ILIAD Elucidated - Book 14
14.1Νέστορα δ̓ οὐκ ἔλαθεν ἰαχὴ πίνοντά περ ἔμπης, 14.2ἀλλ̓ Ἀσκληπιάδην ἔπεα πτερόεντα προσηύδα· 14.3φράζεο δῖε Μαχᾶον ὅπως ἔσται τάδε ἔργα· 14.4μείζων δὴ παρὰ νηυσὶ βοὴ θαλερῶν αἰζηῶν. 14.5ἀλλὰ σὺ μὲν νῦν πῖνε καθήμενος αἴθοπα οἶνον 14.6εἰς ὅ κε θερμὰ λοετρὰ ἐϋπλόκαμος Ἑκαμήδη 14.7θερμήνῃ καὶ λούσῃ ἄπο βρότον αἱματόεντα· 14.8αὐτὰρ ἐγὼν ἐλθὼν τάχα εἴσομαι ἐς περιωπήν. 14.9ὣς εἰπὼν σάκος εἷλε τετυγμένον υἷος ἑοῖο 14.10κείμενον ἐν κλισίῃ Θρασυμήδεος ἱπποδάμοιο 14.11χαλκῷ παμφαῖνον· ὃ δ̓ ἔχ̓ ἀσπίδα πατρὸς ἑοῖο. 14.12εἵλετο δ̓ ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ, 14.13στῆ δ̓ ἐκτὸς κλισίης, τάχα δ̓ εἴσιδεν ἔργον ἀεικὲς 14.14τοὺς μὲν ὀρινομένους, τοὺς δὲ κλονέοντας ὄπισθε 14.15Τρῶας ὑπερθύμους· ἐρέριπτο δὲ τεῖχος Ἀχαιῶν. 14.16ὡς δ̓ ὅτε πορφύρῃ πέλαγος μέγα κύματι κωφῷ 14.17ὀσσόμενον λιγέων ἀνέμων λαιψηρὰ κέλευθα 14.18αὔτως, οὐ δ̓ ἄρα τε προκυλίνδεται οὐδετέρωσε, 14.19πρίν τινα κεκριμένον καταβήμεναι ἐκ Διὸς οὖρον, 14.20ὣς ὃ γέρων ὅρμαινε δαϊζόμενος κατὰ θυμὸν 14.21διχθάδἰ, ἢ μεθ̓ ὅμιλον ἴοι Δαναῶν ταχυπώλων, 14.22ἦε μετ̓ Ἀτρεΐδην Ἀγαμέμνονα ποιμένα λαῶν. 14.23ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι 14.24βῆναι ἐπ̓ Ἀτρεΐδην. οἳ δ̓ ἀλλήλους ἐνάριζον 14.25μαρνάμενοι· λάκε δέ σφι περὶ χροῒ χαλκὸς ἀτειρὴς 14.26νυσσομένων ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισι. 14.27Νέστορι δὲ ξύμβληντο διοτρεφέες βασιλῆες 14.28πὰρ νηῶν ἀνιόντες ὅσοι βεβλήατο χαλκῷ 14.29Τυδεΐδης Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Ἀγαμέμνων. 14.30πολλὸν γάρ ῥ̓ ἀπάνευθε μάχης εἰρύατο νῆες 14.31θῖν̓ ἔφ̓ ἁλὸς πολιῆς· τὰς γὰρ πρώτας πεδίον δὲ 14.32εἴρυσαν, αὐτὰρ τεῖχος ἐπὶ πρύμνῃσιν ἔδειμαν. 14.33οὐ δὲ γὰρ οὐ δ̓ εὐρύς περ ἐὼν ἐδυνήσατο πάσας 14.34αἰγιαλὸς νῆας χαδέειν, στείνοντο δὲ λαοί· 14.35τώ ῥα προκρόσσας ἔρυσαν, καὶ πλῆσαν ἁπάσης 14.36ἠϊόνος στόμα μακρόν, ὅσον συνεέργαθον ἄκραι. 14.37τώ ῥ̓ οἵ γ̓ ὀψείοντες ἀϋτῆς καὶ πολέμοιο 14.38ἔγχει ἐρειδόμενοι κίον ἀθρόοι· ἄχνυτο δέ σφι 14.39θυμὸς ἐνὶ στήθεσσιν. ὃ δὲ ξύμβλητο γεραιὸς 14.40Νέστωρ, πτῆξε δὲ θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν. 14.41τὸν καὶ φωνήσας προσέφη κρείων Ἀγαμέμνων· 14.42ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν 14.43τίπτε λιπὼν πόλεμον φθισήνορα δεῦῤ ἀφικάνεις; 14.44δείδω μὴ δή μοι τελέσῃ ἔπος ὄβριμος Ἕκτωρ, 14.45ὥς ποτ̓ ἐπηπείλησεν ἐνὶ Τρώεσσ̓ ἀγορεύων 14.46μὴ πρὶν πὰρ νηῶν προτὶ Ἴλιον ἀπονέεσθαι 14.47πρὶν πυρὶ νῆας ἐνιπρῆσαι, κτεῖναι δὲ καὶ αὐτούς. 14.48κεῖνος τὼς ἀγόρευε· τὰ δὴ νῦν πάντα τελεῖται. 14.49ὢ πόποι ἦ ῥα καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ 14.50ἐν θυμῷ βάλλονται ἐμοὶ χόλον ὥς περ Ἀχιλλεὺς 14.51οὐ δ̓ ἐθέλουσι μάχεσθαι ἐπὶ πρυμνῇσι νέεσσι. 14.52τὸν δ̓ ἠμείβετ̓ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ· 14.53ἦ δὴ ταῦτά γ̓ ἑτοῖμα τετεύχαται, οὐ δέ κεν ἄλλως 14.54Ζεὺς ὑψιβρεμέτης αὐτὸς παρατεκτήναιτο. 14.55τεῖχος μὲν γὰρ δὴ κατερήριπεν, ᾧ ἐπέπιθμεν 14.56ἄρρηκτον νηῶν τε καὶ αὐτῶν εἶλαρ ἔσεσθαι· 14.57οἳ δ̓ ἐπὶ νηυσὶ θοῇσι μάχην ἀλίαστον ἔχουσι 14.58νωλεμές· οὐ δ̓ ἂν ἔτι γνοίης μάλα περ σκοπιάζων 14.59ὁπποτέρωθεν Ἀχαιοὶ ὀρινόμενοι κλονέονται, 14.60ὡς ἐπιμὶξ κτείνονται, ἀϋτὴ δ̓ οὐρανὸν ἵκει. 14.61ἡμεῖς δὲ φραζώμεθ̓ ὅπως ἔσται τάδε ἔργα 14.62εἴ τι νόος ῥέξει· πόλεμον δ̓ οὐκ ἄμμε κελεύω 14.63δύμεναι· οὐ γάρ πως βεβλημένον ἐστὶ μάχεσθαι. 14.64τὸν δ̓ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων· 14.65Νέστορ ἐπεὶ δὴ νηυσὶν ἔπι πρυμνῇσι μάχονται, 14.66τεῖχος δ̓ οὐκ ἔχραισμε τετυγμένον, οὐ δέ τι τάφρος, 14.67ᾗ ἔπι πολλὰ πάθον Δαναοί, ἔλποντο δὲ θυμῷ 14.68ἄρρηκτον νηῶν τε καὶ αὐτῶν εἶλαρ ἔσεσθαι· 14.69οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι 14.70νωνύμνους ἀπολέσθαι ἀπ̓ Ἄργεος ἐνθάδ̓ Ἀχαιούς. 14.71ᾔδεα μὲν γὰρ ὅτε πρόφρων Δαναοῖσιν ἄμυνεν, 14.72οἶδα δὲ νῦν ὅτε τοὺς μὲν ὁμῶς μακάρεσσι θεοῖσι 14.73κυδάνει, ἡμέτερον δὲ μένος καὶ χεῖρας ἔδησεν. 14.74ἀλλ̓ ἄγεθ̓ ὡς ἂν ἐγὼν εἴπω πειθώμεθα πάντες. 14.75νῆες ὅσαι πρῶται εἰρύαται ἄγχι θαλάσσης 14.76ἕλκωμεν, πάσας δὲ ἐρύσσομεν εἰς ἅλα δῖαν, 14.77ὕψι δ̓ ἐπ̓ εὐνάων ὁρμίσσομεν, εἰς ὅ κεν ἔλθῃ 14.78νὺξ ἀβρότη, ἢν καὶ τῇ ἀπόσχωνται πολέμοιο 14.79Τρῶες· ἔπειτα δέ κεν ἐρυσαίμεθα νῆας ἁπάσας. 14.80οὐ γάρ τις νέμεσις φυγέειν κακόν, οὐ δ̓ ἀνὰ νύκτα. 14.81βέλτερον ὃς φεύγων προφύγῃ κακὸν ἠὲ ἁλώῃ. 14.82τὸν δ̓ ἄῤ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς· 14.83Ἀτρεΐδη ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων· 14.84οὐλόμεν̓ αἴθ̓ ὤφελλες ἀεικελίου στρατοῦ ἄλλου 14.85σημαίνειν, μὴ δ̓ ἄμμιν ἀνασσέμεν, οἷσιν ἄρα Ζεὺς 14.86ἐκ νεότητος ἔδωκε καὶ ἐς γῆρας τολυπεύειν 14.87ἀργαλέους πολέμους, ὄφρα φθιόμεσθα ἕκαστος. 14.88οὕτω δὴ μέμονας Τρώων πόλιν εὐρυάγυιαν 14.89καλλείψειν, ἧς εἵνεκ̓ ὀϊζύομεν κακὰ πολλά; 14.90σίγα, μή τίς τ̓ ἄλλος Ἀχαιῶν τοῦτον ἀκούσῃ 14.91μῦθον, ὃν οὔ κεν ἀνήρ γε διὰ στόμα πάμπαν ἄγοιτο 14.92ὅς τις ἐπίσταιτο ᾗσι φρεσὶν ἄρτια βάζειν 14.93σκηπτοῦχός τ̓ εἴη, καί οἱ πειθοίατο λαοὶ 14.94τοσσοίδ̓ ὅσσοισιν σὺ μετ̓ Ἀργείοισιν ἀνάσσεις· 14.95νῦν δέ σευ ὠνοσάμην πάγχυ φρένας, οἷον ἔειπες· 14.96ὃς κέλεαι πολέμοιο συνεσταότος καὶ ἀϋτῆς 14.97νῆας ἐϋσσέλμους ἅλαδ̓ ἑλκέμεν, ὄφῤ ἔτι μᾶλλον 14.98Τρωσὶ μὲν εὐκτὰ γένηται ἐπικρατέουσί περ ἔμπης, 14.99ἡμῖν δ̓ αἰπὺς ὄλεθρος ἐπιρρέπῃ. οὐ γὰρ Ἀχαιοὶ 14.100σχήσουσιν πόλεμον νηῶν ἅλα δ̓ ἑλκομενάων, 14.101ἀλλ̓ ἀποπαπτανέουσιν, ἐρωήσουσι δὲ χάρμης. 14.102ἔνθά κε σὴ βουλὴ δηλήσεται ὄρχαμε λαῶν. 14.103τὸν δ̓ ἠμείβετ̓ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων· 14.104ὦ Ὀδυσεῦ μάλα πώς με καθίκεο θυμὸν ἐνιπῇ 14.105ἀργαλέῃ· ἀτὰρ οὐ μὲν ἐγὼν ἀέκοντας ἄνωγα 14.106νῆας ἐϋσσέλμους ἅλα δ̓ ἑλκέμεν υἷας Ἀχαιῶν. 14.107νῦν δ̓ εἴη ὃς τῆσδέ γ̓ ἀμείνονα μῆτιν ἐνίσποι 14.108ἢ νέος ἠὲ παλαιός· ἐμοὶ δέ κεν ἀσμένῳ εἴη. 14.109τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Διομήδης· 14.110ἐγγὺς ἀνήρ· οὐ δηθὰ ματεύσομεν· αἴ κ̓ ἐθέλητε 14.111πείθεσθαι, καὶ μή τι κότῳ ἀγάσησθε ἕκαστος 14.112οὕνεκα δὴ γενεῆφι νεώτατός εἰμι μεθ̓ ὑμῖν· 14.113πατρὸς δ̓ ἐξ ἀγαθοῦ καὶ ἐγὼ γένος εὔχομαι εἶναι 14.114Τυδέος, ὃν Θήβῃσι χυτὴ κατὰ γαῖα καλύπτει. 14.115πορθεῖ γὰρ τρεῖς παῖδες ἀμύμονες ἐξεγένοντο, 14.116οἴκεον δ̓ ἐν Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι 14.117Ἄγριος ἠδὲ Μέλας, τρίτατος δ̓ ἦν ἱππότα Οἰνεὺς 14.118πατρὸς ἐμοῖο πατήρ· ἀρετῇ δ̓ ἦν ἔξοχος αὐτῶν. 14.119ἀλλ̓ ὃ μὲν αὐτόθι μεῖνε, πατὴρ δ̓ ἐμὸς Ἄργεϊ νάσθη 14.120πλαγχθείς· ὡς γάρ που Ζεὺς ἤθελε καὶ θεοὶ ἄλλοι. 14.121Ἀδρήστοιο δ̓ ἔγημε θυγατρῶν, ναῖε δὲ δῶμα 14.122ἀφνειὸν βιότοιο, ἅλις δέ οἱ ἦσαν ἄρουραι 14.123πυροφόροι, πολλοὶ δὲ φυτῶν ἔσαν ὄρχατοι ἀμφίς, 14.124πολλὰ δέ οἱ πρόβατ̓ ἔσκε· κέκαστο δὲ πάντας Ἀχαιοὺς 14.125ἐγχείῃ· τὰ δὲ μέλλετ̓ ἀκουέμεν, εἰ ἐτεόν περ. 14.126τὼ οὐκ ἄν με γένος γε κακὸν καὶ ἀνάλκιδα φάντες 14.127μῦθον ἀτιμήσαιτε πεφασμένον ὅν κ̓ ἐῢ εἴπω. 14.128δεῦτ̓ ἴομεν πόλεμον δὲ καὶ οὐτάμενοί περ ἀνάγκῃ. 14.129ἔνθα δ̓ ἔπειτ̓ αὐτοὶ μὲν ἐχώμεθα δηϊοτῆτος 14.130ἐκ βελέων, μή πού τις ἐφ̓ ἕλκεϊ ἕλκος ἄρηται· 14.131ἄλλους δ̓ ὀτρύνοντες ἐνήσομεν, οἳ τὸ πάρος περ 14.132θυμῷ ἦρα φέροντες ἀφεστᾶσ̓ οὐ δὲ μάχονται. 14.133ὣς ἔφαθ̓, οἳ δ̓ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο· 14.134βὰν δ̓ ἴμεν, ἦρχε δ̓ ἄρά σφιν ἄναξ ἀνδρῶν Ἀγαμέμνων. 14.135οὐ δ̓ ἀλαοσκοπιὴν εἶχε κλυτὸς ἐννοσίγαιος, 14.136ἀλλὰ μετ̓ αὐτοὺς ἦλθε παλαιῷ φωτὶ ἐοικώς, 14.137δεξιτερὴν δ̓ ἕλε χεῖῤ Ἀγαμέμνονος Ἀτρεΐδαο, 14.138καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· 14.139Ἀτρεΐδη νῦν δή που Ἀχιλλῆος ὀλοὸν κῆρ 14.140γηθεῖ ἐνὶ στήθεσσι φόνον καὶ φύζαν Ἀχαιῶν 14.141δερκομένῳ, ἐπεὶ οὔ οἱ ἔνι φρένες οὐ δ̓ ἠβαιαί. 14.142ἀλλ̓ ὃ μὲν ὣς ἀπόλοιτο, θεὸς δέ ἑ σιφλώσειε· 14.143σοὶ δ̓ οὔ πω μάλα πάγχυ θεοὶ μάκαρες κοτέουσιν, 14.144ἀλλ̓ ἔτι που Τρώων ἡγήτορες ἠδὲ μέδοντες 14.145εὐρὺ κονίσουσιν πεδίον, σὺ δ̓ ἐπόψεαι αὐτὸς 14.146φεύγοντας προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων. 14.147ὣς εἰπὼν μέγ̓ ἄϋσεν ἐπεσσύμενος πεδίοιο. 14.148ὅσσόν τ̓ ἐννεάχιλοι ἐπίαχον ἢ δεκάχιλοι 14.149ἀνέρες ἐν πολέμῳ ἔριδα ξυνάγοντες Ἄρηος, 14.150τόσσην ἐκ στήθεσφιν ὄπα κρείων ἐνοσίχθων 14.151ἧκεν· Ἀχαιοῖσιν δὲ μέγα σθένος ἔμβαλ̓ ἑκάστῳ 14.152καρδίῃ, ἄληκτον πολεμίζειν ἠδὲ μάχεσθαι. 14.153Ἥρη δ̓ εἰσεῖδε χρυσόθρονος ὀφθαλμοῖσι 14.154στᾶσ̓ ἐξ Οὐλύμποιο ἀπὸ ῥίου· αὐτίκα δ̓ ἔγνω 14.155τὸν μὲν ποιπνύοντα μάχην ἀνὰ κυδιάνειραν 14.156αὐτοκασίγνητον καὶ δαέρα, χαῖρε δὲ θυμῷ· 14.157Ζῆνα δ̓ ἐπ̓ ἀκροτάτης κορυφῆς πολυπίδακος Ἴδης 14.158ἥμενον εἰσεῖδε, στυγερὸς δέ οἱ ἔπλετο θυμῷ. 14.159μερμήριξε δ̓ ἔπειτα βοῶπις πότνια Ἥρη 14.160ὅππως ἐξαπάφοιτο Διὸς νόον αἰγιόχοιο· 14.161ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλὴ 14.162ἐλθεῖν εἰς Ἴδην εὖ ἐντύνασαν ἓ αὐτήν, 14.163εἴ πως ἱμείραιτο παραδραθέειν φιλότητι 14.164ᾗ χροιῇ, τῷ δ̓ ὕπνον ἀπήμονά τε λιαρόν τε 14.165χεύῃ ἐπὶ βλεφάροισιν ἰδὲ φρεσὶ πευκαλίμῃσι. 14.166βῆ δ̓ ἴμεν ἐς θάλαμον, τόν οἱ φίλος υἱὸς ἔτευξεν 14.167Ἥφαιστος, πυκινὰς δὲ θύρας σταθμοῖσιν ἐπῆρσε 14.168κληῗδι κρυπτῇ, τὴν δ̓ οὐ θεὸς ἄλλος ἀνῷγεν· 14.169ἔνθ̓ ἥ γ̓ εἰσελθοῦσα θύρας ἐπέθηκε φαεινάς. 14.170ἀμβροσίῃ μὲν πρῶτον ἀπὸ χροὸς ἱμερόεντος 14.171λύματα πάντα κάθηρεν, ἀλείψατο δὲ λίπ̓ ἐλαίῳ 14.172ἀμβροσίῳ ἑδανῷ, τό ῥά οἱ τεθυωμένον ἦεν· 14.173τοῦ καὶ κινυμένοιο Διὸς κατὰ χαλκοβατὲς δῶ 14.174ἔμπης ἐς γαῖάν τε καὶ οὐρανὸν ἵκετ̓ ἀϋτμή. 14.175τῷ ῥ̓ ἥ γε χρόα καλὸν ἀλειψαμένη ἰδὲ χαίτας 14.176πεξαμένη χερσὶ πλοκάμους ἔπλεξε φαεινοὺς 14.177καλοὺς ἀμβροσίους ἐκ κράατος ἀθανάτοιο. 14.178ἀμφὶ δ̓ ἄῤ ἀμβρόσιον ἑανὸν ἕσαθ̓, ὅν οἱ Ἀθήνη 14.179ἔξυσ̓ ἀσκήσασα, τίθει δ̓ ἐνὶ δαίδαλα πολλά· 14.180χρυσείῃς δ̓ ἐνετῇσι κατὰ στῆθος περονᾶτο. 14.181ζώσατο δὲ ζώνῃ ἑκατὸν θυσάνοις ἀραρυίῃ, 14.182ἐν δ̓ ἄρα ἕρματα ἧκεν ἐϋτρήτοισι λοβοῖσι 14.183τρίγληνα μορόεντα· χάρις δ̓ ἀπελάμπετο πολλή. 14.184κρηδέμνῳ δ̓ ἐφύπερθε καλύψατο δῖα θεάων 14.185καλῷ νηγατέῳ· λευκὸν δ̓ ἦν ἠέλιος ὥς· 14.186ποσσὶ δ̓ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα. 14.187αὐτὰρ ἐπεὶ δὴ πάντα περὶ χροῒ θήκατο κόσμον 14.188βῆ ῥ̓ ἴμεν ἐκ θαλάμοιο, καλεσσαμένη δ̓ Ἀφροδίτην 14.189τῶν ἄλλων ἀπάνευθε θεῶν πρὸς μῦθον ἔειπε· 14.190ἦ ῥά νύ μοί τι πίθοιο φίλον τέκος ὅττί κεν εἴπω, 14.191ἦέ κεν ἀρνήσαιο κοτεσσαμένη τό γε θυμῷ, 14.192οὕνεκ̓ ἐγὼ Δαναοῖσι, σὺ δὲ Τρώεσσιν ἀρήγεις; 14.193τὴν δ̓ ἠμείβετ̓ ἔπειτα Διὸς θυγάτηρ Ἀφροδίτη· 14.194Ἥρη πρέσβα θεὰ θύγατερ μεγάλοιο Κρόνοιο 14.195αὔδα ὅ τι φρονέεις· τελέσαι δέ με θυμὸς ἄνωγεν, 14.196εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν. 14.197τὴν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη· 14.198δὸς νῦν μοι φιλότητα καὶ ἵμερον, ᾧ τε σὺ πάντας 14.199δαμνᾷ ἀθανάτους ἠδὲ θνητοὺς ἀνθρώπους. 14.200εἶμι γὰρ ὀψομένη πολυφόρβου πείρατα γαίης, 14.201Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν, 14.202οἵ μ̓ ἐν σφοῖσι δόμοισιν ἐῢ τρέφον ἠδ̓ ἀτίταλλον 14.203δεξάμενοι Ῥείας, ὅτε τε Κρόνον εὐρύοπα Ζεὺς 14.204γαίης νέρθε καθεῖσε καὶ ἀτρυγέτοιο θαλάσσης· 14.205τοὺς εἶμ̓ ὀψομένη, καί σφ̓ ἄκριτα νείκεα λύσω· 14.206ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται 14.207εὐνῆς καὶ φιλότητος, ἐπεὶ χόλος ἔμπεσε θυμῷ. 14.208εἰ κείνω ἐπέεσσι παραιπεπιθοῦσα φίλον κῆρ 14.209εἰς εὐνὴν ἀνέσαιμι ὁμωθῆναι φιλότητι, 14.210αἰεί κέ σφι φίλη τε καὶ αἰδοίη καλεοίμην. 14.211τὴν δ̓ αὖτε προσέειπε φιλομειδὴς Ἀφροδίτη· 14.212οὐκ ἔστ̓ οὐ δὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι· 14.213Ζηνὸς γὰρ τοῦ ἀρίστου ἐν ἀγκοίνῃσιν ἰαύεις. 14.214ἦ, καὶ ἀπὸ στήθεσφιν ἐλύσατο κεστὸν ἱμάντα 14.215ποικίλον, ἔνθα δέ οἱ θελκτήρια πάντα τέτυκτο· 14.216ἔνθ̓ ἔνι μὲν φιλότης, ἐν δ̓ ἵμερος, ἐν δ̓ ὀαριστὺς 14.217πάρφασις, ἥ τ̓ ἔκλεψε νόον πύκα περ φρονεόντων. 14.218τόν ῥά οἱ ἔμβαλε χερσὶν ἔπος τ̓ ἔφατ̓ ἔκ τ̓ ὀνόμαζε· 14.219τῆ νῦν τοῦτον ἱμάντα τεῷ ἐγκάτθεο κόλπῳ 14.220ποικίλον, ᾧ ἔνι πάντα τετεύχαται· οὐ δέ σέ φημι 14.221ἄπρηκτόν γε νέεσθαι, ὅ τι φρεσὶ σῇσι μενοινᾷς. 14.222ὣς φάτο, μείδησεν δὲ βοῶπις πότνια Ἥρη, 14.223μειδήσασα δ̓ ἔπειτα ἑῷ ἐγκάτθετο κόλπῳ. 14.224ἣ μὲν ἔβη πρὸς δῶμα Διὸς θυγάτηρ Ἀφροδίτη, 14.225Ἥρη δ̓ ἀΐξασα λίπεν ῥίον Οὐλύμποιο, 14.226Πιερίην δ̓ ἐπιβᾶσα καὶ Ἠμαθίην ἐρατεινὴν 14.227σεύατ̓ ἐφ̓ ἱπποπόλων Θρῃκῶν ὄρεα νιφόεντα 14.228ἀκροτάτας κορυφάς· οὐ δὲ χθόνα μάρπτε ποδοῖιν· 14.229ἐξ Ἀθόω δ̓ ἐπὶ πόντον ἐβήσετο κυμαίνοντα, 14.230Λῆμνον δ̓ εἰσαφίκανε πόλιν θείοιο Θόαντος. 14.231ἔνθ̓ Ὕπνῳ ξύμβλητο κασιγνήτῳ Θανάτοιο, 14.232ἔν τ̓ ἄρα οἱ φῦ χειρὶ ἔπος τ̓ ἔφατ̓ ἔκ τ̓ ὀνόμαζεν· 14.233Ὕπνε ἄναξ πάντων τε θεῶν πάντων τ̓ ἀνθρώπων, 14.234ἠμὲν δή ποτ̓ ἐμὸν ἔπος ἔκλυες, ἠδ̓ ἔτι καὶ νῦν 14.235πείθευ· ἐγὼ δέ κέ τοι ἰδέω χάριν ἤματα πάντα. 14.236κοίμησόν μοι Ζηνὸς ὑπ̓ ὀφρύσιν ὄσσε φαεινὼ 14.237αὐτίκ̓ ἐπεί κεν ἐγὼ παραλέξομαι ἐν φιλότητι. 14.238δῶρα δέ τοι δώσω καλὸν θρόνον ἄφθιτον αἰεὶ 14.239χρύσεον· Ἥφαιστος δέ κ̓ ἐμὸς πάϊς ἀμφιγυήεις 14.240τεύξεἰ ἀσκήσας, ὑπὸ δὲ θρῆνυν ποσὶν ἥσει, 14.241τῷ κεν ἐπισχοίης λιπαροὺς πόδας εἰλαπινάζων. 14.242τὴν δ̓ ἀπαμειβόμενος προσεφώνεε νήδυμος Ὕπνος· 14.243Ἥρη πρέσβα θεὰ θύγατερ μεγάλοιο Κρόνοιο 14.244ἄλλον μέν κεν ἔγωγε θεῶν αἰειγενετάων 14.245ῥεῖα κατευνήσαιμι, καὶ ἂν ποταμοῖο ῥέεθρα 14.246Ὠκεανοῦ, ὅς περ γένεσις πάντεσσι τέτυκται· 14.247Ζηνὸς δ̓ οὐκ ἂν ἔγωγε Κρονίονος ἆσσον ἱκοίμην 14.248οὐ δὲ κατευνήσαιμ̓, ὅτε μὴ αὐτός γε κελεύοι. 14.249ἤδη γάρ με καὶ ἄλλο τεὴ ἐπίνυσσεν ἐφετμὴ 14.250ἤματι τῷ ὅτε κεῖνος ὑπέρθυμος Διὸς υἱὸς 14.251ἔπλεεν Ἰλιόθεν Τρώων πόλιν ἐξαλαπάξας. 14.252ἤτοι ἐγὼ μὲν ἔλεξα Διὸς νόον αἰγιόχοιο 14.253νήδυμος ἀμφιχυθείς· σὺ δέ οἱ κακὰ μήσαο θυμῷ 14.254ὄρσασ̓ ἀργαλέων ἀνέμων ἐπὶ πόντον ἀήτας, 14.255καί μιν ἔπειτα Κόων δ̓ εὖ ναιομένην ἀπένεικας 14.256νόσφι φίλων πάντων. ὃ δ̓ ἐπεγρόμενος χαλέπαινε 14.257ῥιπτάζων κατὰ δῶμα θεούς, ἐμὲ δ̓ ἔξοχα πάντων 14.258ζήτει· καί κέ μ̓ ἄϊστον ἀπ̓ αἰθέρος ἔμβαλε πόντῳ, 14.259εἰ μὴ Νὺξ δμήτειρα θεῶν ἐσάωσε καὶ ἀνδρῶν· 14.260τὴν ἱκόμην φεύγων, ὃ δ̓ ἐπαύσατο χωόμενός περ. 14.261ἅζετο γὰρ μὴ Νυκτὶ θοῇ ἀποθύμια ἕρδοι. 14.262νῦν αὖ τοῦτό μ̓ ἄνωγας ἀμήχανον ἄλλο τελέσσαι. 14.263τὸν δ̓ αὖτε προσέειπε βοῶπις πότνια Ἥρη· 14.264Ὕπνε τί ἢ δὲ σὺ ταῦτα μετὰ φρεσὶ σῇσι μενοινᾷς; 14.265ἦ φῂς ὣς Τρώεσσιν ἀρηξέμεν εὐρύοπα Ζῆν 14.266ὡς Ἡρακλῆος περιχώσατο παῖδος ἑοῖο; 14.267ἀλλ̓ ἴθ̓, ἐγὼ δέ κέ τοι Χαρίτων μίαν ὁπλοτεράων 14.268δώσω ὀπυιέμεναι καὶ σὴν κεκλῆσθαι ἄκοιτιν. 14.270ὣς φάτο, χήρατο δ̓ Ὕπνος, ἀμειβόμενος δὲ προσηύδα· 14.271ἄγρει νῦν μοι ὄμοσσον ἀάατον Στυγὸς ὕδωρ, 14.272χειρὶ δὲ τῇ ἑτέρῃ μὲν ἕλε χθόνα πουλυβότειραν, 14.273τῇ δ̓ ἑτέρῃ ἅλα μαρμαρέην, ἵνα νῶϊν ἅπαντες 14.274μάρτυροι ὦσ̓ οἳ ἔνερθε θεοὶ Κρόνον ἀμφὶς ἐόντες, 14.275ἦ μὲν ἐμοὶ δώσειν Χαρίτων μίαν ὁπλοτεράων 14.276Πασιθέην, ἧς τ̓ αὐτὸς ἐέλδομαι ἤματα πάντα. 14.277ὣς ἔφατ̓, οὐ δ̓ ἀπίθησε θεὰ λευκώλενος Ἥρη, 14.278ὄμνυε δ̓ ὡς ἐκέλευε, θεοὺς δ̓ ὀνόμηνεν ἅπαντας 14.279τοὺς ὑποταρταρίους οἳ Τιτῆνες καλέονται. 14.280αὐτὰρ ἐπεί ῥ̓ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον, 14.281τὼ βήτην Λήμνου τε καὶ Ἴμβρου ἄστυ λιπόντε 14.282ἠέρα ἑσσαμένω ῥίμφα πρήσσοντε κέλευθον. 14.283Ἴδην δ̓ ἱκέσθην πολυπίδακα μητέρα θηρῶν 14.284Λεκτόν, ὅθι πρῶτον λιπέτην ἅλα· τὼ δ̓ ἐπὶ χέρσου 14.285βήτην, ἀκροτάτη δὲ ποδῶν ὕπο σείετο ὕλη. 14.286ἔνθ̓ Ὕπνος μὲν ἔμεινε πάρος Διὸς ὄσσε ἰδέσθαι 14.287εἰς ἐλάτην ἀναβὰς περιμήκετον, ἣ τότ̓ ἐν Ἴδῃ 14.288μακροτάτη πεφυυῖα δἰ ἠέρος αἰθέῤ ἵκανεν· 14.289ἔνθ̓ ἧστ̓ ὄζοισιν πεπυκασμένος εἰλατίνοισιν 14.290ὄρνιθι λιγυρῇ ἐναλίγκιος, ἥν τ̓ ἐν ὄρεσσι 14.291χαλκίδα κικλήσκουσι θεοί, ἄνδρες δὲ κύμινδιν. 14.292Ἥρη δὲ κραιπνῶς προσεβήσετο Γάργαρον ἄκρον 14.293Ἴδης ὑψηλῆς· ἴδε δὲ νεφεληγερέτα Ζεύς. 14.294ὡς δ̓ ἴδεν, ὥς μιν ἔρως πυκινὰς φρένας ἀμφεκάλυψεν, 14.295οἷον ὅτε πρῶτόν περ ἐμισγέσθην φιλότητι 14.296εἰς εὐνὴν φοιτῶντε, φίλους λήθοντε τοκῆας. 14.297στῆ δ̓ αὐτῆς προπάροιθεν ἔπος τ̓ ἔφατ̓ ἔκ τ̓ ὀνόμαζεν· 14.298Ἥρη πῇ μεμαυῖα κατ̓ Οὐλύμπου τόδ̓ ἱκάνεις; 14.299ἵπποι δ̓ οὐ παρέασι καὶ ἅρματα τῶν κ̓ ἐπιβαίης. 14.300τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη· 14.301ἔρχομαι ὀψομένη πολυφόρβου πείρατα γαίης, 14.302Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν, 14.303οἵ με σφοῖσι δόμοισιν ἐῢ τρέφον ἠδ̓ ἀτίταλλον· 14.304τοὺς εἶμ̓ ὀψομένη, καί σφ̓ ἄκριτα νείκεα λύσω· 14.305ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται 14.306εὐνῆς καὶ φιλότητος, ἐπεὶ χόλος ἔμπεσε θυμῷ. 14.307ἵπποι δ̓ ἐν πρυμνωρείῃ πολυπίδακος Ἴδης 14.308ἑστᾶσ̓, οἵ μ̓ οἴσουσιν ἐπὶ τραφερήν τε καὶ ὑγρήν. 14.309νῦν δὲ σεῦ εἵνεκα δεῦρο κατ̓ Οὐλύμπου τόδ̓ ἱκάνω, 14.310μή πώς μοι μετέπειτα χολώσεαι, αἴ κε σιωπῇ 14.311οἴχωμαι πρὸς δῶμα βαθυρρόου Ὠκεανοῖο. 14.312τὴν δ̓ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· 14.313Ἥρη κεῖσε μὲν ἔστι καὶ ὕστερον ὁρμηθῆναι, 14.314νῶϊ δ̓ ἄγ̓ ἐν φιλότητι τραπείομεν εὐνηθέντε. 14.315οὐ γάρ πώ ποτέ μ̓ ὧδε θεᾶς ἔρος οὐ δὲ γυναικὸς 14.316θυμὸν ἐνὶ στήθεσσι περιπροχυθεὶς ἐδάμασσεν, 14.317οὐ δ̓ ὁπότ̓ ἠρασάμην Ἰξιονίης ἀλόχοιο, 14.318ἣ τέκε Πειρίθοον θεόφιν μήστωῤ ἀτάλαντον· 14.319οὐ δ̓ ὅτε περ Δανάης καλλισφύρου Ἀκρισιώνης, 14.320ἣ τέκε Περσῆα πάντων ἀριδείκετον ἀνδρῶν· 14.321οὐ δ̓ ὅτε Φοίνικος κούρης τηλεκλειτοῖο, 14.322ἣ τέκε μοι Μίνων τε καὶ ἀντίθεον Ῥαδάμανθυν· 14.323οὐ δ̓ ὅτε περ Σεμέλης οὐ δ̓ Ἀλκμήνης ἐνὶ Θήβῃ, 14.324ἥ ῥ̓ Ἡρακλῆα κρατερόφρονα γείνατο παῖδα· 14.325ἣ δὲ Διώνυσον Σεμέλη τέκε χάρμα βροτοῖσιν· 14.326οὐ δ̓ ὅτε Δήμητρος καλλιπλοκάμοιο ἀνάσσης, 14.327οὐ δ̓ ὁπότε Λητοῦς ἐρικυδέος, οὐ δὲ σεῦ αὐτῆς, 14.328ὡς σέο νῦν ἔραμαι καί με γλυκὺς ἵμερος αἱρεῖ. 14.329τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη· 14.330αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες. 14.331εἰ νῦν ἐν φιλότητι λιλαίεαι εὐνηθῆναι 14.332Ἴδης ἐν κορυφῇσι, τὰ δὲ προπέφανται ἅπαντα· 14.333πῶς κ̓ ἔοι εἴ τις νῶϊ θεῶν αἰειγενετάων 14.334εὕδοντ̓ ἀθρήσειε, θεοῖσι δὲ πᾶσι μετελθὼν 14.335πεφράδοι; οὐκ ἂν ἔγωγε τεὸν πρὸς δῶμα νεοίμην 14.336ἐξ εὐνῆς ἀνστᾶσα, νεμεσσητὸν δέ κεν εἴη. 14.337ἀλλ̓ εἰ δή ῥ̓ ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ, 14.338ἔστιν τοι θάλαμος, τόν τοι φίλος υἱὸς ἔτευξεν 14.339Ἥφαιστος, πυκινὰς δὲ θύρας σταθμοῖσιν ἐπῆρσεν· 14.340ἔνθ̓ ἴομεν κείοντες, ἐπεί νύ τοι εὔαδεν εὐνή. 14.341τὴν δ̓ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· 14.342Ἥρη μήτε θεῶν τό γε δείδιθι μήτέ τιν̓ ἀνδρῶν 14.343ὄψεσθαι· τοῖόν τοι ἐγὼ νέφος ἀμφικαλύψω 14.344χρύσεον· οὐ δ̓ ἂν νῶϊ διαδράκοι Ἠέλιός περ, 14.345οὗ τε καὶ ὀξύτατον πέλεται φάος εἰσοράασθαι. 14.346ἦ ῥα καὶ ἀγκὰς ἔμαρπτε Κρόνου παῖς ἣν παράκοιτιν· 14.347τοῖσι δ̓ ὑπὸ χθὼν δῖα φύεν νεοθηλέα ποίην, 14.348λωτόν θ̓ ἑρσήεντα ἰδὲ κρόκον ἠδ̓ ὑάκινθον 14.349πυκνὸν καὶ μαλακόν, ὃς ἀπὸ χθονὸς ὑψόσ̓ ἔεργε. 14.350τῷ ἔνι λεξάσθην, ἐπὶ δὲ νεφέλην ἕσσαντο 14.351καλὴν χρυσείην· στιλπναὶ δ̓ ἀπέπιπτον ἔερσαι. 14.352ὣς ὃ μὲν ἀτρέμας εὗδε πατὴρ ἀνὰ Γαργάρῳ ἄκρῳ, 14.353ὕπνῳ καὶ φιλότητι δαμείς, ἔχε δ̓ ἀγκὰς ἄκοιτιν· 14.354βῆ δὲ θέειν ἐπὶ νῆας Ἀχαιῶν νήδυμος Ὕπνος 14.355ἀγγελίην ἐρέων γαιηόχῳ ἐννοσιγαίῳ· 14.356ἀγχοῦ δ̓ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα· 14.357πρόφρων νῦν Δαναοῖσι Ποσείδαον ἐπάμυνε, 14.358καί σφιν κῦδος ὄπαζε μίνυνθά περ, ὄφῤ ἔτι εὕδει 14.359Ζεύς, ἐπεὶ αὐτῷ ἐγὼ μαλακὸν περὶ κῶμ̓ ἐκάλυψα· 14.360Ἥρη δ̓ ἐν φιλότητι παρήπαφεν εὐνηθῆναι. 14.361ὣς εἰπὼν ὃ μὲν ᾤχετ̓ ἐπὶ κλυτὰ φῦλ̓ ἀνθρώπων, 14.362τὸν δ̓ ἔτι μᾶλλον ἀνῆκεν ἀμυνέμεναι Δαναοῖσιν. 14.363αὐτίκα δ̓ ἐν πρώτοισι μέγα προθορὼν ἐκέλευσεν· 14.364Ἀργεῖοι καὶ δ̓ αὖτε μεθίεμεν Ἕκτορι νίκην 14.365Πριαμίδῃ, ἵνα νῆας ἕλῃ καὶ κῦδος ἄρηται; 14.366ἀλλ̓ ὃ μὲν οὕτω φησὶ καὶ εὔχεται οὕνεκ̓ Ἀχιλλεὺς 14.367νηυσὶν ἔπι γλαφυρῇσι μένει κεχολωμένος ἦτορ· 14.368κείνου δ̓ οὔ τι λίην ποθὴ ἔσσεται, εἴ κεν οἳ ἄλλοι 14.369ἡμεῖς ὀτρυνώμεθ̓ ἀμυνέμεν ἀλλήλοισιν. 14.370ἀλλ̓ ἄγεθ̓ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες· 14.371ἀσπίδες ὅσσαι ἄρισται ἐνὶ στρατῷ ἠδὲ μέγισται 14.372ἑσσάμενοι, κεφαλὰς δὲ παναίθῃσιν κορύθεσσι 14.373κρύψαντες, χερσίν τε τὰ μακρότατ̓ ἔγχἐ ἑλόντες 14.374ἴομεν· αὐτὰρ ἐγὼν ἡγήσομαι, οὐ δ̓ ἔτι φημὶ 14.375Ἕκτορα Πριαμίδην μενέειν μάλα περ μεμαῶτα. 14.376ὃς δέ κ̓ ἀνὴρ μενέχαρμος, ἔχει δ̓ ὀλίγον σάκος ὤμῳ, 14.377χείρονι φωτὶ δότω, ὃ δ̓ ἐν ἀσπίδι μείζονι δύτω. 14.378ὣς ἔφαθ̓, οἳ δ̓ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο· 14.379τοὺς δ̓ αὐτοὶ βασιλῆες ἐκόσμεον οὐτάμενοί περ 14.380Τυδεΐδης Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Ἀγαμέμνων· 14.381οἰχόμενοι δ̓ ἐπὶ πάντας ἀρήϊα τεύχἐ ἄμειβον· 14.382ἐσθλὰ μὲν ἐσθλὸς ἔδυνε, χέρεια δὲ χείρονι δόσκεν. 14.383αὐτὰρ ἐπεί ῥ̓ ἕσσαντο περὶ χροῒ νώροπα χαλκὸν 14.384βάν ῥ̓ ἴμεν· ἦρχε δ̓ ἄρά σφι Ποσειδάων ἐνοσίχθων 14.385δεινὸν ἄορ τανύηκες ἔχων ἐν χειρὶ παχείῃ 14.386εἴκελον ἀστεροπῇ· τῷ δ̓ οὐ θέμις ἐστὶ μιγῆναι 14.387ἐν δαῒ λευγαλέῃ, ἀλλὰ δέος ἰσχάνει ἄνδρας. 14.388Τρῶας δ̓ αὖθ̓ ἑτέρωθεν ἐκόσμει φαίδιμος Ἕκτωρ. 14.389δή ῥα τότ̓ αἰνοτάτην ἔριδα πτολέμοιο τάνυσσαν 14.390κυανοχαῖτα Ποσειδάων καὶ φαίδιμος Ἕκτωρ, 14.391ἤτοι ὃ μὲν Τρώεσσιν, ὃ δ̓ Ἀργείοισιν ἀρήγων. 14.392ἐκλύσθη δὲ θάλασσα ποτὶ κλισίας τε νέας τε 14.393Ἀργείων· οἳ δὲ ξύνισαν μεγάλῳ ἀλαλητῷ. 14.394οὔ τε θαλάσσης κῦμα τόσον βοάᾳ ποτὶ χέρσον 14.395ποντόθεν ὀρνύμενον πνοιῇ Βορέω ἀλεγεινῇ· 14.396οὔ τε πυρὸς τόσσός γε ποτὶ βρόμος αἰθομένοιο 14.397οὔρεος ἐν βήσσῃς, ὅτε τ̓ ὤρετο καιέμεν ὕλην· 14.398οὔ τ̓ ἄνεμος τόσσόν γε περὶ δρυσὶν ὑψικόμοισι 14.399ἠπύει, ὅς τε μάλιστα μέγα βρέμεται χαλεπαίνων, 14.400ὅσση ἄρα Τρώων καὶ Ἀχαιῶν ἔπλετο φωνὴ 14.401δεινὸν ἀϋσάντων, ὅτ̓ ἐπ̓ ἀλλήλοισιν ὄρουσαν. 14.402Αἴαντος δὲ πρῶτος ἀκόντισε φαίδιμος Ἕκτωρ 14.403ἔγχει, ἐπεὶ τέτραπτο πρὸς ἰθύ οἱ, οὐ δ̓ ἀφάμαρτε, 14.404τῇ ῥα δύω τελαμῶνε περὶ στήθεσσι τετάσθην, 14.405ἤτοι ὃ μὲν σάκεος, ὃ δὲ φασγάνου ἀργυροήλου· 14.406τώ οἱ ῥυσάσθην τέρενα χρόα. χώσατο δ̓ Ἕκτωρ, 14.407ὅττί ῥά οἱ βέλος ὠκὺ ἐτώσιον ἔκφυγε χειρός, 14.408ἂψ δ̓ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆῤ ἀλεείνων. 14.409τὸν μὲν ἔπειτ̓ ἀπιόντα μέγας Τελαμώνιος Αἴας 14.410χερμαδίῳ, τά ῥα πολλὰ θοάων ἔχματα νηῶν 14.411πὰρ ποσὶ μαρναμένων ἐκυλίνδετο, τῶν ἓν ἀείρας 14.412στῆθος βεβλήκει ὑπὲρ ἄντυγος ἀγχόθι δειρῆς, 14.413στρόμβον δ̓ ὣς ἔσσευε βαλών, περὶ δ̓ ἔδραμε πάντῃ. 14.414ὡς δ̓ ὅθ̓ ὑπὸ πληγῆς πατρὸς Διὸς ἐξερίπῃ δρῦς 14.415πρόρριζος, δεινὴ δὲ θεείου γίγνεται ὀδμὴ 14.416ἐξ αὐτῆς, τὸν δ̓ οὔ περ ἔχει θράσος ὅς κεν ἴδηται 14.417ἐγγὺς ἐών, χαλεπὸς δὲ Διὸς μεγάλοιο κεραυνός, 14.418ὣς ἔπεσ̓ Ἕκτορος ὦκα χαμαὶ μένος ἐν κονίῃσι· 14.419χειρὸς δ̓ ἔκβαλεν ἔγχος, ἐπ̓ αὐτῷ δ̓ ἀσπὶς ἑάφθη 14.420καὶ κόρυς, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ. 14.421οἳ δὲ μέγα ἰάχοντες ἐπέδραμον υἷες Ἀχαιῶν 14.422ἐλπόμενοι ἐρύεσθαι, ἀκόντιζον δὲ θαμειὰς 14.423αἰχμάς· ἀλλ̓ οὔ τις ἐδυνήσατο ποιμένα λαῶν 14.424οὐτάσαι οὐ δὲ βαλεῖν· πρὶν γὰρ περίβησαν ἄριστοι 14.425Πουλυδάμας τε καὶ Αἰνείας καὶ δῖος Ἀγήνωρ 14.426Σαρπηδών τ̓ ἀρχὸς Λυκίων καὶ Γλαῦκος ἀμύμων. 14.427τῶν δ̓ ἄλλων οὔ τίς εὑ ἀκήδεσεν, ἀλλὰ πάροιθεν 14.428ἀσπίδας εὐκύκλους σχέθον αὐτοῦ. τὸν δ̓ ἄῤ ἑταῖροι 14.429χερσὶν ἀείραντες φέρον ἐκ πόνου, ὄφῤ ἵκεθ̓ ἵππους 14.430ὠκέας, οἵ οἱ ὄπισθε μάχης ἠδὲ πτολέμοιο 14.431ἕστασαν ἡνίοχόν τε καὶ ἅρματα ποικίλ̓ ἔχοντες· 14.432οἳ τόν γε προτὶ ἄστυ φέρον βαρέα στενάχοντα. 14.433ἀλλ̓ ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο 14.434Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς, 14.435ἔνθά μιν ἐξ ἵππων πέλασαν χθονί, κὰδ δέ οἱ ὕδωρ 14.436χεῦαν· ὃ δ̓ ἀμπνύνθη καὶ ἀνέδρακεν ὀφθαλμοῖσιν, 14.437ἑζόμενος δ̓ ἐπὶ γοῦνα κελαινεφὲς αἷμ̓ ἀπέμεσσεν· 14.438αὖτις δ̓ ἐξοπίσω πλῆτο χθονί, τὼ δέ οἱ ὄσσε 14.439νὺξ ἐκάλυψε μέλαινα· βέλος δ̓ ἔτι θυμὸν ἐδάμνα. 14.440Ἀργεῖοι δ̓ ὡς οὖν ἴδον Ἕκτορα νόσφι κιόντα 14.441μᾶλλον ἐπὶ Τρώεσσι θόρον, μνήσαντο δὲ χάρμης. 14.442ἔνθα πολὺ πρώτιστος Ὀϊλῆος ταχὺς Αἴας 14.443Σάτνιον οὔτασε δουρὶ μετάλμενος ὀξυόεντι 14.444Ἠνοπίδην, ὃν ἄρα νύμφη τέκε νηῒς ἀμύμων 14.445Ἤνοπι βουκολέοντι παῤ ὄχθας Σατνιόεντος. 14.446τὸν μὲν Ὀϊλιάδης δουρὶ κλυτὸς ἐγγύθεν ἐλθὼν 14.447οὖτα κατὰ λαπάρην· ὃ δ̓ ἀνετράπετ̓, ἀμφὶ δ̓ ἄῤ αὐτῷ 14.448Τρῶες καὶ Δαναοὶ σύναγον κρατερὴν ὑσμίνην. 14.449τῷ δ̓ ἐπὶ Πουλυδάμας ἐγχέσπαλος ἦλθεν ἀμύντωρ 14.450Πανθοΐδης, βάλε δὲ Προθοήνορα δεξιὸν ὦμον 14.451υἱὸν Ἀρηϊλύκοιο, δἰ ὤμου δ̓ ὄβριμον ἔγχος 14.452ἔσχεν, ὃ δ̓ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ. 14.453Πουλυδάμας δ̓ ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας· 14.454οὐ μὰν αὖτ̓ ὀΐω μεγαθύμου Πανθοΐδαο 14.455χειρὸς ἄπο στιβαρῆς ἅλιον πηδῆσαι ἄκοντα, 14.456ἀλλά τις Ἀργείων κόμισε χροΐ, καί μιν ὀΐω 14.457αὐτῷ σκηπτόμενον κατίμεν δόμον Ἄϊδος εἴσω. 14.458ὣς ἔφατ̓, Ἀργείοισι δ̓ ἄχος γένετ̓ εὐξαμένοιο· 14.459Αἴαντι δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινε 14.460τῷ Τελαμωνιάδῃ· τοῦ γὰρ πέσεν ἄγχι μάλιστα. 14.461καρπαλίμως δ̓ ἀπιόντος ἀκόντισε δουρὶ φαεινῷ. 14.462Πουλυδάμας δ̓ αὐτὸς μὲν ἀλεύατο κῆρα μέλαιναν 14.463λικριφὶς ἀΐξας, κόμισεν δ̓ Ἀντήνορος υἱὸς 14.464Ἀρχέλοχος· τῷ γάρ ῥα θεοὶ βούλευσαν ὄλεθρον. 14.465τόν ῥ̓ ἔβαλεν κεφαλῆς τε καὶ αὐχένος ἐν συνεοχμῷ, 14.466νείατον ἀστράγαλον, ἀπὸ δ̓ ἄμφω κέρσε τένοντε· 14.467τοῦ δὲ πολὺ προτέρη κεφαλὴ στόμα τε ῥῖνές τε 14.468οὔδεϊ πλῆντ̓ ἤ περ κνῆμαι καὶ γοῦνα πεσόντος. 14.469Αἴας δ̓ αὖτ̓ ἐγέγωνεν ἀμύμονι Πουλυδάμαντι· 14.470φράζεο Πουλυδάμα καί μοι νημερτὲς ἐνίσπες 14.471ἦ ῥ̓ οὐχ οὗτος ἀνὴρ Προθοήνορος ἀντὶ πεφάσθαι 14.472ἄξιος; οὐ μέν μοι κακὸς εἴδεται οὐ δὲ κακῶν ἔξ, 14.473ἀλλὰ κασίγνητος Ἀντήνορος ἱπποδάμοιο 14.474ἢ πάϊς· αὐτῷ γὰρ γενεὴν ἄγχιστα ἐῴκει. 14.475ἦ ῥ̓ εὖ γιγνώσκων, Τρῶας δ̓ ἄχος ἔλλαβε θυμόν. 14.476ἔνθ̓ Ἀκάμας Πρόμαχον Βοιώτιον οὔτασε δουρὶ 14.477ἀμφὶ κασιγνήτῳ βεβαώς· ὃ δ̓ ὕφελκε ποδοῖιν. 14.478τῷ δ̓ Ἀκάμας ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας· 14.479Ἀργεῖοι ἰόμωροι ἀπειλάων ἀκόρητοι 14.480οὔ θην οἴοισίν γε πόνος τ̓ ἔσεται καὶ ὀϊζὺς 14.481ἡμῖν, ἀλλά ποθ̓ ὧδε κατακτενέεσθε καὶ ὔμμες. 14.482φράζεσθ̓ ὡς ὑμῖν Πρόμαχος δεδμημένος εὕδει 14.483ἔγχει ἐμῷ, ἵνα μή τι κασιγνήτοιό γε ποινὴ 14.484δηρὸν ἄτιτος ἔῃ· τὼ καί κέ τις εὔχεται ἀνὴρ 14.485γνωτὸν ἐνὶ μεγάροισιν ἀρῆς ἀλκτῆρα λιπέσθαι. 14.486ὣς ἔφατ̓, Ἀργείοισι δ̓ ἄχος γένετ̓ εὐξαμένοιο· 14.487Πηνέλεῳ δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινεν· 14.488ὁρμήθη δ̓ Ἀκάμαντος· ὃ δ̓ οὐχ ὑπέμεινεν ἐρωὴν 14.489Πηνελέωο ἄνακτος· ὃ δ̓ οὔτασεν Ἰλιονῆα 14.490υἱὸν Φόρβαντος πολυμήλου, τόν ῥα μάλιστα 14.491Ἑρμείας Τρώων ἐφίλει καὶ κτῆσιν ὄπασσε· 14.492τῷ δ̓ ἄῤ ὑπὸ μήτηρ μοῦνον τέκεν Ἰλιονῆα. 14.493τὸν τόθ̓ ὑπ̓ ὀφρύος οὖτα κατ̓ ὀφθαλμοῖο θέμεθλα, 14.494ἐκ δ̓ ὦσε γλήνην· δόρυ δ̓ ὀφθαλμοῖο διὰ πρὸ 14.495καὶ διὰ ἰνίου ἦλθεν, ὃ δ̓ ἕζετο χεῖρε πετάσσας 14.496ἄμφω· Πηνέλεως δὲ ἐρυσσάμενος ξίφος ὀξὺ 14.497αὐχένα μέσσον ἔλασσεν, ἀπήραξεν δὲ χαμᾶζε 14.498αὐτῇ σὺν πήληκι κάρη· ἔτι δ̓ ὄβριμον ἔγχος 14.499ἦεν ἐν ὀφθαλμῷ· ὃ δὲ φὴ κώδειαν ἀνασχὼν 14.500πέφραδέ τε Τρώεσσι καὶ εὐχόμενος ἔπος ηὔδα· 14.501εἰπέμεναί μοι Τρῶες ἀγαυοῦ Ἰλιονῆος 14.502πατρὶ φίλῳ καὶ μητρὶ γοήμεναι ἐν μεγάροισιν· 14.503οὐ δὲ γὰρ ἣ Προμάχοιο δάμαρ Ἀλεγηνορίδαο 14.504ἀνδρὶ φίλῳ ἐλθόντι γανύσσεται, ὁππότε κεν δὴ 14.505ἐκ Τροίης σὺν νηυσὶ νεώμεθα κοῦροι Ἀχαιῶν. 14.506ὣς φάτο, τοὺς δ̓ ἄρα πάντας ὑπὸ τρόμος ἔλλαβε γυῖα, 14.507πάπτηνεν δὲ ἕκαστος ὅπῃ φύγοι αἰπὺν ὄλεθρον. 14.508ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματ̓ ἔχουσαι 14.509ὅς τις δὴ πρῶτος βροτόεντ̓ ἀνδράγρἰ Ἀχαιῶν 14.510ἤρατ̓, ἐπεί ῥ̓ ἔκλινε μάχην κλυτὸς ἐννοσίγαιος. 14.511Αἴας ῥα πρῶτος Τελαμώνιος Ὕρτιον οὖτα 14.512Γυρτιάδην Μυσῶν ἡγήτορα καρτεροθύμων· 14.513Φάλκην δ̓ Ἀντίλοχος καὶ Μέρμερον ἐξενάριξε· 14.514Μηριόνης δὲ Μόρυν τε καὶ Ἱπποτίωνα κατέκτα, 14.515Τεῦκρος δὲ Προθόωνά τ̓ ἐνήρατο καὶ Περιφήτην· 14.516Ἀτρεΐδης δ̓ ἄῤ ἔπειθ̓ Ὑπερήνορα ποιμένα λαῶν 14.517οὖτα κατὰ λαπάρην, διὰ δ̓ ἔντερα χαλκὸς ἄφυσσε 14.518δῃώσας· ψυχὴ δὲ κατ̓ οὐταμένην ὠτειλὴν 14.519ἔσσυτ̓ ἐπειγομένη, τὸν δὲ σκότος ὄσσε κάλυψε. 14.520πλείστους δ̓ Αἴας εἷλεν Ὀϊλῆος ταχὺς υἱός· 14.521οὐ γάρ οἵ τις ὁμοῖος ἐπισπέσθαι ποσὶν ἦεν 14.522ἀνδρῶν τρεσσάντων, ὅτε τε Ζεὺς ἐν φόβον ὄρσῃ.