ILIAD Elucidated - Book 16
16.1ὣς οἳ μὲν περὶ νηὸς ἐϋσσέλμοιο μάχοντο· 16.2Πάτροκλος δ̓ Ἀχιλῆϊ παρίστατο ποιμένι λαῶν 16.3δάκρυα θερμὰ χέων ὥς τε κρήνη μελάνυδρος, 16.4ἥ τε κατ̓ αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ. 16.5τὸν δὲ ἰδὼν ᾤκτιρε ποδάρκης δῖος Ἀχιλλεύς, 16.6καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· 16.7τίπτε δεδάκρυσαι Πατρόκλεες, ἠΰτε κούρη 16.8νηπίη, ἥ θ̓ ἅμα μητρὶ θέουσ̓ ἀνελέσθαι ἀνώγει 16.9εἱανοῦ ἁπτομένη, καί τ̓ ἐσσυμένην κατερύκει, 16.10δακρυόεσσα δέ μιν ποτιδέρκεται, ὄφῤ ἀνέληται· 16.11τῇ ἴκελος Πάτροκλε τέρεν κατὰ δάκρυον εἴβεις. 16.12ἠέ τι Μυρμιδόνεσσι πιφαύσκεαι, ἢ ἐμοὶ αὐτῷ, 16.13ἦέ τιν̓ ἀγγελίην Φθίης ἐξέκλυες οἶος; 16.14ζώειν μὰν ἔτι φασὶ Μενοίτιον Ἄκτορος υἱόν, 16.15ζώει δ̓ Αἰακίδης Πηλεὺς μετὰ Μυρμιδόνεσσι; 16.16τῶν κε μάλ̓ ἀμφοτέρων ἀκαχοίμεθα τεθνηώτων. 16.17ἦε σύ γ̓ Ἀργείων ὀλοφύρεαι, ὡς ὀλέκονται 16.18νηυσὶν ἔπι γλαφυρῇσιν ὑπερβασίης ἕνεκα σφῆς; 16.19ἐξαύδα, μὴ κεῦθε νόῳ, ἵνα εἴδομεν ἄμφω. 16.20τὸν δὲ βαρὺ στενάχων προσέφης Πατρόκλεες ἱππεῦ· 16.21ὦ Ἀχιλεῦ Πηλῆος υἱὲ μέγα φέρτατ̓ Ἀχαιῶν 16.22μὴ νεμέσα· τοῖον γὰρ ἄχος βεβίηκεν Ἀχαιούς. 16.23οἳ μὲν γὰρ δὴ πάντες, ὅσοι πάρος ἦσαν ἄριστοι, 16.24ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε. 16.25βέβληται μὲν ὃ Τυδεΐδης κρατερὸς Διομήδης, 16.26οὔτασται δ̓ Ὀδυσεὺς δουρικλυτὸς ἠδ̓ Ἀγαμέμνων, 16.27βέβληται δὲ καὶ Εὐρύπυλος κατὰ μηρὸν ὀϊστῷ. 16.28τοὺς μέν τ̓ ἰητροὶ πολυφάρμακοι ἀμφιπένονται 16.29ἕλκἐ ἀκειόμενοι· σὺ δ̓ ἀμήχανος ἔπλευ Ἀχιλλεῦ. 16.30μὴ ἐμέ γ̓ οὖν οὗτός γε λάβοι χόλος, ὃν σὺ φυλάσσεις 16.31αἰναρέτη· τί σευ ἄλλος ὀνήσεται ὀψίγονός περ 16.32αἴ κε μὴ Ἀργείοισιν ἀεικέα λοιγὸν ἀμύνῃς; 16.33νηλεές, οὐκ ἄρα σοί γε πατὴρ ἦν ἱππότα Πηλεύς, 16.34οὐ δὲ Θέτις μήτηρ· γλαυκὴ δέ σε τίκτε θάλασσα 16.35πέτραι τ̓ ἠλίβατοι, ὅτι τοι νόος ἐστὶν ἀπηνής. 16.36εἰ δέ τινα φρεσὶ σῇσι θεοπροπίην ἀλεείνεις 16.37καί τινά τοι πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ, 16.38ἀλλ̓ ἐμέ περ πρόες ὦχ̓, ἃμα δ̓ ἄλλον λαὸν ὄπασσον 16.39Μυρμιδόνων, ἤν πού τι φόως Δαναοῖσι γένωμαι. 16.40δὸς δέ μοι ὤμοιιν τὰ σὰ τεύχεα θωρηχθῆναι, 16.41αἴ κ̓ ἐμὲ σοὶ ἴσκοντες ἀπόσχωνται πολέμοιο 16.42Τρῶες, ἀναπνεύσωσι δ̓ Ἀρήϊοι υἷες Ἀχαιῶν 16.43τειρόμενοι· ὀλίγη δέ τ̓ ἀνάπνευσις πολέμοιο. 16.44ῥεῖα δέ κ̓ ἀκμῆτες κεκμηότας ἄνδρας ἀϋτῇ 16.45ὤσαιμεν προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων. 16.46ὣς φάτο λισσόμενος μέγα νήπιος· ἦ γὰρ ἔμελλεν 16.47οἷ αὐτῷ θάνατόν τε κακὸν καὶ κῆρα λιτέσθαι. 16.48τὸν δὲ μέγ̓ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· 16.49ὤ μοι διογενὲς Πατρόκλεες οἷον ἔειπες· 16.50οὔ τε θεοπροπίης ἐμπάζομαι ἥν τινα οἶδα, 16.51οὔτέ τί μοι πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ· 16.52ἀλλὰ τόδ̓ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει, 16.53ὁππότε δὴ τὸν ὁμοῖον ἀνὴρ ἐθέλῃσιν ἀμέρσαι 16.54καὶ γέρας ἂψ ἀφελέσθαι, ὅ τε κράτεϊ προβεβήκῃ· 16.55αἰνὸν ἄχος τό μοί ἐστιν, ἐπεὶ πάθον ἄλγεα θυμῷ. 16.56κούρην ἣν ἄρα μοι γέρας ἔξελον υἷες Ἀχαιῶν, 16.57δουρὶ δ̓ ἐμῷ κτεάτισσα πόλιν εὐτείχεα πέρσας, 16.58τὴν ἂψ ἐκ χειρῶν ἕλετο κρείων Ἀγαμέμνων 16.59Ἀτρεΐδης ὡς εἴ τιν̓ ἀτίμητον μετανάστην. 16.60ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν· οὐ δ̓ ἄρα πως ἦν 16.61ἀσπερχὲς κεχολῶσθαι ἐνὶ φρεσίν· ἤτοι ἔφην γε 16.62οὐ πρὶν μηνιθμὸν καταπαυσέμεν, ἀλλ̓ ὁπότ̓ ἂν δὴ 16.63νῆας ἐμὰς ἀφίκηται ἀϋτή τε πτόλεμός τε. 16.64τύνη δ̓ ὤμοιιν μὲν ἐμὰ κλυτὰ τεύχεα δῦθι, 16.65ἄρχε δὲ Μυρμιδόνεσσι φιλοπτολέμοισι μάχεσθαι, 16.66εἰ δὴ κυάνεον Τρώων νέφος ἀμφιβέβηκε 16.67νηυσὶν ἐπικρατέως, οἳ δὲ ῥηγμῖνι θαλάσσης 16.68κεκλίαται, χώρης ὀλίγην ἔτι μοῖραν ἔχοντες 16.69Ἀργεῖοι, Τρώων δὲ πόλις ἐπὶ πᾶσα βέβηκε 16.70θάρσυνος· οὐ γὰρ ἐμῆς κόρυθος λεύσσουσι μέτωπον 16.71ἐγγύθι λαμπομένης· τάχα κεν φεύγοντες ἐναύλους 16.72πλήσειαν νεκύων, εἴ μοι κρείων Ἀγαμέμνων 16.73ἤπια εἰδείη· νῦν δὲ στρατὸν ἀμφιμάχονται. 16.74οὐ γὰρ Τυδεΐδεω Διομήδεος ἐν παλάμῃσι 16.75μαίνεται ἐγχείη Δαναῶν ἀπὸ λοιγὸν ἀμῦναι· 16.76οὐ δέ πω Ἀτρεΐδεω ὀπὸς ἔκλυον αὐδήσαντος 16.77ἐχθρῆς ἐκ κεφαλῆς· ἀλλ̓ Ἕκτορος ἀνδροφόνοιο 16.78Τρωσὶ κελεύοντος περιάγνυται, οἳ δ̓ ἀλαλητῷ 16.79πᾶν πεδίον κατέχουσι μάχῃ νικῶντες Ἀχαιούς. 16.80ἀλλὰ καὶ ὧς Πάτροκλε νεῶν ἄπο λοιγὸν ἀμύνων 16.81ἔμπεσ̓ ἐπικρατέως, μὴ δὴ πυρὸς αἰθομένοιο 16.82νῆας ἐνιπρήσωσι, φίλον δ̓ ἀπὸ νόστον ἕλωνται. 16.83πείθεο δ̓ ὥς τοι ἐγὼ μύθου τέλος ἐν φρεσὶ θείω, 16.84ὡς ἄν μοι τιμὴν μεγάλην καὶ κῦδος ἄρηαι 16.85πρὸς πάντων Δαναῶν, ἀτὰρ οἳ περικαλλέα κούρην 16.86ἂψ ἀπονάσσωσιν, ποτὶ δ̓ ἀγλαὰ δῶρα πόρωσιν. 16.87ἐκ νηῶν ἐλάσας ἰέναι πάλιν· εἰ δέ κεν αὖ τοι 16.88δώῃ κῦδος ἀρέσθαι ἐρίγδουπος πόσις Ἥρης, 16.89μὴ σύ γ̓ ἄνευθεν ἐμεῖο λιλαίεσθαι πολεμίζειν 16.90Τρωσὶ φιλοπτολέμοισιν· ἀτιμότερον δέ με θήσεις· 16.91μὴ δ̓ ἐπαγαλλόμενος πολέμῳ καὶ δηϊοτῆτι 16.92Τρῶας ἐναιρόμενος προτὶ Ἴλιον ἡγεμονεύειν, 16.93μή τις ἀπ̓ Οὐλύμποιο θεῶν αἰειγενετάων 16.94ἐμβήῃ· μάλα τούς γε φιλεῖ ἑκάεργος Ἀπόλλων· 16.95ἀλλὰ πάλιν τρωπᾶσθαι, ἐπὴν φάος ἐν νήεσσι 16.96θήῃς, τοὺς δ̓ ἔτ̓ ἐᾶν πεδίον κάτα δηριάασθαι. 16.97αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον 16.98μήτέ τις οὖν Τρώων θάνατον φύγοι ὅσσοι ἔασι, 16.99μήτέ τις Ἀργείων, νῶϊν δ̓ ἐκδῦμεν ὄλεθρον, 16.100ὄφῤ οἶοι Τροίης ἱερὰ κρήδεμνα λύωμεν. 16.101ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον, 16.102Αἴας δ̓ οὐκ ἔτ̓ ἔμιμνε· βιάζετο γὰρ βελέεσσι· 16.103δάμνα μιν Ζηνός τε νόος καὶ Τρῶες ἀγαυοὶ 16.104βάλλοντες· δεινὴν δὲ περὶ κροτάφοισι φαεινὴ 16.105πήληξ βαλλομένη καναχὴν ἔχε, βάλλετο δ̓ αἰεὶ 16.106κὰπ φάλαῤ εὐποίηθ̓· ὃ δ̓ ἀριστερὸν ὦμον ἔκαμνεν 16.107ἔμπεδον αἰὲν ἔχων σάκος αἰόλον· οὐ δὲ δύναντο 16.108ἀμφ̓ αὐτῷ πελεμίξαι ἐρείδοντες βελέεσσιν. 16.109αἰεὶ δ̓ ἀργαλέῳ ἔχετ̓ ἄσθματι, κὰδ δέ οἱ ἱδρὼς 16.110πάντοθεν ἐκ μελέων πολὺς ἔρρεεν, οὐ δέ πῃ εἶχεν 16.111ἀμπνεῦσαι· πάντῃ δὲ κακὸν κακῷ ἐστήρικτο. 16.112ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματ̓ ἔχουσαι, 16.113ὅππως δὴ πρῶτον πῦρ ἔμπεσε νηυσὶν Ἀχαιῶν. 16.114Ἕκτωρ Αἴαντος δόρυ μείλινον ἄγχι παραστὰς 16.115πλῆξ̓ ἄορι μεγάλῳ αἰχμῆς παρὰ καυλὸν ὄπισθεν, 16.116ἀντικρὺ δ̓ ἀπάραξε· τὸ μὲν Τελαμώνιος Αἴας 16.117πῆλ̓ αὔτως ἐν χειρὶ κόλον δόρυ, τῆλε δ̓ ἀπ̓ αὐτοῦ 16.118αἰχμὴ χαλκείη χαμάδις βόμβησε πεσοῦσα. 16.119γνῶ δ̓ Αἴας κατὰ θυμὸν ἀμύμονα ῥίγησέν τε 16.120ἔργα θεῶν, ὅ ῥα πάγχυ μάχης ἐπὶ μήδεα κεῖρε 16.121Ζεὺς ὑψιβρεμέτης, Τρώεσσι δὲ βούλετο νίκην· 16.122χάζετο δ̓ ἐκ βελέων. τοὶ δ̓ ἔμβαλον ἀκάματον πῦρ 16.123νηῒ θοῇ· τῆς δ̓ αἶψα κατ̓ ἀσβέστη κέχυτο φλόξ. 16.124ὣς τὴν μὲν πρυμνὴν πῦρ ἄμφεπεν· αὐτὰρ Ἀχιλλεὺς 16.125μηρὼ πληξάμενος Πατροκλῆα προσέειπεν· 16.126ὄρσεο διογενὲς Πατρόκλεες ἱπποκέλευθε· 16.127λεύσσω δὴ παρὰ νηυσὶ πυρὸς δηΐοιο ἰωήν· 16.128μὴ δὴ νῆας ἕλωσι καὶ οὐκέτι φυκτὰ πέλωνται· 16.129δύσεο τεύχεα θᾶσσον, ἐγὼ δέ κε λαὸν ἀγείρω. 16.130ὣς φάτο, Πάτροκλος δὲ κορύσσετο νώροπι χαλκῷ. 16.131κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε 16.132καλάς, ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας· 16.133δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνε 16.134ποικίλον ἀστερόεντα ποδώκεος Αἰακίδαο. 16.135ἀμφὶ δ̓ ἄῤ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον 16.136χάλκεον, αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε· 16.137κρατὶ δ̓ ἐπ̓ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν 16.138ἵππουριν· δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν. 16.139εἵλετο δ̓ ἄλκιμα δοῦρε, τά οἱ παλάμηφιν ἀρήρει. 16.140ἔγχος δ̓ οὐχ ἕλετ̓ οἶον ἀμύμονος Αἰακίδαο 16.141βριθὺ μέγα στιβαρόν· τὸ μὲν οὐ δύνατ̓ ἄλλος Ἀχαιῶν 16.142πάλλειν, ἀλλά μιν οἶος ἐπίστατο πῆλαι Ἀχιλλεὺς 16.143Πηλιάδα μελίην, τὴν πατρὶ φίλῳ πόρε Χείρων 16.144Πηλίου ἐκ κορυφῆς, φόνον ἔμμεναι ἡρώεσσιν. 16.145ἵππους δ̓ Αὐτομέδοντα θοῶς ζευγνῦμεν ἄνωγε, 16.146τὸν μετ̓ Ἀχιλλῆα ῥηξήνορα τῖε μάλιστα, 16.147πιστότατος δέ οἱ ἔσκε μάχῃ ἔνι μεῖναι ὁμοκλήν. 16.148τῷ δὲ καὶ Αὐτομέδων ὕπαγε ζυγὸν ὠκέας ἵππους 16.149Ξάνθον καὶ Βαλίον, τὼ ἅμα πνοιῇσι πετέσθην, 16.150τοὺς ἔτεκε Ζεφύρῳ ἀνέμῳ Ἅρπυια Ποδάργη 16.151βοσκομένη λειμῶνι παρὰ ῥόον Ὠκεανοῖο. 16.152ἐν δὲ παρηορίῃσιν ἀμύμονα Πήδασον ἵει, 16.153τόν ῥά ποτ̓ Ἠετίωνος ἑλὼν πόλιν ἤγαγ̓ Ἀχιλλεύς, 16.154ὃς καὶ θνητὸς ἐὼν ἕπεθ̓ ἵπποις ἀθανάτοισι. 16.155Μυρμιδόνας δ̓ ἄῤ ἐποιχόμενος θώρηξεν Ἀχιλλεὺς 16.156πάντας ἀνὰ κλισίας σὺν τεύχεσιν· οἳ δὲ λύκοι ὣς 16.157ὠμοφάγοι, τοῖσίν τε περὶ φρεσὶν ἄσπετος ἀλκή, 16.158οἵ τ̓ ἔλαφον κεραὸν μέγαν οὔρεσι δῃώσαντες 16.159δάπτουσιν· πᾶσιν δὲ παρήϊον αἵματι φοινόν· 16.160καί τ̓ ἀγεληδὸν ἴασιν ἀπὸ κρήνης μελανύδρου 16.161λάψοντες γλώσσῃσιν ἀραιῇσιν μέλαν ὕδωρ 16.162ἄκρον ἐρευγόμενοι φόνον αἵματος· ἐν δέ τε θυμὸς 16.163στήθεσιν ἄτρομός ἐστι, περιστένεται δέ τε γαστήρ· 16.164τοῖοι Μυρμιδόνων ἡγήτορες ἠδὲ μέδοντες 16.165ἀμφ̓ ἀγαθὸν θεράποντα ποδώκεος Αἰακίδαο 16.166ῥώοντ̓· ἐν δ̓ ἄρα τοῖσιν ἀρήϊος ἵστατ̓ Ἀχιλλεύς, 16.167ὀτρύνων ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας. 16.168πεντήκοντ̓ ἦσαν νῆες θοαί, ᾗσιν Ἀχιλλεὺς 16.169ἐς Τροίην ἡγεῖτο Διῒ φίλος· ἐν δὲ ἑκάστῃ 16.170πεντήκοντ̓ ἔσαν ἄνδρες ἐπὶ κληῗσιν ἑταῖροι· 16.171πέντε δ̓ ἄῤ ἡγεμόνας ποιήσατο τοῖς ἐπεποίθει 16.172σημαίνειν· αὐτὸς δὲ μέγα κρατέων ἤνασσε. 16.173τῆς μὲν ἰῆς στιχὸς ἦρχε Μενέσθιος αἰολοθώρηξ 16.174υἱὸς Σπερχειοῖο διιπετέος ποταμοῖο· 16.175ὃν τέκε Πηλῆος θυγάτηρ καλὴ Πολυδώρη 16.176Σπερχειῷ ἀκάμαντι γυνὴ θεῷ εὐνηθεῖσα, 16.177αὐτὰρ ἐπίκλησιν Βώρῳ Περιήρεος υἷι, 16.178ὅς ῥ̓ ἀναφανδὸν ὄπυιε πορὼν ἀπερείσια ἕδνα. 16.179τῆς δ̓ ἑτέρης Εὔδωρος ἀρήϊος ἡγεμόνευε 16.180παρθένιος, τὸν ἔτικτε χορῷ καλὴ Πολυμήλη 16.181Φύλαντος θυγάτηρ· τῆς δὲ κρατὺς ἀργεϊφόντης 16.182ἠράσατ̓, ὀφθαλμοῖσιν ἰδὼν μετὰ μελπομένῃσιν 16.183ἐν χορῷ Ἀρτέμιδος χρυσηλακάτου κελαδεινῆς. 16.184αὐτίκα δ̓ εἰς ὑπερῷ̓ ἀναβὰς παρελέξατο λάθρῃ 16.185Ἑρμείας ἀκάκητα, πόρεν δέ οἱ ἀγλαὸν υἱὸν 16.186Εὔδωρον πέρι μὲν θείειν ταχὺν ἠδὲ μαχητήν. 16.187αὐτὰρ ἐπεὶ δὴ τόν γε μογοστόκος Εἰλείθυια 16.188ἐξάγαγε πρὸ φόως δὲ καὶ ἠελίου ἴδεν αὐγάς, 16.189τὴν μὲν Ἐχεκλῆος κρατερὸν μένος Ἀκτορίδαο 16.190ἠγάγετο πρὸς δώματ̓, ἐπεὶ πόρε μυρία ἕδνα, 16.191τὸν δ̓ ὃ γέρων Φύλας εὖ ἔτρεφεν ἠδ̓ ἀτίταλλεν 16.192ἀμφαγαπαζόμενος ὡς εἴ θ̓ ἑὸν υἱὸν ἐόντα. 16.193τῆς δὲ τρίτης Πείσανδρος ἀρήϊος ἡγεμόνευε 16.194Μαιμαλίδης, ὃς πᾶσι μετέπρεπε Μυρμιδόνεσσιν 16.195ἔγχεϊ μάρνασθαι μετὰ Πηλεΐωνος ἑταῖρον. 16.196τῆς δὲ τετάρτης ἦρχε γέρων ἱππηλάτα Φοῖνιξ, 16.197πέμπτης δ̓ Ἀλκιμέδων Λαέρκεος υἱὸς ἀμύμων. 16.198αὐτὰρ ἐπεὶ δὴ πάντας ἅμ̓ ἡγεμόνεσσιν Ἀχιλλεὺς 16.199στῆσεν ἐῢ κρίνας, κρατερὸν δ̓ ἐπὶ μῦθον ἔτελλε· 16.200Μυρμιδόνες μή τίς μοι ἀπειλάων λελαθέσθω, 16.201ἃς ἐπὶ νηυσὶ θοῇσιν ἀπειλεῖτε Τρώεσσι 16.202πάνθ̓ ὑπὸ μηνιθμόν, καί μ̓ ᾐτιάασθε ἕκαστος· 16.203σχέτλιε Πηλέος υἱὲ χόλῳ ἄρα σ̓ ἔτρεφε μήτηρ, 16.204νηλεές, ὃς παρὰ νηυσὶν ἔχεις ἀέκοντας ἑταίρους· 16.205οἴκαδέ περ σὺν νηυσὶ νεώμεθα ποντοπόροισιν 16.206αὖτις, ἐπεί ῥά τοι ὧδε κακὸς χόλος ἔμπεσε θυμῷ. 16.207ταῦτά μ̓ ἀγειρόμενοι θάμ̓ ἐβάζετε· νῦν δὲ πέφανται 16.208φυλόπιδος μέγα ἔργον, ἕης τὸ πρίν γ̓ ἐράασθε. 16.209ἔνθά τις ἄλκιμον ἦτορ ἔχων Τρώεσσι μαχέσθω. 16.210ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου. 16.211μᾶλλον δὲ στίχες ἄρθεν, ἐπεὶ βασιλῆος ἄκουσαν. 16.212ὡς δ̓ ὅτε τοῖχον ἀνὴρ ἀράρῃ πυκινοῖσι λίθοισι 16.213δώματος ὑψηλοῖο βίας ἀνέμων ἀλεείνων, 16.214ὣς ἄραρον κόρυθές τε καὶ ἀσπίδες ὀμφαλόεσσαι. 16.215ἀσπὶς ἄῤ ἀσπίδ̓ ἔρειδε, κόρυς κόρυν, ἀνέρα δ̓ ἀνήρ· 16.216ψαῦον δ̓ ἱππόκομοι κόρυθες λαμπροῖσι φάλοισι 16.217νευόντων, ὡς πυκνοὶ ἐφέστασαν ἀλλήλοισι. 16.218πάντων δὲ προπάροιθε δύ̓ ἀνέρε θωρήσσοντο 16.219Πάτροκλός τε καὶ Αὐτομέδων ἕνα θυμὸν ἔχοντες 16.220πρόσθεν Μυρμιδόνων πολεμιζέμεν. αὐτὰρ Ἀχιλλεὺς 16.221βῆ ῥ̓ ἴμεν ἐς κλισίην, χηλοῦ δ̓ ἀπὸ πῶμ̓ ἀνέῳγε 16.222καλῆς δαιδαλέης, τήν οἱ Θέτις ἀργυρόπεζα 16.223θῆκ̓ ἐπὶ νηὸς ἄγεσθαι ἐῢ πλήσασα χιτώνων 16.224χλαινάων τ̓ ἀνεμοσκεπέων οὔλων τε ταπήτων. 16.225ἔνθα δέ οἱ δέπας ἔσκε τετυγμένον, οὐ δέ τις ἄλλος 16.226οὔ τ̓ ἀνδρῶν πίνεσκεν ἀπ̓ αὐτοῦ αἴθοπα οἶνον, 16.227οὔτέ τεῳ σπένδεσκε θεῶν, ὅτε μὴ Διὶ πατρί. 16.228τό ῥα τότ̓ ἐκ χηλοῖο λαβὼν ἐκάθηρε θεείῳ 16.229πρῶτον, ἔπειτα δ̓ ἔνιψ̓ ὕδατος καλῇσι ῥοῇσι, 16.230νίψατο δ̓ αὐτὸς χεῖρας, ἀφύσσατο δ̓ αἴθοπα οἶνον. 16.231εὔχετ̓ ἔπειτα στὰς μέσῳ ἕρκεϊ, λεῖβε δὲ οἶνον 16.232οὐρανὸν εἰσανιδών· Δία δ̓ οὐ λάθε τερπικέραυνον· 16.233Ζεῦ ἄνα Δωδωναῖε Πελασγικὲ τηλόθι ναίων 16.234Δωδώνης μεδέων δυσχειμέρου, ἀμφὶ δὲ Σελλοὶ 16.235σοὶ ναίουσ̓ ὑποφῆται ἀνιπτόποδες χαμαιεῦναι, 16.236ἠμὲν δή ποτ̓ ἐμὸν ἔπος ἔκλυες εὐξαμένοιο, 16.237τίμησας μὲν ἐμέ, μέγα δ̓ ἴψαο λαὸν Ἀχαιῶν, 16.238ἠδ̓ ἔτι καὶ νῦν μοι τόδ̓ ἐπικρήηνον ἐέλδωρ· 16.239αὐτὸς μὲν γὰρ ἐγὼ μενέω νηῶν ἐν ἀγῶνι, 16.240ἀλλ̓ ἕταρον πέμπω πολέσιν μετὰ Μυρμιδόνεσσι 16.241μάρνασθαι· τῷ κῦδος ἅμα πρόες εὐρύοπα Ζεῦ, 16.242θάρσυνον δέ οἱ ἦτορ ἐνὶ φρεσίν, ὄφρα καὶ Ἕκτωρ 16.243εἴσεται ἤ ῥα καὶ οἶος ἐπίστηται πολεμίζειν 16.244ἡμέτερος θεράπων, ἦ οἱ τότε χεῖρες ἄαπτοι 16.245μαίνονθ̓, ὁππότ̓ ἐγώ περ ἴω μετὰ μῶλον Ἄρηος. 16.246αὐτὰρ ἐπεί κ̓ ἀπὸ ναῦφι μάχην ἐνοπήν τε δίηται, 16.247ἀσκηθής μοι ἔπειτα θοὰς ἐπὶ νῆας ἵκοιτο 16.248τεύχεσί τε ξὺν πᾶσι καὶ ἀγχεμάχοις ἑτάροισιν. 16.249ὣς ἔφατ̓ εὐχόμενος, τοῦ δ̓ ἔκλυε μητίετα Ζεύς. 16.250τῷ δ̓ ἕτερον μὲν ἔδωκε πατήρ, ἕτερον δ̓ ἀνένευσε· 16.251νηῶν μέν οἱ ἀπώσασθαι πόλεμόν τε μάχην τε 16.252δῶκε, σόον δ̓ ἀνένευσε μάχης ἐξαπονέεσθαι. 16.253ἤτοι ὃ μὲν σπείσας τε καὶ εὐξάμενος Διὶ πατρὶ 16.254ἂψ κλισίην εἰσῆλθε, δέπας δ̓ ἀπέθηκ̓ ἐνὶ χηλῷ, 16.255στῆ δὲ πάροιθ̓ ἐλθὼν κλισίης, ἔτι δ̓ ἤθελε θυμῷ 16.256εἰσιδέειν Τρώων καὶ Ἀχαιῶν φύλοπιν αἰνήν. 16.257οἳ δ̓ ἅμα Πατρόκλῳ μεγαλήτορι θωρηχθέντες 16.258ἔστιχον, ὄφῤ ἐν Τρωσὶ μέγα φρονέοντες ὄρουσαν. 16.259αὐτίκα δὲ σφήκεσσιν ἐοικότες ἐξεχέοντο 16.260εἰνοδίοις, οὓς παῖδες ἐριδμαίνωσιν ἔθοντες 16.261αἰεὶ κερτομέοντες ὁδῷ ἔπι οἰκί̓ ἔχοντας 16.262νηπίαχοι· ξυνὸν δὲ κακὸν πολέεσσι τιθεῖσι. 16.263τοὺς δ̓ εἴ περ παρά τίς τε κιὼν ἄνθρωπος ὁδίτης 16.264κινήσῃ ἀέκων, οἳ δ̓ ἄλκιμον ἦτορ ἔχοντες 16.265πρόσσω πᾶς πέτεται καὶ ἀμύνει οἷσι τέκεσσι. 16.266τῶν τότε Μυρμιδόνες κραδίην καὶ θυμὸν ἔχοντες 16.267ἐκ νηῶν ἐχέοντο· βοὴ δ̓ ἄσβεστος ὀρώρει. 16.268Πάτροκλος δ̓ ἑτάροισιν ἐκέκλετο μακρὸν ἀΰσας· 16.269Μυρμιδόνες ἕταροι Πηληϊάδεω Ἀχιλῆος 16.270ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς, 16.271ὡς ἂν Πηλεΐδην τιμήσομεν, ὃς μέγ̓ ἄριστος 16.272Ἀργείων παρὰ νηυσὶ καὶ ἀγχέμαχοι θεράποντες, 16.273γνῷ δὲ καὶ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων 16.274ἣν ἄτην, ὅ τ̓ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισεν. 16.275ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου, 16.276ἐν δ̓ ἔπεσον Τρώεσσιν ἀολλέες· ἀμφὶ δὲ νῆες 16.277σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπ̓ Ἀχαιῶν. 16.278Τρῶες δ̓ ὡς εἴδοντο Μενοιτίου ἄλκιμον υἱὸν 16.279αὐτὸν καὶ θεράποντα σὺν ἔντεσι μαρμαίροντας, 16.280πᾶσιν ὀρίνθη θυμός, ἐκίνηθεν δὲ φάλαγγες 16.281ἐλπόμενοι παρὰ ναῦφι ποδώκεα Πηλεΐωνα 16.282μηνιθμὸν μὲν ἀπορρῖψαι, φιλότητα δ̓ ἑλέσθαι· 16.283πάπτηνεν δὲ ἕκαστος ὅπῃ φύγοι αἰπὺν ὄλεθρον. 16.284Πάτροκλος δὲ πρῶτος ἀκόντισε δουρὶ φαεινῷ 16.285ἀντικρὺ κατὰ μέσσον, ὅθι πλεῖστοι κλονέοντο, 16.286νηῒ πάρα πρυμνῇ μεγαθύμου Πρωτεσιλάου, 16.287καὶ βάλε Πυραίχμην, ὃς Παίονας ἱπποκορυστὰς 16.288ἤγαγεν ἐξ Ἀμυδῶνος ἀπ̓ Ἀξιοῦ εὐρὺ ῥέοντος· 16.289τὸν βάλε δεξιὸν ὦμον· ὃ δ̓ ὕπτιος ἐν κονίῃσι 16.290κάππεσεν οἰμώξας, ἕταροι δέ μιν ἀμφεφόβηθεν 16.291Παίονες· ἐν γὰρ Πάτροκλος φόβον ἧκεν ἅπασιν 16.292ἡγεμόνα κτείνας, ὃς ἀριστεύεσκε μάχεσθαι. 16.293ἐκ νηῶν δ̓ ἔλασεν, κατὰ δ̓ ἔσβεσεν αἰθόμενον πῦρ. 16.294ἡμιδαὴς δ̓ ἄρα νηῦς λίπετ̓ αὐτόθι· τοὶ δὲ φόβηθεν 16.295Τρῶες θεσπεσίῳ ὁμάδῳ· Δαναοὶ δ̓ ἐπέχυντο 16.296νῆας ἀνὰ γλαφυράς· ὅμαδος δ̓ ἀλίαστος ἐτύχθη. 16.297ὡς δ̓ ὅτ̓ ἀφ̓ ὑψηλῆς κορυφῆς ὄρεος μεγάλοιο 16.298κινήσῃ πυκινὴν νεφέλην στεροπηγερέτα Ζεύς, 16.299ἔκ τ̓ ἔφανεν πᾶσαι σκοπιαὶ καὶ πρώονες ἄκροι 16.300καὶ νάπαι, οὐρανόθεν δ̓ ἄῤ ὑπερράγη ἄσπετος αἰθήρ, 16.301ὣς Δαναοὶ νηῶν μὲν ἀπωσάμενοι δήϊον πῦρ 16.302τυτθὸν ἀνέπνευσαν, πολέμου δ̓ οὐ γίγνετ̓ ἐρωή· 16.303οὐ γάρ πώ τι Τρῶες ἀρηϊφίλων ὑπ̓ Ἀχαιῶν 16.304προτροπάδην φοβέοντο μελαινάων ἀπὸ νηῶν, 16.305ἀλλ̓ ἔτ̓ ἄῤ ἀνθίσταντο, νεῶν δ̓ ὑπόεικον ἀνάγκῃ. 16.306ἔνθα δ̓ ἀνὴρ ἕλεν ἄνδρα κεδασθείσης ὑσμίνης 16.307ἡγεμόνων. πρῶτος δὲ Μενοιτίου ἄλκιμος υἱὸς 16.308αὐτίκ̓ ἄρα στρεφθέντος Ἀρηϊλύκου βάλε μηρὸν 16.309ἔγχεϊ ὀξυόεντι, διὰ πρὸ δὲ χαλκὸν ἔλασσε· 16.310ῥῆξεν δ̓ ὀστέον ἔγχος, ὃ δὲ πρηνὴς ἐπὶ γαίῃ 16.311κάππεσ̓· ἀτὰρ Μενέλαος ἀρήϊος οὖτα Θόαντα 16.312στέρνον γυμνωθέντα παῤ ἀσπίδα, λῦσε δὲ γυῖα. 16.313Φυλεΐδης δ̓ Ἄμφικλον ἐφορμηθέντα δοκεύσας 16.314ἔφθη ὀρεξάμενος πρυμνὸν σκέλος, ἔνθα πάχιστος 16.315μυὼν ἀνθρώπου πέλεται· περὶ δ̓ ἔγχεος αἰχμῇ 16.316νεῦρα διεσχίσθη· τὸν δὲ σκότος ὄσσε κάλυψε. 16.317Νεστορίδαι δ̓ ὃ μὲν οὔτασ̓ Ἀτύμνιον ὀξέϊ δουρὶ 16.318Ἀντίλοχος, λαπάρης δὲ διήλασε χάλκεον ἔγχος· 16.319ἤριπε δὲ προπάροιθε. Μάρις δ̓ αὐτοσχεδὰ δουρὶ 16.320Ἀντιλόχῳ ἐπόρουσε κασιγνήτοιο χολωθεὶς 16.321στὰς πρόσθεν νέκυος· τοῦ δ̓ ἀντίθεος Θρασυμήδης 16.322ἔφθη ὀρεξάμενος πρὶν οὐτάσαι, οὐ δ̓ ἀφάμαρτεν, 16.323ὦμον ἄφαρ· πρυμνὸν δὲ βραχίονα δουρὸς ἀκωκὴ 16.324δρύψ̓ ἀπὸ μυώνων, ἀπὸ δ̓ ὀστέον ἄχρις ἄραξε· 16.325δούπησεν δὲ πεσών, κατὰ δὲ σκότος ὄσσε κάλυψεν. 16.326ὣς τὼ μὲν δοιοῖσι κασιγνήτοισι δαμέντε 16.327βήτην εἰς Ἔρεβος Σαρπηδόνος ἐσθλοὶ ἑταῖροι 16.328υἷες ἀκοντισταὶ Ἀμισωδάρου, ὅς ῥα Χίμαιραν 16.329θρέψεν ἀμαιμακέτην πολέσιν κακὸν ἀνθρώποισιν. 16.330Αἴας δὲ Κλεόβουλον Ὀϊλιάδης ἐπορούσας 16.331ζωὸν ἕλε βλαφθέντα κατὰ κλόνον· ἀλλά οἱ αὖθι 16.332λῦσε μένος πλήξας ξίφει αὐχένα κωπήεντι. 16.333πᾶν δ̓ ὑπεθερμάνθη ξίφος αἵματι· τὸν δὲ κατ̓ ὄσσε 16.334ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή. 16.335Πηνέλεως δὲ Λύκων τε συνέδραμον· ἔγχεσι μὲν γὰρ 16.336ἤμβροτον ἀλλήλων, μέλεον δ̓ ἠκόντισαν ἄμφω· 16.337τὼ δ̓ αὖτις ξιφέεσσι συνέδραμον. ἔνθα Λύκων μὲν 16.338ἱπποκόμου κόρυθος φάλον ἤλασεν, ἀμφὶ δὲ καυλὸν 16.339φάσγανον ἐρραίσθη· ὃ δ̓ ὑπ̓ οὔατος αὐχένα θεῖνε 16.340Πηνέλεως, πᾶν δ̓ εἴσω ἔδυ ξίφος, ἔσχεθε δ̓ οἶον 16.341δέρμα, παρηέρθη δὲ κάρη, ὑπέλυντο δὲ γυῖα. 16.342Μηριόνης δ̓ Ἀκάμαντα κιχεὶς ποσὶ καρπαλίμοισι 16.343νύξ̓ ἵππων ἐπιβησόμενον κατὰ δεξιὸν ὦμον· 16.344ἤριπε δ̓ ἐξ ὀχέων, κατὰ δ̓ ὀφθαλμῶν κέχυτ̓ ἀχλύς. 16.345Ἰδομενεὺς δ̓ Ἐρύμαντα κατὰ στόμα νηλέϊ χαλκῷ 16.346νύξε· τὸ δ̓ ἀντικρὺ δόρυ χάλκεον ἐξεπέρησε 16.347νέρθεν ὑπ̓ ἐγκεφάλοιο, κέασσε δ̓ ἄῤ ὀστέα λευκά· 16.348ἐκ δ̓ ἐτίναχθεν ὀδόντες, ἐνέπλησθεν δέ οἱ ἄμφω 16.349αἵματος ὀφθαλμοί· τὸ δ̓ ἀνὰ στόμα καὶ κατὰ ῥῖνας 16.350πρῆσε χανών· θανάτου δὲ μέλαν νέφος ἀμφεκάλυψεν. 16.351οὗτοι ἄῤ ἡγεμόνες Δαναῶν ἕλον ἄνδρα ἕκαστος. 16.352ὡς δὲ λύκοι ἄρνεσσιν ἐπέχραον ἢ ἐρίφοισι 16.353σίνται ὑπ̓ ἐκ μήλων αἱρεύμενοι, αἵ τ̓ ἐν ὄρεσσι 16.354ποιμένος ἀφραδίῃσι διέτμαγεν· οἳ δὲ ἰδόντες 16.355αἶψα διαρπάζουσιν ἀνάλκιδα θυμὸν ἐχούσας· 16.356ὣς Δαναοὶ Τρώεσσιν ἐπέχραον· οἳ δὲ φόβοιο 16.357δυσκελάδου μνήσαντο, λάθοντο δὲ θούριδος ἀλκῆς. 16.358Αἴας δ̓ ὃ μέγας αἰὲν ἐφ̓ Ἕκτορι χαλκοκορυστῇ 16.359ἵετ̓ ἀκοντίσσαι· ὃ δὲ ἰδρείῃ πολέμοιο 16.360ἀσπίδι ταυρείῃ κεκαλυμμένος εὐρέας ὤμους 16.361σκέπτετ̓ ὀϊστῶν τε ῥοῖζον καὶ δοῦπον ἀκόντων. 16.362ἦ μὲν δὴ γίγνωσκε μάχης ἑτεραλκέα νίκην· 16.363ἀλλὰ καὶ ὧς ἀνέμιμνε, σάω δ̓ ἐρίηρας ἑταίρους. 16.364ὡς δ̓ ὅτ̓ ἀπ̓ Οὐλύμπου νέφος ἔρχεται οὐρανὸν εἴσω 16.365αἰθέρος ἐκ δίης, ὅτε τε Ζεὺς λαίλαπα τείνῃ, 16.366ὣς τῶν ἐκ νηῶν γένετο ἰαχή τε φόβος τε, 16.367οὐ δὲ κατὰ μοῖραν πέραον πάλιν. Ἕκτορα δ̓ ἵπποι 16.368ἔκφερον ὠκύποδες σὺν τεύχεσι, λεῖπε δὲ λαὸν 16.369Τρωϊκόν, οὓς ἀέκοντας ὀρυκτὴ τάφρος ἔρυκε. 16.370πολλοὶ δ̓ ἐν τάφρῳ ἐρυσάρματες ὠκέες ἵπποι 16.371ἄξαντ̓ ἐν πρώτῳ ῥυμῷ λίπον ἅρματ̓ ἀνάκτων, 16.372Πάτροκλος δ̓ ἕπετο σφεδανὸν Δαναοῖσι κελεύων 16.373Τρωσὶ κακὰ φρονέων· οἳ δὲ ἰαχῇ τε φόβῳ τε 16.374πάσας πλῆσαν ὁδούς, ἐπεὶ ἂρ τμάγεν· ὕψι δ̓ ἀέλλη 16.375σκίδναθ̓ ὑπὸ νεφέων, τανύοντο δὲ μώνυχες ἵπποι 16.376ἄψορρον προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων. 16.377Πάτροκλος δ̓ ᾗ πλεῖστον ὀρινόμενον ἴδε λαόν, 16.378τῇ ῥ̓ ἔχ̓ ὁμοκλήσας· ὑπὸ δ̓ ἄξοσι φῶτες ἔπιπτον 16.379πρηνέες ἐξ ὀχέων, δίφροι δ̓ ἀνακυμβαλίαζον. 16.380ἀντικρὺ δ̓ ἄρα τάφρον ὑπέρθορον ὠκέες ἵπποι 16.381ἄμβροτοι, οὓς Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα, 16.382πρόσσω ἱέμενοι, ἐπὶ δ̓ Ἕκτορι κέκλετο θυμός· 16.383ἵετο γὰρ βαλέειν· τὸν δ̓ ἔκφερον ὠκέες ἵπποι. 16.384ὡς δ̓ ὑπὸ λαίλαπι πᾶσα κελαινὴ βέβριθε χθὼν 16.385ἤματ̓ ὀπωρινῷ, ὅτε λαβρότατον χέει ὕδωρ 16.386Ζεύς, ὅτε δή ῥ̓ ἄνδρεσσι κοτεσσάμενος χαλεπήνῃ, 16.387οἳ βίῃ εἰν ἀγορῇ σκολιὰς κρίνωσι θέμιστας, 16.388ἐκ δὲ δίκην ἐλάσωσι θεῶν ὄπιν οὐκ ἀλέγοντες· 16.389τῶν δέ τε πάντες μὲν ποταμοὶ πλήθουσι ῥέοντες, 16.390πολλὰς δὲ κλιτῦς τότ̓ ἀποτμήγουσι χαράδραι, 16.391ἐς δ̓ ἅλα πορφυρέην μεγάλα στενάχουσι ῥέουσαι 16.392ἐξ ὀρέων ἐπικάρ, μινύθει δέ τε ἔργ̓ ἀνθρώπων· 16.393ὣς ἵπποι Τρῳαὶ μεγάλα στενάχοντο θέουσαι. 16.394Πάτροκλος δ̓ ἐπεὶ οὖν πρώτας ἐπέκερσε φάλαγγας, 16.395ἂψ ἐπὶ νῆας ἔεργε παλιμπετές, οὐ δὲ πόληος 16.396εἴα ἱεμένους ἐπιβαινέμεν, ἀλλὰ μεσηγὺ 16.397νηῶν καὶ ποταμοῦ καὶ τείχεος ὑψηλοῖο 16.398κτεῖνε μεταΐσσων, πολέων δ̓ ἀπετίνυτο ποινήν. 16.399ἔνθ̓ ἤτοι Πρόνοον πρῶτον βάλε δουρὶ φαεινῷ 16.400στέρνον γυμνωθέντα παῤ ἀσπίδα, λῦσε δὲ γυῖα· 16.401δούπησεν δὲ πεσών· ὃ δὲ Θέστορα Ἤνοπος υἱὸν 16.402δεύτερον ὁρμηθείς· ὃ μὲν εὐξέστῳ ἐνὶ δίφρῳ 16.403ἧστο ἀλείς· ἐκ γὰρ πλήγη φρένας, ἐκ δ̓ ἄρα χειρῶν 16.404ἡνία ἠΐχθησαν· ὃ δ̓ ἔγχεϊ νύξε παραστὰς 16.405γναθμὸν δεξιτερόν, διὰ δ̓ αὐτοῦ πεῖρεν ὀδόντων, 16.406ἕλκε δὲ δουρὸς ἑλὼν ὑπὲρ ἄντυγος, ὡς ὅτε τις φὼς 16.407πέτρῃ ἔπι προβλῆτι καθήμενος ἱερὸν ἰχθὺν 16.408ἐκ πόντοιο θύραζε λίνῳ καὶ ἤνοπι χαλκῷ· 16.409ὣς ἕλκ̓ ἐκ δίφροιο κεχηνότα δουρὶ φαεινῷ, 16.410κὰδ δ̓ ἄῤ ἐπὶ στόμ̓ ἔωσε· πεσόντα δέ μιν λίπε θυμός. 16.411αὐτὰρ ἔπειτ̓ Ἐρύλαον ἐπεσσύμενον βάλε πέτρῳ 16.412μέσσην κὰκ κεφαλήν· ἣ δ̓ ἄνδιχα πᾶσα κεάσθη 16.413ἐν κόρυθι βριαρῇ· ὃ δ̓ ἄρα πρηνὴς ἐπὶ γαίῃ 16.414κάππεσεν, ἀμφὶ δέ μιν θάνατος χύτο θυμοραϊστής. 16.415αὐτὰρ ἔπειτ̓ Ἐρύμαντα καὶ Ἀμφοτερὸν καὶ Ἐπάλτην 16.416Τληπόλεμόν τε Δαμαστορίδην Ἐχίον τε Πύριν τε 16.417Ἰφέα τ̓ Εὔιππόν τε καὶ Ἀργεάδην Πολύμηλον 16.418πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ. 16.419Σαρπηδὼν δ̓ ὡς οὖν ἴδ̓ ἀμιτροχίτωνας ἑταίρους 16.420χέρσ̓ ὕπο Πατρόκλοιο Μενοιτιάδαο δαμέντας, 16.421κέκλετ̓ ἄῤ ἀντιθέοισι καθαπτόμενος Λυκίοισιν· 16.422αἰδὼς ὦ Λύκιοι· πόσε φεύγετε; νῦν θοοὶ ἔστε. 16.423ἀντήσω γὰρ ἐγὼ τοῦδ̓ ἀνέρος, ὄφρα δαείω 16.424ὅς τις ὅδε κρατέει καὶ δὴ κακὰ πολλὰ ἔοργε 16.425Τρῶας, ἐπεὶ πολλῶν τε καὶ ἐσθλῶν γούνατ̓ ἔλυσεν. 16.426ἦ ῥα, καὶ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε. 16.427Πάτροκλος δ̓ ἑτέρωθεν ἐπεὶ ἴδεν ἔκθορε δίφρου. 16.428οἳ δ̓ ὥς τ̓ αἰγυπιοὶ γαμψώνυχες ἀγκυλοχεῖλαι 16.429πέτρῃ ἐφ̓ ὑψηλῇ μεγάλα κλάζοντε μάχωνται, 16.430ὣς οἳ κεκλήγοντες ἐπ̓ ἀλλήλοισιν ὄρουσαν. 16.431τοὺς δὲ ἰδὼν ἐλέησε Κρόνου πάϊς ἀγκυλομήτεω, 16.432Ἥρην δὲ προσέειπε κασιγνήτην ἄλοχόν τε· 16.433ὤ μοι ἐγών, ὅ τέ μοι Σαρπηδόνα φίλτατον ἀνδρῶν 16.434μοῖῤ ὑπὸ Πατρόκλοιο Μενοιτιάδαο δαμῆναι. 16.435διχθὰ δέ μοι κραδίη μέμονε φρεσὶν ὁρμαίνοντι, 16.436ἤ μιν ζωὸν ἐόντα μάχης ἄπο δακρυοέσσης 16.437θείω ἀναρπάξας Λυκίης ἐν πίονι δήμῳ, 16.438ἦ ἤδη ὑπὸ χερσὶ Μενοιτιάδαο δαμάσσω. 16.439τὸν δ̓ ἠμείβετ̓ ἔπειτα βοῶπις πότνια Ἥρη· 16.440αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες. 16.441ἄνδρα θνητὸν ἐόντα πάλαι πεπρωμένον αἴσῃ 16.442ἂψ ἐθέλεις θανάτοιο δυσηχέος ἐξαναλῦσαι; 16.443ἔρδ̓· ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι. 16.444ἄλλο δέ τοι ἐρέω, σὺ δ̓ ἐνὶ φρεσὶ βάλλεο σῇσιν· 16.445αἴ κε ζὼν πέμψῃς Σαρπηδόνα ὃν δὲ δόμον δέ, 16.446φράζεο μή τις ἔπειτα θεῶν ἐθέλῃσι καὶ ἄλλος 16.447πέμπειν ὃν φίλον υἱὸν ἀπὸ κρατερῆς ὑσμίνης· 16.448πολλοὶ γὰρ περὶ ἄστυ μέγα Πριάμοιο μάχονται 16.449υἱέες ἀθανάτων, τοῖσιν κότον αἰνὸν ἐνήσεις. 16.450ἀλλ̓ εἴ τοι φίλος ἐστί, τεὸν δ̓ ὀλοφύρεται ἦτορ, 16.451ἤτοι μέν μιν ἔασον ἐνὶ κρατερῇ ὑσμίνῃ 16.452χέρσ̓ ὕπο Πατρόκλοιο Μενοιτιάδαο δαμῆναι· 16.453αὐτὰρ ἐπὴν δὴ τόν γε λίπῃ ψυχή τε καὶ αἰών, 16.454πέμπειν μιν θάνατόν τε φέρειν καὶ νήδυμον ὕπνον 16.455εἰς ὅ κε δὴ Λυκίης εὐρείης δῆμον ἵκωνται, 16.456ἔνθά ἑ ταρχύσουσι κασίγνητοί τε ἔται τε 16.457τύμβῳ τε στήλῃ τε· τὸ γὰρ γέρας ἐστὶ θανόντων. 16.458ὣς ἔφατ̓, οὐ δ̓ ἀπίθησε πατὴρ ἀνδρῶν τε θεῶν τε· 16.459αἱματοέσσας δὲ ψιάδας κατέχευεν ἔραζε 16.460παῖδα φίλον τιμῶν, τόν οἱ Πάτροκλος ἔμελλε 16.461φθίσειν ἐν Τροίῃ ἐριβώλακι τηλόθι πάτρης. 16.462οἳ δ̓ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ̓ ἀλλήλοισιν ἰόντες, 16.463ἔνθ̓ ἤτοι Πάτροκλος ἀγακλειτὸν Θρασύμηλον, 16.464ὅς ῥ̓ ἠῢς θεράπων Σαρπηδόνος ἦεν ἄνακτος, 16.465τὸν βάλε νείαιραν κατὰ γαστέρα, λῦσε δὲ γυῖα. 16.466Σαρπηδὼν δ̓ αὐτοῦ μὲν ἀπήμβροτε δουρὶ φαεινῷ 16.467δεύτερον ὁρμηθείς, ὃ δὲ Πήδασον οὔτασεν ἵππον 16.468ἔγχεϊ δεξιὸν ὦμον· ὃ δ̓ ἔβραχε θυμὸν ἀΐσθων, 16.469κὰδ δ̓ ἔπεσ̓ ἐν κονίῃσι μακών, ἀπὸ δ̓ ἔπτατο θυμός. 16.470τὼ δὲ διαστήτην, κρίκε δὲ ζυγόν, ἡνία δέ σφι 16.471σύγχυτ̓, ἐπεὶ δὴ κεῖτο παρήορος ἐν κονίῃσι. 16.472τοῖο μὲν Αὐτομέδων δουρικλυτὸς εὕρετο τέκμωρ· 16.473σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ 16.474ἀΐξας ἀπέκοψε παρήορον οὐ δ̓ ἐμάτησε· 16.475τὼ δ̓ ἰθυνθήτην, ἐν δὲ ῥυτῆρσι τάνυσθεν· 16.476τὼ δ̓ αὖτις συνίτην ἔριδος πέρι θυμοβόροιο. 16.477ἔνθ̓ αὖ Σαρπηδὼν μὲν ἀπήμβροτε δουρὶ φαεινῷ, 16.478Πατρόκλου δ̓ ὑπὲρ ὦμον ἀριστερὸν ἤλυθ̓ ἀκωκὴ 16.479ἔγχεος, οὐ δ̓ ἔβαλ̓ αὐτόν· ὃ δ̓ ὕστερος ὄρνυτο χαλκῷ 16.480Πάτροκλος· τοῦ δ̓ οὐχ ἅλιον βέλος ἔκφυγε χειρός, 16.481ἀλλ̓ ἔβαλ̓ ἔνθ̓ ἄρα τε φρένες ἔρχαται ἀμφ̓ ἁδινὸν κῆρ. 16.482ἤριπε δ̓ ὡς ὅτε τις δρῦς ἤριπεν ἢ ἀχερωῒς 16.483ἠὲ πίτυς βλωθρή, τήν τ̓ οὔρεσι τέκτονες ἄνδρες 16.484ἐξέταμον πελέκεσσι νεήκεσι νήϊον εἶναι· 16.485ὣς ὃ πρόσθ̓ ἵππων καὶ δίφρου κεῖτο τανυσθεὶς 16.486βεβρυχὼς κόνιος δεδραγμένος αἱματοέσσης. 16.487ἠΰτε ταῦρον ἔπεφνε λέων ἀγέληφι μετελθὼν 16.488αἴθωνα μεγάθυμον ἐν εἰλιπόδεσσι βόεσσι, 16.489ὤλετό τε στενάχων ὑπὸ γαμφηλῇσι λέοντος, 16.490ὣς ὑπὸ Πατρόκλῳ Λυκίων ἀγὸς ἀσπιστάων 16.491κτεινόμενος μενέαινε, φίλον δ̓ ὀνόμηνεν ἑταῖρον· 16.492Γλαῦκε πέπον πολεμιστὰ μετ̓ ἀνδράσι νῦν σε μάλα χρὴ 16.493αἰχμητήν τ̓ ἔμεναι καὶ θαρσαλέον πολεμιστήν· 16.494νῦν τοι ἐελδέσθω πόλεμος κακός, εἰ θοός ἐσσι. 16.495πρῶτα μὲν ὄτρυνον Λυκίων ἡγήτορας ἄνδρας 16.496πάντῃ ἐποιχόμενος Σαρπηδόνος ἀμφιμάχεσθαι· 16.497αὐτὰρ ἔπειτα καὶ αὐτὸς ἐμεῦ πέρι μάρναο χαλκῷ. 16.498σοὶ γὰρ ἐγὼ καὶ ἔπειτα κατηφείη καὶ ὄνειδος 16.499ἔσσομαι ἤματα πάντα διαμπερές, εἴ κέ μ̓ Ἀχαιοὶ 16.500τεύχεα συλήσωσι νεῶν ἐν ἀγῶνι πεσόντα. 16.501ἀλλ̓ ἔχεο κρατερῶς, ὄτρυνε