εἰμι, 21.96ὅς τοι ἑταῖρον ἔπεφνεν ἐνηέα τε κρατερόν τε. 21.97ὣς ἄρα μιν Πριάμοιο προσηύδα φαίδιμος υἱὸς 21.98λισσόμενος ἐπέεσσιν, ἀμείλικτον δ̓ ὄπ̓ ἄκουσε· 21.99νήπιε μή μοι ἄποινα πιφαύσκεο μη δ̓ ἀγόρευε· 21.100πρὶν μὲν γὰρ Πάτροκλον ἐπισπεῖν αἴσιμον ἦμαρ 21.101τόφρά τί μοι πεφιδέσθαι ἐνὶ φρεσὶ φίλτερον ἦεν 21.102Τρώων, καὶ πολλοὺς ζωοὺς ἕλον ἠδ̓ ἐπέρασσα· 21.103νῦν δ̓ οὐκ ἔσθ̓ ὅς τις θάνατον φύγῃ ὅν κε θεός γε 21.104Ἰλίου προπάροιθεν ἐμῇς ἐν χερσὶ βάλῃσι 21.105καὶ πάντων Τρώων, περὶ δ̓ αὖ Πριάμοιό γε παίδων. 21.106ἀλλὰ φίλος θάνε καὶ σύ· τίὀλοφύρεαι οὕτως; 21.107κάτθανε καὶ Πάτροκλος, περ σέο πολλὸν ἀμείνων. 21.108οὐχ ὁράᾳς οἷος καὶ ἐγὼ καλός τε μέγας τε; 21.109πατρὸς δ̓ εἴμ̓ ἀγαθοῖο, θεὰ δέ με γείνατο μήτηρ· 21.110ἀλλ̓ ἔπι τοι καὶ ἐμοὶ θάνατος καὶ μοῖρα κραταιή· 21.111ἔσσεταιἠὼςδείλημέσον ἦμαρ 21.112ὁππότε τις καὶ ἐμεῖο Ἄρῃ ἐκ θυμὸν ἕληται 21.113 γε δουρὶ βαλὼν ἢ ἀπὸ νευρῆφιν ὀϊστῷ. 21.114ὣς φάτο, τοῦ δ̓ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ· 21.115ἔγχος μέν ῥ̓ ἀφέηκεν, δ̓ ἕζετο χεῖρε πετάσσας 21.116ἀμφοτέρας· Ἀχιλεὺς δὲ ἐρυσσάμενος ξίφος ὀξὺ 21.117τύψε κατὰ κληῗδα παῤ αὐχένα, πᾶν δέ οἱ εἴσω 21.118δῦ ξίφος ἄμφηκες· δ̓ ἄρα πρηνὴς ἐπὶ γαίῃ 21.119κεῖτο ταθείς, ἐκ δ̓ αἷμα μέλαν ῥέε, δεῦε δὲ γαῖαν. 21.120τὸν δ̓ Ἀχιλεὺς ποταμὸν δὲ λαβὼν ποδὸς ἧκε φέρεσθαι, 21.121καί οἱ ἐπευχόμενος ἔπεα πτερόεντ̓ ἀγόρευεν· 21.122ἐνταυθοῖ νῦν κεῖσο μετ̓ ἰχθύσιν, οἵ σ̓ ὠτειλὴν 21.123αἷμ̓ ἀπολιχμήσονται ἀκηδέες· οὐ δέ σε μήτηρ 21.124ἐνθεμένη λεχέεσσι γοήσεται, ἀλλὰ Σκάμανδρος 21.125οἴσει δινήεις εἴσω ἁλὸς εὐρέα κόλπον· 21.126θρῴσκων τις κατὰ κῦμα μέλαιναν φρῖχ̓ ὑπαΐξει 21.127ἰχθύς, ὅς κε φάγῃσι Λυκάονος ἀργέτα δημόν. 21.128φθείρεσθ̓ εἰς κεν ἄστυ κιχείομεν Ἰλίου ἱρῆς 21.129ὑμεῖς μὲν φεύγοντες, ἐγὼ δ̓ ὄπιθεν κεραΐζων. 21.130οὐ δ̓ ὑμῖν ποταμός περ ἐΰρροος ἀργυροδίνης 21.131ἀρκέσει, δὴ δηθὰ πολέας ἱερεύετε ταύρους, 21.132ζωοὺς δ̓ ἐν δίνῃσι καθίετε μώνυχας ἵππους. 21.133ἀλλὰ καὶ ὧς ὀλέεσθε κακὸν μόρον, εἰς κε πάντες 21.134τίσετε Πατρόκλοιο φόνον καὶ λοιγὸν Ἀχαιῶν, 21.135οὓς ἐπὶ νηυσὶ θοῇσιν ἐπέφνετε νόσφιν ἐμεῖο. 21.136ὣς ἄῤ ἔφη, ποταμὸς δὲ χολώσατο κηρόθι μᾶλλον, 21.137ὅρμηνεν δ̓ ἀνὰ θυμὸν ὅπως παύσειε πόνοιο 21.138δῖον Ἀχιλλῆα, Τρώεσσι δὲ λοιγὸν ἀλάλκοι. 21.139τόφρα δὲ Πηλέος υἱὸς ἔχων δολιχόσκιον ἔγχος 21.140Ἀστεροπαίῳ ἐπᾶλτο κατακτάμεναι μενεαίνων 21.141υἱέϊ Πηλεγόνος· τὸν δ̓ Ἀξιὸς εὐρυρέεθρος 21.142γείνατο καὶ Περίβοια Ἀκεσσαμενοῖο θυγατρῶν 21.143πρεσβυτάτη· τῇ γάρ ῥα μίγη ποταμὸς βαθυδίνης. 21.144τῷ ῥ̓ Ἀχιλεὺς ἐπόρουσεν, δ̓ ἀντίος ἐκ ποταμοῖο 21.145ἔστη ἔχων δύο δοῦρε· μένος δέ οἱ ἐν φρεσὶ θῆκε 21.146Ξάνθος, ἐπεὶ κεχόλωτο δαϊκταμένων αἰζηῶν, 21.147τοὺς Ἀχιλεὺς ἐδάϊζε κατὰ ῥόον οὐ δ̓ ἐλέαιρεν. 21.148οἳ δ̓ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ̓ ἀλλήλοισιν ἰόντες, 21.149τὸν πρότερος προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς· 21.150τίς πόθεν εἰς ἀνδρῶν μευ ἔτλης ἀντίος ἐλθεῖν; 21.151δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσι. 21.152τὸν δ̓ αὖ Πηλεγόνος προσεφώνεε φαίδιμος υἱός· 21.153Πηλεΐδη μεγάθυμε τίγενεὴν ἐρεείνεις; 21.154εἴμ̓ ἐκ Παιονίης ἐριβώλου τηλόθ̓ ἐούσης 21.155Παίονας ἄνδρας ἄγων δολιχεγχέας· ἥδε δέ μοι νῦν 21.156ἠὼς ἑνδεκάτη ὅτε Ἴλιον εἰλήλουθα. 21.157αὐτὰρ ἐμοὶ γενεὴ ἐξ Ἀξιοῦ εὐρὺ ῥέοντος 21.158Ἀξιοῦ, ὃς κάλλιστον ὕδωρ ἐπὶ γαῖαν ἵησιν, 21.159ὃς τέκε Πηλεγόνα κλυτὸν ἔγχεϊ· τὸν δ̓ ἐμέ φασι 21.160γείνασθαι· νῦν αὖτε μαχώμεθα φαίδιμ̓ Ἀχιλλεῦ. 21.161ὣς φάτ̓ ἀπειλήσας, δ̓ ἀνέσχετο δῖος Ἀχιλλεὺς 21.162Πηλιάδα μελίην· δ̓ ἁμαρτῇ δούρασιν ἀμφὶς 21.163ἥρως Ἀστεροπαῖος, ἐπεὶ περιδέξιος ἦεν. 21.164καί ῥ̓ ἑτέρῳ μὲν δουρὶ σάκος βάλεν, οὐ δὲ διὰ πρὸ 21.165ῥῆξε σάκος· χρυσὸς γὰρ ἐρύκακε δῶρα θεοῖο· 21.166τῷ δ̓ ἑτέρῳ μιν πῆχυν ἐπιγράβδην βάλε χειρὸς 21.167δεξιτερῆς, σύτο δ̓ αἷμα κελαινεφές· δ̓ ὑπὲρ αὐτοῦ 21.168γαίῃ ἐνεστήρικτο λιλαιομένη χροὸς ἆσαι. 21.169δεύτερος αὖτ̓ Ἀχιλεὺς μελίην ἰθυπτίωνα 21.170Ἀστεροπαίῳ ἐφῆκε κατακτάμεναι μενεαίνων. 21.171καὶ τοῦ μέν ῥ̓ ἀφάμαρτεν, δ̓ ὑψηλὴν βάλεν ὄχθην, 21.172μεσσοπαγὲς δ̓ ἄῤ ἔθηκε κατ̓ ὄχθης μείλινον ἔγχος. 21.173Πηλεΐδης δ̓ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ 21.174ἆλτ̓ ἐπί οἱ μεμαώς· δ̓ ἄρα μελίην Ἀχιλῆος 21.175οὐ δύνατ̓ ἐκ κρημνοῖο ἐρύσσαι χειρὶ παχείῃ. 21.176τρὶς μέν μιν πελέμιξεν ἐρύσσασθαι μενεαίνων, 21.177τρὶς δὲ μεθῆκε βίης· τὸ δὲ τέτρατον ἤθελε θυμῷ 21.178ἆξαι ἐπιγνάμψας δόρυ μείλινον Αἰακίδαο, 21.179ἀλλὰ πρὶν Ἀχιλεὺς σχεδὸν ἄορι θυμὸν ἀπηύρα. 21.180γαστέρα γάρ μιν τύψε παῤ ὀμφαλόν, ἐκ δ̓ ἄρα πᾶσαι 21.181χύντο χαμαὶ χολάδες· τὸν δὲ σκότος ὄσσε κάλυψεν 21.182ἀσθμαίνοντ̓· Ἀχιλεὺς δ̓ ἄῤ ἐνὶ στήθεσσιν ὀρούσας 21.183τεύχεά τ̓ ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα· 21.184κεῖσ̓ οὕτως· χαλεπόν τοι ἐρισθενέος Κρονίωνος 21.185παισὶν ἐριζέμεναι ποταμοῖό περ ἐκγεγαῶτι. 21.186φῆσθα σὺ μὲν ποταμοῦ γένος ἔμμεναι εὐρὺ ῥέοντος, 21.187αὐτὰρ ἐγὼ γενεὴν μεγάλου Διὸς εὔχομαι εἶναι. 21.188τίκτέ μ̓ ἀνὴρ πολλοῖσιν ἀνάσσων Μυρμιδόνεσσι 21.189Πηλεὺς Αἰακίδης· δ̓ ἄῤ Αἰακὸς ἐκ Διὸς ἦεν. 21.190τὼ κρείσσων μὲν Ζεὺς ποταμῶν ἁλιμυρηέντων, 21.191κρείσσων αὖτε Διὸς γενεὴ ποταμοῖο τέτυκται. 21.192καὶ γὰρ σοὶ ποταμός γε πάρα μέγας, εἰ δύναταί τι 21.193χραισμεῖν· ἀλλ̓ οὐκ ἔστι Διὶ Κρονίωνι μάχεσθαι, 21.194τῷ οὐ δὲ κρείων Ἀχελώϊος ἰσοφαρίζει, 21.195οὐ δὲ βαθυρρείταο μέγα σθένος Ὠκεανοῖο, 21.196ἐξ οὗ περ πάντες ποταμοὶ καὶ πᾶσα θάλασσα 21.197καὶ πᾶσαι κρῆναι καὶ φρείατα μακρὰ νάουσιν· 21.198ἀλλὰ καὶ ὃς δείδοικε Διὸς μεγάλοιο κεραυνὸν 21.199δεινήν τε βροντήν, ὅτ̓ ἀπ̓ οὐρανόθεν σμαραγήσῃ. 21.200 ῥα, καὶ ἐκ κρημνοῖο ἐρύσσατο χάλκεον ἔγχος, 21.201τὸν δὲ κατ̓ αὐτόθι λεῖπεν, ἐπεὶ φίλον ἦτορ ἀπηύρα, 21.202κείμενον ἐν ψαμάθοισι, δίαινε δέ μιν μέλαν ὕδωρ. 21.203τὸν μὲν ἄῤ ἐγχέλυές τε καὶ ἰχθύες ἀμφεπένοντο 21.204δημὸν ἐρεπτόμενοι ἐπινεφρίδιον κείροντες· 21.205αὐτὰρ βῆ ῥ̓ ἰέναι μετὰ Παίονας ἱπποκορυστάς, 21.206οἵ ῥ̓ ἔτι πὰρ ποταμὸν πεφοβήατο δινήεντα, 21.207ὡς εἶδον τὸν ἄριστον ἐνὶ κρατερῇ ὑσμίνῃ 21.208χέρσ̓ ὕπο Πηλεΐδαο καὶ ἄορι ἶφι δαμέντα. 21.209ἔνθ̓ ἕλε Θερσίλοχόν τε Μύδωνά τε Ἀστύπυλόν τε 21.210Μνῆσόν τε Θρασίον τε καὶ Αἴνιον ἠδ̓ Ὀφελέστην· 21.211καί νύ κ̓ ἔτι πλέονας κτάνε Παίονας ὠκὺς Ἀχιλλεύς, 21.212εἰ μὴ χωσάμενος προσέφη ποταμὸς βαθυδίνης 21.213ἀνέρι εἰσάμενος, βαθέης δ̓ ἐκ φθέγξατο δίνης· 21.214Ἀχιλεῦ, περὶ μὲν κρατέεις, περὶ δ̓ αἴσυλα ῥέζεις 21.215ἀνδρῶν· αἰεὶ γάρ τοι ἀμύνουσιν θεοὶ αὐτοί. 21.216εἴ τοι Τρῶας ἔδωκε Κρόνου παῖς πάντας ὀλέσσαι, 21.217ἐξ ἐμέθεν γ̓ ἐλάσας πεδίον κάτα μέρμερα ῥέζε· 21.218πλήθει γὰρ δή μοι νεκύων ἐρατεινὰ ῥέεθρα, 21.219οὐ δέ τί πῃ δύναμαι προχέειν ῥόον εἰς ἅλα δῖαν 21.220στεινόμενος νεκύεσσι, σὺ δὲ κτείνεις ἀϊδήλως. 21.221ἀλλ̓ ἄγε δὴ καὶ ἔασον· ἄγη μ̓ ἔχει ὄρχαμε λαῶν. 21.222τὸν δ̓ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· 21.223ἔσται ταῦτα Σκάμανδρε διοτρεφές, ὡς σὺ κελεύεις. 21.224Τρῶας δ̓ οὐ πρὶν λήξω ὑπερφιάλους ἐναρίζων, 21.225πρὶν ἔλσαι κατὰ ἄστυ καὶ Ἕκτορι πειρηθῆναι 21.226ἀντιβίην, ἤ κέν με δαμάσσεται, ἦ κεν ἐγὼ τόν. 21.227ὣς εἰπὼν Τρώεσσιν ἐπέσσυτο δαίμονι ἶσος· 21.228καὶ τότ̓ Ἀπόλλωνα προσέφη ποταμὸς βαθυδίνης· 21.229ὢ πόποι ἀργυρότοξε Διὸς τέκος οὐ σύ γε βουλὰς 21.230εἰρύσαο Κρονίωνος, τοι μάλα πόλλ̓ ἐπέτελλε 21.231Τρωσὶ παρεστάμεναι καὶ ἀμύνειν, εἰς κεν ἔλθῃ 21.232δείελος ὀψὲ δύων, σκιάσῃ δ̓ ἐρίβωλον ἄρουραν. 21.233, καὶ Ἀχιλλεὺς μὲν δουρικλυτὸς ἔνθορε μέσσῳ 21.234κρημνοῦ ἀπαΐξας· δ̓ ἐπέσσυτο οἴδματι θύων, 21.235πάντα δ̓ ὄρινε ῥέεθρα κυκώμενος, ὦσε δὲ νεκροὺς 21.236πολλούς, οἵ ῥα κατ̓ αὐτὸν ἅλις ἔσαν, οὓς κτάν̓ Ἀχιλλεύς 21.237τοὺς ἔκβαλλε θύραζε μεμυκὼς ἠΰτε ταῦρος 21.238χέρσον δέ· ζωοὺς δὲ σάω κατὰ καλὰ ῥέεθρα, 21.239κρύπτων ἐν δίνῃσι βαθείῃσιν μεγάλῃσι. 21.240δεινὸν δ̓ ἀμφ̓ Ἀχιλῆα κυκώμενον ἵστατο κῦμα, 21.241ὤθει δ̓ ἐν σάκεϊ πίπτων ῥόος· οὐ δὲ πόδεσσιν 21.242εἶχε στηρίξασθαι· δὲ πτελέην ἕλε χερσὶν 21.243εὐφυέα μεγάλην· δ̓ ἐκ ῥιζῶν ἐριποῦσα 21.244κρημνὸν ἅπαντα διῶσεν, ἐπέσχε δὲ καλὰ ῥέεθρα 21.245ὄζοισιν πυκινοῖσι, γεφύρωσεν δέ μιν αὐτὸν 21.246εἴσω πᾶσ̓ ἐριποῦσ̓· δ̓ ἄῤ ἐκ δίνης ἀνορούσας 21.247ἤϊξεν πεδίοιο ποσὶ κραιπνοῖσι πέτεσθαι 21.248δείσας· οὐ δέ τ̓ ἔληγε θεὸς μέγας, ὦρτο δ̓ ἐπ̓ αὐτῷ 21.249ἀκροκελαινιόων, ἵνα μιν παύσειε πόνοιο 21.250δῖον Ἀχιλλῆα, Τρώεσσι δὲ λοιγὸν ἀλάλκοι. 21.251Πηλεΐδης δ̓ ἀπόρουσεν ὅσον τ̓ ἐπὶ δουρὸς ἐρωή, 21.252αἰετοῦ οἴματ̓ ἔχων μέλανος τοῦ θηρητῆρος, 21.253ὅς θ̓ ἅμα κάρτιστός τε καὶ ὤκιστος πετεηνῶν· 21.254τῷ ἐϊκὼς ἤϊξεν, ἐπὶ στήθεσσι δὲ χαλκὸς 21.255σμερδαλέον κονάβιζεν· ὕπαιθα δὲ τοῖο λιασθεὶς 21.256φεῦγ̓, δ̓ ὄπισθε ῥέων ἕπετο μεγάλῳ ὀρυμαγδῷ. 21.257ὡς δ̓ ὅτ̓ ἀνὴρ ὀχετηγὸς ἀπὸ κρήνης μελανύδρου 21.258ἂμ φυτὰ καὶ κήπους ὕδατι ῥόον ἡγεμονεύῃ 21.259χερσὶ μάκελλαν ἔχων, ἀμάρης ἐξ ἔχματα βάλλων· 21.260τοῦ μέν τε προρέοντος ὑπὸ ψηφῖδες ἅπασαι 21.261ὀχλεῦνται· τὸ δέ τ̓ ὦκα κατειβόμενον κελαρύζει 21.262χώρῳ ἔνι προαλεῖ, φθάνει δέ τε καὶ τὸν ἄγοντα· 21.263ὣς αἰεὶ Ἀχιλῆα κιχήσατο κῦμα ῥόοιο 21.264καὶ λαιψηρὸν ἐόντα· θεοὶ δέ τε φέρτεροι ἀνδρῶν. 21.265ὁσσάκι δ̓ ὁρμήσειε ποδάρκης δῖος Ἀχιλλεὺς 21.266στῆναι ἐναντίβιον καὶ γνώμεναι εἴ μιν ἅπαντες 21.267ἀθάνατοι φοβέουσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι, 21.268τοσσάκι μιν μέγα κῦμα διιπετέος ποταμοῖο 21.269πλάζ̓ ὤμους καθύπερθεν· δ̓ ὑψόσε ποσσὶν ἐπήδα 21.270θυμῷ ἀνιάζων· ποταμὸς δ̓ ὑπὸ γούνατ̓ ἐδάμνα 21.271λάβρος ὕπαιθα ῥέων, κονίην δ̓ ὑπέρεπτε ποδοῖιν. 21.272Πηλεΐδης δ̓ ᾤμωξεν ἰδὼν εἰς οὐρανὸν εὐρύν· 21.273Ζεῦ πάτερ ὡς οὔ τίς με θεῶν ἐλεεινὸν ὑπέστη 21.274ἐκ ποταμοῖο σαῶσαι· ἔπειτα δὲ καί τι πάθοιμι. 21.275ἄλλος δ̓ οὔ τις μοι τόσον αἴτιος Οὐρανιώνων, 21.276ἀλλὰ φίλη μήτηρ, με ψεύδεσσιν ἔθελγεν· 21.277 μ̓ ἔφατο Τρώων ὑπὸ τείχεϊ θωρηκτάων 21.278λαιψηροῖς ὀλέεσθαι Ἀπόλλωνος βελέεσσιν. 21.279ὥς μ̓ ὄφελ̓ Ἕκτωρ κτεῖναι ὃς ἐνθάδε γ̓ ἔτραφ̓ ἄριστος· 21.280τώ κ̓ ἀγαθὸς μὲν ἔπεφν̓, ἀγαθὸν δέ κεν ἐξενάριξε· 21.281νῦν δέ με λευγαλέῳ θανάτῳ εἵμαρτο ἁλῶναι 21.282ἐρχθέντ̓ ἐν μεγάλῳ ποταμῷ ὡς παῖδα συφορβόν, 21.283ὅν ῥά τ̓ ἔναυλος ἀποέρσῃ χειμῶνι περῶντα. 21.284ὣς φάτο, τῷ δὲ μάλ̓ ὦκα Ποσειδάων καὶ Ἀθήνη 21.285στήτην ἐγγὺς ἰόντε, δέμας δ̓ ἄνδρεσσιν ἐΐκτην, 21.286χειρὶ δὲ χεῖρα λαβόντες ἐπιστώσαντ̓ ἐπέεσσι. 21.287τοῖσι δὲ μύθων ἦρχε Ποσειδάων ἐνοσίχθων· 21.288Πηλεΐδη μήτ̓ ἄρ τι λίην τρέε μήτέ τι τάρβει· 21.289τοίω γάρ τοι νῶϊ θεῶν ἐπιταρρόθω εἰμὲν 21.290Ζηνὸς ἐπαινήσαντος ἐγὼ καὶ Παλλὰς Ἀθήνη· 21.291ὡς οὔ τοι ποταμῷ γε δαμήμεναι αἴσιμόν ἐστιν, 21.292ἀλλ̓ ὅδε μὲν τάχα λωφήσει, σὺ δὲ εἴσεαι αὐτός· 21.293αὐτάρ τοι πυκινῶς ὑποθησόμεθ̓ αἴ κε πίθηαι· 21.294μὴ πρὶν παύειν χεῖρας ὁμοιΐου πολέμοιο 21.295πρὶν κατὰ Ἰλιόφι κλυτὰ τείχεα λαὸν ἐέλσαι 21.296Τρωϊκόν, ὅς κε φύγῃσι· σὺ δ̓ Ἕκτορι θυμὸν ἀπούρας 21.297ἂψ ἐπὶ νῆας ἴμεν· δίδομεν δέ τοι εὖχος ἀρέσθαι. 21.298τὼ μὲν ἄῤ ὣς εἰπόντε μετ̓ ἀθανάτους ἀπεβήτην· 21.299αὐτὰρ βῆ, μέγα γάρ ῥα θεῶν ὄτρυνεν ἐφετμή, 21.300ἐς πεδίον· τὸ δὲ πᾶν πλῆθ̓ ὕδατος ἐκχυμένοιο, 21.301πολλὰ δὲ τεύχεα καλὰ δαὶ κταμένων αἰζηῶν 21.302πλῶον καὶ νέκυες· τοῦ δ̓ ὑψόσε γούνατ̓ ἐπήδα 21.303πρὸς ῥόον ἀΐσσοντος ἀν̓ ἰθύν, οὐ δέ μιν ἴσχεν 21.304εὐρὺ ῥέων ποταμός· μέγα γὰρ σθένος ἔμβαλ̓ Ἀθήνη. 21.305οὐ δὲ Σκάμανδρος ἔληγε τὸ ὃν μένος, ἀλλ̓ ἔτι μᾶλλον 21.306χώετο Πηλεΐωνι, κόρυσσε δὲ κῦμα ῥόοιο 21.307ὑψόσ̓ ἀειρόμενος, Σιμόεντι δὲ κέκλετ̓ ἀΰσας· 21.308φίλε κασίγνητε σθένος ἀνέρος ἀμφότεροί περ 21.309σχῶμεν, ἐπεὶ τάχα ἄστυ μέγα Πριάμοιο ἄνακτος 21.310ἐκπέρσει, Τρῶες δὲ κατὰ μόθον οὐ μενέουσιν. 21.311ἀλλ̓ ἐπάμυνε τάχιστα, καὶ ἐμπίπληθι ῥέεθρα 21.312ὕδατος ἐκ πηγέων, πάντας δ̓ ὀρόθυνον ἐναύλους, 21.313ἵστη δὲ μέγα κῦμα, πολὺν δ̓ ὀρυμαγδὸν ὄρινε 21.314φιτρῶν καὶ λάων, ἵνα παύσομεν ἄγριον ἄνδρα 21.315ὃς δὴ νῦν κρατέει, μέμονεν δ̓ γε ἶσα θεοῖσι. 21.316φημὶ γὰρ οὔ τε βίην χραισμησέμεν οὔτέ τι εἶδος 21.317οὔ τε τὰ τεύχεα καλά, τά που μάλα νειόθι λίμνης 21.318κείσεθ̓ ὑπ̓ ἰλύος κεκαλυμμένα· κὰδ δέ μιν αὐτὸν 21.319εἰλύσω ψαμάθοισιν ἅλις χέραδος περιχεύας 21.320μυρίον, οὐ δέ οἱ ὀστέ̓ ἐπιστήσονται Ἀχαιοὶ 21.321ἀλλέξαι· τόσσην οἱ ἄσιν καθύπερθε καλύψω. 21.322αὐτοῦ οἱ καὶ σῆμα τετεύξεται, οὐ δέ τί μιν χρεὼ 21.323ἔσται τυμβοχόης, ὅτε μιν θάπτωσιν Ἀχαιοί. 21.324, καὶ ἐπῶρτ̓ Ἀχιλῆϊ κυκώμενος ὑψόσε θύων 21.325μορμύρων ἀφρῷ τε καὶ αἵματι καὶ νεκύεσσι. 21.326πορφύρεον δ̓ ἄρα κῦμα διιπετέος ποταμοῖο 21.327ἵστατ̓ ἀειρόμενον, κατὰ δ̓ ᾕρεε Πηλεΐωνα· 21.328Ἥρη δὲ μέγ̓ ἄϋσε περιδείσασ̓ Ἀχιλῆϊ 21.329μή μιν ἀποέρσειε μέγας ποταμὸς βαθυδίνης, 21.330αὐτίκα δ̓ Ἥφαιστον προσεφώνεεν ὃν φίλον υἱόν· 21.331ὄρσεο κυλλοπόδιον ἐμὸν τέκος· ἄντα σέθεν γὰρ 21.332Ξάνθον δινήεντα μάχῃ ἠΐσκομεν εἶναι· 21.333ἀλλ̓ ἐπάμυνε τάχιστα, πιφαύσκεο δὲ φλόγα πολλήν. 21.334αὐτὰρ ἐγὼ Ζεφύροιο καὶ ἀργεστᾶο Νότοιο 21.335εἴσομαι ἐξ ἁλόθεν χαλεπὴν ὄρσουσα θύελλαν, 21.336 κεν ἀπὸ Τρώων κεφαλὰς καὶ τεύχεα κήαι 21.337φλέγμα κακὸν φορέουσα· σὺ δὲ Ξάνθοιο παῤ ὄχθας 21.338δένδρεα καῖ̓, ἐν δ̓ αὐτὸν ἵει πυρί· μὴ δέ σε πάμπαν 21.339μειλιχίοις ἐπέεσσιν ἀποτρεπέτω καὶ ἀρειῇ· 21.340μὴ δὲ πρὶν ἀπόπαυε τεὸν μένος, ἀλλ̓ ὁπότ̓ ἂν δὴ 21.341φθέγξομ̓ ἐγὼν ἰάχουσα, τότε σχεῖν ἀκάματον πῦρ. 21.342ὣς ἔφαθ̓, Ἥφαιστος δὲ τιτύσκετο θεσπιδαὲς πῦρ. 21.343πρῶτα μὲν ἐν πεδίῳ πῦρ δαίετο, καῖε δὲ νεκροὺς 21.344πολλούς, οἵ ῥα κατ̓ αὐτὸν ἅλις ἔσαν, οὓς κτάν̓ Ἀχιλλεύς· 21.345πᾶν δ̓ ἐξηράνθη πεδίον, σχέτο δ̓ ἀγλαὸν ὕδωρ. 21.346ὡς δ̓ ὅτ̓ ὀπωρινὸς Βορέης νεοαρδέ̓ ἀλωὴν 21.347αἶψ̓ ἀγξηράνῃ· χαίρει δέ μιν ὅς τις ἐθείρῃ· 21.348ὣς ἐξηράνθη πεδίον πᾶν, κὰδ δ̓ ἄρα νεκροὺς 21.349κῆεν· δ̓ ἐς ποταμὸν τρέψε φλόγα παμφανόωσαν. 21.350καίοντο πτελέαι τε καὶ ἰτέαι ἠδὲ μυρῖκαι, 21.351καίετο δὲ λωτός τε ἰδὲ θρύον ἠδὲ κύπειρον, 21.352τὰ περὶ καλὰ ῥέεθρα ἅλις ποταμοῖο πεφύκει· 21.353τείροντ̓ ἐγχέλυές τε καὶ ἰχθύες οἳ κατὰ δίνας, 21.354οἳ κατὰ καλὰ ῥέεθρα κυβίστων ἔνθα καὶ ἔνθα 21.355πνοιῇ τειρόμενοι πολυμήτιος Ἡφαίστοιο. 21.356καίετο δ̓ ἲς ποταμοῖο ἔπος τ̓ ἔφατ̓ ἔκ τ̓ ὀνόμαζεν· 21.357Ἥφαιστ̓, οὔ τις σοί γε θεῶν δύνατ̓ ἀντιφερίζειν, 21.358οὐ δ̓ ἂν ἐγὼ σοί γ̓ ὧδε πυρὶ φλεγέθοντι μαχοίμην. 21.359λῆγ̓ ἔριδος, Τρῶας δὲ καὶ αὐτίκα δῖος Ἀχιλλεὺς 21.360ἄστεος ἐξελάσειε· τί μοι ἔριδος καὶ ἀρωγῆς; 21.361φῆ πυρὶ καιόμενος, ἀνὰ δ̓ ἔφλυε καλὰ ῥέεθρα. 21.362ὡς δὲ λέβης ζεῖ ἔνδον ἐπειγόμενος πυρὶ πολλῷ 21.363κνίσην μελδόμενος ἁπαλοτρεφέος σιάλοιο 21.364πάντοθεν ἀμβολάδην, ὑπὸ δὲ ξύλα κάγκανα κεῖται, 21.365ὣς τοῦ καλὰ ῥέεθρα πυρὶ φλέγετο, ζέε δ̓ ὕδωρ· 21.366οὐ δ̓ ἔθελε προρέειν, ἀλλ̓ ἴσχετο· τεῖρε δ̓ ἀϋτμὴ 21.367Ἡφαίστοιο βίηφι πολύφρονος. αὐτὰρ γ̓ Ἥρην 21.368πολλὰ λισσόμενος ἔπεα πτερόεντα προσηύδα· 21.369Ἥρη τίπτε σὸς υἱὸς ἐμὸν ῥόον ἔχραε κήδειν 21.370ἐξ ἄλλων; οὐ μέν τοι ἐγὼ τόσον αἴτιός εἰμι 21.371ὅσσον οἱ ἄλλοι πάντες, ὅσοι Τρώεσσιν ἀρωγοί. 21.372ἀλλ̓ ἤτοι μὲν ἐγὼν ἀποπαύσομαι εἰ σὺ κελεύεις, 21.373παυέσθω δὲ καὶ οὗτος· ἐγὼ δ̓ ἐπὶ καὶ τόδ̓ ὀμοῦμαι, 21.374μή ποτ̓ ἐπὶ Τρώεσσιν ἀλεξήσειν κακὸν ἦμαρ, 21.375μὴ δ̓ ὁπότ̓ ἂν Τροίη μαλερῷ πυρὶ πᾶσα δάηται 21.376καιομένη, καίωσι δ̓ ἀρήϊοι υἷες Ἀχαιῶν. 21.377αὐτὰρ ἐπεὶ τό γ̓ ἄκουσε θεὰ λευκώλενος Ἥρη, 21.378αὐτίκ̓ ἄῤ Ἥφαιστον προσεφώνεεν ὃν φίλον υἱόν· 21.379Ἥφαιστε σχέο τέκνον ἀγακλεές· οὐ γὰρ ἔοικεν 21.380ἀθάνατον θεὸν ὧδε βροτῶν ἕνεκα στυφελίζειν. 21.381ὣς ἔφαθ̓, Ἥφαιστος δὲ κατέσβεσε θεσπιδαὲς πῦρ, 21.382ἄψορρον δ̓ ἄρα κῦμα κατέσσυτο καλὰ ῥέεθρα. 21.383αὐτὰρ ἐπεὶ Ξάνθοιο δάμη μένος, οἳ μὲν ἔπειτα 21.384παυσάσθην, Ἥρη γὰρ ἐρύκακε χωομένη περ· 21.385ἐν δ̓ ἄλλοισι θεοῖσιν ἔρις πέσε βεβριθυῖα 21.386ἀργαλέη, δίχα δέ σφιν ἐνὶ φρεσὶ θυμὸς ἄητο· 21.387σὺν δ̓ ἔπεσον μεγάλῳ πατάγῳ, βράχε δ̓ εὐρεῖα χθών, 21.388ἀμφὶ δὲ σάλπιγξεν μέγας οὐρανός. ἄϊε δὲ Ζεὺς 21.389ἥμενος Οὐλύμπῳ· ἐγέλασσε δέ οἱ φίλον ἦτορ 21.390γηθοσύνῃ, ὅθ̓ ὁρᾶτο θεοὺς ἔριδι ξυνιόντας. 21.391ἔνθ̓ οἵ γ̓ οὐκέτι δηρὸν ἀφέστασαν· ἦρχε γὰρ Ἄρης 21.392ῥινοτόρος, καὶ πρῶτος Ἀθηναίῃ ἐπόρουσε 21.393χάλκεον ἔγχος ἔχων, καὶ ὀνείδειον φάτο μῦθον· 21.394τίπτ̓ αὖτ̓ ὦ κυνάμυια θεοὺς ἔριδι ξυνελαύνεις 21.395θάρσος ἄητον ἔχουσα, μέγας δέ σε θυμὸς ἀνῆκεν; 21.396ἦ οὐ μέμνῃ ὅτε Τυδεΐδην Διομήδἐ ἀνῆκας 21.397οὐτάμεναι, αὐτὴ δὲ πανόψιον ἔγχος ἑλοῦσα 21.398ἰθὺς ἐμεῦ ὦσας, διὰ δὲ χρόα καλὸν ἔδαψας; 21.399τώ σ̓ αὖ νῦν ὀΐω ἀποτισέμεν ὅσσα ἔοργας. 21.400ὣς εἰπὼν οὔτησε κατ̓ αἰγίδα θυσσανόεσσαν 21.401σμερδαλέην, ἣν οὐ δὲ Διὸς δάμνησι κεραυνός· 21.402τῇ μιν Ἄρης οὔτησε μιαιφόνος ἔγχεϊ μακρῷ. 21.403 δ̓ ἀναχασσαμένη λίθον εἵλετο χειρὶ παχείῃ 21.404κείμενον ἐν πεδίῳ μέλανα τρηχύν τε μέγαν τε, 21.405τόν ῥ̓ ἄνδρες πρότεροι θέσαν ἔμμεναι οὖρον ἀρούρης· 21.406τῷ βάλε θοῦρον Ἄρηα κατ̓ αὐχένα, λῦσε δὲ γυῖα. 21.407ἑπτὰ δ̓ ἐπέσχε πέλεθρα πεσών, ἐκόνισε δὲ χαίτας, 21.408τεύχεά τ̓ ἀμφαράβησε· γέλασσε δὲ Παλλὰς Ἀθήνη, 21.409καί οἱ ἐπευχομένη ἔπεα πτερόεντα προσηύδα· 21.410νηπύτἰ οὐ δέ νύ πώ περ ἐπεφράσω ὅσσον ἀρείων 21.411εὔχομ̓ ἐγὼν ἔμεναι, ὅτι μοι μένος ἰσοφαρίζεις. 21.412οὕτω κεν τῆς μητρὸς ἐρινύας ἐξαποτίνοις, 21.413 τοι χωομένη κακὰ μήδεται οὕνεκ̓ Ἀχαιοὺς 21.414κάλλιπες, αὐτὰρ Τρωσὶν ὑπερφιάλοισιν ἀμύνεις. 21.415ὣς ἄρα φωνήσασα πάλιν τρέπεν ὄσσε φαεινώ· 21.416τὸν δ̓ ἄγε χειρὸς ἑλοῦσα Διὸς θυγάτηρ Ἀφροδίτη 21.417πυκνὰ μάλα στενάχοντα· μόγις δ̓ ἐσαγείρετο θυμόν. 21.418τὴν δ̓ ὡς οὖν ἐνόησε θεὰ λευκώλενος Ἥρη, 21.419αὐτίκ̓ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα· 21.420ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη 21.421καὶ δ̓ αὖθ̓ κυνάμυια ἄγει βροτολοιγὸν Ἄρηα 21.422δηΐου ἐκ πολέμοιο κατὰ κλόνον· ἀλλὰ μέτελθε. 21.423ὣς φάτ̓, Ἀθηναίη δὲ μετέσσυτο, χαῖρε δὲ θυμῷ, 21.424καί ῥ̓ ἐπιεισαμένη πρὸς στήθεα χειρὶ παχείῃ 21.425ἤλασε· τῆς δ̓ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ. 21.426τὼ μὲν ἄῤ ἄμφω κεῖντο ἐπὶ χθονὶ πουλυβοτείρῃ, 21.427 δ̓ ἄῤ ἐπευχομένη ἔπεα πτερόεντ̓ ἀγόρευε· 21.428τοιοῦτοι νῦν πάντες ὅσοι Τρώεσσιν ἀρωγοὶ 21.429εἶεν, ὅτ̓ Ἀργείοισι μαχοίατο θωρηκτῇσιν, 21.430ὧδέ τε θαρσαλέοι καὶ τλήμονες, ὡς Ἀφροδίτη 21.431ἦλθεν Ἄρῃ ἐπίκουρος ἐμῷ μένει ἀντιόωσα· 21.432τώ κεν δὴ πάλαι ἄμμες ἐπαυσάμεθα πτολέμοιο 21.433Ἰλίου ἐκπέρσαντες ἐϋκτίμενον πτολίεθρον. 21.434ὣς φάτο, μείδησεν δὲ θεὰ λευκώλενος Ἥρη. 21.435αὐτὰρ Ἀπόλλωνα προσέφη κρείων ἐνοσίχθων· 21.436Φοῖβε τί ἢ δὴ νῶϊ διέσταμεν; οὐ δὲ ἔοικεν 21.437ἀρξάντων ἑτέρων· τὸ μὲν αἴσχιον αἴ κ̓ ἀμαχητὶ 21.438ἴομεν Οὔλυμπον δὲ Διὸς ποτὶ χαλκοβατὲς δῶ. 21.439ἄρχε· σὺ γὰρ γενεῆφι νεώτερος· οὐ γὰρ ἔμοιγε 21.440καλόν, ἐπεὶ πρότερος γενόμην καὶ πλείονα οἶδα. 21.441νηπύτἰ ὡς ἄνοον κραδίην ἔχες· οὐ δέ νυ τῶν περ 21.442μέμνηαι ὅσα δὴ πάθομεν κακὰ Ἴλιον ἀμφὶ 21.443μοῦνοι νῶϊ θεῶν, ὅτ̓ ἀγήνορι Λαομέδοντι 21.444πὰρ Διὸς ἐλθόντες θητεύσαμεν εἰς ἐνιαυτὸν 21.445μισθῷ ἔπι ῥητῷ· δὲ σημαίνων ἐπέτελλεν. 21.446ἤτοι ἐγὼ Τρώεσσι πόλιν πέρι τεῖχος ἔδειμα 21.447εὐρύ τε καὶ μάλα καλόν, ἵν̓ ἄρρηκτος πόλις εἴη· 21.448Φοῖβε σὺ δ̓ εἰλίποδας ἕλικας βοῦς βουκολέεσκες 21.449Ἴδης ἐν κνημοῖσι πολυπτύχου ὑληέσσης. 21.450ἀλλ̓ ὅτε δὴ μισθοῖο τέλος πολυγηθέες ὧραι 21.451ἐξέφερον, τότε νῶϊ βιήσατο μισθὸν ἅπαντα 21.452Λαομέδων ἔκπαγλος, ἀπειλήσας δ̓ ἀπέπεμπε. 21.453σὺν μὲν γ̓ ἠπείλησε πόδας καὶ χεῖρας ὕπερθε 21.454δήσειν, καὶ περάαν νήσων ἔπι τηλεδαπάων· 21.455στεῦτο δ̓ γ̓ ἀμφοτέρων ἀπολεψέμεν οὔατα χαλκῷ. 21.456νῶϊ δὲ ἄψορροι κίομεν κεκοτηότι θυμῷ 21.457μισθοῦ χωόμενοι, τὸν ὑποστὰς οὐκ ἐτέλεσσε. 21.458τοῦ δὴ νῦν λαοῖσι φέρεις χάριν, οὐ δὲ μεθ̓ ἡμέων 21.459πειρᾷ ὥς κε Τρῶες ὑπερφίαλοι ἀπόλωνται 21.460πρόχνυ κακῶς σὺν παισὶ καὶ αἰδοίῃς ἀλόχοισι 21.461τὸν δ̓ αὖτε προσέειπεν ἄναξ ἑκάεργος Ἀπόλλων· 21.462ἐννοσίγαἰ οὐκ ἄν με σαόφρονα μυθήσαιο 21.463ἔμμεναι, εἰ δὴ σοί γε βροτῶν ἕνεκα πτολεμίξω 21.464δειλῶν, οἳ φύλλοισιν ἐοικότες ἄλλοτε μέν τε 21.465ζαφλεγέες τελέθουσιν ἀρούρης καρπὸν ἔδοντες, 21.466ἄλλοτε δὲ φθινύθουσιν ἀκήριοι. ἀλλὰ τάχιστα 21.467παυώμεσθα μάχης· οἳ δ̓ αὐτοὶ δηριαάσθων. 21.468ὣς ἄρα φωνήσας πάλιν ἐτράπετ̓· αἴδετο γάρ ῥα 21.469πατροκασιγνήτοιο μιγήμεναι ἐν παλάμῃσι. 21.470τὸν δὲ κασιγνήτη μάλα νείκεσε πότνια θηρῶν 21.471Ἄρτεμις ἀγροτέρη, καὶ ὀνείδειον φάτο μῦθον· 21.472φεύγεις δὴ ἑκάεργε, Ποσειδάωνι δὲ νίκην 21.473πᾶσαν ἐπέτρεψας, μέλεον δέ οἱ εὖχος ἔδωκας· 21.474νηπύτιε τί νυ τόξον ἔχεις ἀνεμώλιον αὔτως; 21.475μή σευ νῦν ἔτι πατρὸς ἐνὶ μεγάροισιν ἀκούσω 21.476εὐχομένου, ὡς τὸ πρὶν ἐν ἀθανάτοισι θεοῖσιν, 21.477ἄντα Ποσειδάωνος ἐναντίβιον πολεμίζειν. 21.478ὣς φάτο, τὴν δ̓ οὔ τι προσέφη ἑκάεργος Ἀπόλλων, 21.479ἀλλὰ χολωσαμένη Διὸς αἰδοίη παράκοιτις 21.480νείκεσεν ἰοχέαιραν ὀνειδείοις ἐπέεσσι· 21.481πῶς δὲ σὺ νῦν μέμονας κύον ἀδεὲς ἀντί̓ ἐμεῖο 21.482στήσεσθαι; χαλεπή τοι ἐγὼ μένος ἀντιφέρεσθαι 21.483τοξοφόρῳ περ ἐούσῃ, ἐπεὶ σὲ λέοντα γυναιξὶ 21.484Ζεὺς θῆκεν, καὶ ἔδωκε κατακτάμεν ἥν κ̓ ἐθέλῃσθα. 21.485ἤτοι βέλτερόν ἐστι κατ̓ οὔρεα θῆρας ἐναίρειν 21.486ἀγροτέρας τ̓ ἐλάφουςκρείσσοσιν ἶφι μάχεσθαι. 21.487εἰ δ̓ ἐθέλεις πολέμοιο δαήμεναι, ὄφῤ ἐῢ εἰδῇς 21.488ὅσσον φερτέρη εἴμ̓, ὅτι μοι μένος ἀντιφερίζεις. 21.489 ῥα, καὶ ἀμφοτέρας ἐπὶ καρπῷ χεῖρας ἔμαρπτε 21.490σκαιῇ, δεξιτερῇ δ̓ ἄῤ ἀπ̓ ὤμων αἴνυτο τόξα, 21.491αὐτοῖσιν δ̓ ἄῤ ἔθεινε παῤ οὔατα μειδιόωσα 21.492ἐντροπαλιζομένην· ταχέες δ̓ ἔκπιπτον ὀϊστοί. 21.493δακρυόεσσα δ̓ ὕπαιθα θεὰ φύγεν ὥς τε πέλεια, 21.494 ῥά θ̓ ὑπ̓ ἴρηκος κοίλην εἰσέπτατο πέτρην 21.495χηραμόν· οὐ δ̓ ἄρα τῇ γε ἁλώμεναι αἴσιμον ἦεν· 21.496ὣς δακρυόεσσα φύγεν, λίπε δ̓ αὐτόθι τόξα. 21.497Λητὼ δὲ προσέειπε διάκτορος ἀργεϊφόντης· 21.498Λητοῖ ἐγὼ δέ τοι οὔ τι μαχήσομαι· ἀργαλέον δὲ 21.499πληκτίζεσθ̓ ἀλόχοισι Διὸς νεφεληγερέταο· 21.500ἀλλὰ μάλα πρόφρασσα μετ̓ ἀθανάτοισι θεοῖσιν 21.501εὔχεσθαι ἐμὲ νικῆσαι κρατερῆφι βίηφιν. 21.502ὣς ἄῤ ἔφη, Λητὼ δὲ συναίνυτο καμπύλα τόξα 21.503πεπτεῶτ̓ ἄλλυδις ἄλλα μετὰ στροφάλιγγι κονίης. 21.504 μὲν τόξα λαβοῦσα πάλιν κίε θυγατέρος ἧς· 21.505 δ̓ ἄῤ Ὄλυμπον ἵκανε Διὸς ποτὶ χαλκοβατὲς δῶ, 21.506δακρυόεσσα δὲ πατρὸς ἐφέζετο γούνασι κούρη, 21.507ἀμφὶ δ̓ ἄῤ ἀμβρόσιος ἑανὸς τρέμε· τὴν δὲ προτὶ οἷ 21.508εἷλε πατὴρ Κρονίδης, καὶ ἀνείρετο ἡδὺ γελάσσας· 21.509τίς νύ σε τοιάδ̓ ἔρεξε φίλον τέκος Οὐρανιώνων 21.510μαψιδίως, ὡς εἴ τι κακὸν ῥέζουσαν ἐνωπῇ; 21.511τὸν δ̓ αὖτε προσέειπεν ἐϋστέφανος κελαδεινή· 21.512σή μ̓ ἄλοχος στυφέλιξε πάτερ λευκώλενος Ἥρη, 21.513ἐξ ἧς ἀθανάτοισιν ἔρις καὶ νεῖκος ἐφῆπται. 21.514ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον· 21.515αὐτὰρ Ἀπόλλων Φοῖβος ἐδύσετο Ἴλιον ἱρήν· 21.516μέμβλετο γάρ οἱ τεῖχος ἐϋδμήτοιο πόληος 21.517μὴ Δαναοὶ πέρσειαν ὑπὲρ μόρον ἤματι κείνῳ. 21.518οἳ δ̓ ἄλλοι πρὸς Ὄλυμπον ἴσαν θεοὶ αἰὲν ἐόντες, 21.519οἳ μὲν χωόμενοι, οἳ δὲ μέγα κυδιόωντες· 21.520κὰδ δ̓ ἷζον παρὰ πατρὶ κελαινεφεῖ· αὐτὰρ Ἀχιλλεὺς 21.521Τρῶας ὁμῶς αὐτούς τ̓ ὄλεκεν καὶ μώνυχας ἵππους. 21.522ὡς δ̓ ὅτε καπνὸς ἰὼν εἰς οὐρανὸν εὐρὺν ἵκηται 21.523ἄστεος αἰθομένοιο, θεῶν δέ μῆνις ἀνῆκε, 21.524πᾶσι δ̓ ἔθηκε πόνον, πολλοῖσι δὲ κήδἐ ἐφῆκεν, 21.525ὣς Ἀχιλεὺς Τρώεσσι πόνον καὶ κήδἐ ἔθηκεν. 21.526ἑστήκει δ̓ γέρων Πρίαμος θείου ἐπὶ πύργου, 21.527ἐς δ̓ ἐνόησ̓ Ἀχιλῆα πελώριον· αὐτὰρ ὑπ̓ αὐτοῦ 21.528Τρῶες ἄφαρ κλονέοντο πεφυζότες, οὐ δέ τις ἀλκὴ 21.529γίγνεθ̓· δ̓ οἰμώξας ἀπὸ πύργου βαῖνε χαμᾶζε 21.530ὀτρύνων παρὰ τεῖχος ἀγακλειτοὺς πυλαωρούς· 21.531πεπταμένας ἐν χερσὶ πύλας ἔχετ̓ εἰς κε λαοὶ 21.532ἔλθωσι προτὶ ἄστυ πεφυζότες· ἦ γὰρ Ἀχιλλεὺς 21.533ἐγγὺς ὅδε κλονέων· νῦν οἴω λοίγἰ ἔσεσθαι. 21.534αὐτὰρ ἐπεί κ̓ ἐς τεῖχος ἀναπνεύσωσιν ἀλέντες, 21.535αὖτις ἐπανθέμεναι σανίδας πυκινῶς ἀραρυίας· 21.536δείδια γὰρ μὴ οὖλος ἀνὴρ ἐς τεῖχος ἅληται. 21.537ὣς ἔφαθ̓, οἳ δ̓ ἄνεσάν τε πύλας καὶ ἀπῶσαν ὀχῆας· 21.538αἳ δὲ πετασθεῖσαι τεῦξαν φάος· αὐτὰρ Ἀπόλλων 21.539ἀντίος ἐξέθορε Τρώων ἵνα λοιγὸν ἀλάλκοι. 21.540οἳ δ̓ ἰθὺς πόλιος καὶ τείχεος ὑψηλοῖο 21.541δίψῃ καρχαλέοι κεκονιμένοι ἐκ πεδίοιο 21.542φεῦγον· δὲ σφεδανὸν ἔφεπ̓ ἔγχεϊ, λύσσα δέ οἱ κῆρ 21.543αἰὲν ἔχε κρατερή, μενέαινε δὲ κῦδος ἀρέσθαι. 21.544ἔνθά κεν ὑψίπυλον Τροίην ἕλον υἷες Ἀχαιῶν, 21.545εἰ μὴ Ἀπόλλων Φοῖβος Ἀγήνορα δῖον ἀνῆκε 21.546φῶτ̓ Ἀντήνορος υἱὸν ἀμύμονά τε κρατερόν τε. 21.547ἐν μέν οἱ κραδίῃ θάρσος βάλε, πὰρ δέ οἱ αὐτὸς 21.548ἔστη, ὅπως θανάτοιο βαρείας χεῖρας ἀλάλκοι 21.549φηγῷ κεκλιμένος· κεκάλυπτο δ̓ ἄῤ ἠέρι πολλῇ. 21.550αὐτὰρ γ̓ ὡς ἐνόησεν Ἀχιλλῆα πτολίπορθον 21.551ἔστη, πολλὰ δέ οἱ κραδίη πόρφυρε μένοντι· 21.552ὀχθήσας δ̓ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν· 21.553μοι ἐγών· εἰ μέν κεν ὑπὸ κρατεροῦ Ἀχιλῆος 21.554φεύγω, τῇ περ οἱ ἄλλοι ἀτυζόμενοι κλονέονται, 21.555αἱρήσει με καὶ ὧς, καὶ ἀνάλκιδα δειροτομήσει. 21.556εἰ δ̓ ἂν ἐγὼ τούτους μὲν ὑποκλονέεσθαι ἐάσω 21.557Πηλεΐδῃ Ἀχιλῆϊ, ποσὶν δ̓ ἀπὸ τείχεος ἄλλῃ 21.558φεύγω πρὸς πεδίον Ἰλήϊον, ὄφῤ ἂν ἵκωμαι 21.559Ἴδης τε κνημοὺς κατά τε ῥωπήϊα δύω· 21.560ἑσπέριος δ̓ ἂν ἔπειτα λοεσσάμενος ποταμοῖο 21.561ἱδρῶ ἀποψυχθεὶς προτὶ Ἴλιον ἀπονεοίμην· 21.562ἀλλὰ τίμοι ταῦτα φίλος διελέξατο θυμός; 21.563μή μ̓ ἀπαειρόμενον πόλιος πεδίον δὲ νοήσῃ 21.564καί με μεταΐξας μάρψῃ ταχέεσσι πόδεσσιν. 21.565οὐκέτ̓ ἔπειτ̓ ἔσται θάνατον καὶ κῆρας ἀλύξαι· 21.566λίην γὰρ κρατερὸς περὶ πάντων ἔστ̓ ἀνθρώπων. 21.567εἰ δέ κέ οἱ προπάροιθε πόλεος κατεναντίον ἔλθω· 21.568καὶ γάρ θην τούτῳ τρωτὸς χρὼς ὀξέϊ χαλκῷ, 21.569ἐν δὲ ἴα ψυχή, θνητὸν δέ φασ̓ ἄνθρωποι 21.570ἔμμεναι· αὐτάρ οἱ Κρονίδης Ζεὺς κῦδος ὀπάζει. 21.571ὣς εἰπὼν Ἀχιλῆα ἀλεὶς μένεν, ἐν δέ οἱ ἦτορ 21.572ἄλκιμον ὁρμᾶτο πτολεμίζειν ἠδὲ μάχεσθαι. 21.573ἠΰτε πάρδαλις εἶσι βαθείης ἐκ ξυλόχοιο 21.574ἀνδρὸς θηρητῆρος ἐναντίον, οὐ δέ τι θυμῷ 21.575ταρβεῖ οὐ δὲ φοβεῖται, ἐπεί κεν ὑλαγμὸν ἀκούσῃ· 21.576εἴ περ γὰρ φθάμενός μινοὐτάσῃ ἠὲ βάλῃσιν, 21.577ἀλλά τε καὶ περὶ δουρὶ πεπαρμένη οὐκ ἀπολήγει 21.578ἀλκῆς, πρίν γ̓ ἠὲ ξυμβλήμεναι ἠὲ δαμῆναι· 21.579ὣς Ἀντήνορος υἱὸς ἀγαυοῦ δῖος Ἀγήνωρ 21.580οὐκ ἔθελεν φεύγειν, πρὶν πειρήσαιτ̓ Ἀχιλῆος. 21.581ἀλλ̓ γ̓ ἄῤ ἀσπίδα μὲν πρόσθ̓ ἔσχετο πάντοσ̓ ἐΐσην, 21.582ἐγχείῃ δ̓ αὐτοῖο τιτύσκετο, καὶ μέγ̓ ἀΰτει· 21.583ἦ δή που μάλ̓ ἔολπας ἐνὶ φρεσὶ φαίδιμ̓ Ἀχιλλεῦ 21.584ἤματι τῷδε πόλιν πέρσειν Τρώων ἀγερώχων 21.585νηπύτἰ· ἦ τ̓ ἔτι πολλὰ τετεύξεται ἄλγἐ ἐπ̓ αὐτῇ. 21.586ἐν γάρ οἱ πολέες τε καὶ ἄλκιμοι ἀνέρες εἰμέν, 21.587οἳ καὶ πρόσθε φίλων τοκέων ἀλόχων τε καὶ υἱῶν 21.588Ἴλιον εἰρυόμεσθα· σὺ δ̓ ἐνθάδε πότμον ἐφέψεις 21.589ὧδ̓ ἔκπαγλος ἐὼν καὶ θαρσαλέος πολεμιστής. 21.590 ῥα, καὶ ὀξὺν ἄκοντα βαρείης χειρὸς ἀφῆκε, 21.591καί ῥ̓ ἔβαλε κνήμην ὑπὸ γούνατος οὐ δ̓ ἀφάμαρτεν. 21.592ἀμφὶ δέ οἱ κνημὶς νεοτεύκτου κασσιτέροιο 21.593σμερδαλέον κονάβησε· πάλιν δ̓ ἀπὸ χαλκὸς ὄρουσε 21.594βλημένου, οὐ δ̓ ἐπέρησε, θεοῦ δ̓ ἠρύκακε δῶρα. 21.595Πηλεΐδης δ̓ ὁρμήσατ̓ Ἀγήνορος ἀντιθέοιο 21.596δεύτερος· οὐ δ̓ ἔτ̓ ἔασεν Ἀπόλλων κῦδος ἀρέσθαι, 21.597ἀλλά μιν ἐξήρπαξε, κάλυψε δ̓ ἄῤ ἠέρι πολλῇ, 21.598ἡσύχιον δ̓ ἄρα μιν πολέμου ἔκπεμπε νέεσθαι. 21.599αὐτὰρ Πηλεΐωνα δόλῳ ἀποέργαθε λαοῦ· 21.600αὐτῷ γὰρ ἑκάεργος Ἀγήνορι πάντα ἐοικὼς 21.601ἔστη πρόσθε ποδῶν, δ̓ ἐπέσσυτο ποσσὶ διώκειν· 21.602εἷος τὸν πεδίοιο διώκετο πυροφόροιο 21.603τρέψας πὰρ ποταμὸν βαθυδινήεντα Σκάμανδρον 21.604τυτθὸν ὑπεκπροθέοντα· δόλῳ δ̓ ἄῤ ἔθελγεν Ἀπόλλων 21.605ὡς αἰεὶ ἔλποιτο κιχήσεσθαι ποσὶν οἷσι· 21.606τόφῤ ἄλλοι Τρῶες πεφοβημένοι ἦλθον ὁμίλῳ 21.607ἀσπάσιοι προτὶ ἄστυ, πόλις δ̓ ἔμπλητο ἀλέντων. 21.608οὐ δ̓ ἄρα τοί γ̓ ἔτλαν πόλιος καὶ τείχεος ἐκτὸς 21.609μεῖναι ἔτ̓ ἀλλήλους, καὶ γνώμεναι ὅς τε πεφεύγοι 21.610ὅς τ̓ ἔθαν̓ ἐν πολέμῳ· ἀλλ̓ ἐσσυμένως ἐσέχυντο 21.611ἐς πόλιν, ὅν τινα τῶν γε πόδες καὶ γοῦνα σαώσαι.