ILIAD Elucidated - Book 9

9.1ὣς οἱ μὲν Τρῶες φυλακὰς ἔχον· αὐτὰρ Ἀχαιοὺς 9.2θεσπεσίη ἔχε φύζα φόβου κρυόεντος ἑταίρη, 9.3πένθεϊ δ̓ ἀτλήτῳ βεβολήατο πάντες ἄριστοι. 9.4ὡς δ̓ ἄνεμοι δύο πόντον ὀρίνετον ἰχθυόεντα 9.5Βορέης καὶ Ζέφυρος, τώ τε Θρῄκηθεν ἄητον 9.6ἐλθόντ̓ ἐξαπίνης· ἄμυδις δέ τε κῦμα κελαινὸν 9.7κορθύεται, πολλὸν δὲ παρὲξ ἅλα φῦκος ἔχευεν· 9.8ὣς ἐδαΐζετο θυμὸς ἐνὶ στήθεσσιν Ἀχαιῶν. 9.9Ἀτρεΐδης δ̓ ἄχεϊ μεγάλῳ βεβολημένος ἦτορ 9.10φοίτα κηρύκεσσι λιγυφθόγγοισι κελεύων 9.11κλήδην εἰς ἀγορὴν κικλήσκειν ἄνδρα ἕκαστον, 9.12μὴ δὲ βοᾶν· αὐτὸς δὲ μετὰ πρώτοισι πονεῖτο. 9.13ἷζον δ̓ εἰν ἀγορῇ τετιηότες· ἂν δ̓ Ἀγαμέμνων 9.14ἵστατο δάκρυ χέων ὥς τε κρήνη μελάνυδρος 9.15 τε κατ̓ αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ· 9.16ὣς βαρὺ στενάχων ἔπἐ Ἀργείοισι μετηύδα· 9.17φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες 9.18Ζεύς με μέγα Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ 9.19σχέτλιος, ὃς τότε μέν μοι ὑπέσχετο καὶ κατένευσεν 9.20Ἴλιον ἐκπέρσαντ̓ εὐτείχεον ἀπονέεσθαι, 9.21νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο, καί με κελεύει 9.22δυσκλέα Ἄργος ἱκέσθαι, ἐπεὶ πολὺν ὤλεσα λαόν. 9.23οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι, 9.24ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηνα 9.25ἠδ̓ ἔτι καὶ λύσει· τοῦ γὰρ κράτος ἐστὶ μέγιστον. 9.26ἀλλ̓ ἄγεθ̓ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες· 9.27φεύγωμεν σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν· 9.28οὐ γὰρ ἔτι Τροίην αἱρήσομεν εὐρυάγυιαν. 9.29ὣς ἔφαθ̓, οἳ δ̓ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ. 9.30δὴν δ̓ ἄνεῳ ἦσαν τετιηότες υἷες Ἀχαιῶν· 9.31ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης· 9.32Ἀτρεΐδη σοὶ πρῶτα μαχήσομαι ἀφραδέοντι, 9.33 θέμις ἐστὶν ἄναξ ἀγορῇ· σὺ δὲ μή τι χολωθῇς. 9.34ἀλκὴν μέν μοι πρῶτον ὀνείδισας ἐν Δαναοῖσι 9.35φὰς ἔμεν ἀπτόλεμον καὶ ἀνάλκιδα· ταῦτα δὲ πάντα 9.36ἴσασ̓ Ἀργείων ἠμὲν νέοι ἠδὲ γέροντες. 9.37σοὶ δὲ διάνδιχα δῶκε Κρόνου πάϊς ἀγκυλομήτεω· 9.38σκήπτρῳ μέν τοι δῶκε τετιμῆσθαι περὶ πάντων, 9.39ἀλκὴν δ̓ οὔ τοι δῶκεν, τε κράτος ἐστὶ μέγιστον. 9.40δαιμόνἰ οὕτω που μάλα ἔλπεαι υἷας Ἀχαιῶν 9.41ἀπτολέμους τ̓ ἔμεναι καὶ ἀνάλκιδας ὡς ἀγορεύεις; 9.42εἰ δέ τοι αὐτῷ θυμὸς ἐπέσσυται ὥς τε νέεσθαι 9.43ἔρχεο· πάρ τοι ὁδός, νῆες δέ τοι ἄγχι θαλάσσης 9.44ἑστᾶσ̓, αἵ τοι ἕποντο Μυκήνηθεν μάλα πολλαί. 9.45ἀλλ̓ ἄλλοι μενέουσι κάρη κομόωντες Ἀχαιοὶ 9.46εἰς κέ περ Τροίην διαπέρσομεν. εἰ δὲ καὶ αὐτοὶ 9.47φευγόντων σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν· 9.48νῶϊ δ̓ ἐγὼ Σθένελός τε μαχησόμεθ̓ εἰς κε τέκμωρ 9.49Ἰλίου εὕρωμεν· σὺν γὰρ θεῷ εἰλήλουθμεν. 9.50ὣς ἔφαθ̓, οἳ δ̓ ἄρα πάντες ἐπίαχον υἷες Ἀχαιῶν 9.51μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο. 9.52τοῖσι δ̓ ἀνιστάμενος μετεφώνεεν ἱππότα Νέστωρ· 9.53Τυδεΐδη περὶ μὲν πολέμῳ ἔνι καρτερός ἐσσι, 9.54καὶ βουλῇ μετὰ πάντας ὁμήλικας ἔπλευ ἄριστος. 9.55οὔ τίς τοι τὸν μῦθον ὀνόσσεται ὅσσοι Ἀχαιοί, 9.56οὐ δὲ πάλιν ἐρέει· ἀτὰρ οὐ τέλος ἵκεο μύθων. 9.57ἦ μὲν καὶ νέος ἐσσί, ἐμὸς δέ κε καὶ πάϊς εἴης 9.58ὁπλότατος γενεῆφιν· ἀτὰρ πεπνυμένα βάζεις 9.59Ἀργείων βασιλῆας, ἐπεὶ κατὰ μοῖραν ἔειπες. 9.60ἀλλ̓ ἄγ̓ ἐγών, ὃς σεῖο γεραίτερος εὔχομαι εἶναι, 9.61ἐξείπω καὶ πάντα διίξομαι· οὐ δέ κέ τίς μοι 9.62μῦθον ἀτιμήσεἰ, οὐ δὲ κρείων Ἀγαμέμνων. 9.63ἀφρήτωρ ἀθέμιστος ἀνέστιός ἐστιν ἐκεῖνος 9.64ὃς πολέμου ἔραται ἐπιδημίου ὀκρυόεντος. 9.65ἀλλ̓ ἤτοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ 9.66δόρπά τ̓ ἐφοπλισόμεσθα· φυλακτῆρες δὲ ἕκαστοι 9.67λεξάσθων παρὰ τάφρον ὀρυκτὴν τείχεος ἐκτός. 9.68κούροισιν μὲν ταῦτ̓ ἐπιτέλλομαι· αὐτὰρ ἔπειτα 9.69Ἀτρεΐδη σὺ μὲν ἄρχε· σὺ γὰρ βασιλεύτατός ἐσσι. 9.70δαίνυ δαῖτα γέρουσιν· ἔοικέ τοι, οὔ τοι ἀεικές. 9.71πλεῖαί τοι οἴνου κλισίαι, τὸν νῆες Ἀχαιῶν 9.72ἠμάτιαι Θρῄκηθεν ἐπ̓ εὐρέα πόντον ἄγουσι· 9.73πᾶσά τοί ἐσθ̓ ὑποδεξίη, πολέεσσι δ̓ ἀνάσσεις. 9.74πολλῶν δ̓ ἀγρομένων τῷ πείσεαι ὅς κεν ἀρίστην 9.75βουλὴν βουλεύσῃ· μάλα δὲ χρεὼ πάντας Ἀχαιοὺς 9.76ἐσθλῆς καὶ πυκινῆς, ὅτι δήϊοι ἐγγύθι νηῶν 9.77καίουσιν πυρὰ πολλά· τίς ἂν τάδε γηθήσειε; 9.78νὺξ δ̓ ἧδ̓ ἠὲ διαρραίσει στρατὸν ἠὲ σαώσει. 9.79ὣς ἔφαθ̓, οἳ δ̓ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο. 9.80ἐκ δὲ φυλακτῆρες σὺν τεύχεσιν ἐσσεύοντο 9.81ἀμφί τε Νεστορίδην Θρασυμήδεα ποιμένα λαῶν, 9.82ἠδ̓ ἀμφ̓ Ἀσκάλαφον καὶ Ἰάλμενον υἷας Ἄρηος 9.83ἀμφί τε Μηριόνην Ἀφαρῆά τε Δηΐπυρόν τε, 9.84ἠδ̓ ἀμφὶ Κρείοντος υἱὸν Λυκομήδεα δῖον. 9.85ἕπτ̓ ἔσαν ἡγεμόνες φυλάκων, ἑκατὸν δὲ ἑκάστῳ 9.86κοῦροι ἅμα στεῖχον δολίχ̓ ἔγχεα χερσὶν ἔχοντες· 9.87κὰδ δὲ μέσον τάφρου καὶ τείχεος ἷζον ἰόντες· 9.88ἔνθα δὲ πῦρ κήαντο, τίθεντο δὲ δόρπα ἕκαστος. 9.89Ἀτρεΐδης δὲ γέροντας ἀολλέας ἦγεν Ἀχαιῶν 9.90ἐς κλισίην, παρὰ δέ σφι τίθει μενοεικέα δαῖτα. 9.91οἳ δ̓ ἐπ̓ ὀνείαθ̓ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον. 9.92αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, 9.93τοῖς γέρων πάμπρωτος ὑφαίνειν ἤρχετο μῆτιν 9.94Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή· 9.95 σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν· 9.96Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον 9.97ἐν σοὶ μὲν λήξω, σέο δ̓ ἄρξομαι, οὕνεκα πολλῶν 9.98λαῶν ἐσσι ἄναξ καί τοι Ζεὺς ἐγγυάλιξε 9.99σκῆπτρόν τ̓ ἠδὲ θέμιστας, ἵνά σφισι βουλεύῃσθα. 9.100τώ σε χρὴ περὶ μὲν φάσθαι ἔπος ἠδ̓ ἐπακοῦσαι, 9.101κρηῆναι δὲ καὶ ἄλλῳ, ὅτ̓ ἄν τινα θυμὸς ἀνώγῃ 9.102εἰπεῖν εἰς ἀγαθόν· σέο δ̓ ἕξεται ὅττί κεν ἄρχῃ. 9.103αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα. 9.104οὐ γάρ τις νόον ἄλλος ἀμείνονα τοῦδε νοήσει 9.105οἷον ἐγὼ νοέω ἠμὲν πάλαι ἠδ̓ ἔτι καὶ νῦν 9.106ἐξ ἔτι τοῦ ὅτε διογενὲς Βρισηΐδα κούρην 9.107χωομένου Ἀχιλῆος ἔβης κλισίηθεν ἀπούρας 9.108οὔ τι καθ̓ ἡμέτερόν γε νόον· μάλα γάρ τοι ἔγωγε 9.109πόλλ̓ ἀπεμυθεόμην· σὺ δὲ σῷ μεγαλήτορι θυμῷ 9.110εἴξας ἄνδρα φέριστον, ὃν ἀθάνατοί περ ἔτισαν, 9.111ἠτίμησας, ἑλὼν γὰρ ἔχεις γέρας· ἀλλ̓ ἔτι καὶ νῦν 9.112φραζώμεσθ̓ ὥς κέν μιν ἀρεσσάμενοι πεπίθωμεν 9.113δώροισίν τ̓ ἀγανοῖσιν ἔπεσσί τε μειλιχίοισι. 9.114τὸν δ̓ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων· 9.115γέρον οὔ τι ψεῦδος ἐμὰς ἄτας κατέλεξας· 9.116ἀασάμην, οὐ δ̓ αὐτὸς ἀναίνομαι. ἀντί νυ πολλῶν 9.117λαῶν ἐστὶν ἀνὴρ ὅν τε Ζεὺς κῆρι φιλήσῃ, 9.118ὡς νῦν τοῦτον ἔτισε, δάμασσε δὲ λαὸν Ἀχαιῶν. 9.119ἀλλ̓ ἐπεὶ ἀασάμην φρεσὶ λευγαλέῃσι πιθήσας, 9.120ἂψ ἐθέλω ἀρέσαι δόμεναί τ̓ ἀπερείσἰ ἄποινα. 9.121ὑμῖν δ̓ ἐν πάντεσσι περικλυτὰ δῶῤ ὀνομήνω 9.122ἕπτ̓ ἀπύρους τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα, 9.123αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δ̓ ἵππους 9.124πηγοὺς ἀθλοφόρους, οἳ ἀέθλια ποσσὶν ἄροντο. 9.125οὔ κεν ἀλήϊος εἴη ἀνὴρ τόσσα γένοιτο, 9.126οὐ δέ κεν ἀκτήμων ἐριτίμοιο χρυσοῖο, 9.127ὅσσά μοι ἠνείκαντο ἀέθλια μώνυχες ἵπποι. 9.128δώσω δ̓ ἑπτὰ γυναῖκας ἀμύμονα ἔργα ἰδυίας 9.129Λεσβίδας, ἃς ὅτε Λέσβον ἐϋκτιμένην ἕλεν αὐτὸς 9.130ἐξελόμην, αἳ κάλλει ἐνίκων φῦλα γυναικῶν. 9.131τὰς μέν οἱ δώσω, μετὰ δ̓ ἔσσεται ἣν τότ̓ ἀπηύρων 9.132κούρη Βρισῆος· ἐπὶ δὲ μέγαν ὅρκον ὀμοῦμαι 9.133μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι, 9.134 θέμις ἀνθρώπων πέλει ἀνδρῶν ἠδὲ γυναικῶν. 9.135ταῦτα μὲν αὐτίκα πάντα παρέσσεται· εἰ δέ κεν αὖτε 9.136ἄστυ μέγα Πριάμοιο θεοὶ δώωσ̓ ἀλαπάξαι, 9.137νῆα ἅλις χρυσοῦ καὶ χαλκοῦ νηησάσθω 9.138εἰσελθών, ὅτε κεν δατεώμεθα ληΐδ̓ Ἀχαιοί, 9.139Τρωϊάδας δὲ γυναῖκας ἐείκοσιν αὐτὸς ἑλέσθω, 9.140αἴ κε μετ̓ Ἀργείην Ἑλένην κάλλισται ἔωσιν. 9.141εἰ δέ κεν Ἄργος ἱκοίμεθ̓ Ἀχαιϊκὸν οὖθαρ ἀρούρης 9.142γαμβρός κέν μοι ἔοι· τίσω δέ μιν ἶσον Ὀρέστῃ, 9.143ὅς μοι τηλύγετος τρέφεται θαλίῃ ἔνι πολλῇ. 9.144τρεῖς δέ μοί εἰσι θύγατρες ἐνὶ μεγάρῳ εὐπήκτῳ 9.145Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα, 9.146τάων ἥν κ̓ ἐθέλῃσι φίλην ἀνάεδνον ἀγέσθω 9.147πρὸς οἶκον Πηλῆος· ἐγὼ δ̓ ἐπὶ μείλια δώσω 9.148πολλὰ μάλ̓, ὅσσ̓ οὔ πώ τις ἑῇ ἐπέδωκε θυγατρί· 9.149ἑπτὰ δέ οἱ δώσω εὖ ναιόμενα πτολίεθρα 9.150Καρδαμύλην Ἐνόπην τε καὶ Ἱρὴν ποιήεσσαν 9.151Φηράς τε ζαθέας ἠδ̓ Ἄνθειαν βαθύλειμον 9.152καλήν τ̓ Αἴπειαν καὶ Πήδασον ἀμπελόεσσαν. 9.153πᾶσαι δ̓ ἐγγὺς ἁλός, νέαται Πύλου ἠμαθόεντος· 9.154ἐν δ̓ ἄνδρες ναίουσι πολύρρηνες πολυβοῦται, 9.155οἵ κέ δωτίνῃσι θεὸν ὣς τιμήσουσι 9.156καί οἱ ὑπὸ σκήπτρῳ λιπαρὰς τελέουσι θέμιστας. 9.157ταῦτά κέ οἱ τελέσαιμι μεταλήξαντι χόλοιο. 9.158δμηθήτω· Ἀΐδης τοι ἀμείλιχος ἠδ̓ ἀδάμαστος, 9.159τοὔνεκα καί τε βροτοῖσι θεῶν ἔχθιστος ἁπάντων· 9.160καί μοι ὑποστήτω ὅσσον βασιλεύτερός εἰμι 9.161ἠδ̓ ὅσσον γενεῇ προγενέστερος εὔχομαι εἶναι. 9.162τὸν δ̓ ἠμείβετ̓ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ· 9.163Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον 9.164δῶρα μὲν οὐκέτ̓ ὀνοστὰ διδοῖς Ἀχιλῆϊ ἄνακτι· 9.165ἀλλ̓ ἄγετε κλητοὺς ὀτρύνομεν, οἵ κε τάχιστα 9.166ἔλθωσ̓ ἐς κλισίην Πηληϊάδεω Ἀχιλῆος. 9.167εἰ δ̓ ἄγε τοὺς ἂν ἐγὼ ἐπιόψομαι οἳ δὲ πιθέσθων. 9.168Φοῖνιξ μὲν πρώτιστα Διῒ φίλος ἡγησάσθω, 9.169αὐτὰρ ἔπειτ̓ Αἴας τε μέγας καὶ δῖος Ὀδυσσεύς· 9.170κηρύκων δ̓ Ὀδίος τε καὶ Εὐρυβάτης ἅμ̓ ἑπέσθων. 9.171φέρτε δὲ χερσὶν ὕδωρ, εὐφημῆσαί τε κέλεσθε, 9.172ὄφρα Διὶ Κρονίδῃ ἀρησόμεθ̓, αἴ κ̓ ἐλεήσῃ. 9.173ὣς φάτο, τοῖσι δὲ πᾶσιν ἑαδότα μῦθον ἔειπεν. 9.174αὐτίκα κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν, 9.175κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο, 9.176νώμησαν δ̓ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν. 9.177αὐτὰρ ἐπεὶ σπεῖσάν τ̓ ἔπιόν θ̓ ὅσον ἤθελε θυμός, 9.178ὁρμῶντ̓ ἐκ κλισίης Ἀγαμέμνονος Ἀτρεΐδαο. 9.179τοῖσι δὲ πόλλ̓ ἐπέτελλε Γερήνιος ἱππότα Νέστωρ 9.180δενδίλλων ἐς ἕκαστον, Ὀδυσσῆϊ δὲ μάλιστα, 9.181πειρᾶν ὡς πεπίθοιεν ἀμύμονα Πηλεΐωνα. 9.182τὼ δὲ βάτην παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης 9.183πολλὰ μάλ̓ εὐχομένω γαιηόχῳ ἐννοσιγαίῳ 9.184ῥηϊδίως πεπιθεῖν μεγάλας φρένας Αἰακίδαο. 9.185Μυρμιδόνων δ̓ ἐπί τε κλισίας καὶ νῆας ἱκέσθην, 9.186τὸν δ̓ εὗρον φρένα τερπόμενον φόρμιγγι λιγείῃ 9.187καλῇ δαιδαλέῃ, ἐπὶ δ̓ ἀργύρεον ζυγὸν ἦεν, 9.188τὴν ἄρετ̓ ἐξ ἐνάρων πόλιν Ἠετίωνος ὀλέσσας· 9.189τῇ γε θυμὸν ἔτερπεν, ἄειδε δ̓ ἄρα κλέα ἀνδρῶν. 9.190Πάτροκλος δέ οἱ οἶος ἐναντίος ἧστο σιωπῇ, 9.191δέγμενος Αἰακίδην ὁπότε λήξειεν ἀείδων, 9.192τὼ δὲ βάτην προτέρω, ἡγεῖτο δὲ δῖος Ὀδυσσεύς, 9.193στὰν δὲ πρόσθ̓ αὐτοῖο· ταφὼν δ̓ ἀνόρουσεν Ἀχιλλεὺς 9.194αὐτῇ σὺν φόρμιγγι λιπὼν ἕδος ἔνθα θάασσεν. 9.195ὣς δ̓ αὔτως Πάτροκλος, ἐπεὶ ἴδε φῶτας, ἀνέστη. 9.196τὼ καὶ δεικνύμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· 9.197χαίρετον· φίλοι ἄνδρες ἱκάνετοντι μάλα χρεώ, 9.198οἵ μοι σκυζομένῳ περ Ἀχαιῶν φίλτατοί ἐστον. 9.199ὣς ἄρα φωνήσας προτέρω ἄγε δῖος Ἀχιλλεύς, 9.200εἷσεν δ̓ ἐν κλισμοῖσι τάπησί τε πορφυρέοισιν. 9.201αἶψα δὲ Πάτροκλον προσεφώνεεν ἐγγὺς ἐόντα· 9.202μείζονα δὴ κρητῆρα Μενοιτίου υἱὲ καθίστα, 9.203ζωρότερον δὲ κέραιε, δέπας δ̓ ἔντυνον ἑκάστῳ· 9.204οἳ γὰρ φίλτατοι ἄνδρες ἐμῷ ὑπέασι μελάθρῳ. 9.205ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθ̓ ἑταίρῳ. 9.206αὐτὰρ γε κρεῖον μέγα κάββαλεν ἐν πυρὸς αὐγῇ, 9.207ἐν δ̓ ἄρα νῶτον ἔθηκ̓ ὄϊος καὶ πίονος αἰγός, 9.208ἐν δὲ συὸς σιάλοιο ῥάχιν τεθαλυῖαν ἀλοιφῇ. 9.209τῷ δ̓ ἔχεν Αὐτομέδων, τάμνεν δ̓ ἄρα δῖος Ἀχιλλεύς. 9.210καὶ τὰ μὲν εὖ μίστυλλε καὶ ἀμφ̓ ὀβελοῖσιν ἔπειρε, 9.211πῦρ δὲ Μενοιτιάδης δαῖεν μέγα ἰσόθεος φώς. 9.212αὐτὰρ ἐπεὶ κατὰ πῦρ ἐκάη καὶ φλὸξ ἐμαράνθη, 9.213ἀνθρακιὴν στορέσας ὀβελοὺς ἐφύπερθε τάνυσσε, 9.214πάσσε δ̓ ἁλὸς θείοιο κρατευτάων ἐπαείρας. 9.215αὐτὰρ ἐπεί ῥ̓ ὤπτησε καὶ εἰν ἐλεοῖσιν ἔχευε, 9.216Πάτροκλος μὲν σῖτον ἑλὼν ἐπένειμε τραπέζῃ 9.217καλοῖς ἐν κανέοισιν, ἀτὰρ κρέα νεῖμεν Ἀχιλλεύς. 9.218αὐτὸς δ̓ ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο 9.219τοίχου τοῦ ἑτέροιο, θεοῖσι δὲ θῦσαι ἀνώγει 9.220Πάτροκλον ὃν ἑταῖρον· δ̓ ἐν πυρὶ βάλλε θυηλάς. 9.221οἳ δ̓ ἐπ̓ ὀνείαθ̓ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον. 9.222αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, 9.223νεῦσ̓ Αἴας Φοίνικι· νόησε δὲ δῖος Ὀδυσσεύς, 9.224πλησάμενος δ̓ οἴνοιο δέπας δείδεκτ̓ Ἀχιλῆα· 9.225χαῖῤ Ἀχιλεῦ· δαιτὸς μὲν ἐΐσης οὐκ ἐπιδευεῖς 9.226ἠμὲν ἐνὶ κλισίῃ Ἀγαμέμνονος Ἀτρεΐδαο 9.227ἠδὲ καὶ ἐνθάδε νῦν, πάρα γὰρ μενοεικέα πολλὰ 9.228δαίνυσθ̓· ἀλλ̓ οὐ δαιτὸς ἐπηράτου ἔργα μέμηλεν, 9.229ἀλλὰ λίην μέγα πῆμα διοτρεφὲς εἰσορόωντες 9.230δείδιμεν· ἐν δοιῇ δὲ σαωσέμενἀπολέσθαι 9.231νῆας ἐϋσσέλμους, εἰ μὴ σύ γε δύσεαι ἀλκήν. 9.232ἐγγὺς γὰρ νηῶν καὶ τείχεος αὖλιν ἔθεντο 9.233Τρῶες ὑπέρθυμοι τηλεκλειτοί τ̓ ἐπίκουροι 9.234κηάμενοι πυρὰ πολλὰ κατὰ στρατόν, οὐ δ̓ ἔτι φασὶ 9.235σχήσεσθ̓, ἀλλ̓ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι. 9.236Ζεὺς δέ σφι Κρονίδης ἐνδέξια σήματα φαίνων 9.237ἀστράπτει· Ἕκτωρ δὲ μέγα σθένεϊ βλεμεαίνων 9.238μαίνεται ἐκπάγλως πίσυνος Διί, οὐ δέ τι τίει 9.239ἀνέρας οὐ δὲ θεούς· κρατερὴ δέ λύσσα δέδυκεν. 9.240ἀρᾶται δὲ τάχιστα φανήμεναι Ἠῶ δῖαν· 9.241στεῦται γὰρ νηῶν ἀποκόψειν ἄκρα κόρυμβα 9.242αὐτάς τ̓ ἐμπρήσειν μαλεροῦ πυρός, αὐτὰρ Ἀχαιοὺς 9.243δῃώσειν παρὰ τῇσιν ὀρινομένους ὑπὸ καπνοῦ. 9.244ταῦτ̓ αἰνῶς δείδοικα κατὰ φρένα, μή οἱ ἀπειλὰς 9.245ἐκτελέσωσι θεοί, ἡμῖν δὲ δὴ αἴσιμον εἴη 9.246φθίσθαι ἐνὶ Τροίῃ ἑκὰς Ἄργεος ἱπποβότοιο. 9.247ἀλλ̓ ἄνα εἰ μέμονάς γε καὶ ὀψέ περ υἷας Ἀχαιῶν 9.248τειρομένους ἐρύεσθαι ὑπὸ Τρώων ὀρυμαγδοῦ. 9.249αὐτῷ τοι μετόπισθ̓ ἄχος ἔσσεται, οὐ δέ τι μῆχος 9.250ῥεχθέντος κακοῦ ἔστ̓ ἄκος εὑρεῖν· ἀλλὰ πολὺ πρὶν 9.251φράζευ ὅπως Δαναοῖσιν ἀλεξήσεις κακὸν ἦμαρ. 9.252πέπον ἦ μὲν σοί γε πατὴρ ἐπετέλλετο Πηλεὺς 9.253ἤματι τῷ ὅτε σ̓ ἐκ Φθίης Ἀγαμέμνονι πέμπε· 9.254τέκνον ἐμὸν κάρτος μὲν Ἀθηναίη τε καὶ Ἥρη 9.255δώσουσ̓ αἴ κ̓ ἐθέλωσι, σὺ δὲ μεγαλήτορα θυμὸν 9.256ἴσχειν ἐν στήθεσσι· φιλοφροσύνη γὰρ ἀμείνων· 9.257ληγέμεναι δ̓ ἔριδος κακομηχάνου, ὄφρά σε μᾶλλον 9.258τίωσ̓ Ἀργείων ἠμὲν νέοι ἠδὲ γέροντες. 9.259ὣς ἐπέτελλ̓ γέρων, σὺ δὲ λήθεαι· ἀλλ̓ ἔτι καὶ νῦν 9.260παύἐ, ἔα δὲ χόλον θυμαλγέα· σοὶ δ̓ Ἀγαμέμνων 9.261ἄξια δῶρα δίδωσι μεταλήξαντι χόλοιο. 9.262εἰ δὲ σὺ μέν μευ ἄκουσον, ἐγὼ δέ κέ τοι καταλέξω 9.263ὅσσά τοι ἐν κλισίῃσιν ὑπέσχετο δῶῤ Ἀγαμέμνων· 9.264ἕπτ̓ ἀπύρους τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα, 9.265αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δ̓ ἵππους 9.266πηγοὺς ἀθλοφόρους, οἳ ἀέθλια ποσσὶν ἄροντο. 9.267οὔ κεν ἀλήϊος εἴη ἀνὴρ τόσσα γένοιτο 9.268οὐ δέ κεν ἀκτήμων ἐριτίμοιο χρυσοῖο, 9.269ὅσσ̓ Ἀγαμέμνονος ἵπποι ἀέθλια ποσσὶν ἄροντο. 9.270δώσει δ̓ ἑπτὰ γυναῖκας ἀμύμονα ἔργα ἰδυίας 9.271Λεσβίδας, ἃς ὅτε Λέσβον ἐϋκτιμένην ἕλες αὐτὸς 9.272ἐξέλεθ̓, αἳ τότε κάλλει ἐνίκων φῦλα γυναικῶν. 9.273τὰς μέν τοι δώσει, μετὰ δ̓ ἔσσεται ἣν τότ̓ ἀπηύρα 9.274κούρη Βρισῆος· ἐπὶ δὲ μέγαν ὅρκον ὀμεῖται 9.275μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι 9.276 θέμις ἐστὶν ἄναξ ἤτ̓ ἀνδρῶν ἤτε γυναικῶν. 9.277ταῦτα μὲν αὐτίκα πάντα παρέσσεται· εἰ δέ κεν αὖτε 9.278ἄστυ μέγα Πριάμοιο θεοὶ δώωσ̓ ἀλαπάξαι, 9.279νῆα ἅλις χρυσοῦ καὶ χαλκοῦ νηήσασθαι 9.280εἰσελθών, ὅτε κεν δατεώμεθα ληΐδ̓ Ἀχαιοί, 9.281Τρωϊάδας δὲ γυναῖκας ἐείκοσιν αὐτὸς ἑλέσθαι, 9.282αἵ κε μετ̓ Ἀργείην Ἑλένην κάλλισται ἔωσιν. 9.283εἰ δέ κεν Ἄργος ἱκοίμεθ̓ Ἀχαιϊκὸν οὖθαρ ἀρούρης 9.284γαμβρός κέν οἱ ἔοις· τίσει δέ σε ἶσον Ὀρέστῃ, 9.285ὅς οἱ τηλύγετος τρέφεται θαλίῃ ἔνι πολλῇ. 9.286τρεῖς δέ οἵ εἰσι θύγατρες ἐνὶ μεγάρῳ εὐπήκτῳ 9.287Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα, 9.288τάων ἥν κ̓ ἐθέλῃσθα φίλην ἀνάεδνον ἄγεσθαι 9.289πρὸς οἶκον Πηλῆος· δ̓ αὖτ̓ ἐπὶ μείλια δώσει 9.290πολλὰ μάλ̓, ὅσσ̓ οὔ πώ τις ἑῇ ἐπέδωκε θυγατρί· 9.291ἑπτὰ δέ τοι δώσει εὖ ναιόμενα πτολίεθρα 9.292Καρδαμύλην Ἐνόπην τε καὶ Ἱρὴν ποιήεσσαν 9.293Φηράς τε ζαθέας ἠδ̓ Ἄνθειαν βαθύλειμον 9.294καλήν τ̓ Αἴπειαν καὶ Πήδασον ἀμπελόεσσαν. 9.295πᾶσαι δ̓ ἐγγὺς ἁλός, νέαται Πύλου ἠμαθόεντος· 9.296ἐν δ̓ ἄνδρες ναίουσι πολύρρηνες πολυβοῦται, 9.297οἵ κέ σε δωτίνῃσι θεὸν ὣς τιμήσουσι 9.298καί τοι ὑπὸ σκήπτρῳ λιπαρὰς τελέουσι θέμιστας. 9.299ταῦτά κέ τοι τελέσειε μεταλήξαντι χόλοιο. 9.300εἰ δέ τοι Ἀτρεΐδης μὲν ἀπήχθετο κηρόθι μᾶλλον 9.301αὐτὸς καὶ τοῦ δῶρα, σὺ δ̓ ἄλλους περ Παναχαιοὺς 9.302τειρομένους ἐλέαιρε κατὰ στρατόν, οἵ σε θεὸν ὣς 9.303τίσουσ̓· ἦ γάρ κέ σφι μάλα μέγα κῦδος ἄροιο· 9.304νῦν γάρ χ̓ Ἕκτοῤ ἕλοις, ἐπεὶ ἂν μάλα τοι σχεδὸν ἔλθοι 9.305λύσσαν ἔχων ὀλοήν, ἐπεὶ οὔ τινά φησιν ὁμοῖον 9.306οἷ ἔμεναι Δαναῶν οὓς ἐνθάδε νῆες ἔνεικαν. 9.307τὸν δ̓ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· 9.308διογενὲς Λαερτιάδη πολυμήχαν̓ Ὀδυσσεῦ 9.309χρὴ μὲν δὴ τὸν μῦθον ἀπηλεγέως ἀποειπεῖν, 9.310ᾗ περ δὴ φρονέω τε καὶ ὡς τετελεσμένον ἔσται, 9.311ὡς μή μοι τρύζητε παρήμενοι ἄλλοθεν ἄλλος. 9.312ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀΐδαο πύλῃσιν 9.313ὅς χ̓ ἕτερον μὲν κεύθῃ ἐνὶ φρεσίν, ἄλλο δὲ εἴπῃ. 9.314αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα· 9.315οὔ τ̓ ἔμεγ̓ Ἀτρεΐδην Ἀγαμέμνονα πεισέμεν οἴω 9.316οὔ τ̓ ἄλλους Δαναούς, ἐπεὶ οὐκ ἄρα τις χάρις ἦεν 9.317μάρνασθαι δηΐοισιν ἐπ̓ ἀνδράσι νωλεμὲς αἰεί. 9.318ἴση μοῖρα μένοντι καὶ εἰ μάλα τις πολεμίζοι· 9.319ἐν δὲ ἰῇ τιμῇ ἠμὲν κακὸς ἠδὲ καὶ ἐσθλός· 9.320κάτθαν̓ ὁμῶς τ̓ ἀεργὸς ἀνὴρ τε πολλὰ ἐοργώς. 9.321οὐ δέ τί μοι περίκειται, ἐπεὶ πάθον ἄλγεα θυμῷ 9.322αἰεὶ ἐμὴν ψυχὴν παραβαλλόμενος πολεμίζειν. 9.323ὡς δ̓ ὄρνις ἀπτῆσι νεοσσοῖσι προφέρῃσι 9.324μάστακ̓ ἐπεί κε λάβῃσι, κακῶς δ̓ ἄρα οἱ πέλει αὐτῇ, 9.325ὣς καὶ ἐγὼ πολλὰς μὲν ἀΰπνους νύκτας ἴαυον, 9.326ἤματα δ̓ αἱματόεντα διέπρησσον πολεμίζων 9.327ἀνδράσι μαρνάμενος ὀάρων ἕνεκα σφετεράων. 9.328δώδεκα δὴ σὺν νηυσὶ πόλεις ἀλάπαξ̓ ἀνθρώπων, 9.329πεζὸς δ̓ ἕνδεκά φημι κατὰ Τροίην ἐρίβωλον· 9.330τάων ἐκ πασέων κειμήλια πολλὰ καὶ ἐσθλὰ 9.331ἐξελόμην, καὶ πάντα φέρων Ἀγαμέμνονι δόσκον 9.332Ἀτρεΐδῃ· δ̓ ὄπισθε μένων παρὰ νηυσὶ θοῇσι 9.333δεξάμενος διὰ παῦρα δασάσκετο, πολλὰ δ̓ ἔχεσκεν. 9.334ἄλλα δ̓ ἀριστήεσσι δίδου γέρα καὶ βασιλεῦσι· 9.335τοῖσι μὲν ἔμπεδα κεῖται, ἐμεῦ δ̓ ἀπὸ μούνου Ἀχαιῶν 9.336εἵλετ̓, ἔχει δ̓ ἄλοχον θυμαρέα· τῇ παριαύων 9.337τερπέσθω. τί δὲ δεῖ πολεμιζέμεναι Τρώεσσιν 9.338Ἀργείους; τί δὲ λαὸν ἀνήγαγεν ἐνθάδ̓ ἀγείρας 9.339Ἀτρεΐδης; ἦ οὐχ Ἑλένης ἕνεκ̓ ἠϋκόμοιο; 9.340μοῦνοι φιλέουσ̓ ἀλόχους μερόπων ἀνθρώπων 9.341Ἀτρεΐδαι; ἐπεὶ ὅς τις ἀνὴρ ἀγαθὸς καὶ ἐχέφρων 9.342τὴν αὐτοῦ φιλέει καὶ κήδεται, ὡς καὶ ἐγὼ τὴν 9.343ἐκ θυμοῦ φίλεον δουρικτητήν περ ἐοῦσαν. 9.344νῦν δ̓ ἐπεὶ ἐκ χειρῶν γέρας εἵλετο καί μ̓ ἀπάτησε 9.345μή μευ πειράτω εὖ εἰδότος· οὐ δέ με πείσει. 9.346ἀλλ̓ Ὀδυσεῦ σὺν σοί τε καὶ ἄλλοισιν βασιλεῦσι 9.347φραζέσθω νήεσσιν ἀλεξέμεναι δήϊον πῦρ. 9.348ἦ μὲν δὴ μάλα πολλὰ πονήσατο νόσφιν ἐμεῖο, 9.349καὶ δὴ τεῖχος ἔδειμε, καὶ ἤλασε τάφρον ἐπ̓ αὐτῷ 9.350εὐρεῖαν μεγάλην, ἐν δὲ σκόλοπας κατέπηξεν· 9.351ἀλλ̓ οὐ δ̓ ὧς δύναται σθένος Ἕκτορος ἀνδροφόνοιο 9.352ἴσχειν· ὄφρα δ̓ ἐγὼ μετ̓ Ἀχαιοῖσιν πολέμιζον 9.353οὐκ ἐθέλεσκε μάχην ἀπὸ τείχεος ὀρνύμεν Ἕκτωρ, 9.354ἀλλ̓ ὅσον ἐς Σκαιάς τε πύλας καὶ φηγὸν ἵκανεν· 9.355ἔνθά ποτ̓ οἶον ἔμιμνε, μόγις δέ μευ ἔκφυγεν ὁρμήν. 9.356νῦν δ̓ ἐπεὶ οὐκ ἐθέλω πολεμιζέμεν Ἕκτορι δίῳ 9.357αὔριον ἱρὰ Διὶ ῥέξας καὶ πᾶσι θεοῖσι 9.358νηήσας εὖ νῆας, ἐπὴν ἅλα δὲ προερύσσω, 9.359ὄψεαι, αἴ κ̓ ἐθέλῃσθα καὶ αἴ κέν τοι τὰ μεμήλῃ, 9.360ἦρι μάλ̓ Ἑλλήσποντον ἐπ̓ ἰχθυόεντα πλεούσας 9.361νῆας ἐμάς, ἐν δ̓ ἄνδρας ἐρεσσέμεναι μεμαῶτας· 9.362εἰ δέ κεν εὐπλοίην δώῃ κλυτὸς ἐννοσίγαιος 9.363ἤματί κε τριτάτῳ Φθίην ἐρίβωλον ἱκοίμην. 9.364ἔστι δέ μοι μάλα πολλά, τὰ κάλλιπον ἐνθάδε ἔρρων· 9.365ἄλλον δ̓ ἐνθένδε χρυσὸν καὶ χαλκὸν ἐρυθρὸν 9.366ἠδὲ γυναῖκας ἐϋζώνους πολιόν τε σίδηρον 9.367ἄξομαι, ἅσσ̓ ἔλαχόν γε· γέρας δέ μοι, ὅς περ ἔδωκεν, 9.368αὖτις ἐφυβρίζων ἕλετο κρείων Ἀγαμέμνων 9.369Ἀτρεΐδης· τῷ πάντ̓ ἀγορευέμεν ὡς ἐπιτέλλω 9.370ἀμφαδόν, ὄφρα καὶ ἄλλοι ἐπισκύζωνται Ἀχαιοὶ 9.371εἴ τινά που Δαναῶν ἔτι ἔλπεται ἐξαπατήσειν 9.372αἰὲν ἀναιδείην ἐπιειμένος· οὐ δ̓ ἂν ἔμοιγε 9.373τετλαίη κύνεός περ ἐὼν εἰς ὦπα ἰδέσθαι· 9.374οὐ δέ τί οἱ βουλὰς συμφράσσομαι, οὐ δὲ μὲν ἔργον· 9.375ἐκ γὰρ δή μ̓ ἀπάτησε καὶ ἤλιτεν· οὐ δ̓ ἂν ἔτ̓ αὖτις 9.376ἐξαπάφοιτ̓ ἐπέεσσιν· ἅλις δέ οἱ· ἀλλὰ ἕκηλος 9.377ἐρρέτω· ἐκ γάρ εὑ φρένας εἵλετο μητίετα Ζεύς. 9.378ἐχθρὰ δέ μοι τοῦ δῶρα, τίω δέ μιν ἐν καρὸς αἴσῃ. 9.379οὐ δ̓ εἴ μοι δεκάκις τε καὶ εἰκοσάκις τόσα δοίη 9.380ὅσσά τέ οἱ νῦν ἔστι, καὶ εἴ ποθεν ἄλλα γένοιτο, 9.381οὐ δ̓ ὅσ̓ ἐς Ὀρχομενὸν ποτινίσεται, οὐ δ̓ ὅσα Θήβας 9.382Αἰγυπτίας, ὅθι πλεῖστα δόμοις ἐν κτήματα κεῖται, 9.383αἵ θ̓ ἑκατόμπυλοί εἰσι, διηκόσιοι δ̓ ἀν̓ ἑκάστας 9.384ἀνέρες ἐξοιχνεῦσι σὺν ἵπποισιν καὶ ὄχεσφιν· 9.385οὐ δ̓ εἴ μοι τόσα δοίη ὅσα ψάμαθός τε κόνις τε, 9.386οὐ δέ κεν ὧς ἔτι θυμὸν ἐμὸν πείσεἰ Ἀγαμέμνων 9.387πρίν γ̓ ἀπὸ πᾶσαν ἐμοὶ δόμεναι θυμαλγέα λώβην. 9.388κούρην δ̓ οὐ γαμέω Ἀγαμέμνονος Ἀτρεΐδαο, 9.389οὐ δ̓ εἰ χρυσείῃ Ἀφροδίτῃ κάλλος ἐρίζοι, 9.390ἔργα δ̓ Ἀθηναίῃ γλαυκώπιδι ἰσοφαρίζοι· 9.391οὐ δέ μιν ὧς γαμέω· δ̓ Ἀχαιῶν ἄλλον ἑλέσθω, 9.392ὅς τις οἷ τ̓ ἐπέοικε καὶ ὃς βασιλεύτερός ἐστιν. 9.393ἢν γὰρ δή με σαῶσι θεοὶ καὶ οἴκαδ̓ ἵκωμαι, 9.394Πηλεύς θήν μοι ἔπειτα γυναῖκά γε μάσσεται αὐτός. 9.395πολλαὶ Ἀχαιΐδες εἰσὶν ἀν̓ Ἑλλάδα τε Φθίην τε 9.396κοῦραι ἀριστήων, οἵ τε πτολίεθρα ῥύονται, 9.397τάων ἥν κ̓ ἐθέλωμι φίλην ποιήσομ̓ ἄκοιτιν. 9.398ἔνθα δέ μοι μάλα πολλὸν ἐπέσσυτο θυμὸς ἀγήνωρ 9.399γήμαντα μνηστὴν ἄλοχον ἐϊκυῖαν ἄκοιτιν 9.400κτήμασι τέρπεσθαι τὰ γέρων ἐκτήσατο Πηλεύς· 9.401οὐ γὰρ ἐμοὶ ψυχῆς ἀντάξιον οὐ δ̓ ὅσα φασὶν 9.402Ἴλιον ἐκτῆσθαι εὖ ναιόμενον πτολίεθρον 9.403τὸ πρὶν ἐπ̓ εἰρήνης, πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν, 9.404οὐ δ̓ ὅσα λάϊνος οὐδὸς ἀφήτορος ἐντὸς ἐέργει 9.405Φοίβου Ἀπόλλωνος Πυθοῖ ἔνι πετρηέσσῃ. 9.406ληϊστοὶ μὲν γάρ τε βόες καὶ ἴφια μῆλα, 9.407κτητοὶ δὲ τρίποδές τε καὶ ἵππων ξανθὰ κάρηνα, 9.408ἀνδρὸς δὲ ψυχὴ πάλιν ἐλθεῖν οὔ τε λεϊστὴ 9.409οὔθ̓ ἑλετή, ἐπεὶ ἄρ κεν ἀμείψεται ἕρκος ὀδόντων. 9.410μήτηρ γάρ τέ μέ φησι θεὰ Θέτις ἀργυρόπεζα 9.411διχθαδίας κῆρας φερέμεν θανάτοιο τέλος δέ. 9.412εἰ μέν κ̓ αὖθι μένων Τρώων πόλιν ἀμφιμάχωμαι, 9.413ὤλετο μέν μοι νόστος, ἀτὰρ κλέος ἄφθιτον ἔσται· 9.414εἰ δέ κεν οἴκαδ̓ ἵκωμι φίλην ἐς πατρίδα γαῖαν, 9.415ὤλετό μοι κλέος ἐσθλόν, ἐπὶ δηρὸν δέ μοι αἰὼν 9.416ἔσσεται, οὐ δέ κέ μ̓ ὦκα τέλος θανάτοιο κιχείη. 9.417καὶ δ̓ ἂν τοῖς ἄλλοισιν ἐγὼ παραμυθησαίμην 9.418οἴκαδ̓ ἀποπλείειν, ἐπεὶ οὐκέτι δήετε τέκμωρ 9.419Ἰλίου αἰπεινῆς· μάλα γάρ ἑθεν εὐρύοπα Ζεὺς 9.420χεῖρα ἑὴν ὑπερέσχε, τεθαρσήκασι δὲ λαοί. 9.421ἀλλ̓ ὑμεῖς μὲν ἰόντες ἀριστήεσσιν Ἀχαιῶν 9.422ἀγγελίην ἀπόφασθε· τὸ γὰρ γέρας ἐστὶ γερόντων· 9.423ὄφῤ ἄλλην φράζωνται ἐνὶ φρεσὶ μῆτιν ἀμείνω, 9.424 κέ σφιν νῆάς τε σαῷ καὶ λαὸν Ἀχαιῶν 9.425νηυσὶν ἔπι γλαφυρῇς, ἐπεὶ οὔ σφισιν ἥδέ γ̓ ἑτοίμη 9.426ἣν νῦν ἐφράσσαντο ἐμεῦ ἀπομηνίσαντος· 9.427Φοῖνιξ δ̓ αὖθι παῤ ἄμμι μένων κατακοιμηθήτω, 9.428ὄφρά μοι ἐν νήεσσι φίλην ἐς πατρίδ̓ ἕπηται 9.429αὔριον ἢν ἐθέλῃσιν· ἀνάγκῃ δ̓ οὔ τί μιν ἄξω. 9.430ὣς ἔφαθ̓, οἳ δ̓ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ 9.431μῦθον ἀγασσάμενοι· μάλα γὰρ κρατερῶς ἀπέειπεν· 9.432ὀψὲ δὲ δὴ μετέειπε γέρων ἱππηλάτα Φοῖνιξ 9.433δάκρὐ ἀναπρήσας· περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν· 9.434εἰ μὲν δὴ νόστόν γε μετὰ φρεσὶ φαίδιμ̓ Ἀχιλλεῦ 9.435βάλλεαι, οὐ δέ τι πάμπαν ἀμύνειν νηυσὶ θοῇσι 9.436πῦρ ἐθέλεις ἀΐδηλον, ἐπεὶ χόλος ἔμπεσε θυμῷ, 9.437πῶς ἂν ἔπειτ̓ ἀπὸ σεῖο φίλον τέκος αὖθι λιποίμην 9.438οἶος; σοὶ δέ μ̓ ἔπεμπε γέρων ἱππηλάτα Πηλεὺς 9.439ἤματι τῷ ὅτε σ̓ ἐκ Φθίης Ἀγαμέμνονι πέμπε 9.440νήπιον οὔ πω εἰδόθ̓ ὁμοιΐου πολέμοιο 9.441οὐ δ̓ ἀγορέων, ἵνα τ̓ ἄνδρες ἀριπρεπέες τελέθουσι. 9.442τοὔνεκά με προέηκε διδασκέμεναι τάδε πάντα, 9.443μύθων τε ῥητῆῤ ἔμεναι πρηκτῆρά τε ἔργων. 9.444ὡς ἂν ἔπειτ̓ ἀπὸ σεῖο φίλον τέκος οὐκ ἐθέλοιμι 9.445λείπεσθ̓, οὐ δ̓ εἴ κέν μοι ὑποσταίη θεὸς αὐτὸς 9.446γῆρας ἀποξύσας θήσειν νέον ἡβώοντα, 9.447οἷον ὅτε πρῶτον λίπον Ἑλλάδα καλλιγύναικα 9.448φεύγων νείκεα πατρὸς Ἀμύντορος Ὀρμενίδαο, 9.449ὅς μοι παλλακίδος περιχώσατο καλλικόμοιο, 9.450τὴν αὐτὸς φιλέεσκεν, ἀτιμάζεσκε δ̓ ἄκοιτιν 9.451μητέῤ ἐμήν· δ̓ αἰὲν ἐμὲ λισσέσκετο γούνων 9.452παλλακίδι προμιγῆναι, ἵν̓ ἐχθήρειε γέροντα. 9.453τῇ πιθόμην καὶ ἔρεξα· πατὴρ δ̓ ἐμὸς αὐτίκ̓ ὀϊσθεὶς 9.454πολλὰ κατηρᾶτο, στυγερὰς δ̓ ἐπεκέκλετ̓ Ἐρινῦς, 9.455μή ποτε γούνασιν οἷσιν ἐφέσσεσθαι φίλον υἱὸν 9.456ἐξ ἐμέθεν γεγαῶτα· θεοὶ δ̓ ἐτέλειον ἐπαρὰς 9.457Ζεύς τε καταχθόνιος καὶ ἐπαινὴ Περσεφόνεια. 9.462ἔνθ̓ ἐμοὶ οὐκέτι πάμπαν ἐρητύετ̓ ἐν φρεσὶ θυμὸς 9.463πατρὸς χωομένοιο κατὰ μέγαρα στρωφᾶσθαι. 9.464ἦ μὲν πολλὰ ἔται καὶ ἀνεψιοὶ ἀμφὶς ἐόντες 9.465αὐτοῦ λισσόμενοι κατερήτυον ἐν μεγάροισι, 9.466πολλὰ δὲ ἴφια μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς 9.467ἔσφαζον, πολλοὶ δὲ σύες θαλέθοντες ἀλοιφῇ 9.468εὑόμενοι τανύοντο διὰ φλογὸς Ἡφαίστοιο, 9.469πολλὸν δ̓ ἐκ κεράμων μέθυ πίνετο τοῖο γέροντος. 9.470εἰνάνυχες δέ μοι ἀμφ̓ αὐτῷ παρὰ νύκτας ἴαυον· 9.471οἳ μὲν ἀμειβόμενοι φυλακὰς ἔχον, οὐ δέ ποτ̓ ἔσβη 9.472πῦρ, ἕτερον μὲν ὑπ̓ αἰθούσῃ εὐερκέος αὐλῆς, 9.473ἄλλο δ̓ ἐνὶ προδόμῳ, πρόσθεν θαλάμοιο θυράων. 9.474ἀλλ̓ ὅτε δὴ δεκάτη μοι ἐπήλυθε νὺξ ἐρεβεννή, 9.475καὶ τότ̓ ἐγὼ θαλάμοιο θύρας πυκινῶς ἀραρυίας 9.476ῥήξας ἐξῆλθον, καὶ ὑπέρθορον ἑρκίον αὐλῆς 9.477ῥεῖα, λαθὼν φύλακάς τ̓ ἄνδρας δμῳάς τε γυναῖκας. 9.478φεῦγον ἔπειτ̓ ἀπάνευθε δἰ Ἑλλάδος εὐρυχόροιο, 9.479Φθίην δ̓ ἐξικόμην ἐριβώλακα μητέρα μήλων 9.480ἐς Πηλῆα ἄναχθ̓· δέ με πρόφρων ὑπέδεκτο, 9.481καί μ̓ ἐφίλησ̓ ὡς εἴ τε πατὴρ ὃν παῖδα φιλήσῃ 9.482μοῦνον τηλύγετον πολλοῖσιν ἐπὶ κτεάτεσσι, 9.483καί μ̓ ἀφνειὸν ἔθηκε, πολὺν δέ μοι ὤπασε λαόν· 9.484ναῖον δ̓ ἐσχατιὴν Φθίης Δολόπεσσιν ἀνάσσων. 9.485καί σε τοσοῦτον ἔθηκα θεοῖς ἐπιείκελ̓ Ἀχιλλεῦ, 9.486ἐκ θυμοῦ φιλέων, ἐπεὶ οὐκ ἐθέλεσκες ἅμ̓ ἄλλῳ 9.487οὔ τ̓ ἐς δαῖτ̓ ἰέναι οὔ τ̓ ἐν μεγάροισι πάσασθαι, 9.488πρίν γ̓ ὅτε δή σ̓ ἐπ̓ ἐμοῖσιν ἐγὼ γούνεσσι καθίσσας 9.489ὄψου τ̓ ἄσαιμι προταμὼν καὶ οἶνον ἐπισχών. 9.490πολλάκι μοι κατέδευσας ἐπὶ στήθεσσι χιτῶνα 9.491οἴνου ἀποβλύζων ἐν νηπιέῃ ἀλεγεινῇ. 9.492ὣς ἐπὶ σοὶ μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα, 9.493τὰ φρονέωνμοι οὔ τι θεοὶ γόνον ἐξετέλειον 9.494ἐξ ἐμεῦ· ἀλλὰ σὲ παῖδα θεοῖς ἐπιείκελ̓ Ἀχιλλεῦ 9.495ποιεύμην, ἵνα μοί ποτ̓ ἀεικέα λοιγὸν ἀμύνῃς. 9.496ἀλλ̓ Ἀχιλεῦ δάμασον θυμὸν μέγαν· οὐ δέ τί σε χρὴ 9.497νηλεὲς ἦτορ ἔχειν· στρεπτοὶ δέ τε καὶ θεοὶ αὐτοί, 9.498τῶν περ καὶ μείζων ἀρετὴ τιμή τε βίη τε. 9.499καὶ μὲν τοὺς θυέεσσι καὶ εὐχωλῇς ἀγανῇσι 9.500λοιβῇ τε κνίσῃ τε παρατρωπῶσ̓ ἄνθρωποι 9.501λισσόμενοι, ὅτε κέν τις ὑπερβήῃ καὶ ἁμάρτῃ. 9.502καὶ γάρ τε λιταί εἰσι Διὸς κοῦραι μεγάλοιο 9.503χωλαί τε ῥυσαί τε παραβλῶπές τ̓ ὀφθαλμώ, 9.504αἵ ῥά τε καὶ μετόπισθ̓ ἄτης ἀλέγουσι κιοῦσαι. 9.505 δ̓ ἄτη σθεναρή τε καὶ ἀρτίπος, οὕνεκα πάσας 9.506πολλὸν ὑπεκπροθέει, φθάνει δέ τε πᾶσαν ἐπ̓ αἶαν 9.507βλάπτουσ̓ ἀνθρώπους· αἳ δ̓ ἐξακέονται ὀπίσσω. 9.508ὃς μέν τ̓ αἰδέσεται κούρας Διὸς ἆσσον ἰούσας, 9.509τὸν δὲ μέγ̓ ὤνησαν καί τ̓ ἔκλυον εὐχομένοιο· 9.510ὃς δέ κ̓ ἀνήνηται καί τε στερεῶς ἀποείπῃ, 9.511λίσσονται δ̓ ἄρα ταί γε Δία Κρονίωνα κιοῦσαι 9.512τῷ ἄτην ἅμ̓ ἕπεσθαι, ἵνα βλαφθεὶς ἀποτίσῃ. 9.513ἀλλ̓ Ἀχιλεῦ πόρε καὶ σὺ Διὸς κούρῃσιν ἕπεσθαι 9.514τιμήν, τ̓ ἄλλων περ ἐπιγνάμπτει νόον ἐσθλῶν. 9.515εἰ μὲν γὰρ μὴ δῶρα φέροι τὰ δ̓ ὄπισθ̓ ὀνομάζοι 9.516Ἀτρεΐδης, ἀλλ̓ αἰὲν ἐπιζαφελῶς χαλεπαίνοι, 9.517οὐκ ἂν ἔγωγέ σε μῆνιν ἀπορρίψαντα κελοίμην 9.518Ἀργείοισιν ἀμυνέμεναι χατέουσί περ ἔμπης· 9.519νῦν δ̓ ἅμα τ̓ αὐτίκα πολλὰ διδοῖ τὰ δ̓ ὄπισθεν ὑπέστη, 9.520ἄνδρας δὲ λίσσεσθαι ἐπιπροέηκεν ἀρίστους 9.521κρινάμενος κατὰ λαὸν Ἀχαιϊκόν, οἵ τε σοὶ αὐτῷ 9.522φίλτατοι Ἀργείων· τῶν μὴ σύ γε μῦθον ἐλέγξῃς 9.523μη δὲ πόδας· πρὶν δ̓ οὔ τι νεμεσσητὸν κεχολῶσθαι. 9.524οὕτω καὶ τῶν πρόσθεν ἐπευθόμεθα κλέα ἀνδρῶν 9.525ἡρώων, ὅτε κέν τιν̓ ἐπιζάφελος χόλος ἵκοι· 9.526δωρητοί τε πέλοντο παράρρητοί τ̓ ἐπέεσσι. 9.527μέμνημαι τόδε ἔργον ἐγὼ πάλαι οὔ τι νέον γε 9.528ὡς ἦν· ἐν δ̓ ὑμῖν ἐρέω πάντεσσι φίλοισι. 9.529Κουρῆτές τ̓ ἐμάχοντο καὶ Αἰτωλοὶ μενεχάρμαι 9.530ἀμφὶ πόλιν Καλυδῶνα καὶ ἀλλήλους